Question 6 rem early
Rem early: Question 6; historia and theoria toward orthodox Christology.
Greek
χεῖρα καὶ ἁψάμενος τῆς σοροῦ· οὕτω πτύσας καὶ ποιήσας πηλὸν ἔχρισε τοὺς ὀφθαλμοὺς 6 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῦ ἐκ γεννητῆς τυφλοῦ. Εἰ δὲ καὶ διῆγε πνευματικῶς, ἐννόει πάλιν, ὅτι τὰ καθ' ἡμᾶς ἀναβιβάζων εἰς πνευματικὴν πολιτείαν, αὐτὸς ἤρξατο τοῦ πράγματος ἀνθρωπίνως, ἵνα ὁδὸς καὶ ἀρχὴ γένηται τῇ ἀνθρώπου φύσει πρὸς τὸ δύνασθαι διαζῆν, οὐκέτι σαρκικῶς καὶ φιληδόνως, ἁγίως δὲ μᾶλλον καὶ πνευματικῶς. ἀρχὴ γὰρ ἡμῖν παντὸς γέγονεν ἀγαθοῦ, καὶ διὰ τοῦτο πέφηνεν ἄνθρωπος, ἵνα τῆς ἐν Ἀδὰμ ἀσθενείας ἐλευθερώσας τὴν ἡμῶν φύσιν, ὡς ἐν ἑαυτῷ καὶ πρώτῳ δείξῃ πνευματικήν. Ὁμοίως πῶς κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπος. ΕΠΙΛΥΣΙΣ. Ἐπειδὴ δέ φασι καὶ ἑτέρους ζητεῖν, πῶς δὴ κατ' εἰκόνα Θεοῦ προσήκει νοεῖσθαι τὸν ἄνθρωπον, εἶτά τινες ἀσυνέτως κομιδῆ τὴν τοῦ σώματος εἰκόνα, καὶ τὸ ὁρώμενον εἶδος αὐτό 593 φασιν καὶ οὐχ ἕτερον εἶναι τὴν πρὸς Θεὸν ὁμοίωσιν· δεῖν ᾠήθην εἰπεῖν, ὅτι πεπλάνηνται, καὶ τῆς ἀληθείας ἀφιλοθεάμονα τὴν διάνοιαν ἔχουσι. τοῦ γὰρ Σωτῆρος ἐναργῶς λέγοντος "Πνεῦμα ὁ Θεὸς," αὐτοὶ σωματοειδῆ εἶναί φασιν τὴν θείαν φύσιν, καὶ ἐν χαρακτῆρι τοιούτῳ ἐν ᾧ καὶ ἡμεῖς ἐσμέν. ἆρ' οὖν σῶμα καὶ αὐτὸς, καὶ οὐκ ἔτι πνεῦμα νοεῖται; ἀκολουθεῖ γὰρ πάντως τὰ εἴδη τοῖς σώμασιν. ἐπειδὴ δὲ πνεῦμά ἐστιν ὁ Θεὸς, ἀνείδεός που πάντως ἐστὶ, καὶ τύπου καὶ σχήματος καὶ περιγραφῆς ἐπέκεινα ἁπάσης. μεμορφώμεθα δὲ πρὸς αὐτὸν κατὰ πρῶτον μὲν καὶ κυριώτατον τρόπον, ὅσον ἂν νοοῖτο, κατ' ἀρετὴν καὶ ἁγιασμόν. ἅγιον γὰρ τὸ θεῖον, καὶ ἀρετῆς ἁπάσης πηγὴ καὶ ἀρχὴ καὶ γένεσις. ὅτι δὲ πρέποι ἂν οὕτω νοεῖσθαι μᾶλλον τὸ κατ' εἰκόνα Θεοῦ γενέσθαι τὸν ἄνθρωπον, διδάξει καὶ ὁ πάνσοφος Παῦλος τοῖς ἐν Γαλατίᾳ λέγων "Τεκνία οὓς πάλιν ὠδίνω, ἄχρις οὗ "μορφωθῇ Χριστὸς ἐν ὑμῖν." μορφοῦται μὲν γὰρ ἐν ἡμῖν δι' ἁγιασμοῦ τοῦ διὰ Πνεύματος, διὰ κλήσεως τῆς ἐν πίστει τῇ εἰς αὐτόν· ἐν δέ γε τοῖς παραβαίνουσι τὴν πίστιν, οὐκ ἐκλάμπουσιν οἱ χαρακτῆρες ὑγιῶς. διὰ τοῦτο χρῄζουσιν ἑτέρας ὠδῖνος πνευματικῆς καὶ ἀναγεννήσεως νοητῆς, ἵν' ἐναστράψαντος αὐτοῖς τοῦ Ἁγίου Πνεύματος δι' ἁγιασμοῦ τὴν θείαν εἰκόνα, πάλιν
About this text
Cyril of Alexandria, Answers to Tiberius the Deacon (Greek). SERIES on this page: Questions 1–9 CLOSEOUT.
English follows lockable Greek for CPG 5232. Modern English syncs were not used as wording. Responsiones SERIES CLOSEOUT Questions 1–9.
Witnesses
- Copy-text PG — Responsiones ad Tiberium (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.