Expositio in Psalmos Psalm ΜΒʹ opening
Psalm ΜΒʹ.
Lemma-led open on ΨΑΛΜΟΣ ΜΒʹ. — ΨΑΛΜΟΣ ΜΒʹ. Ψαλμὸς τῷ ∆αβίδ. Κύριλ λος ὁ θεῖός φησιν, ὡς ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ τὸ τοῦ Ἰσραὴλ εἰσεκομίσθη
Greek
ΨΑΛΜΟΣ ΜΒʹ. Ψαλμὸς τῷ ∆αβίδ. (A f. 232 b, B f. 157, I f. 219, L f. 115 b) Κύριλ λος ὁ θεῖός φησιν, ὡς ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ τὸ τοῦ Ἰσραὴλ εἰσεκομίσθη πρόσωπον, οἷα δὴ τὴν κλῆσιν ἑαυτοῦ τὴν ἐν ἐσχάτοις καιροῖς εἰδὸς, καὶ δε διψηκὸς δὲ οὕτω τὸ προσοικειοῦσθαι λοιπὸν διὰ πί στεως τῷ Θεῷ· ἐν δέ γε τῷ προκειμένῳ ψαλμῷ τὸ τῆς τῶν ἐθνῶν πληθύος εἰσκομίζεται πρόσωπον, σω θῆναι παρακαλούντων διὰ πίστεως τῆς εἰς Χριστόν. Βούλονται δὲ καὶ βασανισθῆναι τὴν αἰτίαν ὑφ' ἧς δι ολώλασιν· αὕτη δὲ ἦν ἡ τοῦ διαβόλου σκαιότης, καὶ ᾑ τῶν ἀκαθάρτων πνευμάτων πλεονεξία· τούτους γὰρ καὶ ἀνόσιον ἔθνος ὀνομάζουσιν· ἢ τάχα που καὶ τοὺς τῆς ἐκείνων ἀνοσιότητος ὑπουργοὺς, τοὺς Ἑλλήνων φημὶ λογάδας καὶ ποιητάς· τούτους δὲ καὶ ἀδίκους καὶ δο λίους ὀνομάζουσιν, ὡς ἀπαταιῶνας καὶ ψεύστας. Φησὶ γάρ· Κρῖνόν μοι, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, κ.τ.λ. (A f. 232 b) Σὺ, φησὶν, αὐτὸς γενοῦ μοι κριτὴς, 69.1013 Κύριε, ὁ μὴ ἐξ ἀκροάσεως δικάζων, ἀλλ' ἐξ ἐπιστή μης τὸ δίκαιον ἐπιφέρων, καὶ τῆς τοῦ Σατανᾶ πλεον εξίας καὶ τῶν ἀλλοτρίων [νυμ ἄλλων?] δαιμόνων ἀπάλλαξον. Ἄνθρωπον γὰρ τὸν διάβολον καὶ Ἡσαΐας ὀνομάζει λέγων· Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ Θεὸν εἶπον βοηθῆσαι αὐτοῖς. Ὅτι σὺ εἶ, ὁ Θεὸς, κραταίωμά μου, κ.τ.λ. (A f. 232, I f. 219 b, L f. 115 b) Καὶ οἱ ἐκ περι τομῆς μεταγινώσκοντες, κραταίωμα ἑαυτῶν τὸν Θεὸν ἐπιγράφονται· καὶ οἱ ἐξ ἐθνῶν πιστεύσαντες, τοῦτον ἰσχὺν ἑαυτῶν τίθενται· καὶ οἱ αἰχμάλωτοι παρ' ἄλλου λυτρωθῆναι οὐκ ἐλπίζουσιν. Ὅτ' ἂν δὲ οἱ μὴ πιστεύ σαντες Θεῷ λέγωσιν, ὅτι Σὺ εἶ, ὁ Θεὸς, κραταίωμά μου, φαμὲν ὅτι Θεός ἐστιν τῶν ὄλων δημιουργὸς, καὶ πάντα πρὸς τὸ εὖ εἶναι συνέχων· αὐτὸς κρα ταίωμα τῶν ὅλων, κατά γε τὴν ἐν ἀρχῇ τῇ κοινῇ φύσει δοθεῖσαν χάριν. Εἰ δὲ προσκεκρούκασίν τινες, ὄλισθον ὑπομείναντες προαιρετικὸν, καὶ μακρὰν γε γόνασι Θεοῦ, διά τε τῆς ἁμαρτίας, καὶ προσέτι τοῦ λατρεῦσαι παρ' αὐτὸν τῇ κτίσει .. οὐδὲν [κωλύει] κραταίωμα καὶ αὐτὸν εἶναι λέγειν τὸν Θεόν. Ἀλλ' ἐξώσθησαν διὰ τὴν μεταξὺ χωρήσασαν ἁμαρτίαν, καταθλίβοντος καὶ ἐγκειμένου τοῦ Σατανᾶ, καὶ σκυθρωπάζειν παρασκευάζοντος διὰ προσδοκίαν. Πῶς γὰρ ἦν ἔχειν δύνασθαι τὸ χρῆναι δὴ χαίρειν τοῖς ὅσον οὐδέπω κολασθησομένοις διὰ τὴν ἁμαρτίαν; Ἵνα τί ἀπώσω με, κ.τ.λ. (A f. 232. b) Οἱ τῆς ἐν Χριστῷ ἐπιθυμοῦντες κλή σεως, ἐπιταχύνουσι ταύτην, καὶ τὴν τοῦ Θεοῦ ἀπο στροφὴν λυθῆναι παρακαλοῦσιν, ἵνα μὴ ἐπὶ πλέον ἐκθλίβῃ αὐτοὺς ὁ Σατανᾶς. Καὶ οἱ δορυάλωτοι εἰδότες ὡς παρὰ Θεοῦ ἦν αὐτοῖς τὸ κρατεῖν, εἰκότως ἀπ ωσμὸν Θεοῦ τὸ κρατεῖσθαι
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.