Logos 12 rem close CLOSEOUT
Rem CLOSEOUT: unity texts secure sameness of nature. LOGOS XII CLOSEOUT.
Greek
ἑνότητα τὴν εἰς Θεὸν, καὶ γέρας ὁμολογίας καὶ πίστεως ἔχουσι τοῦτο. Ὁ δὲ τοῦ Θεοῦ λόγος δίχα τινὸς τοιούτου φυσικῶς ἐστιν ἐν Πατρὶ, καὶ ἐν ἑαυτῷ τὸν Πατέρα φέρει, καὶ ὄντως ἕν ἐστι πρὸς αὐτόν. ΑΛΛΟ. Κατὰ τὴν Ἰωάννου φωνὴν, ὁ ὁμολογήσας ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἔχει τὸν Θεὸν ἐν ἑαυτῷ μένοντα, καὶ αὐτὸς δὲ ἐν τῷ Θεῷ γίνεται. Ὡμολόγησέ τις, ὑποκείσθω γὰρ τοῦτο τῷ λόγῳ, καὶ λαβὼν Πνεῦμα τῆς ὁμολογίας δῶρον, ἐδέξατο μὲν Θεὸν ἐν ἑαυτῷ, γέγονε δὲ καὶ αὐτὸς ἐν Θεῷ. Ἀλλὰ τὸν οὕτω διατιθέντα, συμβέβηκεν ἔκ τινος διαβολικῆς ἐπηρείας μετάγνωσιν τῶν ὀρθῶς βεβουλευμένων ἐλθεῖν, ἀπέστη τε τῆς ὁμολογίας, καὶ διὰ τοῦτο τὴν χάριν ἀποβέβληκε, καὶ τοῦ θείου Πνεύματος ἔρημος γεγονώς· οὐ γὰρ ἐν τοῖς δυσφημοῦσι τὸν Υἱὸν κατοικεῖ. Ἀπώλεσε καὶ τὸ εἶναι ἐν Θεῷ, καὶ τὸ ἔχειν αὐτὸν ἐν ἑαυτῷ. Ἄνθρωπος δὲ ἦν καὶ ὁμολογήσας, καὶ ὅτε τῆς ὁμολογίας ἀπέστη. Οὐκ ἄρα φύσει πρὸς τὴν θείαν οὐσίαν μεταποιούμεθα, ἓν ὡς πρὸς τὸν Θεὸν γίνεσθαι λεγόμενοι, ἀλλὰ χάρις ἡμᾶς, καὶ ἀρετὴ συνάπτει, καὶ κακία πάλιν ἀφίστησι· καὶ εἰ ὁμολογοῦντες ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν Θεῷ γινόμεθα, ἀρνούμενοι δὲ πάντως ἀλλοτριούμεθα. Φαίνεται δὲ οὐ δῶρον ἀρετῆς τοῦτο ἔχων ὁ Υἱός. Οὐκ ἄρα οὕτως ἐστὶν ἐν Πατρὶ ὥσπερ ἡμεῖς, ἀλλ' αὐτὸς μὲν φυσικῶς καὶ ἀμεταπτώτως ἐξ αὐτοῦ γεγεννημένος, ἡμεῖς δὲ χάριτι καὶ μετοχῇ. Ὥσπερ οὖν αὐτοῦ κατὰ φύσιν ὄντος Υἱοῦ καὶ Θεοῦ, οὕτω καὶ ἡμεῖς καθ' ὁμοιότητα αὐτοῦ καὶ υἱοὶ καὶ θεοὶ χρηματίζομεν.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.