Psalm Ξςʹ rem close
Rem CLOSEOUT: Psalm Ξςʹ CLOSEOUT.
Greek
ἀνθρώπου ὁ καρπὸς εὑρίσκεται τῶν ἔργων. Γῆ γὰρ ὁ ἄνθρωπος· αἰνίττεται δὲ καὶ σταυρόν. Ὡσαύτως τὴν εὐλογίαν ἐζήτησεν. Εὐλογεῖσθαι δὲ παρακαλοῦντες οἱ ἐξ ἐθνῶν, ἐοίκασί πως παραιτεῖ 69.1144 σθαι τὴν διὰ τοῦ νόμου κρίσιν, διψῇν δὲ μᾶλλον τὴν διὰ Χριστοῦ σωτηρίαν καὶ χάριν. Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. (A f. 333 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Συν ελαύνει γὰρ ὁ τοῦ Θεοῦ φόβος εἰς κατόρθωσιν ἀρετῆς· οὗ δὴ γεγονότος, πάντη τε καὶ πάντως συμβήσεται τοῖς ἔχουσιν τὸ ἐν παντὶ γενέσθαι καλῷ. Ὁ γὰρ εὐλαβῶς περὶ τοὺς θείους διακείμενος νόμους, καὶ τὸ μέλλον δειμαίνων κριτήριον, διὰ τῆς τούτων φυλα κῆς τὸν Θεὸν θεραπεύει. Ἡ δὲ θεία θεραπεία τὴν εὐλογίαν προξενεῖ. Ὅρα δὲ ὅτι καὶ αὐτὸ τὸ τέλος οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ πᾶσιν ἀνθρώποις τὸν θεῖον ἔχειν εἰσηγήσατο φόβον. Πᾶσαι γὰρ φυλαὶ, πᾶ σαι γλῶσσαι τὴν Τριάδα πεφόβηνται καὶ δοξάζουσιν. Ἐπισημαντέον δὲ ὅτι τῷ τριπλασιασμῷ τὸ Θεὸς, ἐπαγαγὼν ἑνικῶς τὸ "Φοβηθήτωσαν αὐτὸν," καὶ τὸ τῆς ἁγίας Τριάδος παρεγύμνωσε μυστήριον, καὶ τὸ ἑνιαῖον τῆς Θεότητος.
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.