Exposition on the Psalms · §ps060-rem-mid

Psalm Ξςʹ rem mid

Rem mid: Psalm Ξςʹ; lemma continues; spiritual reading with the letter.

Greek

εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου· διὸ λέγε πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς," τούτου τοῦ λαοῦ πρόσωπον φέρων ὁ ἅγιος, Τῷ Θεῷ, φησὶ, τὰς ἁμαρτίας μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Ὁ δὲ Σωτὴρ ἐλ θὼν πάντα τὰ ἔθνη ἐπὶ μετάνοιαν καλεῖ, τυχεῖν ἀφέσεως δι' ἐξομολογήσεως ὑποτιθέμενος· ἥτις καὶ τὸ εὐχαριστῆσαι δηλοῖ, ἐπιφανέντος αὐτοῖς τοῦ προσ ώπου τοῦ Θεοῦ.] Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομο λογησάσθωσάν σοι λαοὶ πάντες. (G f. 40 b, L f. 155) Πῶς γὰρ οὐκ ἔμελλον οἱ ἑπὶ τῆς γῆς ἄνθρωποι αἰνεῖν τε καὶ καρποφορεῖν, ἐν παντὶ τόπῳ προσαγομένου θυμιάματος καὶ θυσίας καθαρᾶς; κατὰ τὴν ἐνταῦθα λέγει προφητείαν. Αἱ δὲ ταυτολογίαι προθύμους ἐργάζονται τοὺς ἀκούον τας. Εἰδέναι μέντοι προσήκει, ὡς εὐλογοῦντες ἄν θρωποι τὸν Θεὸν, λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται. Ὁ δὲ Θεὸς εὐλογῶν βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδα πῶν ἀγαθῶν παρέχει τοῖς εὐλογημένοις φοράν. Εἶτα διδάσκει τῆς θείας εὐλογίας τυχεῖν. Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ Θεός. (B f. 271, E f. 124, F f. 98, K f. 119) Τότε γὰρ ἑκάστου

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.