Exposition on the Psalms · §ps048-rem-close

Psalm Νʹ rem close

Rem CLOSEOUT: Psalm Νʹ CLOSEOUT.

Greek

127 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὅλων Θεὸς, ὅτι "Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις. διὰ τὸ εἶναι αὐτοὺς σάρκας." Λέγων τοίνυν· "Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἄγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ," δύο κατὰ ταυτὸν αἰτεῖ, ἀπόλυσιν μὲν τῆς συμβάσης ἀποστρο φῆς, τοῦ γε μὴν ἁγίου Πνεύματος ὑποστροφὴν εἰς ἡμᾶς. Ὅτι γὰρ ἀπεφοίτησεν εἰκότως, ἅτε δὴ τῆς ἁπάντων καρδίας ἐγκειμένης ἐπὶ τὰ πονηρὰ ἐκ νεό τητος, διαδείκνυσιν εὖ μάλα τὸ, "Μὴ ἀντανέλῃς," εἰπών. Πλὴν ἐξ ἡμερότητος Θεοῦ, τῶν ἀδοκήτως συμβεβηκότων τὴν λύσιν γενέσθαι παρακαλεῖ· αὕτη δ' ἦν ἡ ἀπόδοσις τοῦ ἀποπτάντος ἡμῶν ἁγίου Πνεύ ματος, ὃ δὴ καὶ γέγονεν ἐν Χριστῷ· τὴν γὰρ πρὸς ἡμᾶς ὁμοίωσιν λαβὼν, ἔλυσε τὴν ἀποστροφὴν, κα θαρὰν καὶ ἄμωμον ἐν ἑαυτῷ τὴν ἀνθρώπου φύσιν παραστήσας τῷ Θεῷ καὶ Πατρί. Ἔλαβε δὲ καὶ τὸ Πνεῦμα· καίτοι καθ' ὃ νοεῖται, αὐτός ἐστιν ὁ τοῦ Πνεύματος χορηγὸς, καὶ δι' αὐτοῦ τοῖς ἁγίοις ἐνίησιν αὐτὸ ὁ Πατήρ. Ἐνεφύσησε γοῦν τοῖς ἀποστόλοις εἰ πών· "Λάβετε Πνεῦμα ἅγιον." Οὕτω γὰρ ἐδόθη καὶ ἐν ἀρχαῖς τῇ ἀνθρώπου φύσει. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου. (A f. 291.) Ὑπάρξαι δὲ καὶ τῇ τοῦ ἀνθρώπου φύ σει παρακαλεῖ τῶν ἐν ἀρχαῖς ἀγαθῶν τὴν μέθεξιν, ὃ καὶ γέγονεν αὐτῇ μεσιτεύοντος τοῦ Χριστοῦ, ὅς ἐστιν ἀγαλλίαμα καὶ σωτήριον. Ἠλευθερώθημεν γὰρ τῆς ἐπὶ τῷ φθείρεσθαι κατηφείας, καθῃρημένου θα νάτου· σεσώσμεθα δὲ, τὸ τῆς ἁμαρτίας φορτίον ἀπο πεμψάμενοι διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ ἐστη 69.1101 ρίχθημεν τῷ ἡγεμονικῷ Πνεύματι, ὅπερ ἐστὶν ἡ διὰ 69.1101 τοῦ ἁγίου Πνεύματος εὐανδρία· ἢν εἴπερ τις ἕλοιτο καὶ ἐνοικίσαιτο κατὰ νοῦν, ἄρξει πάντως τῶν ἑαυτοῦ θελημάτων, καὶ πλεονεξίας ἀμείνων ἔσται διαβολι κῆς, ἡγεμονοῦν ἔχων ἐν ἑαυτῷ τὸ Πνεῦμα. "Ὅσοι γὰρ, φησὶ, Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ." Καὶ πάλιν· "Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε." Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. (B f. 202.) Ἢ καὶ οὕτως· Πρόφασιν πνευματικῆς ἑορτῆς τὴν σὴν ποιήσεται δικαιοσύνην, διὰ πίστεως χάριν δικαιοῦσαν τὸν ἀσεβῆ· ἤγουν αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃς γέγονεν ἡμῖν παρὰ τοῦ Θεοῦ τε καὶ Πατρὸς δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Κύριε, τὰ χείλη μου ἀνοίξεις. (A f. 291 b.) Ἡ ἁμαρτία πέφυκε τὴν γλῶσσαν δεσμεῖν καὶ ἐμφράττειν τὸ στόμα. Ἐπεὶ οὖν καὶ τοῦ ∆αβὶδ κεκλεισμένα τὰ χείλη διὰ τὴν ἁμαρτίαν ἐτύγ χανεν, εὔχεται ταῦτα ἀνοιγῆναι, καὶ τῆς προτέρας παῤῥησίας μεταλαχεῖν. "Τὰ χείλη μου ἀνοίξεις·" θεόσδοτον γὰρ τὸ χρῆμά ἐστιν· "Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ." Ἀνοίγεται δὲ διὰ μετα νοίας, καὶ τοῦ Θεοῦ διηγεῖσθαι τὴν αἴνεσιν ἄρχεται. Καὶ οἱ δορυάλωτοι δὲ διὰ τὸ μὴ ἐξεῖναι αὐτοῖς ᾄδειν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας, ἢ θυσίας ἐπιτε λεῖν, εὔχονται τὴν ἐπάνοδον. