Exposition on the Psalms · §ps048-rem-mid

Psalm Νʹ rem mid

Rem mid: Psalm Νʹ; lemma continues; spiritual reading with the letter.

Greek

69.1093 τῆς τοῦ Θεοῦ δωρεᾶς, ὡς τῆς οὕτω μακρᾶς κα τάρας διὰ λουτροῦ τῆς παλιγγενεσίας ῥυσαμένου. 69.1096 Ἔοικε μέντοι ἐνταῦθα ἀλήθειαν ὀνομάζειν τὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ ἀνυπόκριτον βίον· ὁ γὰρ μὴ οὕτω ζῇν ᾑρημένος, ψεύδεται τῷ Θεῷ. Ὁ γὰρ ἐπὶ ἔργοις ἀγαθοῖς παρενεχθεὶς εἰς γένεσιν, καθ' ἅ φησιν ὁ σοφώτατος Παῦλος, εἰ πονηρὸς γένοιτο, ψεύδεται τῷ ∆ημιουργῷ, τοὺς τῆς δικαιοσύνης οὐκ ἔχων καρ πούς. Οὕτω φησὶ καὶ ἑτέρωθι ὁ θεῖος ∆αβὶδ ἐκ προσ ώπου τοῦ Χριστοῦ περὶ τῶν ἐξ Ἰσραήλ· "Υἱοὶ ἀλ λότριοι ἐψεύσαντό μοι." Τοιοῦτον καὶ τὸ, "Ψεύσε ται ἔργον ἐλαίας." Καὶ ἑτέρως δὲ προσβαλεῖς· ὅτι ἀδρανὴς ὁ νόμος πρὸς ἀποκάθαρσιν ἁμαρτίας, ὕδατι περιῤῥαίνων εἰς ἔκπλυσιν τῆς σαρκός. Ἔνεστι δὲ τὸ ἄμεινον ἀσυγκρίτως τῇ διὰ Χριστοῦ χάριτι πάντα ῥύπον ἀφανίσαι δυναμένῃ. Μαρτυρεῖ τοίνυν ὅτι τὴν ἀλήθειαν ἀγαπᾷ ὁ Θεός. Ἀλήθεια δὲ ὁ Χριστὸς καὶ τὰ δι' αὐτοῦ, ὥσπερ οὖν ὁ νόμος, τύποι καὶ σκιαί. Σὺ οὖν, φησὶ, Κύριε, ἡ ἀλήθεια ὢν καὶ ἀλήθειαν ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθείᾳ διάγειν, ἀπο καθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας καὶ ὥσπερ χιόνα λευκανθῆναι. Τὸ δὲ, "Τὰ κρύφια ἐδήλωσάς μοι," ὡς πάντα αὐτῷ τὰ ἐσόμενα, ἃ ἐν τῇ ἰδίᾳ σοφίᾳ ἔθετο ὁ Θεὸς, διὰ τοῦ ἁγίου Πνεύματος ἀπεκάλυψεν. Ἴσως δὲ καὶ ὀγκοῖ τὴν ἑαυτοῦ ἁμαρτίαν πρὸς ἐντροπὴν, δει κνὺς ὅτι οὐ κατὰ ἄγνοιαν ἥμαρτεν, ἀλλ' ἔχων τὴν γνῶσιν ἀπὸ τοῦ νόμου, καὶ μετὰ τῆς βασιλείας καὶ προφητείᾳ τετιμημένος. ∆είξας οὖν ἐντεῦθεν τὸ κραταιὸν τῆς ἁμαρτίας, τὴν λύσιν ἐν τοῖς ἑξῆς αἰτεῖ, λέγων· Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι. (A f. 298 b, F f. 77 b, K f.99 b.) Ὑσσώπῳ τὴν τοῦ ἁγίου Πνεύματος ἐνέργειαν ἀφομοιοῖ, ἅτε θερ μαίνουσαν, καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχου σαν. Ἡ ἀποκάθαρσις οὖν δι' ὑσσώπου γενήσεται, ἤτοι διὰ τοῦ ἁγίου Πνεύματος. Τὴν γὰρ ὕσσωπον πόαν εἶναί φασι θερμοτάτην καὶ συνεκτικὴν ἔχουσαν τὴν ἐνέργειαν· καὶ δὴ καὶ ἰατρῶν παῖδες ταύτην θαυμάζουσιν, ὡς δυναμένην τὴν ἐν σπλάγχνοις ἐκτή κειν ἀκαθαρσίαν καὶ καταλεπτύνειν εὖ μάλα