Exposition on the Psalms · §ps035-open

Expositio in Psalmos Psalm ΛΖʹ opening

Psalm ΛΖʹ.

Lemma-led open on ΨΑΛΜΟΣ ΛΖʹ. — Ὃν ἀγαπᾷ Κύ ριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέ χεται.

Greek

ΨΑΛΜΟΣ ΛΖʹ. Ψαλμὸς τῷ ∆αβὶδ εἰς ἀνάμνησιν περὶ τοῦ Σαββάτου. (A f. 203 b, B f. 133 b) Ἀνατίθεται μὲν καὶ ὁ ἐν χερσὶ ψαλμὸς ὥσπερ τῷ προσώπῳ τοῦ θε σπεσίου ∆αβὶδ ἀλύοντος καὶ τεταραγμένου διὰ τὸ πλημμελείαις περιπεσεῖν, καὶ ἰδεῖν μὲν οὐχ ὁσίοις ὄμμασι τὴν Οὐρίου γαμετὴν, ἐπιβουλεῦσαι δὲ αὐτῷ καὶ θανάτου ψῆφον ἀδίκως ἐπενεγκεῖν· εἶτα ταύτης ἕνεκα τῆς αἰτίας παρὰ Θεοῦ παιδεύεσθαι, φροντίσι καὶ λύπαις κατατήκοντος αὐτοῦ τὴν καρδίαν, καὶ τοῖς ἐντεῦθεν πόνοις αὐτὴν διασμήχοντος. Γέγρα πται γὰρ ὅτι Ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Καὶ πάλιν· "Ὃν ἀγαπᾷ Κύ ριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέ χεται." ∆ιόλωλε τοίνυν 78 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τῷ ∆αβὶδ ὁ υἱὸς Ἀμνών· ὁ Ἀβεσσαλὼμ ἐπανέστη, οὐ τῆς βασιλείας μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ ζῇν ἐξελάσαι κρίνων τὸν γεγεννηκότα. Τούτων δὴ εἰς αἴσθησιν ἐλθὼν, καὶ τοῖς τοῦ συνειδό τος ἐλέγχοις καταπαιόμενος, ἐννενοηκὼς δὲ καὶ τὴν παναλκῆ τοῦ Θεοῦ χεῖρα μαχομένην αὐτῷ, προσ άγει τὴν ἱκετηρίαν, ὁμολογεῖ τὸ πλημμέλημα. καὶ ὡς ἰατρῷ πνευμάτων τὸ τραῦμα γυμνοῖ, καὶ θερα πείας τυχεῖν ἀξιοῖ. Καί γε ᾄδει τὸν ψαλμὸν ἀνα μιμνήσκων ἑαυτὸν τῆς συνεχούσης ταλαιπωρίας ἧς ὑπέμεινε διὰ τὴν ἁμαρτίαν, καὶ ἀξιοῖ δι' ἑαυτοῦ τὸν Θεὸν, σαββατισμὸν αὐτῷ δοῦναι ἤτοι ἀνάπαυσιν τῶν συμφορῶν· ἢ τάχα ἐπειδὴ τὸ Σάββατον ἐν διπλῷ τὰ τῆς θυσίας προσκομίζεσθαι δεῖν ὁ νόμος διεκε λεύετο, ἀνεφέρετο δὲ πᾶσα θυσία παρὰ τῶν υἱῶν Ἰσραὴλ εἰς ἀνάμνησιν, τουτέστιν ἵνα ἐν μνήμῃ γέ νοιτο τῇ παρὰ Θεῷ πᾶς ὁ προσάγων αὐτὴν, διὰ τοῦτο πνευματικὸς ὢν ∆αβὶδ, καὶ προεγνωκὼς ὅτι κατὰ καιροὺς ἡ σκιὰ παυθήσεται, εἰσκεκριμένης τῆς ἀληθοῦς λατρείας τῆς διὰ τοῦ Χριστοῦ, ἀντὶ τῆς κατὰ τὸν νόμον ἐν τοῖς Σάββασι διατεταγμένης θυσίας, ποιεῖται τὴν ἐξομολόγησιν. (A f. 204, B f. 133 b) Ἁρμόσει δὲ ἡ ᾠδὴ καὶ ἡμῖν αὐτοῖς, ἤγουν ἀνθρώπῳ παντὶ πληττομένῳ μὲν ὑπὸ τοῦ συνειδότος ἐφ' οἷς ἂν εἰδείη πεπαρῳνηκὼς εἰς τὸν τοῦ Θεοῦ νόμον, πολλὰ γὰρ πταίομεν ἅπαντες, αἰτοῦντι δὲ παρ' αὐτοῦ τὸν ἔλεον, καὶ τὸ ἐκ μετα νοίας δάκρυον τῶν ὀμμάτων ἐκθλίβοντι. Εἰ γὰρ μὴ οὕτως ἔχει, πῶς εἰς δεῦρο καὶ πρὸς ἡμῶν ὁ ψαλμὸς 69.53 ἀναφέρεται; Τί γὰρ πρὸς ἡμᾶς ἑτέρου τυχὸν ἐξ ομολόγησις, εἴπερ ἐκείνῳ μόνῳ, καὶ οὐδενὶ τῶν ἑτέ ρων, ἥρμοσε; Πρόκειται δὴ οὖν τοῖς ἐφ' ἁμαρτίαις ταῖς ἑαυτῶν δακρυῤῥοεῖν ᾑρημένοις, τὸ προσάγειν Θεῷ τὸν προκείμενον ψαλμὸν ἤτοι τὴν ἐξομολόγησιν ὡς θυσίαν τὴν ἐν Σαββάτῳ, ἥτις ἦν ἐν διπλῷ, καὶ εἰς ἀνάμνησιν ἄγουσα τὴν παρὰ Θεῷ τοὺς προσάγον τας. Τὰ μέν τοι τοῦ ἕκτου ψαλμοῦ ῥήματα, συγ γενῆ τυγχάνει τοῖς ἐν τῷ προκειμένῳ φερομένοις. Ἀλλ' ἐν τῷ ἕκτῳ ἡ προγραφὴ εἶχεν, "εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης·" ἐν δὲ τῷ παρόντι, τούτων μὲν οὐδὲν, μόνον δὲ "Ψαλμὸς τῷ ∆α βὶδ εἰς ἀνάμνησιν" ἐπιγέγραπται. Καὶ ἔοικεν ἡ προσθήκη ἀναπέμπειν ἡμᾶς εἰς ἀνάμνησιν τῆς ἐν τῷ ἕκτῳ προγραφῆς· ὥστε εἶναι καὶ τὰ παρόντα, εἰς τέλος καὶ ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης. ∆οκεῖ δέ μοι ὁ ∆αβὶδ, διαφόρως ἐν πολλοῖς περὶ τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἐξομο λογησάμενος, ἰδίως τὸν παρόντα ψαλμὸν ἀφορίσαι εἰς ἀνάμνησιν ὡς ἀεὶ φέρειν αὐτὸν ἀνὰ στόμα· κε χρῆσθαι δὲ αὐτῷ ἀντ' ἐπῳδῆς ἐπὶ θεραπείᾳ τῆς ἑαυ τοῦ ψυχῆς. Ἱκετηρίαν γοῦν ἀναφέρει τῷ Θεῷ, δι' ἧς ἀποστρέφει μὲν τὴν ὀργὴν τὴν πᾶσιν ἁμαρτάνου σιν ἐπηρτημένην, ἱλάσκεται δὲ τὸν ἀγαθὸν Κύριον ταῖς μεθ' ὑπερβαλλούσης ἐξομολογήσεως φωναῖς. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. (A f. 204 b, B f. 133 b) Ὡς εἰ καὶ ἰατρῷ τις τὰ διὰ καυτῆρος καὶ σιδήρου καὶ πικρῶν ἀντιδότων προσφέροντι βοηθήματα ἐπὶ θεραπείᾳ πάθους ὑπο κειμένου, λέγει· μὴ διὰ πυρός με θεραπεύσῃς, μὴ διὰ καυτῆρος καὶ τομῶν, διὰ δὲ ἠπίων καὶ πρᾳοτέ ρων φαρμάκων. Ὁ γὰρ τοιοῦτος, οὐ τὴν θεραπείαν ἀρνεῖται, ἀλλὰ τὸ ἐπίπονον τῶν βοηθημάτων. Ὥστε ἀγάσαιτο ἂν, οἶμαι, τὶς καὶ σφόδρα εἰκότως τῆς τῶν ἁγίων ψυχῆς τὸ ἐπιεικές. Ἐν γάρ τοι τοῖς ὀλισθή μασιν, ἅπερ ἂν αὐτοῖς συμβαίνει παθεῖν, ἅτε δὴ καὶ τῆς ἀνθρωπίνης ἀσθενείας οὐκ εἰς ἅπαν ἀπηλλαγ μένοις, οὔτε δυσφοροῦντας ἄγαν κατίδοι τις ἂν αὐτοὺς, οὔτε μὴν

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.