Logos 23 opening: all given into the Son’s hand
Twenty-third discourse. On “the Father loves the Son and has given all into his hand,” and kindred receiving texts.
Receiving language is kept with shared possession: all the Father has is the Son’s.
Greek
ΛΟΓΟΣ ΚΓʹ. Εἰς τὸ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ εἰς τὸ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Καὶ εἰς τὸ, Οὐ δύναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν· ἀλλὰ καθὼς ἀκούω, κρίνω· καὶ ὅσα τούτοις ὅμοιά ἐστι ῥητά. Ἀντίθεσις ἐκ τῶν αἱρετικῶν.Καὶ πῶς ἂν δύναιτο, φασὶ, κατ' οὐσίαν ὅμοιος εἶναι τῷ Πατρὶ ὁ Υἱὸς, ὁ λέγων εἰληφέναι πάντα παρὰ τοῦ Πατρός, Ἔχων γὰρ, οὐκ ἂν ἐδέξατο. Ἐπειδὴ δὲ φαίνεται λαβὼν, ὡς αὐτός φησι, δῆλός ἐστιν οὐδὲν ἔχων ἐξ ἑαυτοῦ. Πρὸς τοῦτο λύσις. Ὅταν οὖν ἀκούσῃς λέγοντος τοῦ Υἱοῦ, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι, καὶ τὰ ἐμὰ πάντα τοῦ Πατρός ἐστι, τί ἄρα ποιήσεις, αἱρετικέ; Εἰ γὰρ οὐδὲν ἔχει, καθ' ὑμᾶς, ὁ Υἱὸς ἐξ ἑαυτοῦ, ἔχει τοῦτο καὶ ὁ Πατήρ· καὶ εἰ πάντα ἔχει φυσικῶς ὁ Πατὴρ, ἔχει τοῦτο καὶ ὁ Υἱός. Ἀνάγκη τοίνυν, ἢ τὸ μηδὲν ἔχειν δύνασθαι λέγοντας τὸν Υἱὸν, περιθεῖναι τοῦτο καὶ τῷ Πατρὶ, ἵν' ἔχων φαίνηται τὰ τοῦ Υἱοῦ· ἢ εἰ τοῦτο φευκτέον, ἀνάγκη συνομολογεῖν κεκτῆσθαι τὸν Υἱὸν ὅσα καὶ ὁ Πατήρ. Τοῦ Πατρὸς γὰρ ἔφησεν εἶναι πάντα τὰ ἑαυτοῦ, καὶ αὐτὸς ἔχειν πάντα τοῦ Πατρός. 75.381 ΑΛΛΟ, διηγηματικῶς. Οὐ διὰ τὸ μὴ ἔχειν ὁ Υἱὸς, εἰληφέναι λέγεται παρὰ τοῦ Πατρός. Ἔχει γὰρ φυσικῶς, ἴδιος ὢν αὐτοῦ Λόγος καὶ ἀπαύγασμα, πάντα τὰ αὐτοῦ, δίχα μόνου τοῦ εἶναι καὶ λέγεσθαι Πατήρ. Λέγει δὲ εἰληφέναι παρὰ τοῦ Πατρὸς, προαναιρῶν ὡς Θεὸς τὰς τῶν αἱρετικῶν ὑπονοίας. Ἵνα γὰρ μή τις τὸν Υἱὸν θεωρῶν πάντα τὰ τοῦ Πατρὸς ἔχοντα ἐκ τῆς πολλῆς λίαν ὁμοιότητος καὶ ἀπαραλλάκτου ταυτότητος νομίσῃ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν, καὶ εἰς τὴν Σαβελλίου πλάνην ἐκπέσῃ, ἀναγκαίως εἰληφέναι φησὶ παρὰ Πατρὸς, φυσικῶς τοῦτο ἔχων· ἵν' ὁ λόγος εἰσφέρων ἕνα μὲν τὸν διδόντα, δεύτερον δὲ τὸν δεχόμενον, ἐν ἰδιαζούσαις ὑποστάσεσι δυάδα δεικνύῃ οὐ μόνοις ὀνόμασι διαστελλομένην. Ἴδιος δὲ ὢν τοῦ Πατρὸς ὁ Λόγος, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν, πάντα μὲν τὰ τοῦ Πατρ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.