τὰ τῶν φλεγμάτων συμπεπηγότα, καὶ τὴν ἐξ ἑτέρων χυμῶν σύστασιν καὶ παχύτητα, διὰ τὸ τῆς ἐνούσης αὐτῇ φυσικῆς θερμασίας εὐσθενές. Πλαγίως οὖν ὑπεμ φαίνει τὴν ἐν ἡμῖν γινομένην τοῦ ἁγίου 126 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Πνεύματος ἐνέργειαν, οὖ ἡ χάρις ζέοντας ἡμᾶς ἀποτελεῖ τῷ πνεύματι, καὶ πάντα ῥύπον ἐκτήκει τὸν ἐν ἡμῖν, πυρὸς δίκην ἀοράτως εἰσχεομένη. ∆ιὰ γάρ τοι τοῦτο βαπτίζεσθαί φασιν ἡμᾶς οἱ πνευματοφόροι παρὰ Χριστοῦ Πνεύματι ἁγίῳ καὶ πυρί. Καὶ τὸ τίμιον δὲ αἷμα Χριστοῦ οὐ μόνον ἡμᾶς ἀπαλλάττει φθορᾶς, ἀλλὰ γὰρ καὶ ἁπάσης ἀκαθαρσίας τῆς εἰς τὸ ἔσω κεκρυμμένης, καὶ ἀποψύχεσθαι οὐκ ἐᾷ πρὸς ῥᾴθυ μον. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, κ.τ.λ. (A f. 290) Ἀκουστὴν, φησὶ, γενέσθαι μοι παρα 69.1097 σκευάσεις διὰ τοῦ Πνεύματος τὴν ἐν ἐσχάτοις και ροῖς ἐσομένην ἀγαλλίασιν. Τίς δὲ ἂν εἴη αὕτη, ἢ ἐκείνη ἡ γνῶσις ἡ περὶ τῆς ἀναστάσεως; Ἣν καὶ ἔδειξεν εἰπών· "Ἀγαλλιάσονται ὀστέα τεταπεινω μένα." Πότε δὲ ἄλλοτε ἀγαλλιάσονται τὰ σεσημμένα ἡμῶν ὀστᾶ, ἢ κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, καθ' ὃν, ὡσεὶ προφητεία, "Τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ;" Εἰκότως δὲ μετὰ τὸ, "Ῥαντιεῖς με," ταῦτα ἐπήγαγεν· ἕπεται γὰρ τῇ τοῦ ἁγίου βαπτίσμα τος χάριτι ἡ τῆς ἀναστάσεως ἐλπὶς, εἰς ἀρχὰς ἀνα φέρουσα τοὺς πιστεύοντας εἰς Χριστὸν ἀτελευτήτου καὶ τρισμακαρίας ζωῆς. Τότε γὰρ οἱ δίκαιοι ἐκλάμ ψουσιν ὡς ὁ ἥλιος, καὶ τοῖς ὑπὲρ νοῦν ἐντρυφῶντες ἀγαθοῖς ἀκατάληκτον ἕξουσι τὴν εὐφροσύνην. Οὐκοῦν ἡ μὲν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσις πράττεται παραχρῆμα· δίδοται γὰρ ἡ χάρις ἐν Χριστῷ, τοῦ ἁγίου Πνεύματος ἁγιάζοντος καὶ διασμήχοντος τὰς τῶν πιστευόντων καρδίας. Ἀκούεται δὲ, καὶ τέως ἐστὶν ἐλπὶς οὐκ ἐψευσμένη, ἡ ἐπὶ τοῖς ἐσομένοις ἀγαθοῖς ἀγαλλίασίς τε καὶ εὐφροσύνη. ∆οκεῖ δέ τισι τῶν ἐξηγητῶν ἀγαλλίασις καὶ εὐφροσύνη, ἀκοαῖς θείαις ἐνηχουμένη, οὐχ ἑτέρα τις εἶναι παρὰ τὸν ταύτης πάροχον, φημὶ δὴ Χριστὸν, ὃς ἀνανεώσει καὶ ἀναστήσει τῆς ἑκάστου ψυχῆς τὰς δυνάμεις παθού σας τὴν συντριβήν. Ὀστᾶ γὰρ νοητέον ἐνταῦθα τὰς εὐτονίας τοῦ νοῦ. Ἁπλούστερον δέ φημι· Ἀκούσαιμι, φησὶ, τὴν φωνὴν τῆς ἀγαλλιάσεως, ὅτι ἀφεῖταί μοι καὶ συγκεχώρηται ἡ διπλῆ ἁμαρτία. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρ τιῶν μου, κ.τ.λ. (A f. 290, L f. 135.) Μὴ εἴδῃς, φησὶ, τὰς ὑπ' ἐμοῦ τετολμημένας ἀνομίας, ἀλλ' ἐμὲ τὸν ταύτας ὀλοφυρό μενον. –Τὸ δὲ ταῦτα αἰτεῖν, οὐδὲν ἦν ἕτερον, πλὴν ὅτι τὴν ἐν Χριστῷ βούλεσθαι δοθῆναι χάριν τοῖς ἐπὶ τῆς γῆς. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. (A f. 290.) Κτίσις ἐν τῇ Γραφῇ λέγεται οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴ, ἀλλὰ καὶ ἡ ἐκ τοῦ ὄντος ἐπὶ τὸ βέλτιον μεταβολή. Ἔκτισεν ὁ Θεὸς τὸν οὐρανὸν, τοῦτό ἐστιν ἐκ τοῦ μὴ ὄντος ἐργάσα σθαι. Κτίζει δὲ καὶ ὅταν τὸν πονηρὸν ἄνθρωπον καλὸν ἀπεργάσηται· ἐνταῦθα τὸ κτίζειν πραγμάτων ἐστὶ μεταβολὴ πρὸς τὸ βέλτιον. Καὶ ἄκουσον τοῦ ∆αβίδ· ἐπειδὴ γὰρ ἦν αὐτὸς καὶ ἡ καρδία αὐτοῦ ἐκτισμένη, συνεπεώθη δὲ τῇ μοιχείᾳ καὶ τῷ φόνῳ, 69.1100 καὶ πρὸς φθορὰν κατεφέρετο, "Κτίσον, φησὶν, ἐν ἐμοὶ καρδίαν καθαράν·" οὐχ ὅτι πρότερον οὐκ εἶχε καρδίαν, οὐδὲ περὶ τῆς οὐσίας τῆς ψυχῆς λέγων, ἀλλὰ περὶ τῆς ἀρίστης πολιτείας.–(A f. 290 b, I. f. 135.) Τάχα δὲ καὶ ὡς ῥυπώσης τῆς ἁπάντων καρ δίας, διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως καὶ τῆς εἰς τὸ φαῦλον παρατροπῆς, ἀναστοιχείωσίν τινα τῶν καθ' ἡμᾶς γενέσθαι πραγμάτων οἱ ἅγιοι παρακαλοῦσι παρὰ τοῦ πάντων δημιουργοῦ τοῦ καὶ εἰδότος τὸ πλάσμα ἡμῶν καὶ πάντα ποιεῖν ἰσχύοντος, ὃ δὴ καὶ πεποίηκεν. Ἀνεκτίσθημεν γὰρ ἐν Χριστῷ τῇ ἀνακαινώσει τοῦ νοὸς ἡμῶν, καὶ καρδίαν ἐσχήκαμεν καθαρὰν, μεθορμισθέντες εἰς ἔφεσιν ἀρετῆς. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμα τὸ ἄγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. (A f. 291, B f. 201.) Ἐκ τῶν καθ' ἑαυτὸν κινηθεὶς ὁ ∆αβὶδ, τὸ κοινὸν τῆς ἀνθρωπότητος πρόσωπον ἀναλαβὼν, τὰς ὑπὲρ τῆς ὑπ' οὐρανὸν ποιεῖται λιτάς. Ἀπὸ γὰρ τῆς ἐν Ἀδὰμ παραβάσεως, ὥσπερ ἐν ἀπαρχῇ τοῦ γένους, ἐν ἀποστροφῇ τοῦ Θεοῦ γέγονεν ἡ ἀνθρώπου φύσις· καὶ γοῦν ἔξω τέθειται τοῦ παρα δείσου, καὶ ἐπάρατος ἦν ἡ πάλαι ὑπὸ τοῦ ∆ημιουργοῦ εὐλογηθεῖσα. Ἐκτεινομένου δὲ τοῦ γένους εἰς πλῆ θος, καὶ τυραννούσης κατὰ πάντων τῆς ἁμαρτίας. ἀπέπτη καὶ τὸ ἐν ἀρχαῖς ἐμφυσηθὲν ἡμῖν ἅγιον Πνεῦμα Θεοῦ, καὶ τὸ τῆς εἰκόνος παρεχαράττετο κάλλος. Ἔφη γὰρ ὁ τῶν

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.