Logos 25 rem early
Rem early: firstborn of all creation; not creature.
Greek
εἰς τὸν κόλπον τοῦ Πατρός. Ὅτε δὲ πρωτότοκον αὐτὸν αἱ θεῖαι καλοῦσι Γραφαὶ, εὐθὺς ἐπιφέρουσι καὶ ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι' ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. Φασὶ γὰρ, Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, καὶ Πρωτότοκος ἐκ τῶν νεκρῶν. Ἐπειδὴ γὰρ ἔδει τὸν Υἱὸν τοῦ Θεοῦ κατὰ φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἄνθρωπος τοῦτο μὴ ἀπολέσαι, εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως. Οὐ γὰρ καθὸ γέγονεν ἄνθρωπος, ἐλάττων ἔσται τινὸς ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει· ἀλλὰ καὶ οὕτω πρωτεύσει καὶ καθηγήσεται πάσης ὁμοῦ κτίσεως, ἅτε δὴ ποιητὴς ὑπάρχων αὐτῆς καὶ Κύριος. Οὕτω καὶ ὁ εὐαγγελίστης φησίν· Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. ΑΛΛΟ. Εἰ, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, ἄλλος ἔσται τῶν πάντων. Ἐν γὰρ τῷ εἰπεῖν πάντα, οὐδὲν ἀφῆκεν ἐκτὸς ὃ μὴ γέγονεν δι' αὐτοῦ. Οὐκοῦν κτίσμα μὲν ὁ Υἱὸς οὐκ ἔσται, κτίστης δὲ μᾶλλον τῶν πάντων, καθὰ γέγραπται. Οὐ γὰρ εἴρηκεν ἡ θεία Γραφὴ, ὅτιπέρ ἐστι πρωτότοκος τῶν ἄλλων κτισμάτων, ἵνα μὴ ὄντως ὡς ἐξ αὐτῶν εἶναι νοοῖτο, ἀλλὰ πάσης κτίσεως πρωτότοκον αὐτὸν εἶναί φησιν, ἵνα διὰ τοῦτο, ὡς εἰπεῖν, ὅλης ὁμοῦ τῆς κτίσεως ἐν μέρει κειμένης, ἕτερος εἶναι παρ' αὐτὴν πιστεύηται. Ὁ δὲ ἔξω πάσης ὑπάρχων κτίσεως, οὐκ ἂν εἴη κτιστῆς οὐσίας, ἀλλ' ἕτερος παρὰ ταύτην. Καὶ γοῦν ἡ θεία Γραφὴ τὴν τοιαύτην ἐπιτήρησιν εