Exposition on the Psalms · §ps034-rem-early

Psalm ΛΕʹ rem early

Rem early: Psalm ΛΕʹ; historia and theoria on the lemma toward Christ.

Greek

ἀπόδειξις ἂν εἴη σαφὴς τοῦ κατολι σθῆναι εἰς πυθμένα φαυλότητος τὸν κατώτατον, μηδὲ ὅσον εἰπεῖν κἂν γοῦν ἄκρῳ δακτύλῳ θέλειν ἀποθίγειν μαθημάτων τῶν ἱερῶν, δι' ὧν ἄν τις ἐν ἑαυτῷ συλλέ ξαιτο τὴν ἐφ' ἅπασιν τοῖς ἀρίστοις ἡμᾶς ἀποκομίζου σαν ἐπιστήμην. Ἀπαίδευτος οὖν ὁ παράνομος, καὶ μαθημάτων τῶν εἰς σωτηρίαν καὶ ζωὴν ἀμέτοχος παντελῶς. Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος. (C f. 75) Οὐ γλώσσῃ κέχρηται σοφῇ τε καὶ ἐπιστή μονι, καὶ θύρας ἐχούσῃ καὶ μοχλὸν, 66 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀθυροστομεῖ δὲ οὕτως καὶ κίβδηλον πανταχοῦ ποιεῖται τὸν λόγον, ὡς ἐπίμεστον ὁρᾶσθαι καὶ ἀνομίας καὶ δόλου· ἀνομίας μὲν, ὡς ἐπὶ τῶν Ἰουδαίων δι' ἃς ἐπήγαγον ὕβρεις Χριστῷ· δόλου δὲ, ὅτι καὶ παγιδεύειν αὐτὸν βουλόμενοι, χρη στοῖς προσῄεσαν λόγοις. Ἀνομίαν ἐλογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ. (B f. 121 b) Οἱ μὲν γὰρ τοῖς ἱεροῖς εἴκοντες νό μοις, οἱ καυχήμασιν ἁγιοπρεπέσιν ἐνιδροῦν εἰωθότες, οἱ τὴν εὐκλεᾶ καὶ ἀκατάψεκτον διαβιοῦντες ζωὴν, καὶ ταῖς καθηκούσαις δοξολογίαις τὸν ἁπάντων Σωτῆρα καταγεραίρουσιν· "Μεσονύκτιον γὰρ, φησὶν, ἐξηγει ρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου," ἤγουν ταῖς θείαις περιτυγχάνον 69.917 τες Γραφαῖς, εὐωδίας πάσης πνευματικῆς τὸν οἰκεῖον ἀναπιμπλῶσι νοῦν, καὶ τὰς ἐφ' ἅπασιν τοῖς ἀγαθοῖς περιεργάζονται τρίβους, καὶ ἀναζητοῦσι λεπτῶς τίνα δὲ τρόπον γένοιντ' ἂν ἑαυτῶν ἀμείνους, τρέχοντες εἰς εἴδησιν ἐπιεικείας τε ὁμοῦ καὶ λαμπρότητος ἁγιοπρε ποῦς. Οἱ δέ γε φαῦλοι καὶ παράνομοι τὸν τῆς ἡσυχίας καιρὸν δαπανῶσιν εἰς πονηρίας, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν φαύλων διασκέψεσιν τὴν ἑαυτῶν καρδίαν καταμολύνοντες, τὸν τῶν ἐκτόπων ἐννοιῶν καρπὸν, μονονουχὶ διαυγαζούσης αὐτοῖς ἡμέρας, ἐκφέρουσιν· παρίστανται γὰρ ὁδῷ οὐκ ἀγαθῇ. Παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ. (B f. 122) Προήκει δὲ φαυλότητος εἰς τοῦτο αὐτοῖς ὁ νοῦς, ὥστε μηδὲ προσοχθῆσαι τῇ κακίᾳ πώποτε. Οὐ γὰρ γεγόνασιν μισηταὶ τῶν ἐκτόπων οἱ παρανομεῖν εἰωθότες· οὐ γὰρ ἂν ἔδρασαν αὐτὰ μισεῖν εἰρημένοι. Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. (A f. 188, B f. 122, C f. 75) Τινὲς δὲ ἀκούσαντες ὅτι "Ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν," καὶ ἀπα τηθέντες ἐντεῦθεν, ἀπρονόητα τὰ ὑπὸ σελήνην ἀπεφῄναντο· ὧν ἐστι καὶ Ἀριστοτέλης. Ἀλλ' οὕτω μέν τινες τὸ τῆς ἱστορίας φεύγοντες πάχος, εἰς τρο πολογίας ἀναβαίνουσιν, οὐρανοὺς μὲν λέγοντες τοὺς ἐν οὐρανοῖς ἀγγέλους, νεφέλας δὲ τοὺς προφήτας, ὄρη δὲ Θεοῦ λογικὰς καὶ ὑψηλὰς δυνάμεις, ἢ τοὺς ἠρμέ νους ὑψοῦ κατ' ἀρετὴν ἀνθρώπους. Ἀλλ' ἔν γε τοῖς προκειμένοις, οὐκ ἐπὶ καιροῦ τὰ τοιάδε νοηθεῖεν. Οὐ γὰρ ἐν μόνοις τοῖς ἁγίοις ἀγγέλοις ἐστὶ τὸ ἔλεος τοῦ Θεοῦ, οὔτε μὴν ἐν μόνοις τοῖς ἐν ὕψει γενομένοις κατ' ἀρετὴν ἡ τοῦ Θεοῦ δικαιοσύνη γίνεται, ἀλλ' εἰς πάν τας ἀνθρώπους ἡ τῆς θείας ἡμερότητος ἐκτείνεται χάρις. Ἐν δὲ τῷ οὐρανῷ τὸ ἔλεος τοῦ Θεοῦ, καὶ ἕως τῶν νεφελῶν τὴν ἀλήθειαν ᾖρθαί φησιν, ἐοικέναι δὲ καὶ ὄρεσι τὴν δικαιοσύνην αὐτοῦ, ἵνα τὸ ὑψηλὸν καὶ ὑπερηρμένον καὶ ὑπερκείμενον νοῶμεν διὰ τῶν ὠνο μασμένων. Τί γὰρ ὑψηλότερον οὐρανοῦ καὶ νεφῶν καὶ ὁρῶν; Ὃ δὲ κατασκευάζει, τοιοῦτόν ἐστιν· Ὁ ἐλεήμων, φησὶ, καὶ ἀληθινὸς καὶ δίκαιος οὐ κατοι κτείρειν ἐπίσταται μόνον, ἀλλὰ γὰρ καὶ ὡς ἀληθινὸς μισεῖ τοὺς δόλον ἔχοντας εἰς νοῦν, καὶ ἀπάτῃ συντε θραμμένους. Καὶ ὡς δικαιοσύνην ἔχων, ἥτις φιλονεικεῖ τοῖς λίαν ἠρμένοις τῶν ὀρῶν, ἐποίσει πάντως τοῖς μὲν ἀγαθοῖς τὴν αὐτοῖς πρέπουσαν τῶν χαρισμάτων διανομὴν, τοῖς δ' αὗ πονηροῖς τὴν ἰσόῤῥοπον δίκην. Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. (A f. 188 b, C f. 75 b) Καὶ ἐνταῦθα δέ τι ὅμοιόν ἐστι τοῦ Παύλου· ἐπειδὴ γὰρ ἔμελλε τῶν δύο λαῶν τὴν σωτηρίαν διηγήσασθαι, οἳ καὶ σημαίνονται διὰ τῶν ἀνθρώπων καὶ τῶν κτηνῶν, ἀνθρώπων μὲν τῶν 69.920 ἐξ Ἰσραὴλ ὡς κατηχουμένων ἐκ τοῦ νόμου καὶ νοούν των τὰ διαφέροντα, κτηνῶν δὲ ὡς ἀλογωτέρων τῶν ἐξ ἐθνῶν. Παιδευθέντες γὰρ οἱ ἐξ Ἰουδαίων τὸ μυστή ριον διὰ νόμου καὶ προφητῶν, ἐξέπεσον· οἱ δὲ οὐδέ ποτε ἀκηκοότες οἱ ἐξ ἐθνῶν, προελήφθησαν. Τούτου χάριν εἴρηκεν ὁ ∆αβίδ· "Τὰ κρίματά σου ἄβυσσος πολλὴ," ἤγουν ἀκατάληπτα καὶ ἀζήτητα παντελῶς· τὸ γάρ τοι πολυπραγμονεῖν ἑλέσθαι τὰ ὑπὲρ νοῦν τὸν ἀνθρώπινον, ἐπισφαλὲς καὶ ἐπιζήμιον. Γέγρα πται γοῦν· "Βαθύτερά σου μὴ ζήτει·" καὶ πάλιν· "Μὴ σοφίζου περιττὰ, μήποτε ἐκπλαγῇς." (B f. 123) Τῆς τοῦ Θεοῦ γαληνότητος τὸ ὑπερφερὲς, καὶ τῆς ἡμερότητος τὴν ἀπαράβλητον ὑπεροχὴν κὰν τούτῳ δὴ πάλιν ἔνεστιν ἰδεῖν. Καὶ γοῦν τὴν παρ' ἑαυ τοῦ φειδὼ νέμειν ἀξιοῖ πᾶσι τοῖς παρ' αὐτοῦ γεγονό σιν, καὶ οὐχὶ μόνον 67 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀνθρώποις, ἀλλὰ γὰρ καὶ αὐτοῖς ἀλόγοις τῶν ζώων. Ἔφη γάρ που καὶ πρὸς τὸν θεσπέ σιον Ἰωνᾶν· "Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας οὐδὲ ἐκοπίασας, ἣ ὑπὸ νύκτα ἀπώλετο· ἐγὼ οὐ φείσομαι ὑπὲρ Νινευῆ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;" Θαυμάζεται δὲ καὶ διὰ τῆς τοῦ ψάλλοντος λύρας, ὡς ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀν θρώπων. Ναὶ μὴν τὸν ἐπὶ τῷ Σαββάτῳ τιθεὶς νόμον, καὶ τὴν τοῦ χρῆναι παντελῶς ἐργάζεσθαι μηδὲν, δια τρανῶν αἰτίαν, Ἵνα ἀναπαύσηται, φησὶν, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου. Εἰ δὲ δοκεῖ πως τοῖς εἰρημένοις ἀντιφέ ρεσθαι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρημένον· "Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ;" φαμὲν, ὅτι τὰς ἐν τῷ νόμῳ σκιὰς ἀναιρεῖν ἀκόλουθον ὠδινούσας τὴν ἀλήθειαν, οὔτε μὴν ἀφιλοικτίρμονα νομίζειν εἶναι τὸν τῶν ὅλων ∆ημιουργόν. Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός. (B f. 123) Ὅτε Θεὸς ὢν ὁ Λόγος ἐπέλαμψεν τοῖς ἐπὶ τῆς γῆς ἐν ὁμοιώματι ἀνθρώπων, καὶ τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας ὑπέμεινε θάνατον, δῆλον δὲ ὅτι τὸν κατὰ σάρκα, τότε καὶ πεπλήθυνται τὸ ἔλεος τοῦ Θεοῦ. Οὐ γὰρ ἔτι μόνον ἐλυτρώσατο τὸν Ἰσραὴλ καθὰ πάλαι διὰ Μωσέως, ἀλλ' εἰς πάντας ἀνθρώπους ἡ τῆς σωτηρίας ἐκτέταται χάρις, σαγηνεύουσα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας καὶ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ, καὶ προσοικειοῦσα δι' ἁγιασμοῦ τῷ Θεῷ καὶ Πατρί. Ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. (B f. 123) Γεγόναμεν τοίνυν ὑπὸ πτέρυγας, ἤτοι σκέπην τὴν ὑπὸ Χριστῷ, ὥστε λέγειν ἡμᾶς τὸ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων· "Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα." Καὶ αὐτὸς δή πού φησιν ὁ 69.921 Σωτήρ· "Ἐγὼ ὡς ἄρκευθος πυκάζουσα." Γεγόνασί γε μὴν ὑπὸ πτέρυγας αὐτοῦ. Πεπλήθυνται καὶ τὸ ἔλεος κατὰ τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. (A f. 10) Εἰ φῶς ἐστιν ἐκ φωτὸς τοῦ Πατρὸς ὁ Υἱὸς, πότε οὐκ ἦν ἐν τῷ Πατρὶ τὸ φῶς αὐτοῦ; Ὡς γὰρ ἀχώριστον τοῦ πυρὸς τὸ φωτίζειν, οὔτω καὶ τοῦ Πατρὸς τὸ ἐξ αὐτοῦ γεννώμενον φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. (A f. 10, B f. 124) Λιτὴν ἀνατείνει τὴν ὑπὲρ τῶν ἀγαπώντων τὸν Κύριον καὶ τὴν αὐτοῦ ἐπεγνωκότων ἐπιφάνειαν. Οἷς καὶ πρέποι ἂν τὸ ἐν παντὶ γενέσθαι καλῷ καὶ τοῖς παρ' αὐτοῦ χαρίσμασιν ἐντρυφᾷν· τοῖς μὲν οὗν γινώσκουσιν αὐτὸν, παρατείνεσθαι τὸ ἔλεος παρακαλεῖ· τοῖς δὲ τὴν καρδίαν εὐθέσι, τὴν δικαιοσύνην αὐτοῦ καθ' ἣν αὐτοῖς τὰ πρὸς ἀξίαν ἀπονεμηθήσεται. Εἶεν δ' ἂν οὐχ' ἕτεροι παρὰ τοὺς πρώτους οἱ δεύτεροι· τουτέστι παρὰ τοὺς γινώσκον τας οἱ εὐθεῖς. Ἕπεται γὰρ τῇ παρὰ Θεοῦ γνώσει τὸ καὶ εὐθῆ τὴν διάνοιαν ἔχειν, τουτέστι κατ' οὐδένα τρόπον διεστραμμένην. (C f. 76) Οἱ μὲν τὴν γνῶσιν μόνην ἔχοντες, τουτ έστι τὴν πίστιν, ἐλέῳ δικαιοῦνται καὶ σώζονται· οἱ δὲ καὶ τὸ εὐθὲς ἐν ταῖς πράξεσι, τὸν τῆς δικαιοσύνης ἀπολαμβάνουσι στέφανον, ἤτοι τῆς ὁσίας ψήφου. Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανείας. (A f. 190 b) Ἔξω τοῦ πάθους ἀξιοῖ γενέσθαι. Ὅμοιον ὡσεὶ λέγοι· Παρατείνοντός σου τὸ ἔλεος εἰς ἐμὲ τὸν γινώσκοντά σε, καὶ τὴν δικαιοσύνην ἤτοι τὴν ὁσίαν ψῆφον ὀρέγοντος, μὴ κατολισθήσαιμί ποτε πρὸς τοῦτο σκαιότητος ἐννοιῶν, ὡς μέγα φρονεῖν ἑλέσθαι καὶ βαδίζειν ἐν ὑπεροψίᾳ, καὶ τὴν οὕτως ἐπισφαλῶς ἔχουσαν ἰέναι τρίβον. Μὴ δὲ παρακινη σάτω με τῆς παρὰ σοὶ στάσεως πρᾶξις ἄτοπος. Καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσοι με. (B f. 124 b) Χεὶρ ἁμαρτωλοῦ διαβολικὴ ἐνέργεια· χεὶρ ἁμαρτωλοῦ ἡ τοῦ πλεονέκτου· χεὶρ ἁμαρτωλοῦ ἡ τοῦ δῶρα διδόντος ἐπὶ φθορᾷ καὶ λαμβάνοντος· χεὶρ ἁμαρτωλοῦ ἡ τοῦ ἱερέως τοὺς ἀναξίους τῷ θυ σιαστηρίῳ προσάγοντος. Ὑπὸ ταύτης τῆς χειρὸς μὴ σαλευθῆναι, τουτέστι μὴ παρατραπῆναι, καὶ ἡμεῖς προσευξώμεθα· χρὴ γὰρ ἑδραίους καὶ ἀσαλεύτους ἐν τῇ δικαιοσύνῃ, κἂν παρανομῶσιν ἄλλοι, τοὺς νή φοντας κτᾶσθαι. Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνο μίαν. (A f. 10 b, C f. 76, Κυρίλλου καὶ Χρυσοστόμου.) Τὸ ἐκεῖ εἶπεν ἀντὶ τοῦ Ἀπὸ τούτου τοῦ πράγματος, τουτέστι τῆς ὑπερηφανίας· ἢ καὶ ἀντὶ τοῦ 68 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Ὅπου, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· Μὴ γενοίμην ἐκεῖ ἔνθα οἱ σαλευθέντες πίπτουσι, καὶ πεσόντες ἐξ ωθοῦνται, καὶ ἐξωσθέντες οὐκέτι ἐπανελθεῖν δυνήσον ται. Ἢ ἐκεῖ, τουτέστιν ἐν τῷ μέλλοντι βίῳ, κατὰ τό· "Ἐκεῖ ἔσται ὁ κλαυθμός." 69.924 Ἐξώσθησαν, καὶ οὐ μὴ δύνωνται στῆναι. (B f. 124 b) ∆εῖ δὴ οὖν ἅρα προσιόντας Θεῷ τῶν μὲν ἀγαθῶν ποιεῖσθαι τὴν αἴτησιν, παραιτεῖσθαι δὲ καὶ τὸ ἁλῶναι ψυχικοῖς ἀῤῥωστήμασιν, καὶ τὸ ὑπὸ χεῖρα γενέσθαι δαιμονικὴν τὴν ἀεὶ σαλεύουσαν καὶ τοὺς ἑστάναι δοκοῦντας εἰ ῥᾳθυμοῦντες εὑρίσκοιντο, καὶ οὐκ ἐῶσαν στῆναι τοὺς διὰ πλείστην ὅσην ἀσέβειαν ἐξωσθέντας παρὰ Θεῷ· ὃ δὴ πέπονθεν ὁ κατὰ σάρκα Ἰσραὴλ πεπαρῴνηκεν γὰρ ἀφορήτως εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. ΨΑΛΜΟΣ Λς Ψαλμὸς τῷ ∆αβίδ. (A f. 190 b) Ἠθικός ἐστιν ὁ ψαλμὸς καὶ θεραπευ τικὴν ἡμῶν τῆς ψυχῆς διδασκαλίαν περιέχων, εἰσ ηγούμενος τῷ νέῳ λαῷ ἀποχὴν μὲν τῶν πονηρῶν, ἐπιτήδευσιν δὲ τῶν ἀγαθῶν, ἐξ ἑκατέρων πείθων ἔκ τε τῆς τοῖς ἀγαθοῖς ἀποκειμένης ἐλπίδος, ἔκ τε τῆς τοῖς πονηροῖς τεταμιευμένης κολάσεως. Ἀνακείσε ται μέν τοι τῷ ∆αβὶδ μονονουχὶ κατεπᾴδοντι τοῖς ὀρ θότητος ἐρασταῖς καὶ παροτρύνοντι αὐτοὺς εἰς τὸ μεταποιεῖσθαι προθύμως τῆς οὐκ ἀθαυμάστου ζωῆς. Ποιεῖ δὲ τοῦτο ἐπὶ καιροῦ· ἐν μὲν γὰρ τῷ τετελε σμένῳ ψαλμῷ πλείστη γέγονε κατάῤῥησις παντὸς πα ρανόμου· ἐν δὲ τῷ προκειμένῳ νουθεσίαν ἡμῖν εἰσ κομίζει, ἀποφέρουσαν μὲν τῆς πρὸς ἐκείνους ταυ τοεργίας, ἀναβιβάζουσαν δὲ πρὸς τὸ ἄμεινον. [Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτα τοῖς ἐθέλουσι ζῇν ἁγιοπρεπῶς τὴν τῶν πονηρευομένων πρόσκαιρον εὐημερίαν. Ἐννοεῖν δὲ χρὴ μᾶλλον, εἰς οἷον αὐτοῖς ἐκβήσεται πέρας, τὸ διαβιοῦν ἑλέσθαι κακῶς, καὶ ἀπᾴδειν τῷ Θεῷ] Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. (A f. 191) Μήτε πάλιν μιμοῦ ἢ μακάριζε τοὺς τοιούτους εὐθηνοῦντας ὁρῶν· πρὸς ὀλίγον γὰρ ἀν θοῦντες, ξηραίνονται· πᾶσα γὰρ σὰρξ χόρτος. Τί οὖν ἔχουσι ζηλωτὸν οἵτινες πρὸς ὀλίγον ἀνθήσαντες, αὔριον εἰς κλίβανον βάλλονται, καθ' ἅ φησιν ὁ Σω τήρ; Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτον τοῖς ἐθέλουσι ζῇν ἁγιοπρεπῶς τὴν τῶν πονηρευο μένων πρόσκαιρον εὐημερίαν· ἐννοεῖν δὲ χρὴ μᾶλ λον, εἰς οἷον αὐτοῖς ἐκβήσεται πέρας τὸ διαβιοῦν ἑλέσθαι κακῶς, καὶ ἀπᾴδειν τῷ Θεῷ. Μὴ τοίνυν ζήλου τοὺς τοιούτους, φησὶν, μὴ δὲ κατερεθίζου πρὸς μίμησιν τῶν φιλαμαρτημόνων. Κἂν εἰ δοκοῖεν ἔχειν τὰς ἐν τῷ παρόντι βίῳ τρυφὰς, κἂν ἴδῃς ἀσεβῆ εὐ πράττοντα, φεῦγε τὴν ἰσοτροπίαν, εἰς τὰ ἐσόμενα βλέπων· οὐ γὰρ ἐν τούτοις ἔσται διηνεκῶς τὰ πρά γματα. ∆ιὸ ἐπάγει· Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. (A f. 191 b) Παραινεῖ φεύγειν πονηρίαν, ἔκπτωσιν εἷναι παντὸς ἀγαθοῦ, ταύτης ὑπογράφων τὸ τέλος. Τί δὲ οὕτως εὐμάραντον ὡς χόρτος ἀγροῦ, καὶ λα 69.925 χάνου φύσις; Βραχὺ γάρ πως ἀνθήσαντα τὰ τοιάδε μαραίνεται. Οὕτω πού φησι περὶ τῶν ἐν κόσμῳ λαμπρῶν· Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων· οἱ γὰρ ἐν δώμασι τικτόμενοι τῶν χόρτων, ῥίζαν οὐκ ἔχοντες, ἄκαρποί τέ εἰσι καὶ πρὸς μαρασμὸν ἑτοιμό τεροι διὰ τοῦτο. –Οὐ δεῖ τοίνυν ταῦτα ζηλοῦν, ὧν τὰ μὲν ἐπ' ἀτιμίᾳ ῥίπτεται, τὰ δὲ πυρὶ παραδίδο ται, τῆς ἀκμῆς τῆς προσκαίρου παυσάμενα, ὡς τὰ τῆς χλόης λάχανα, ἃ τὴν χρῆσιν ἐν τῷ χλοάζειν ἔχουσι· τούτοις γὰρ ἡ τῶν ἀνθρώπων εὐπραγία, διὰ τὸ σαθρὸν καὶ πρόσκαιρον ἔοικε· καὶ ὅτι πῦρ αὐ τὴν τὸ τῆς γεέννης ἐκδέχεται. Ἁγιοπρεπὲς δὲ ζη λοῦν ἐκείνους, οἷς ἂν ἕποιτο διηνεκὴς ἡ παρὰ Θεοῦ δόξα τῇ τῶν ἀνδραγαθημάτων φιλονεικοῦσα λαμ πρότητι. Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν. (A f. 191 b, B f. 125 b, C f. 76 b) Τουτέστιν Ἀγάπησον τὸ εὐδοκιμεῖν, δίψησον τῶν ἱερῶν χαρι σμάτων τὴν κτῆσιν, ἀγάπησον τὰ τοῖς ἁγίοις 69 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τετη ρημένα καὶ παρὰ Θεῷ τεθησαυρισμένα. Ἢ τὸ μὲν κατασκήνου τέθεικεν ἀντὶ τοῦ κατα σκηνώσεις. Γῆν δὲ ἐκείνην λέγει τὴν τοῖς πραέσιν ἐπηγγελμένην δηλονότι, ἐν ᾗ γεγονὼς ποιμανθήσῃ, φησὶν, ἐπὶ τῷ πλούτῳ αὐτῆς. Πλοῦτος δὲ τῆς τῶν πραέων γῆς, ἤτοι τῆς ἄνω πόλεως ἐν τοῖς οὐρανοῖς, ἡ τῶν θείων χαρισμάτων ἀμφιλαφὴς χορηγία, καὶ τὸ τελείως ἔχον ἐν τούτοις. Τάχα δὲ σκηνῇ ἀπεικάζει τὸν πρόσκαιρον βίον, καὶ βούλεται ἡμᾶς χρᾶσθαι αὐτῷ ὡς σκηνῇ κατὰ πάροδον, κυριεύοντας αὐτοῦ οὐ κυριευομένους ὑπ' αὐτοῦ, καὶ πρὸς τὸ συμφέρον οὐ πρὸς ἡδονὰς ἀποχρωμένους· οὕτω γὰρ ποιμανθη σόμεθα ὑπὸ ποιμένι καλῷ. Εἴ τις πλοῦτός ἐστιν ἐν ἀνθρώποις θείων δογμάτων, τοῦτον καρπούμενοι, ὥστε λέγειν· "Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει." Κατατρύφησον τοῦ Κυρίου. (B f. 126) Οἱ δὲ κατατρυφῶντες Χριστοῦ, καὶ τῶν παρ' αὐτοῦ χαρισμάτων ἔμπλεω τὴν διάνοιαν ἔχον τες, εἰς πέρας ἐνηνεγμένων τῶν ἀγαθῶν θελημάτων αὐτοῦ, γυμνὴν καὶ ἀναμφίεστον τῷ Θεῷ τὴν ἑαυ τῶν δεικνῦσιν ὁδὸν, τουτέστι τῆς πολιτείας τὸν τρό πον. [Τρυφὴ τοιγαροῦν, ὡς ἔφην, τὸ ἔνοικον ἔχειν τὸν τὰ πάντα ζωογονοῦντα τοῦ Θεοῦ Λόγον, τὸν ἄρτον τῆς ζωῆς, τὸν ἐξ οὐρανοῦ καταβάντα, καὶ ζωὴν διδοῦντα τῷ κόσμῳ. Αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, λήψονται πάν τως τὰ αἰτήματα τῆς ἑαυτῶν καρδίας, τότε δυνή σονται καὶ ἀποκαλύπτειν αὐτῷ τὴν ὁδὸν αὐτῶν. Ἐποπτεύει μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν τῶν σεβο μένων αὐτὸν εὐαγῆ πολιτείαν, ἀποστρέφεται τὴν τῶν οὐκ ὀρθῶς διαζῇν ἑλομένων.] Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ' αὐτὸν, κ.τ.λ. (A f. 192 b, C f. 76 b) Ἔσο, φησὶ, φανερὸς τὴν ἀρέσκουσαν αὐτῷ βαδίζων ὁδὸν, τουτέστι γυμνὴν καὶ 69.928 ἀναμφίεστον τῷ Θεῷ τὴν σεαυτοῦ δεικνὺς πολιτείαν. Αὐτὸς δὲ τί ποιήσει; Ἐν τῷ μέλλοντι αἰῶνι ἐμφανῆ καταστήσει. καὶ οἷον περίοπτον ἀποφανεῖ, λαθεῖν οὐκ ἐῶν τῆς σῆς εὐζωΐας τὸ κάλλος. Ἔσται γὰρ ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου δίκην φωτὸς ἀνα λάμπουσα, φωτὸς μεσημβρινοῦ· μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέρας αὐτὸ τὸ μεσαίτατον· καί σε κρινεῖ ἄξιον εἶναι φωτὸς ἐκεῖ. Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν. (A f. 193, B f. 126) Αὐτὸς μέν σε ἄξιον φωτὸς ἀπο δείξει ἐν τῷ μέλλοντι αἰῶνι, σὺ δὲ ἐνταῦθα ὑποτά γηθι αὐτῷ. ∆ύο δὲ ταῦτα τίθησιν ἁγιοπρεπῆ κατορ θώματα καὶ οἷον ἀλλήλων ἐχόμενα, τὸ ὑποτάσσεσθαί φημι τῷ Κυρίῳ, καὶ τὸ ἱκετεύειν αὐτόν· ἑκάτερον δὲ αὐτῶν πρέποι ἂν ταῖς ὅτι μάλιστα τῶν ἁγίων ἱκε τείαις, καὶ τοῖς τὴν χρηστότητα μελετᾷν εἰωθόσιν. Ἐν μὲν γὰρ τῷ ὑποτάττεσθαι Κυρίῳ ἁπάσης ἐντο λῆς νοεῖται πλήρωσις· ἥκει [al. cod. εἴκει] γὰρ τοῖς αὐτοῦ νόμοις καὶ τρυφερὸν, καὶ εὐήνιον ὑποφέρει τὸν αὐχένα, ὁ θελήμασι τοῖς δεσποτικοῖς ἐνευδοκῶν, ἀλλὰ μὴ ἀπειθείας καταδεχόμενος ὑπομένειν γραφήν. Ἐν δὲ τῷ ἱκετεύειν αὐτὸν, τὸ δοξολογεῖν ἐστι, καὶ τὰς εὐρύθμους ἀναφέρειν ᾠδὰς συμπεπλεγμένης εὐχῆς, καὶ οἷόν τινος νοητοῦ θυμιάματος τῆς τῶν ἔργων φαιδρότητος, συνευοδιαζούσης παρὰ Θεῷ. Ὑποταγὴν οὖν ἐνταῦθα λέγει, τὴν τῶν κακῶν ἀναχώρησιν· οὐ δεὶς γὰρ ἁμαρτάνων ὑποτέτακται τῷ Κυρίῳ. Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν. (A f. 193 b, B f. 126 b) Ἐπωφελὲς τὸ παράγγελμα, καὶ τοῖς ὑποτεταγμένοις Θεῷ πρεπωδέστατον. Χρὴ γὰρ, φησὶ, πράους τε αὐτοὺς ὑπάρχειν καὶ εὖ μάλα καθεστηκότας, καὶ ἀταραξίαν ἔχοντας εἰς νοῦν, ἀγα πῶντάς τε διαπαντὸς τὴν ἀπό γε τῆς μακροθυμίας εὐδίαν, καὶ τῶν ἐξ ὀργῆς κυμάτων ἀποφοιτᾷν. Γέ γραπται γὰρ ὅτι Ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους. Καὶ πάλιν· "Ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων." Τῶν γὰρ παθῶν τινα μὲν οὐ πίπτει εἰς πολλοὺς, ἀλλὰ καὶ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.