Answers to Tiberius · §q06-rem-mid

Question 6 rem mid

Rem mid: Question 6; lemma continues; spiritual reading with the letter.

Greek

ἀναμορφωθεῖεν εἰς Χριστόν. Οὐκ ἀπίθανον δὲ καὶ κατὰ τὸ ἀρχικὸν τὴν ὁμοίωσιν τὴν πρὸς Θεὸν ἐνεῖναι λέγειν τῷ ἀνθρώπῳ. δέδοται γὰρ 594 αὐτῷ τὸ ἄρχειν ἁπάντων τῶν ἐπὶ τῆς γῆς. καὶ δεύτερος οὗτος τῆς πρὸς αὐτὸν ὁμοιώσεως λόγος. εἰ δὲ ἐν τῇ τοῦ ἀνθρώπου σώματος φύσει τε καὶ εἴδει κείμενον ἦν τὸ πεπλάσθαι ἢ τὸ πεποιῆσθαι κατ' εἰκόνα τοῦ ∆ημιουργοῦ, πῶς ἦν δύνασθαί τινας ἀπολλύειν αὐτό; ἀποβεβλήκαμεν γὰρ οὐδὲν τῶν ἐνόντων οὐσιωδῶς. ἐπειδὴ δὲ ἡμᾶς ὁ ἁγιασμὸς καὶ ἡ δικαιοσύνη διαμορφοῖ πρὸς Θεὸν, τοὺς μηκέτι ζήσαντας κατ' ἀρετὴν καὶ ὡς ἐν ἁγιασμῷ, φαμὲν ἀποβαλεῖν τὸ οὕτω σεπτὸν καὶ ἐξαίρετον κάλλος. διὸ καὶ ἀναλαμβάνεται πάλιν δι' ἁγιασμοῦ καὶ ἀρετῆς καὶ τῆς κατ' εὐσέβειαν ζωῆς. εἰ δὲ οἴονταί τινες ἐκ πολλῆς ἄγαν ἐλαφρίας ἀνθρωποειδῆ τὴν θείαν εἶναι φύσιν, πῶς Ἰουδαίοις ἔφασκεν ὁ Σωτὴρ περὶ τοῦ Θεοῦ καὶ Πατρός "Ἀμὴν λέγω ὑμῖν, οὔτε φωνὴν αὐτοῦ "ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε;" εἰ γὰρ ἦν, ὡς ἔφην, ἀνθρωποειδὴς, πῶς οὐ τεθέανται οὐκ Ἰουδαῖοι μόνον, ἀλλὰ γὰρ καὶ πάντες οἱ ἄνθρωποι τὸ εἶδος αὐτοῦ; 595 Ὅτι τὴν εὐχαριστίαν ἐν μόναις χρὴ ταῖς καθολικαῖς ἐκκλησίαις ἐκτελεῖσθαι. ΕΠΙΛΥΣΙΣ. Τὸ δέ γε δῶρον, ἤτοι τὴν προσφορὰν ἣν τελοῦμεν μυστικῶς, ἐν ἁγίαις ἐκκλησίαις ταῖς τῶν ὀρθοδόξων χρὴ προσφέρεσθαι μόναις, καὶ οὐχ ἑτέρωθί που. ἢ οἱ 7 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῦτο δρῶντες παρανομοῦσιν ἐμφανῶς. καὶ τοῦτο ἔστιν ἰδεῖν ἐκ τῶν ἱερῶν γραμμάτων. ἐκέλευε γὰρ ὁ νόμος θύεσθαι τὸ πρόβατον κατὰ τὴν ἡμέραν ἤτοι τὴν ἑορτὴν τοῦ πάσχα, καὶ ἦν εἰς τύπον Χριστοῦ· ἀλλ' "ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, φησὶ, καὶ οὐκ "ἐξοίσετε τῶν κρεῶν αὐτοῦ ἔξω." ἔξω τοίνυν ἐκφέρουσι τὸ δῶρον, οἱ μὴ ἐν τῇ μιᾷ καὶ καθολικῇ οἰκίᾳ τοῦ Χριστοῦ, τουτέστι, τῇ Ἐκκλησίᾳ, τελοῦντες αὐτό· καὶ δι' ἑτέρου δὲ νόμου τοιοῦτόν τι σημαίνεται. γέγραπται γὰρ πάλιν "Καὶ "ὃς ἐὰν θύσῃ μόσχον ἢ πρόβατον ἐν τῇ παρεμβολῇ, καὶ "ἐπὶ τὰς θύρας τῆς σκηνῆς μὴ ἐνέγκῃ, ἐξολοθρευθήσεται ἡ "ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς." οὐκοῦν οἱ ἔξω θύοντες τῆς σκηνῆς, εἶεν ἂν οὐχ ἕτεροί τινες παρὰ τοὺς αἱρετικοὺς, καὶ ὄλεθρος αὐτοῖς ἐπήρτηται τοῖς τοῦτο τολμῶσι δρᾶν.

About this text

Cyril of Alexandria, Answers to Tiberius the Deacon (Greek). SERIES on this page: Questions 1–9 CLOSEOUT.

English follows lockable Greek for CPG 5232. Modern English syncs were not used as wording. Responsiones SERIES CLOSEOUT Questions 1–9.

Witnesses

  • Copy-text PG — Responsiones ad Tiberium (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.