Exposition on the Psalms · §ps049-open

Expositio in Psalmos Psalm ΝΑʹ opening

Psalm ΝΑʹ.

Lemma-led open on ΨΑΛΜΟΣ ΝΑʹ. — Ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν;

Greek

ΨΑΛΜΟΣ ΝΑʹ. Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν; (A f. 293. Κυρίλλου καὶ Θεοδωρήτου.) ∆υνατὸν καλεῖ τὸν ∆ωὴκ ὡς τῷ Σαοὺλ προσῳκειωμένον, ἢ καὶ ὡς ἐν τῇ κακίᾳ πολύν· ἢ τὸν Ῥαψάκην ὡς στρα τηγεῖν πεπιστευμένον κατὰ τῆς Ἱερουσαλὴμ, ἀφ' ἧς ὡρμημένος ὑπὸ τῶν Ἀσσυρίων ᾐχμαλωτίσθη. Θαυ μάζοντος δὲ καὶ ἀποροῦντος, ὡς εἰκὸς, τὸ προοίμιον, ὅτι τοσοῦτόν τινες εἰς κακίαν προέκοψαν, ὥστε ἐφ' οἷς ἔδει πενθεῖν, ἐπὶ τούτοις καυχῶνται. Πλὴν ὅτι τὸν μὲν ∆ωὴκ ἡ ἱστορία περιέχει, Ἰούδαν δὲ τὸν προδό την αἰνίττεται, δυνατὸν λίαν ἐν κακίᾳ γενόμενον, ὡς τὸν εὐεργέτην προδοῦναι. Ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. (A f. 293 b.) Τοῦτο περὶ μὲν τοῦ ∆ωὴκ εἴρηται διὰ 69.1105 τὸ ξυρῆσαι καὶ ἐκκόψαι πᾶσαν τῶν ἱερέων τὴν πόλιν, οὕτως ὀξεῖα ἦν ἡ διαβολή· περὶ δὲ τοῦ Ῥαψάκου, ὡς ἀπατῆσαι βουλομένου τὸν λαὸν, ὥστε προδοῦναι τὴν πόλιν. Ὀξὺς δὲ ἦν καὶ ἀνεπαισθήτως τέμνων καὶ ὁ τοῦ Ἰούδα δόλος. Τί γὰρ τοῦ δόλου ἐκείνου ὀξύ τερον, ὃν τῇ γλώσσῃ τῆς προδοσίας ἀκονήσας πρὸς τοὺς συλλαβόντας τὸν Ἰησοῦν συνέθετο· "Ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν;" Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην,

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.