Exposition on the Psalms · §ps049-rem-early

Psalm ΝΑʹ rem early

Rem early: Psalm ΝΑʹ; historia and theoria on the lemma toward Christ.

Greek

ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. (A f. 294. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἠδίκει ὁ ∆ωὴκ καταψευδόμενος τοῦ ἱερέως καὶ τὰ μὴ πρα χθέντα κατ' αὐτοῦ λέγων· τὸ γὰρ εἰπεῖν ὡς ἐπηρώ τησε τὸν Θεὸν περὶ τοῦ ∆αβὶδ, ψεῦδος ἦν καὶ οὐκ ἀλήθεια. Ἐξῆν δὲ αὐτῷ λαλῆσαι δικαιοσύνην, διδά ξαντι τὸν Σαοὺλ, ὅτι τὴν μὲν αἰτίαν τῆς ἀναχωρήσεως τοῦ ∆αβὶδ ἠγνόει ὁ ἱερεὺς, ὡς φίλον δὲ αὐτὸν ὑπεδέ χετο τοῦ βασιλέως, καὶ ὡς ἀπεσταλμένον ἐπὶ διακο νίᾳ βασιλικῇ, εἰς τιμὴν τοῦ πέμψαντος ἐδεξιοῦτο. Ταῦτα καὶ τοῦ Σατανᾶ ἰδιώματα, τὸ κακίᾳ χαίρειν, φημὶ, καὶ ἀδικίᾳ. Ἐπιτιμᾷ οὖν καὶ τοῖς Ἰουδαίοις τὴν ἐν Χριστῷ δικαιοσύνην οὐ προσιεμένοις. Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσ σαν δολίαν. (A f. 294.) Λέγοιτο δ' ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων τῶν Ἰουδαίων καὶ αὐτοῦ τοῦ Ἰούδα· δεδυσφημήκασι γὰρ κἀκεῖνοι ἀκαθέκτως εἰς τὸν Κύριον, καὶ ὁ προδότης δὲ ῥήμασιν ἐκέχρητο δόλου μεστοῖς καὶ ὑποκρίσεως. Εἶεν δ' ἂν ῥήματα καταποντισμοῦ τὰ εἰς

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.