Logos 13 opening: likeness of Son to Father; not turnable nature
Thirteenth discourse. On the Son’s likeness to the Father, and that his nature is not turnable.
Likeness is natural, not moral-only; the Son is not a changeable creature.
Greek
ΛΟΓΟΣ ΙΓʹ. Περὶ ὁμοιότητος τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα· καὶ, ὅτι οὐκ ἔστι τρεπτῆς φύσεως ὁ Υἱὸς, ἢ ἔξωθεν ὑποστὰς, ἀλλ' ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν, ὡς Υἱὸς καὶ γέννημα. Ἀντίθεσις ὡς ἐκ τῶν θεομάχων. Εἰ ἀπαράλλακτος, φασὶν, εἰκών ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς, καὶ ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι, γεννάτω καὶ αὐτὸς, καὶ Υἱοῦ γενέσθω Πατήρ· οὕτω γὰρ αὐτὸν ἀκριβῶς μιμήσεται. Εἰ δὲ οὐ γεννᾷ, πῶς ἐν τῷ μὴ τίκτοντι τὸ τίκτον φαίνεται; Ἀνόμοιος γὰρ ἔσται κατὰ τοῦτο τῷ Πατρί. Πρὸς τοῦτο λύσις. Εἰ τὸ παραλλάττον οὐδὲν ἐν Θεῷ καὶ ἀνθρώποις, ἀπαιτείσθω τὸ γεννᾷν καὶ οὕτως ὡς ἄνθρωπος. Εἰ δὲ ἐξαίρετος ἡ Θεοῦ φύσις, ἔσται πάντως καὶ τῆς καθ' ἡμᾶς ἀνάγκης ἐλευθέρα. Οὐ γὰρ ὡς ἄνθρωπος ἐγέννησε Θεὸς, ἵνα καὶ ὁ τεχθεὶς ταῖς φυσικαῖς ἡμῶν ἑπόμενος ἀκολουθίαις τέκῃ, ἀλλὰ θείαν τινὰ καὶ ἄῤῥητον ἐκ Πατρὸς ἔχει τὴν γέννησιν. Εἰ δὲ ἀνάγκη τὸν γεννηθέντα γεννᾷν διὰ τὴν παρ' ἡμῖν φυσικὴν συνήθειαν, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ὑποπίπτει τὰ τῆς θεότητος ἴδια· τί τὸ κωλύον πατέρα. δοῦναι τῷ Πατρί; Οὕτω γὰρ οἱ παρ' ἡμῖν. Εἰ δὲ ἔστιν οὐκ ἔκ τινος ἀρχῆς ὁ Πατὴρ, καὶ τὴν καθ' ἡμᾶς ἀναβαίνει συνήθειαν ὡς Θεὸς, οὐδεὶς ἀναγκάσει λόγος τίκτειν τὸν Υἱόν. Ἔσται γὰρ καὶ οὕτω μᾶλλον τῷ Πατρὶ παραπλήσιος, ἄνω πάσης ἀνάγκης ὑπάρχων, ὡς Θεός. ΑΛΛΟ. Οὐκ ἄν τις εἴποι νοῦν ἔχων, ἀνόμοιον φαίνεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἐπεὶ μὴ καὶ αὐτὸς ἐγέννησε, μηδὲ υἱοῦ γέγονε πατήρ. Ἀλλὰ μᾶλλον καὶ διὰ τοῦτο θαυμαστήν τινα καὶ ἀκριβεστάτην ὄψεται τοῦ Πατρὸς ἐν Υἱῷ τὴν εἰκόνα. Ὥσπερ γὰρ ὁ Πατὴρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὢν, ἀεὶ μένει Πατὴρ, καὶ εἰς Υἱὸν οὐ μεταβάλλεται, οὕτως ὁ ἐξ αὐτοῦ Λόγος Υἱὸς προελθὼν, μένει τοῦθ' ὅπερ ἐστὶ, τοῦ Πατρὸς τὸ ἀναλλοίωτον καὶ διὰ τούτου δεικνύων ἐν ἑαυτῷ. Ὅμοιος οὖν καὶ κατὰ τοῦτο Πατρί. Ἐρώτησις Ἀρειανῶν, δι' ἧς, ὡς οἴονται, δεικνύουσιν ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱόν. Αὐτεξούσιος, φασὶν, ἐστὶν ὁ Υἱὸς, ἢ οὐκ ἐστίν. Εἰ μὲν οὖν αὐτεξούσιός ἐστι, προαιρέσει φαίνοιτ' ἂν εἰκότως καλός. Τὸ δὲ προαιρέσει καὶ οὐ φύσει περί τι κρατούμενον, δύναιτ' ἂν ἐφ' ἕτερα μεταβάλλεσθαι, καὶ ἐφ' ὅπερ ἂν ἡ τῆς προαιρέσεως γένοιτο ῥοπὴ, ἐκεῖ πάντως ἔσται τὸ προαιρέσει διοικούμενον. Τροπὴ δὲ τοῦτο καὶ πάθος.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.