Exposition on the Psalms · §ps039-open

Expositio in Psalmos Psalm ΜΑʹ opening

Psalm ΜΑʹ.

Lemma-led open on ΨΑΛΜΟΣ ΜΑʹ. — Εἰς τὸ τέλος

Greek

ΨΑΛΜΟΣ ΜΑʹ. Εἰς τὸ τέλος, εἰς σύνεσιν, τοῖς υἱοῖς Κορέ. (A f. 225 b, B f. 152, I f. 209, L f. 112 b) Οἱ τοῦ πρώτου μέρους ψαλμοὶ τῷ ∆αβὶδ ἦσαν οἱ τεσσα ράκοντα· τὸ δὲ νῦν δεύτερον τμῆμα τριάκοντα περιέχει καὶ ἕνα, ὧν ὀκτὼ μὲν τοῖς υἱοῖς Κορὲ ἐπι γράφονται· εἷς δὲ τῷ Ἀσάφ· καὶ Σολομῶντος εἷς· οἱ δὲ λοιποὶ τῷ ∆αβίδ. Πρῶτοι δὲ τούτων οἱ τῶν υἱῶν Κορέ. Ἱεροψάλται δὲ γεγόνασιν οὗτοι, καὶ τὴν ᾠδὴν ᾄδουσιν, οὐκ αὐτοὶ δὴ πάντως συνθέντες αὐτὴν, ἀλλ' ἐξ ἀνδρῶν πνευματοφόρων δεχόμενοι, οἷς ἡ τῶν ἐσομένων κατὰ καιροὺς ἐδέδοτο γνῶσις παρὰ τοῦ πάντα εἰδότος Θεοῦ. Λαβόντες τοίνυν τὸν ψαλμὸν παρὰ τοῦ συνθέντος αὐτὸν ∆αβὶδ, τὰ ἐπ' ἐσχάτων σημαίνουσι τῶν καιρῶν. Εἰσφέρουσι δὲ τὸ αὐτοῦ τοῦ Ἰσραὴλ πρόσωπον ἐξομολογούμενον Χριστῷ διὰ τῆς μεταγνώσεως ἧς ποιήσονται ἐπὶ συντελείᾳ τῶν αἰώ νων. ∆ιὸ καὶ "Εἰς τὸ τέλος" ἐπιγέγραπται, διὰ τὸ 69.1001 περὶ τῶν μελλόντων εἶναι τὸν λόγον. Καὶ εἰς σύν εσιν προτρέπεται τοὺς ἐντευξομένους ἡ προγραφὴ, ἐπεὶ θείας ἔδει συνέσεως τοῖς νοεῖν μέλλουσι τὰ μετὰ χρόνους ὅσους ἐσόμενα. Ἀλλὰ τίς ὁ Κορέ; Οὗτος γέγονε μὲν ἐπὶ Μωσέως, ἀπώλετο δὲ μεθ' ὧν συν έστη καταστασιάσας αὐτοῦ· οἱ δὲ τούτου παῖδες οὕτε τῆς δυσσεβείας οὔτε τῆς ἀπωλείας ἐκοινώνησαν τοῦ πατρός· τοσοῦτον δὲ γεγόνασιν εὐλαβεῖς, ὡς καὶ ψαλτῳδοὶ χρηματίσαι. Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα, κ.τ.λ. (A f. 227 a. b, B f. 153) Ἐπείπερ ἐν τῷ πρὸ τού του ψαλμῷ ἐκ τοῦ Σωτῆρος εἴρητο· "Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς," νῦν τὸ τῶν ἐσταυρωκότων ὑπόκειται πρόσωπον, οἳ πε πόνθασιν ἀνήκεστα, προδήλου ὄντος ὡς ὕστερον προσ ληφθήσονται. Καὶ διψῇν λέγουσι τὸν Θεὸν, καὶ τῆς παρ' αὐτῷ πηγῆς ἐπιθυμεῖν, περὶ ἧς εἴρηται, ὅτι "Παρὰ σοὶ πηγὴ ζωῆς." Περὶ αὐτῶν γοῦν ὁ Παῦλος ἔφησεν· "Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλ λιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἳ κατὰ φύσιν ἐγκεντρι σθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;" Ταῦτα τοίνυν Ἰσραὴλ με ταγινώσκων, φησὶ ποθεῖν ἐγγὺς γενέσθαι Θεοῦ κατὰ διάθεσιν καὶ ἁγιασμὸν τὸν διὰ πίστεως τῆς ἐν Χρι στῷ· καὶ ὃν ἀπεκτόνασιν ὡς ἄνθρωπον, τοῦτον Θεὸν ὀνομάζουσιν ζῶντα, πλάνην ὁμολογοῦντες καθ' ἣν τὸν ἀρχηγὸν τῆς ζωῆς τῷ θανάτῳ παρέδωκαν. Τὸ δὲ, "Πότε ἥξω," γλιχομένων ἐστὶ τῆς εἰς ὕστερον κλή σεως, καὶ ζητούντων μαθεῖν τὸν καιρὸν καθ' ὃν καὶ αὐτοὶ ἐμφανεῖς ἔσονται τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καὶ νῦν εἰσιν ἐν ἀποστροφῇ τοῦ Θεοῦ. Καθ' ἃ δι' Ἡσαΐου φησίν· "Ὅταν τὰς χεῖρας ἐκτείνῃς πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακού σομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις." Ὅταν δὲ κληθῶσιν, ὀφθήσονται τῷ προσώπῳ τοῦ Θεοῦ· γέγραπται γὰρ, ὅτι "Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους." Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός. (A f. 228, B f. 153 b, L f. 212, L f. 113) Ἐκ πεπτωκότα τὸν ἸσραὴL f ειδοῦς τῆς ἄνωθεν δειναὶ κατειλήφασι συμφοραί· πεπόρθηνται γὰρ αἱ τῆς Ἰουδαίας πόλεις ὑπὸ τῆς Ῥωμαίων στρατιᾶς. Καὶ ὅτι ταῦτα αὐτοῖς συμβήσεται, προκαταμεμήνυκεν ὁ Χριστός· "Ὅτ' ἂν γὰρ ἴδητε, φησὶν, κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσιν· Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· Πέσατε ἐφ' 69.1004 ἡμᾶς." Ταῦτα δὴ οὖν ὑπομένοντι τῷ Ἰσραὴλ ἐπετώ θαζον, κατὰ τὸ εἰκὸς, τῶν ἀστυγειτόνων τινές· ἐπ έχαιρον γὰρ ἀεὶ πολεμουμένοις καὶ κάμνουσιν τὰ περίοικα τῶν ἐθνῶν. Οὐκοῦν ἀντὶ τῶν ἡδίστων καὶ ἀναγκαίων, φησὶ, τουτέστι τραπέζης καὶ τροφῆς, γέ γονέ μοι τὸ δακρυῤῥοεῖν καὶ 95 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. κατολοφύρεσθαι πικρῶς τὴν ἀδόκητον τῶν πραγμάτων ἐπὶ τὰ χείρω φοράν. Ποίων δὲ ἄρα μνησθῆναί φησι; Πρῶτον μὲν, ὅτι Θεῷ προσκέκρουκε διὰ τῆς εἰς Χριστὸν παροινίας. Εἶτα, ὅτι τῆς δι' αὐτοῦ σωτηρίας ἠμοιρηκὼς, ἠχρειώθη τρόπον τινὰ, καὶ ἁπάσης ἐλπίδος ἀπώλι σθεν ἀγαθῆς, ἥλω τε ταῖς οὕτω δειναῖς συμφο ραῖς. Καὶ τρίτον, ὅτι ταυτὶ πεπονθότα ἐπετώθαζόν τινες, ἐπιφωνοῦντες ἀεὶ τὸ, "Ποῦ ἐστιν ὁ Θεός σου;" Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορτάζοντος. (A f. 229 b, B f. 154, I f. 214) Οἱ ἐπὶ τοῖς τῶν ἐχθρῶν τωθασμοῖς ἀλύοντες, οὐ μετρίως τῇ τῶν ἀγαθῶν ἐλπίδι

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.