Exposition on the Psalms · §ps039-rem-close

Psalm ΜΑʹ rem close

Rem CLOSEOUT: Psalm ΜΑʹ CLOSEOUT.

Greek

f. 156) Τρίτον ἐπισυνάπτει τοῖς εἰρημένοις σημεῖον, ἡνίκα Ῥαψάκης πολιορκήσας τὴν Ἱερουσαλὴμ, τὸν τῶν ὅλων ὡς μὴ δυνάμενον αὐτοὺς σώζειν ἐβλασφήμει Θεὸν, ὅτε τῶν σὺν αὐτῷ διὰ μιᾶς νυκτὸς ὑπ' ἀγγέλου χιλιάδες ρπεʹ ἀνῄρηνται· τοῦ Θεοῦ τῇ πρὸ τῆς νυκτὸς ἡμέρᾳ τῷ Ἐζεκίᾳ προειρηκότος· "Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αβὶδ τὸν παῖδά μου·" ὡς ἐν ἡμέρᾳ μὲν γενέ σθαι τὴν ὑπόσχεσιν, ἐν νυκτὶ δὲ τὸ ἔργον. Ὃ δηλοῖ τὸ, "Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει." Ἐπὶ τοσαύτῃ τοίνυν προνοίᾳ Θεοῦ πῶς οὐκ ἄξιον ἀποθέσθαι τὴν λύπην, ἐπ' αὐτῷ θέμενον τὴν ἐλπίδα; Παρ' ἐμοὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου. (A f. 231, B f. 156) Ὁ δέ γε θεῖος Κύριλλος στί ζων εἰς τὸ, "καὶ νυκτὸς ᾠδὴ αὐτῷ," εἶτα ἐπάγων τὸ, "Παρ' ἐμοὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου," οὕτως ἑρμηνεύει τὸν στίχον· ὅτι ὡς πιστὸς ἤδη ὁ ἀπόβλητος Ἰσραὴλ προσευχὴν ἔχειν ἐν ἑαυτῷ φησι τὴν ὑπέρ γε μόνης τῆς ἑαυτοῦ ζωῆς, καὶ μηδενὸς ἄλλου τῶν προσκαίρων. Ἢ ὅτι πάλαι μὲν κατὰ τὸν νόμον θυσίας ἐπηγγέλλοντο τῷ Θεῷ τὰς δι' αἱμάτων, μεταβαλούσης δὲ τῆς σκιᾶς εἰς ἀλήθειαν, τὴν ἑαυτῶν ζωὴν καθιε ροῦμεν αὐτῷ· κατὰ τὸ, "Παραστήσατε τῷ Θεῷ τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν." Ἡ προσευχὴ τοίνυν ἐνταῦθα σημαίνει τὴν ὑπόσχεσιν· ὡς εἶναι τὸν νοῦν τοιοῦτον, ὅτι Παρ' ἐμοὶ τῷ Ἰσραὴλ ἡ τῆς ζωῆς μου εὐχὴ καὶ ἡ ὑπόσχεσις τῷ Θεῷ καθιέρωται. Εἶτα διδάσκει τῆς προσευχῆς τὰ ῥήματα. Ἐρῶ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ· διὰ τί μου ἐπελάθου; κ.τ.λ. (A f. 231 b) Ἐπαναλαμβάνει πάλιν ὁ μεταγινώ σκων λαὸς τὴν ἱκετηρίαν, ἐπὶ πλέον ἐκκαλούμενος εἰς ἔλεον τὸν Θεόν. Ἐγὼ μὲν γὰρ, φησὶν, οὐκ ἐπιλανθά νομαι τοὺς σοὺς εἰδὼς οἰκτιρμοὺς καὶ τὰς ἀποκειμέ νας ἐλπίδας· σὺ δὲ οὐκ οἶδα τίνος μου χάριν ἐπιλέλη σαι. Λήθην δὲ ἐπὶ Θεοῦ μὴ πάθος εἶναι νόμιζε, ἀλλὰ τὴν ἐγκατάλειψιν. Ἡ γὰρ λήθη τὸ ἀνθρώπινον