Expositio in Psalmos Psalm ΟΑʹ opening
Psalm ΟΑʹ.
Lemma-led open on ΨΑΛΜΟΣ ΟΑʹ. — ΨΑΛΜΟΣ ΟΑʹ. Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δός. Καὶ ποῖον κρῖμα διαδεξάμενος, ὡς ἐν ὀλίγοις εἰπὼν ὁ μακάριος
Greek
ΨΑΛΜΟΣ ΟΑʹ. Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δός. (E f. 141) Καὶ ποῖον κρῖμα διαδεξάμενος, ὡς ἐν ὀλίγοις εἰπὼν ὁ μακάριος Παῦλος, ὅτι εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην. (E f. 141 b. Κυρίλλου, ∆ιδύμου, Ἀθανασίου) Ὄρη καὶ βουνοὺς ἐνταῦθα ἀγγελικὰς δυνάμεις φησὶν, τὰ πάλαι μὲν διὰ τὴν κεχυμένην ἀσέβειαν μὴ ἐπιχω ριαζούσας τῇ γῇ, νῦν δὲ εἰρήνην πρὸς πάντας ἀν θρώπους κελευομένας ἀναλαμβάνειν. Σώσει τοὺς υἱοὺς τῶν πενήτων. (E f. 141 b) Καὶ τίνες εἶεν ἄρα ἐνθάδε οἱ σημαινό μενοι πένητες, τίνες δὲ καὶ οἱ τούτων υἱοὶ, ἀναγκαῖον ἰδεῖν. Πένητας τοίνυν ὀνομάζει τοὺς ἁγίους ἀποστό λους· ἧσαν γὰρ πτωχοὶ τῷ πνεύματι· σέσωκε τοίνυν ἡμᾶς τοὺς τῶν πενήτων υἱοὺς, κατὰ Πνεῦμα δικαιώ σας ἐν τῇ πίστει καὶ ἁγιάσας. Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ. (E f. 142) Τὸ Συμπαραμένει, τουτέστι, τῷ παντὶ χρόνῳ συνεκτείνεται ὁ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος· ὅτι καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν ἦν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ σελήνη. (E f. 142) Ἀνατελεῖ ἡμῖν ἐν ἡμέραις Χριστοῦ δι καιοσύνη διὰ πίστεως· πλῆθος δὲ εἰρήνης, διὰ τῆς πρὸς Θεὸν ἐπιστροφῆς. Καὶ πρὸς τούτοις ἔτι ἀντ αναιρεῖται ὁ διάβολος.–[cod. M. f. 120.] Ἐπιτήρει 69.1181 ὅπως οὐκ εἶπεν ἀναιρεῖσθαι, ἀλλ' ἀνταναιρεῖσθαι τὴν σελήνην· ὡς γὰρ ἤδη ἀνελὼν τὸν ἄνθρωπον, ἀντ αναιρεῖται ὁ διάβολος. [Καὶ ἄλλως κατὰ πᾶσαν ἐδοξάζετο τὴν οἰκουμένην ὁ τῆς νυκτὸς ἄρχων ὁ διάβολος, ὡς ἐν τύπῳ διὰ τῆς σελήνης δηλούμενος, ἥτε τέθειται εἰς ἀρχὰς τῆς νυ κτὸς, νόθον τι φῶς, τὴν τοῦ κόσμου σοφίαν διδούς· ἀλλὰ τὴν τούτου κατέλυσε δόξαν ὁ αἴρων τὴν ἁμαρ τίαν τοῦ κόσμου· οὗ ἐν ταῖς ἡμέραις ἀνέτειλε δικαιο σύνη μὲν διὰ πίστεως, πλῆθος δὲ εἰρήνης διὰ τῆς πρὸς Θεὸν ἐπιστροφῆς. Καλῶς δὲ τὸ, ἀνταναιρεθή σεται· ἀνθ' ὧν ἀνεῖλεν ἄνθρωπον, ἀναιρεθήσεται.] [Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης. Καὶ τί ἐστιν, "Ἀπὸ θαλάσσης ἕως 154
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.