Answers to Tiberius · §q06-rem-close

Question 6 rem close

Rem CLOSEOUT: Question 6 CLOSEOUT.

Greek

πιστεύομεν τοίνυν τὰς ἐν ταῖς ἐκκλησίαις δωροφορίας καὶ ἁγιάζεσθαι καὶ εὐλογεῖσθαι καὶ τελειοῦσθαι παρὰ Χριστοῦ. 596 Ὅτι τὰς σαρκικὰς ἡδονὰς εἴτουν φυσικὰς κολοβῶσαι δυνάμεθα, ἐκκόψαι δὲ παντελῶς οὐκέτι. ΕΠΙΛΥΣΙΣ. ∆οκεῖ τισιν ὁ πάνσοφος Παῦλος δυσχερῆ τινα λέγειν, ἤτοι δυσνόητα, κατὰ τὴν τῶν ἁγίων ἀποστόλων φωνήν. ὅτι δὲ σοφίας τῆς ἄνωθεν μεμέστωται ταῦτα, οὐκ ἔστιν ἀμφιβαλεῖν, λαλεῖ γὰρ ἐν αὐτῷ Χριστός. ἔφη τοίνυν "ὅτι "συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, "βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ "νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας," καὶ πάλιν "Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ "τοῦ σώματος τοῦ θανάτου τούτου; χάρις δὲ τῷ Θεῷ διὰ "̓Ιησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν." καταστρατεύεται μὲν γὰρ τοῦ νοῦ βλέποντος εἰς ἐγκράτειαν διὰ τὸν τοῦ Θεοῦ φόβον τὸ κίνημα τῆς σαρκὸς, καὶ ταῖς εἰς ἁγνείαν ὁρμαῖς ἀντιτάττεται καὶ ἀντεξάγει δεινῶς. ἀλλ' οἱ νήψει χρώμενοι τῇ πρεπούσῃ τοῖς Θεὸν σεβομένοις, ἐπιτιμῶσι τῷ κινήματι τῆς σαρκὸς, καὶ τὸ τῆς ἁμαρτίας ἀπαμβλύνουσι κέντρον ἀσκήσεσι καὶ πόνοις καὶ ταῖς ἄλλαις ἐπιεικείαις χρώμενοι. ὥστε ἀποριζῶσαι μὲν τῆς σαρκὸς τὴν ἔμφυτον αὐτῆς ἐπιθυμίαν οὐκ ἔνεστι· νήψει δὲ, ὡς ἔφην, οὐκ ἐᾶν καταθρασύνεσθαι τοῦ νοῦ, δυνατὸν, μάλισθ' ὅτι γέγονεν ἄνθρωπος ὁ 597 Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ ἀγριαίνοντα τῆς ἁμαρτίας τὸν νόμον τὸν ἐν τοῖς μέλεσιν ἡμῶν οὐκ ἔτι νεανιεύεσθαι συγκεχώρηκε καθ' ἡμῶν. καὶ τοῦτο διδάξει σαφῶς ὁ πανάριστος Παῦλος γράφων "Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν "ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας "ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε "τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου "πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ "κατὰ πνεῦμα." περιεσόμεθα τοίνυν τῶν ἐμφύτων κινημάτων οὐκ εἰς ἅπαν, οὐδὲ ὁλοτελῶς· τετήρηται γὰρ τοῦτο τῇ παμμακαρίᾳ ζωῇ τῇ ἔσεσθαι προσδοκωμένῃ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα· δυνάμεθα δὲ κατανδραΐζεσθαι, καὶ ἐπιπλήττειν τοῖς τῆς σαρκὸς κινήμασι, Θεοῦ συμπράττοντος, καὶ τὴν ἐξ ὕψους ἡμῖν χορηγοῦντος δύναμιν. καὶ ἁδροτέρα μὲν ἐστὶν ἐν τοῖς ῥᾳθυμοῦσιν ἡ ἐπιθυμία, καὶ οἷον κατεξουσιάζουσα τῆς αὐτῶν καρδίας· ἀδρανὴς δὲ καὶ ῥᾳδίως ἐπιτιμωμένη καὶ ἐκπεμπομένη τοῦ νοῦ ἐν τοῖς τὸν θεῖον ἔχουσι φόβον. γέγραπται γὰρ ὅτι "ὁ φόβος Κυρίου ἁγνὸς," τουτέστιν, ἁγνοποιός.

About this text

Cyril of Alexandria, Answers to Tiberius the Deacon (Greek). SERIES on this page: Questions 1–9 CLOSEOUT.

English follows lockable Greek for CPG 5232. Modern English syncs were not used as wording. Responsiones SERIES CLOSEOUT Questions 1–9.

Witnesses

  • Copy-text PG — Responsiones ad Tiberium (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.