Psalm ΛΖʹ rem early
Rem early: Psalm ΛΖʹ; historia and theoria on the lemma toward Christ.
Greek
ὁλοτρόπως κατενηνεγμένους εἰς ἀδικίαν, ἀλλ' οὐδὲ τὸ παιδεύεσθαι παρὰ Θεοῦ φεύ γοντάς τε καὶ ἀποσειομένους, αἰτοῦντας δὲ μᾶλλον τὸ μὴ ἐν ὀργῇ τοῦτο παθεῖν, μήτε μὲν ἐλέγχεσθαι πικρῶς· τοῦτο γάρ ἐστι τὸ κολάζεσθαι. Ἅπασι μὲν γὰρ ἀνθρώποις καὶ ἀβουλήτως ἔσθ' ὅτε συμβαίνει τοῦ τοῖς θείοις προσκρούειν νόμοις· ἀλλ' ἔτι ἀνορθοῖ τὸ συμβὰν ὁ τῶν πνευμάτων ἰατρὸς συμμέτροις ἔσθ' ὅτε κινήσεσιν. Γράφει γάρ που ὁ Σολομῶν· "Παίδευε υἱόν σου, οὕτω γὰρ ἔσται εὔελπις· σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, καὶ οὐ μὴ ἀποθάνῃ, τὴν δὲ ψυ χὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ." Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστή ριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. (A f. 205 b, 79 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. B f. 134 b) Ἐμπεπῆχθαι δὲ οὖν φησιν αὐτῷ τὰ βέλη τοῦ Θεοῦ, καὶ τὴν χεῖρα ἐπεστη ρίχθαι αὐτῷ δηλονότι τὴν νύττουσαν, καὶ τοῦτο ἐν δελεχῶς καὶ ἀδιαστάτως· ἄλλο γὰρ ἐπ' ἄλλῳ συμ 69.956 βαίνει πολλάκις τῶν καταλυπεῖν εἰωθότων τοῖς παι δευομένοις παρὰ Θεοῦ ἢ τοῖς πειραζομένοις· καθ' ἃ καὶ τῷ Ἰὼβ συμβέβηκεν, ἄλλα γὰρ ἐπ' ἄλλοις συ χνῶς ἀπηγγέλλετο, εἰ καὶ ἀκλόνητος ἦν. Εἰ δὲ δή τις ἕλοιτο νοεῖν τὸ Ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου τὴν παιδευτικὴν, ἀντὶ τοῦ Βεβάρημαι σφόδρα καὶ δυσαχθεστάτην ἥγημαι τὴν πληγὴν, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Ὁ γὰρ ἐπιστηρίζων τὴν ἑαυτοῦ χεῖρά τινι, δυσδιακόμιστον ἄχθος ἐπιτίθησιν αὐτῷ. Μὴ οὖν τῷ θυμῷ σου, φησὶ, μηδὲ τῇ ὀργῇ σου παι δεύσῃς με. ∆ιὰ τί; "Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι·" παραλαβόντα γὰρ τὸν θυμὸν καὶ τὴν ὀργὴν τὰ παρὰ σοῦ καθικνούμενα βέλη, ἤγουν αἱ τιμωρητικαὶ δυνάμεις, ἱκανῶς με τιμωρεῖται· διὸ ἱκετεύω μὴ ὀργῆς ἑτέρας πειραθῶ. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσ ώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου. (A f. 206) Ἁπλούστερον δὲ ἐπιτείνει τὴν ἐξήγη σιν τῆς ἐπενεχθείσης αὐτῷ πληγῆς ἀπὸ τῶν θείων βελῶν, καὶ τοῦ ἐπεστηρίχθαι αὐτῷ τὴν χεῖρα· καί φησιν ὅτι οὐδεὶς ἂν ἐπινοηθείη τρόπος ἰάσεως παντε λῶς ἀρκέσαι δυνάμενος τῇ κακώσει τῆς σαρκὸς, ἤγουν τῇ κοπώσει τῶν μονονουχὶ καὶ ἐξαρμοσθέντων ὀστῶν. Τὸ γὰρ μὴ ἔχειν αὐτὰ πρὸς ἄλληλα τὴν εἰ ρήνην, δηλοῖ τὸ ἐξηρμόσθαι καὶ οἷον ἀποφοιτᾷν τῆς κατὰ φύσιν ἁρμονίας αὐτά. Ἐν δέ γε ταῖς σφοδρο τέραις τῶν κακώσεων κατειθίσμεθά πως καὶ τοῦτο λέγειν, ὅτι Ἐξηρμόσθη τὰ ὀστᾶ μου. Οὐκοῦν ἐγγὺς ἀνιάτων αὐτῷ φησι γενέσθαι τὸ ἀῤῥώστημα τῆς σαρ κὸς, ἢ φροντίσιν ἐκτρυχωμένης καὶ πικραῖς μερί μναις ἐκτηκομένης, ἢ καὶ καθ' ἕτερον τρόπον μαραι νομένης διά τε νηστείας καὶ μακρῶν ἀσιτιῶν καὶ ἀϋπνίας. Ἄτοπον δὲ οὐδὲν ὀστᾶ τοὺς οἰκείους ἀπο καλεῖν. Εἰ γάρ ἐσμεν ἀλλήλων μέλη, καὶ ὡς ἓν οἱ πάντες κατελογίσθημεν σῶμα, τί τὸ ἀπεῖργον ὀστᾶ τοὺς κατὰ μέρος καὶ χρειωδεστάτους μάλιστα λέ γειν; ὥστε δυσφοροτέρας εἶναι τοῦ παρ' ἐχθρῶν πολέμου, τὰς τῶν οἰκείων ἐπαναστάσεις, οὓς καὶ ὀστᾶ φαμεν ὠνομάσθαι τροπικῶς. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου. (A f. 206 b, B f. 135) ∆ιδάσκει δὲ ἡμᾶς ὁ λόγος μὴ κρύπτειν τὰ ἑαυτῶν κακὰ, μήδε ὥσπερ τινὰ με λανίαν καὶ σῆψιν κατὰ βάθους τῆς ψυχῆς συνέχειν τὰ ἁμαρτήματα, τὴν συνείδησιν καυτηριαζομένους. Ὥσπερ γὰρ ἐπὶ τῶν πυρεττόντων, εἴσω μὲν κατὰ βάθους χωρῶν ὁ πυρετὸς, μείζονα τὴν νόσον ἐργά ζεται, προκόψας δὲ εἰς τὸ ἐμφανὲς, ἐλπίδα παρακμῆς ὑποφαίνει, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἂν γένοιτο. Καὶ τοῦτο εἶναί φημι τὸ ὑπὸ τοῦ Σοφοῦ εἰρημένον· "Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις σου," καὶ "Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς." Καὶ γάρ ἐστιν τῶν ἀτοπωτάτων τοὺς μὲν τῶν ἰατρῶν ὀφθαλμοὺς μὴ αἰσχύνεσθαι, γυμνοῦν δὲ αὐτοῖς καὶ τὰ κεκρυμμένα τῶν παθῶν ὑπέρ γε τοῦ ἀλγῆσαι 69.957 μειζόνως, ἀλλ' ἐκκοπήν τινα σχεῖν τὴν εἰς τὸ πρόσω πάροδον τῶν παθῶν, μὴ ἀνέχεσθαι δὲ τῷ τῶν πνευ μάτων ἰατρῷ τὰ ἐν ψυχαῖς γεγονότα δεικνύναι πάθη, καί τοι πάντα εἰδότι, κἂν μή τις ἕλοιτο τοῦτο δρᾷν. Ὑπερῆρθαι τοίνυν φησὶ τῆς ἑαυτοῦ κεφαλῆς τὰς ἁμαρτίας· τοῦ ὑπερῆρθαι σημαίνοντος τὸ οἷον φορ τίου δίκην ἐπενηνέχθαι δυσαχθεστάτου. Τουτὶ γὰρ ἡμῖν καὶ ὁ γείτων εὐθὺς διερμηνεύει στίχος, βεβα ρύνθαι λέγων αὐτὰς ὡς φορτίον βαρύ· δυσδιακόμι στον γὰρ φορτίον νοῦ καὶ φρενὸς, ἔλεγχος ὁ ἐφ' ἁμαρτίαις. Πλὴν ἀπαλλάττει τοῦ κακοῦ τοὺς ἠῤῥω στηκότας ὁ Κύριος, λέγων· "∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς." Καὶ ἄλλο δέ τι διδάσκει περὶ ἑαυτὸν γεγονὸς ὁ ∆αβὶδ λέγων· "Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ." Ἐβάρει γὰρ αὐτοῦ τὴν συνείδησιν τὰ τετολμημένα αὐτῷ, ὡς μὴ δύνασθαι βαστάζειν αὐτὰ, δι' εὐγένειαν καὶ εὐγνωμοσύνην ψυχῆς. Ὁ μὲν γὰρ ἀτεράμων καὶ ἀπόσκληρος, κατὰ τὴν σκληρότητα ἑαυτοῦ θησαυρίζει ἑαυτῷ ὀργὴν, αὔξων τὰ ἑαυτοῦ κακά· "Ὅταν γὰρ ἔλθῃ ἁμαρτωλὸς εἰς βάθη κακῶν, καταφρονεῖ·" ὁ δὲ εὐγνώμων, εἰ καὶ ἅπαξ ποτὲ 80 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὀλισθήσειε κατά τινα τοῦ διαβόλου συναρπαγὴν, δεινῶς βαρεῖται τὴν συνείδησιν, ὡς μὴ δύνασθαι σιγᾷν, μηδὲ κρύπτειν τὸ ἑαυτοῦ κακόν. "Ἐκ περισ σεύματος γοῦν τῆς καρδίας τὸ στόμα λαλεῖ." Ὅθεν μὴ φέρων σιωπᾷν, ἐξέφῃνε τὰ συνέχοντα αὐτὸν, λέγων· "Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμὲ," δηλονότι αἱ ἀνομίαι μου. Οὐκ ἔστι δὲ τοῦτο εἰπεῖν τοὺς μὴ τῶν ἰδίων ἁμαρτημάτων αἰσθανομένους. Τινὲς γοῦν καὶ ἥδονται καὶ ἐγκαυχῶνται τοῖς αὐτῶν πλημμελήμασιν, ὡς ἡδέως ταῦτα βαστάζοντες. Κε φαλὴν δὲ λέγει τὸ ἡγεμονικόν. Φύσει δὲ τῆς κακίας κατωφεροῦς οὔσης καὶ βαρυτάτης ὡς ταλάντῳ μο λίβδου παραβάλλεσθαι, μόνος ὁ μετανοῶν τοῦ βάρους αὐτῆς αἰσθάνεται. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μόλωπές μου. (A f. 207 b, B f. 135) Πληγῶν δὲ καὶ τραυμάτων λείψανα φαίη τις ἂν εἶναι τοὺς ἐναπομένοντας τῇ σαρκὶ μώλωπας, εἰ συμβαίη πλήττεσθαι παρ' ὁτουοῦν. Πλὴν εἰ μὴ καὶ οὗτοι θεραπεύοιντο, καταλγύνουσιν οὐ μικρῶς· ἀνευρύνονται δὲ καὶ εἰς ἑλκώσεις ἔσθ' ὅτε, καὶ παλινδρομοῦσιν εἰς τὸ ἐν ἀρχαῖς. Τοιοῦτον καὶ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ὁρᾶται συμβαῖνον· πλήττει μὲν γὰρ ἡ ἁμαρτία, καὶ τραύματος δίκην αὐτοῖς ἐμφύεται τὸ κακὸν, εἰ διεξάγοιτό πως εἰς πέ ρας. Ἀλλ' εἰ καὶ παύσαιτό πως ἐνεργῶν τις τὸ πλημμέλημα, ἤγουν τῆς ἐκτόπου καὶ βδελυρᾶς ἡδονῆς τὴν ἀπόλαυσιν, ἕως ἐστὶν ἐν αὐτῷ τῆς ἐπιθυ μίας ἡ δύναμις κρατυνομένη τε καὶ ἰσχύουσα, εἰ καὶ ἀνακόπτοιτό πως τοῖς εἰς τὸ ἄμεινον ἐπιλογισ μοῖς, τοὺς τῶν τραυμάτων μώλωπας ἔχει· εἰ δὲ δὴ συμβαίνοι καὶ ἐγχρονίζειν αὐτοὺς, μεταφοιτήσειεν ἂν ἴσως, ὡς ἔφην, καὶ εἰς ἑλκώσεις ἔσθ' ὅτε, τῆς εἰς τὸ φαῦλον ἡδονῆς διεξαγομένης εἰς πέρας. Οἱ μὲν οὖν τοῖς ἁμαρτήμασιν ἐπιμένοντες, χαίροντες ἐπ' αὐτοῖς καὶ ἐνηδόμενοι, χοίροις ἐοίκασιν ἐγκυλιομέ 69.60 νοις βορβόρῳ· ὁ δ' εἰς ἄπαξ ὀλισθήσας, ἔπειτα ἀνα λαβὼν ἑαυτὸν, καὶ τὴν χοιρώδη ζωὴν καὶ, ἴν' οὕτως ὀνομάσω, αἴσθησιν ἀποθέμενος, ἀναλαβὼν δὲ θείαν αἴσθησιν ὡς αἰσθάνεσθαι τῆς δυσωδίας τῶν ἰδίων ἁμαρτημάτων, τὴν μιαρὰν ἐκείνην πρᾶξιν ὡς δυσώδη καὶ ἀκάθαρτον βδελύσσεται. Τοιοῦτόν τι πεπονθὼς ὁ ∆αβὶδ ὑπὸ συναισθήσεως ὑγιοῦς, ὁμολογεῖ λέγων· Ὅσα πεποίηκα δι' ἀφροσύνην, ταῦτά μοι ἐσάπη μὴ ἀνακαινιζόμενα παρ' ἐμοῦ καὶ πάντα μοι ἥξει με τανοοῦντι. Ἐπεὶ τοίνυν ὑπερήρθησαν αἱ ἀνομίαι μου πληθυνθεῖσαι, καὶ τῆς κεφαλῆς ἀνώτεραι γενόμεναι, ἐβαρύνθησαν ἐπ' ἐμὲ, καὶ προσώζεσαν καὶ ἐσάπησαν, τούτου χάριν ἰατρεύων ἐμαυτόν. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἔως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. (A f. 208, B f. 135) Ἐνταῦθα σαφῶς ἀπαριθμεῖται τὰ ὡς ἀπό γε τοῦ συνειδότος ἀνθρώπῳ παντὶ συμβαί νοντα, ὅταν ἔχῃ πολὺ τὸ κατηφὲς ἐφ'
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.