Logos 24 rem early
Rem early: human affections of the Savior.
Greek
οὺς παραγεγονότας αὐτὸν συλλαβέσθαι· Ἐγώ εἰμι; Πῶς ἐφοβεῖτο τὸν θάνατον ὁ λέγων· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· καὶ· Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ; Οὐκ ἦν οὖν ἄρα καθ' ἑαυτὸν ὁ τοῦ Θεοῦ Λόγος ὁ τὸν θάνατον ὑποπτήξας· ἀλλ' ἦν ἐν αὐτῷ τὸ ἀνθρώπινον πεφυκὸς τοῦτο πάσχειν ἀεί. ΑΛΛΟ, διηγηματικῶς. Ἀνάγκη πᾶσα τοὺς ὀρθῶς ἐθέλοντας νοεῖν τὰ παρὰ ταῖς θείαις εἰρημένα Γραφαῖς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τὸν καιρὸν ἐξετάζειν καὶ τοὺς χρόνους καθ' οὓς ἢ αὐτὸς εἰρηκώς τι περὶ ἑαυτοῦ φαίνεται, ἢ αἱ θεῖαι Γραφαὶ περὶ αὐτοῦ. Εἰ μὲν οὖν πρὶν γένηται σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, ἢ κλαύσας ὁρᾶται πώποτε, ἢ θάνατον φοβηθεὶς, ἢ ἕτερόν τι τῶν ἀνθρωπίνων ὑπομείνας, κρατείτω καὶ νῦν τὰ εἰρημένα περὶ αὐτοῦ. Εἰ δὲ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ τὰς τοιαύτας φωνὰς περὶ αὐτοῦ εἰρήκασιν αἱ θεῖαι Γραφαὶ, τί μὴ μᾶλλον ἀνθρωπίνως εἰρῆσθαι τὰ τοιαῦτα φήσομεν, ἵνα τὸ ἐκ τῆς βλασφημίας διαφύγωμεν κακόν; ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ὁ κλαύσας, φασὶ, καὶ φοβηθεὶς, καὶ περίλυπος γεγονὼς, πῶς ἔσται φύσει Θεός; Ἀνθρώπων γὰρ ἴδια τὰ τοιαῦτα. 75.393 Πρὸς τοῦτο λύσις. Ὁ τὸν Λάζαρον ἀναστήσας ἐκ νεκρῶν, καὶ τὸ ὕδωρ εἰς οἶνον μεταποιήσας, καὶ τὸ βλέπειν χαρισάμενος τῷ ἐκ γενετῆς τυφλῷ, εἰρηκώς τε ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, πῶς οὐκ ἔσται φύσει Θεός; Θεότητος γὰρ ἔργα φαίνεται τὰ γενόμενα. Εἰ δὲ ἐκ τῶν ἀνθρωπίνως εἰρημένων ἢ καὶ γενομένων σκανδαλίζεσθε, διὰ ποίαν αἰτίαν οὐκ ὠφελεῖσθε δι' ἐκείνων, ὅσα καὶ ποιήσας καὶ λαλήσας θεοπρεπῶς εὑρίσκεται; Καὶ πάλιν, εἰ δι' ἐκείνων εἰς τὸ νοεῖν τι ταπεινὸν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ καταβαίνετε, τί μὴ διὰ τούτων εἰς τὸ μεγάλα καὶ ὑψηλὰ νοεῖν ἀναβαίνετε; Ὁ γὰρ ἐκεῖνα ταπεινῶς εἰρηκώς τε καὶ παθὼν, καὶ ταῦτα ὑψηλῶς, ὡς Θεὸς, εἶπέ τε καὶ πέπραχεν. Οὐκοῦν ἡ τῆς ἐνανθρωπήσεως αἰτία, καὶ ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία, πρόφασις ἦν ἀναγκαία τοῦ γενέσθαι τινὰ καὶ ἀνθρώπινα. ΑΛΛΟ. Ἐξεταζέσθω τῆς ἐνσάρκου παρουσίας ἡ οἰκονομία, καὶ τῆς ἐνανθρωπήσεως ὁ τρόπος, καὶ πόῤῥω παντὸς κείσονται σκανδάλου τινὲς τῶν ἀκροωμένων, ὅσα περὶ τοῦ Σωτῆρος ἀνθρωπινώτερον λέγουσιν αἱ θεῖαι Γραφαί. Σκοπὸς τοίνυν τῷ ἐνανθρωπήσαντι Λόγῳ δεῖξαι σαφῶς, ὅτιπερ ὄντως σάρκα περιεβάλλετο, καὶ γέγονεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς Λόγος (οὐ γὰρ ἦν ἑτέρως διασωθῆναι τὸ ἀνθρώπινον γένος)· ἀλλ' ἵνα μή τις ἀκούων ὅτι γέγονε σὰρξ, μεταπεποιῆσθαι τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον ὑπολάβῃ, καὶ ἕτερόν τι γενέσθαι παρ' ὅπερ ἦν ἐξ ἀρχῆς, ἀναγκαίως ποτὲ μὲν τὰς ἀνθρώπῳ πρεπούσας ἀφίησι φωνάς· ποτὲ δὲ δεικνύει πράγματα θεότητι μό
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.