Logos 24 rem mid
Rem mid: solutions against creaturely readings.
Greek
· ὥστε καὶ αὐτὸν συναριθμεῖσθαι τῇ κτίσει, τὸν ταύτης ὄντα ποιητήν. Ἢ τοίνυν ἀπόδος τῷ Υἱῷ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα, καὶ οὐχ εὑρήσεις τὸν ἐν ἰσότητι τοῦ Πατρὸς ὄντα Λόγον καθ' ἑαυτὸν, ᾗ Λόγος ἐστὶ, κλαίοντα ἢ λυπούμενον, ἢ φόβῳ βαλλόμενον· ἢ εἰ μὴ πιστεύεις λέγοντι αὐτῷ, ὅτιπερ ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα, μηδὲ ὅτι λελύπηται λέγοντι πιστεύσῃς· καὶ οὕτως ἔσῃ μετὰ τῶν ἀπίστων Ἰουδαίων, οὐδὲν ὅλως τῶν παρὰ τοῦ Σωτῆρος εἰρημένων δεχόμενος. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Γέγονεν οὖν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος· οὐκ εἰς ἄνθρωπον ἦλθεν, ὥσπερ ἐν τοῖς προφήταις· ἀλλ' ὄντως τοῦτο γέγονεν ὅπερ καὶ ἡμεῖς, δίχα μόνης ἁμαρτίας. Ἔστιν οὖν Θεὸς μὲν, ᾗ Λόγος ἐστὶ τοῦ Πατρὸς, καὶ τῆς οὐσίας αὐτοῦ τὸ ἴδιον· ἄνθρωπος δὲ, καθὸ γέγονε σὰρξ, ὡς γέγραπται, καὶ τὴν ἡμῶν περιεβάλετο σάρκα. Ὅρον οὖν ἐχούσης τοῦτον τῆς πίστεως τῆς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, διακρινέσθωσαν αἱ περὶ αὐτοῦ φωναὶ κατὰ τὸν λόγον τὸν πρέποντα. Κἂν ἀκούσῃς· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, μίαν ὅρα τὴν θεότητα τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς, καὶ Θεὸν ἐννόει τὸν Υἱὸν ἐκ τῆς οὐσίας ὄντα τοῦ Πατρός. Ἐὰν δὲ πάλιν ἀκούσῃς περὶ αὐτοῦ, ὅτι ἔκλαυσε καὶ ἐλυπήθη, καὶ ἐπτοήθη, καὶ ἀδημονεῖν ἤρξατο, ἐννόει πάλιν ἄνθρωπον ὅντα μετὰ τὸ εἶναι Θεὸν, καὶ ἀνατίθει τῇ ἀνθρωπότητι τὰ αὐτῇ χρεωστούμενα. Ἐπειδὴ γὰρ θνητὸν καὶ φθαρτὸν ἀπέλαβε σῶμα, καὶ τοῖς τοιούτοις πάθεσιν ὑποκείμενον, ἀναγκαίως μετὰ τῆς σαρκὸς καὶ τὰ αὐτῆς ἰδιοποιεῖται πάθη καὶ αὐτῆς ὑπομενούσης αὐτὰ, ὡς αὐτὸς ὑπομένων λέγεται. Οὕτως γάρ φαμεν ὅτι καὶ ἐσταυρώθη καὶ ἀπέθανε, τοῦτο παθούσης τῆς σαρκὸς, οὐκ ἰδίᾳ καὶ καθ' ἑαυτὸν τοῦ Λόγου· ἀπαθὴς γάρ ἐστι καὶ ἀθάνατος. Οὐκοῦν ὀρθοδόξως ἐκληψόμεθα τὰ εἰρημένα, τῇ μὲν θεότητι νέμοντες τὰ θεοπρεπῆ, ἀνατιθέντες δὲ τῇ σαρκὶ τὰ δι' αὐτὴν καὶ ὡς ἐξ αὐτῆς εἰρημένα διὰ τῶν ἐν ἡμῖν φυσικῶν κινημάτων· ὧν ὁ νοῦς ἔχων τὴν αἴσθησιν, ἀναβλύζει διὰ γλώττης τὰ ἐν βάθει κατὰ τὸ ἀφανὲς ἀφώνως ψιθυριζόμενα. ΑΛΛΟ, διηγηματικῶς. Γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ' ἵνα πάντα τὰ ἑαυτοῦ ταῖς ἡμῶν 75.397 ἀσθενείαις ἀναμίξας τρόπον τινὰ καὶ συγκεράσας, νευρώσῃ τὴν ἀνθρώπου φύσιν, καὶ πρὸς τὴν ἑαυτοῦ μεταποιήσῃ στεῤῥότητα. Ὅταν οὖν φαίνηται δειλιῶν τὸν θάνατον καὶ λέγων· Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐννόει πάλιν ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ, ἐδιδάσκετο φορουμένη παρὰ τοῦ Λόγου μηκέτι τοῦτο πάσχειν. Ἔλεγε γὰρ πρὸς τὸν Πατέρα· Οὐχ ὡς ἐγὼ θέ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.