Logos 25 opening: firstborn of all creation; not creature
Twenty-fifth discourse. On “firstborn of all creation,” that the Son is not a creature.
Firstborn is balanced by Only-begotten so creatural ranking does not swallow the Son.
Greek
ΛΟΓΟΣ ΚΕʹ. Εἰς τὸ, Πρωτότοκος πάσης κτίσεως, ὅτι οὐ κτίσμα ὁ Υἱός. Ἀντίθεσις ἐκ τῶν χριστομάχων. Εἰ μὴ κτίσμα, φασὶν, ὑπάρχει ὁ Υἱὸς, οὐκ ἂν ἐκλήθη πρωτότοκος πάσης κτίσεως· ὡς γὰρ πολλὴν ἔχων πρὸς τὰ γεγονότα τὴν εὐγένειαν, εἰ καὶ πρῶτος αὐτῶν εἴη καὶ πρὸ πάντων ἐστὶ, καὶ ταύτῃ κέκληται τῇ ἐπωνυμίᾳ. Πρὸς τοῦτο λύσις. Πρὸς μὲν τὰ τοιαῦτα τῶν αἱρετικῶν προβλήματα οὐ χαλεπὸν ἀντιλέγειν. Ἐκεῖνο δὲ χρὴ πρῶτον εἰπεῖν· Εἰ τὸ πρωτότοκος ὄνομα συγκατατάττει τῇ κτίσει τὸν Υἱὸν, ὑπεξελεῖται πάντως αὐτὸν ἡ τοῦ Μονογενοῦς προσηγορία· ὥσπερ γὰρ οὐκ ἄν τις καλοῖτο πρωτότοκος, εἰ μὴ πολλοὺς ἔχοι τοὺς ἀδελφοὺς, ὧν ἐστι καὶ πρωτότοκος, οὕτως οὐκ ἂν εἴη μονογενὴς, εἰ μὴ μόνος ὑπάρχοι, ἑτέροις τισὶν οὐ συναριθμούμενος. Πῶς οὖν ἐστι καὶ πρωτότοκος καὶ μονογενής; ∆εῖ γὰρ ἢ ἐκεῖνο κρατεῖν ἢ τοῦτο. Ἐπειδὴ δὲ ἡ θεία Γραφὴ ἀμφοτέροις αὐτὸν ἀποκαλεῖ τοῖς ὀνόμασι, ζητεῖν ἀναγκαῖον τοὺς ὅσοι ταῖς θείαις Γραφαῖς προσβάλλουσιν ἀκριβῶς, πῶς μὲν ἔσται πρωτότοκος, κατὰ τίνα δὲ τρόπον καὶ μονογενής. Μονογενὴς μὲν οὖν, καθὸ Λόγος ἐστὶν ἐκ Πατρὸς, ἀδελφοὺς κατὰ φύσιν οὐκ ἔχων, οὐδὲ ἑτέρῳ τινὶ συνταττόμενος εἷς γὰρ καὶ μόνος ὁ Υἱὸς τοῦ Θεοῦ· πρωτότοκος δὲ οὐχ ἁπλῶς, οὐδὲ ἀπολελυμένως, ἀλλ' ἐν πολλοῖς ἀδελφοῖς, καθὰ γέγραπται. Πότε οὖν ἄρα γέγονεν ἡμῶν ἀδελφὸς, εἰ μὴ ὅτε τὴν ἡμῶν περιεβάλετο σάρκα; Οὐκοῦν τότε 75.404 πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν υἱοὺς ἀπέδειξε Θεοῦ. ΑΛΛΟ. Πρωτότοκος πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρῶτος αὐτῆς κατὰ χρόνον ὑπάρχων, οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμασιν ὑπάρχων οὐσίας, ἀλλὰ καθάπερ ἤδη προείρηται, διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Ἐπιτηρῆσαι δὲ ὅμως κἀκεῖνο καλὸν, μονογενὴς καλεῖται καὶ πρωτότοκος. Ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ συμπεπλεγμένης αἰτίας, καθ' ἥν ἐστι μονογενὴς, τοῦτο καλεῖται, ἀλλ' ἀπολελυμένως, μονογενὴς Θεὸς ὁ ὢν
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.