πάθος, μνήμης οὖσα ἀποβολὴ, θείας φύσεως οὐχ ἅπτεται· ἀπαθὲς γὰρ τὸ Θεῖον καὶ ἀμετάβλητον. ∆ιὰ τοῦτο καὶ ἐρωτᾷ τὸ, "∆ιὰ τί μου ἐπελάθου;" Οὐδεὶς δὲ περὶ ἀκουσίου πάθους τῆς λήθης λέγει τὸ, ∆ιὰ τί; ἀλλ' 69.1012 ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφρον τιστίαν, τὸν τῆς παρὰ Θεοῦ ἀνάξιον ἐπιμελείας. Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδισάν με οἱ θλίβοντές με. (I f. 218) Ἐχθρῶν δὲ διαμνημονεύσας, διαβάλλει μὲν αὐτῶν τὸ ἀνήμερον καὶ ἀνηλεές· Συνέθλων γὰρ τὰ ὀστᾶ μου, φησὶν, τουτέστιν ἀφορήτως ἐπεπήδων, καὶ ἀδεῶς ἐναλλόμενοι πᾶσαν ἐπῆγον συντριβήν. Ἀλλ' ἦν μοι τοῦτο δυσφορητότερον τὸ κατονειδίζεσθαι παρ' αὐτῶν, ἀεὶ κεκραγότων· Ποῦ ἐστιν ὁ Θεός σου; ὅπερ ἐστὶ, Τίς δὴ ἄρα σε τῶν διωγμῶν ἐξαρπάσει; ποῦ δὲ καὶ ὁ πάλαι βοηθεῖν ὑπισχνούμενος, ἐφ' ᾧ πᾶσαν ἔθου τὴν ἐλπίδα; Οὐκ ἀνεκτὴ γὰρ τοῖς ἁγίοις ἡ κατὰ Θεοῦ γλωσσαλγία. Ἵνα τί περίλυπος εἷ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, κ.τ.λ. (A f. 252. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἴδιον τῶν πασχόντων τὸ συνεχεῖς λογισμοὺς στρέφειν ἐν ἑαυτοῖς, ποτὲ μὲν ἀπογνώσεως, ποτὲ δὲ ἐλπίδος. Τοῦτο κἀνταῦθα ὅ τε μεταγινώσκων ὁ Ἰσραὴλ, ὅ τε αἰχ μάλωτος ποιεῖ· ἱκανῶς γὰρ τῇ συμφορᾷ ἑκάτερος ἐπι δακρύσας, πάλιν τῇ ἑαυτοῦ ψυχῇ ἐγκελεύεται μὴ κατατήκεσθαι τῇ λύπῃ μηδὲ ταράττεσθαι, ἀλλ' ἐλπίδα τὸν Θεὸν τίθεσθαι, καὶ αὐτῷ εὐχαριστεῖν· ὅστις δού λου μορφὴν ἀναλαβὼν, σωτηρία γέγονε τοῦ ἡμετέρου προσώπου, τουτέστι τοῦ κάλλους τῆς εἰρήνης ἣν ἐρυ πώσαμεν.–(I f. 218) Εἶτα πάλιν εἰς εὐθυμίαν ἀναβι βάζων τὴν ἑαυτοῦ ψυχὴν, καὶ [οὐκ] ἐῶν εἰς ἅπαν ταῖς δυσθυμίαις καταμαραίνεσθαι, βλέπει σοφῶς εἰς ἐλπίδα τὴν παρὰ Θεῷ, καὶ δὴ καί φησιν· "Ἵνα τί περίλυ πος εἶ, ἡ ψυχή μου; καὶ ἵνα τί 98 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. συνταράσσεις με· Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ· ἡ σωτηρία τοῦ προσώπου μου ὁ Θεός μου." Τούτων δὲ τὴν ἑρμηνείαν φθάσαντες εἰρήκαμεν.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.