Logos 23 rem early
Rem early: all given into the Son’s hand.
Greek
ὸς ἀϊδίως ἔχει. Παρ' αὐτοῦ δέ φησιν εἰληφέναι διὰ τὸ ἐξ αὐτοῦ προελθεῖν, φυσικῶς ἔχων τὰ πάντα προσόντα αὐτῷ. ΑΛΛΟ. Οὐδὲν εἰς τὸν θεότητος λόγον τὸν Υἱὸν ἀδικήσει τὸ λέγειν· Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου· ἀλλὰ μᾶλλον ἀποδεικνύει σαφῶς κατὰ φύσιν ὄντα Υἱόν. Εἰ γὰρ πάντα αὐτῷ παρεδόθη, ἐν δὲ τῷ πάντα εἰπεῖν οὐδὲν ἀφῆκεν ἐκτός· οὐκ ἄρα εἷς ἐστι τῶν πάντων, ἅπερ καὶ εἰληφέναι φησὶν, ἀλλ' ἰδιάζουσαν ἐκ Πατρὸς τὴν γέννησιν ἔχει. Υἱὸς δὲ ὢν κατὰ φύσιν, ἔχει πάντως τὰ τοῦ γεννήσαντος ἴδια. Ἴδιον δὲ τοῦ γεννήσαντος τὸ πάντα ἔχειν· οὐκ ἄρα ἐνδεής τινος ὁ Υἱός. ΑΛΛΟ. Εἰ πάντα αὐτῷ παρεδόθη, καθά φησιν αὐτὸς, καὶ δέδοται ἐν τῇ χειρὶ αὐτοῦ, οὔτε τῶν πάντων εἷς ἔσται, ἀλλὰ καὶ μόνος φανεῖται κληρονόμος, ὡς Υἱός. Εἰ γὰρ εἷς ὢν καὶ αὐτὸς τῶν πάντων ἐτύγχανε, κατηριθμεῖτο ἂν ἐν τοῖς πᾶσι, καὶ οὐκ ἂν ἦν κληρονόμος. Ἐπειδὴ δὲ φαίνεται πάντα λαβὼν φυσικῶς τε καὶ οὐσιωδῶς, δηλονότι διατρεχούσης εἰς αὐτὸν τῆς τοῦ γεννήσαντος ἀρχῆς τε καὶ κυριότητος, ἄλλος ἐστὶ τῶν πάντων ἐξ ἀνάγκης, καὶ μόνος ἴδιος τοῦ Πατρὸς Υἱός. ΑΛΛΟ, διηγηματικῶς. Εὑρίσκεταί που λέγων ὁ Σωτήρ· Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ· ὅπερ ἀκόλουθον οὕτω νοεῖν. ∆ιὰ μὲν γὰρ τοῦ λέγειν, ∆έδωκε, τὸ ἐκ Πατρὸς ἔχειν φυσικῶς σημαίνει, καὶ καθ' ὑπόστασιν ἕτερον ἑαυτὸν πρὸς τὸν δεδωκότα δεικνύει· ἕτερον δὲ λέγω μόνον τῷ ἀριθμῷ. ∆ιὰ δὲ τοῦ λέγειν, Ὥσπερ ἔχει ὁ Πατὴρ, οὕτως ἔχει καὶ ὁ Υἱὸς, δῆλός ἐστιν ἐκεῖνο διδάσκων, ὅτι ὥσπερ ἀϊδίως ἔχει ὁ Πατὴρ ἐν ἑαυτῷ τὴν ζωὴν, οὕτω καὶ ὁ Υἱὸς ἀϊδίως ἔχει ζωὴν ἐν ἑαυτῷ. Εἰ μὲν οὖν τολμᾷ τις λέγειν εἶναι χρόνον ὅτε ζωὴν οὐκ εἶχεν ὁ Πατὴρ ἐν ἑαυτῷ, κρατεῖν ἀνάγκη 75.384 τοῦτο καὶ ἐφ' Υἱοῦ. Εἰ δὲ τοῦτο ἀσεβὲς, ἔχειν δὲ δώσομεν ἀεὶ τὸν Πατέρα ζωὴν ἐν ἑαυτῷ, ἔσται τοῦτο καὶ ἐφ' Υἱοῦ· τοῦτο γάρ ἐστι τὸ οὕτως ἔχειν αὐτὸν, ὥσπερ καὶ ὁ Πατήρ. Εἰ δὲ ἀεὶ ἔχων, εἰληφέναι λέγει, οἰκονομεῖ τι σοφὸν ἡ φωνὴ, καὶ οὐδὲν εἰς τὸν τῆς φύσεως λόγον ἀδικήσει τὸν Υἱόν. ΑΛΛΟ. Εἴ τις τῷ ἐκ τοῦ φωτὸς ἀπαυγάσματι περιθείη φωνὴν, εἶτα τοῦτο λέγοι· Πάντα μοι δέδωκε τὸ φῶς τὰ ἑαυτοῦ, φωτίζω γὰρ ὥσπερ ἐκεῖνο· ἆρ' εὐλόγως ἂν εἴποι μὴ ἐσχηκέναι ποτὲ τὸ ἀπαύγασμα τοῦ φωτίζειν τὴν δύναμιν; καὶ πῶς ἀπαύγασμα ἦν; Εἰ δὲ καὶ φωτίζειν δυνάμενον διὰ τὸ πάντα τὰ τοῦ φωτὸς ἔχειν, καὶ γεννᾶσθαι πάλιν ἐξ ἑαυτοῦ, εἰληφέναι λέγει παρ' αὐτοῦ, πῶς οὐκ ἄτοπον μὴ καὶ πλέον τι τοῦ παραδείγματος νοεῖν ἐπὶ τοῦ Θεοῦ Λόγου; Πάντα γὰρ ἔχων φυσικῶς ἐκ Πατρὸς, εἰληφέναι φησὶν ἐξ αὐτοῦ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι, μετὰ πάντων ὧν ἔχει. ΑΛΛΟ, εἰς τὸ, Ἐδόθη μοι πᾶσα ἐξουσία· καὶ, ∆όξασόν σου τὸν
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.