Exposition on the Psalms · §ps039-rem-early

Psalm ΜΑʹ rem early

Rem early: Psalm ΜΑʹ; historia and theoria on the lemma toward Christ.

Greek

καταπιαίνονται, καὶ μεταπηδῶσιν ἐπὶ τὸ χαίρειν τε καὶ ἁπάσης δυσθυμίας ἀμείνω τὴν διάνοιαν ἔχειν, καὶ εὐαγγελίζονται ἑαυτοῖς ὡς ἐν καιρῷ τευξόμενοι τῆς διὰ Χριστοῦ σωτηρίας τε καὶ ζωῆς, καὶ ταῖς θείαις αὐλαῖς ὁμοῦ τοῖς ἄλλοις ἁγίοις ἐνδιαιτησόμενοι, καὶ συμμεθέξοντες τῆς ἑορτῆς τῆς ἐπί γε, φημὶ, ταῖς ἀκαταλήκτοις δοξολογίαις πρατ τομέναις εἰς Θεόν. Ἁγιοπρεπὴς γὰρ ἡ τοιάδε παν ήγυρις· καὶ πιστώσεται λέγων ἑτέρωθί που πάλιν ὁ θεσπέσιος ∆αβίδ· "Μακάριοι πάντες οἱ κατοικοῦν τες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε." Θαυμαστὴν δὲ σκηνὴν ὀνομάζει καὶ οἶκον Θεοῦ, τῆς ἐν οὐρανοῖς Ἐκκλησίας τὸ μίμημα τὴν ἐπὶ γῆς δηλονότι. Ἔτι δὲ ὑψηλότερον προσδο κῶσιν οἱ ἅγιοι, ὅτι μετὰ τὰς ἐνταῦθα κακοπαθείας διαδέξεται αὐτοὺς τὸ τρισμακάριον τέλος, ἡ θαυμα στὴ σκηνὴ τοῦ Θεοῦ ἡ ἄνω, καὶ ὁ ἐνδοτάτω αὐτῆς οἶκος, εἰς ὃν ὑπ' ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσ αχθήσονται, κατὰ τὸν Σύμμαχον εἰπόντα· ∆ιαβασταχθή σομαι ἕως τοῦ οἴκου τοῦ Θεοῦ· ὄθεν καὶ τὸ, "Ἁρπαγη σόμεθα ἐν νεφέλῃ." Πρὸς τὴν αἰσθητὴν δὲ διὰ Μωσέως σκηνὴν, τὴν νοητὴν ἐκάλεσε θαυμαστὴν, τὴν ἀληθινὴν, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Εἰ δὲ χαρὰ γί νεται ἐν τοῖς οὐρανοῖς τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς οὐκ εἰκὸς, ψυχῆς μετὰ γυμνασίαν αὐτάρκη ἀναγομένης εἰς τὰ ἅγια τὰ ἐπουράνια, φωνὴν εὔφημον γίνεσθαι πλήθους τῶν πανηγυριζόντων ἐπὶ τῇ τῶν σωζομένων σωτη ρίᾳ; Ἔνθα φησίν· "Ἀφίξομαι ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορταζόντων," ὑμνολογῶν δηλονότι, καὶ τοῖς ἑορτάζουσιν ἀναμὶξ ἀν άπτων τὰς ὑμνῳδίας τῷ σεσωκότι Χριστῷ. Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογεύσομαι αὐτῷ· σωτήριον τοῦ προσ ώπου μου ὁ Θεός μου. (A f. 229, B f. 154, I f. 214) Ἐπιτιμᾷ ταῖς λύ παις τῇ εἰς Χριστὸν ἐλπίδι χρώμενος ὁ σταυρωτὴς 69.1005 λαὸς, καί φησιν· Εἰ τετήρηται, ὦ ψυχὴ, καιρὸς, καθ' ὃν ἡ διὰ πίστεως ἡμῶν κλῆσις ἀγάγοι ἡμᾶς μετὰ τῶν ἑορταζόντων εἰς τὴν σκηνὴν, διὰ τί περίλυπος εἶ, καὶ κατατρύχῃ ταῖς λύπαις; Ἔλπισον ἐπὶ τὸν Θεόν· ἐξομολογήσομαι γὰρ αὐτῷ, καὶ αὐτὸς ἔσται σωτήριον τοῦ ἐμοῦ προσώπου. Τὸ δέ γε πρόσωπον ἔοικεν ἐν τούτοις ἀντὶ τοῦ κάλλους εἰπεῖν· τοῖς μὲν γὰρ πιστεύουσιν εἰς Χριστὸν τὸ θεῖον ἐμπρέπει κάλλος· μορφοῦται γὰρ ἐν αὐτοῖς δι' ἁγιασμοῦ τε καὶ δικαιοσύνης [al. cod. σωφροσύνης]. Τοῖς γε μὴν ἀπίστοις ἕψεται δὲ πάντως τὸ εἰδεχθές· οὐ γὰρ ἔχουσιν ἐμπρέπον ἑαυτοῖς τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος. ∆ιὰ τοῦτο καὶ τοῖς τὴν ἐν νόμῳ δικαιοσύνην τετιμηκόσιν μετὰ τὴν πίστιν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει λέγων· "Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Οὐκοῦν ὅτε Χριστὸς ἐν ὑμῖν μορφοῦται, τότε τοῦ τῆς ψυχῆς προσώπου, τουτέστι τοῦ κάλλους αὐτῆς, τὴν σωτηρίαν ἐργάζε ται. Εὖ δὲ δὴ σφόδρα Θεὸν ὁμολογεῖ τὸν Ἐμμανουὴλ ὁ σταυρωτὴς λαὸς, καίτοι διώκων αὐτόν ποτε καὶ λέγων· "∆ιὰ τί σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;" Ἀλλ' ὡς ἤδη καὶ ἐγνωκὼς τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ προσενεγκὼν τὴν ἐξομολόγησιν, Θεὸν αὐτὸν ἑαυτοῦ φησιν, καὶ τὸ καλὸν ὅνομα μεθ' ἡμῶν ἐπιγράφεται, τὸ εἶναί τε καὶ καλεῖσθαι Χριστιανός. Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρ μωνιεὶμ ἀπὸ ὄρους μικροῦ. (A f. 229 b) Ἐπειδὴ ἐταράχθη, φησὶν, ἡ ψυχή μου, ἀναμνήσας ἐμαυτὸν τῶν 96 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. σῶν θαυμασίων, ὧν τε κατὰ τὸν Ἰορδάνην ἡμῖν ἔδειξας, ὧν τε κατὰ τὸ γειτονοῦν αὐτῷ ὄρος τὸ Ἀερμὼν, παραμυθήσομαι ἐμαυτόν. Ὑψηλῶς δὲ οὕτω φησί· Γενησόμενος ἐν τῷ Ἰορδάνῃ, τουτ έστιν ἀξιωθεὶς τοῦ ἁγίου βαπτίσματος, τὸ τηνικαῦτά σου μνησθήσομαι διὰ τοῦ ῥήματος τῆς ὁμολογίας· μνησθήσομαι δὲ καὶ τοῦ Ἑρμωνιεὶμ, ὃ ἑρμηνεύεται ὁδὸς λύχνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν ἀνοίγοντος φωτισμοῦ. ∆οκεῖ δέ μοι ἡ τῶν εἰρημένων διάνοια τοῦτον ἔχειν τὸν νοῦν, κατὰ τὸ ῥητόν. Μετὰ τὴν Μωσέως τελευτὴν, Ἰησοῦ τὸν λαὸν εἰς τὴν γῆν τῆς

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.