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. (B f. 202.) Τῆς πνευματικῆς λατρείας ἡ δύναμις οὐ διὰ ψιλῆς καὶ μόνης διανοίας ἔρχεται, συνδρομὴν δὲ ἀεί πως δέχεσθαι φιλεῖ καὶ τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν, ἢν δὴ κατορθοῦντες τὴν δι' ὑπακοῆς καὶ εὐπειθείας. Τὴν δέ γε ὑπακοὴν καρπὸν εἶναί φαμεν τρυφερᾶς καὶ εὐαφοῦς καρδίας καὶ οὐδὲν ἐχούσης τὸ ἀπηνές· ὁποία τις ἦν ἡ τῶν ἀτέγκτων Ἰουδαίων σκληρὰ καὶ δυσάγωγος. Καὶ γοῦν τὸ αὐτῶν πρόσωπον ἀναλαβὼν ἔφη τις τῶν ἁγίων προφητῶν· "Τί ἐπλά νησας ἡμᾶς, Κύριε, τῆς ὁδοῦ σου; ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε;" Σκληραῖς δὲ καρδίαις ἀπαράδεκτος παντελῶς ὁ τοῦ Θεοῦ λόγος. Οὐκοῦν εἴη ἂν καὶ μάλα εἰκότως εἰς θυσίαν τῷ Θεῷ καὶ εἰς ἀφιέρωσιν πνευματικῆς εὐοσμίας πνεῦμα συντετριμμένον, τουτέστι ψυχὴ τρυφερὰ καὶ τοῖς θείοις εἴκουσα λόγοις. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών. (A f. 292 b. Κυρίλλου καὶ Εὐσεβίου.) Κατὰ δὲ ἀναγωγὴν, ὅταν, φησὶν, ἀγαθύνῃς τὴν Σιὼν, εἴτουν τὴν Ἐκκλησίαν, εὐδοκήσας ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Υἱῷ, καὶ ὅταν οἰκοδομηθῇ τὰ τείχη τῆς Ἐκκλησίας, ἅπερ εἰσὶν οἱ ταύτην περιφράττοντες 69.1104 ἱερουργοὶ καὶ μυσταγωγοὶ, τότε καὶ ἀνενεχθήσονται θυσίαι οὐχὶ δι' αἱμάτων, ἀλλ' αἱ τῆς δικαιοσύνης, εἴτουν αἱ τῆς αἰνέσεως. Ὁμοίως 128 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ ἀναφορὰ καὶ ὁλοκαυτώματα, καὶ ταῦτα δικαιοσύνη. Τότε ἀνοίσουσι ἐπὶ τὸ θυσιαστήριόν σου μό σχους. (A f. 292 b, B f. 203, K f. 100 b.) Ἱερὸν μὲν ζῶον καὶ κατὰ νόμον ὁ μόσχος· προσκομίζεται γὰρ εἰς θυσίαν ὡς καθαρὸν, μεῖζόν γε μὲν καὶ αἰγὸς καὶ προβάτου· μεγέθει σώματος εἰς τύπον καὶ αὐτὸ τῆς τελεωτάτης θυσίας, καὶ τῆς εἰς λῆξιν ἰούσης εὐ οσμίας, δῆλον δὲ ὅτι τῆς νοητῆς. Ὁ γὰρ τοῦ σώματος ὄγκος εἰκὼν ἂν εἴη τῆς πνευματικῆς ποσότητος τῆς ὡς ἔν γε ταῖς ἀρεταῖς νοουμένης. "Ἀνοίσουσι δὴ οὖν, φησὶ, μόσχους ἐπὶ τὸ θυσιαστήριόν σου," τουτέστι τε λεωτάτας θυσίας. Ἢ τάχα που μόσχους, τοὺς τῶν λαῶν ἡγουμένους αἰνιγματωδῶς ἐνθάδε ὀνομάζει, διὰ τὴν πνευματικὴν καὶ νοητὴν εὐανδρίαν, ὧν ἐστι καὶ ἱερὸς βίος. Ἐφίστησι δὲ ἡμᾶς τοιαύταις ἐννοίαις ὁ πάνσο φος Παῦλος εἰπὼν γεγράφθαι ἐν τῷ νόμῳ· "Οὐ φιμώσεις βοῦν ἁλοῶντα." Εἶτα τούτοις ἐπενεγκών· "Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι' ἡμᾶς πάντως λέγει;" Κυρίλλου, ἐκ τῆς εἰς τὸν νʹ ψαλμόν. Ἐνταῦθά μοι θαύμαζε τὸν μακάριον ∆αβίδ. Οὐ νενίκηται παντελῶς ταῖς εἰς ἡδονὴν ἐπιθυμίαις, οὐδὲ φορτικὸν ἡγήσατο τὸν προφήτην, οὐ δεδυσφόρηκε περὶ τὸν ἔλεγχον· ἥρπασεν ὡς δῶρον τὸν ἐπανορθοῦντα λόγον· ὡμολόγηκεν εὐθὺς τὸ πλημμέλημα· τεθρήνηκεν ὑπὲρ τῆς ἁμαρτίας. Καὶ ὥσπερ τις ἡνίοχος εὐσθενὴς καὶ τεχνίτης, ταῖς τῶν ἵππων ἀκαθέκτοις ὁρμαῖς ἔξω τοῦ σταδίου παρενηνεγμένος, ἐρυθριᾷ καὶ αἰσχύνεται· οὕτω καὶ ὁ μακάριος ∆αβὶδ παρηνέχθη μὲν ἠρέμα τοῦ πρέποντος, ἀλλ' ὡς ἔφην, ἥρπασε τὴν ὑπόθεσιν, τεθρήνηκεν ὑπὲρ τῆς ἁμαρτίας.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.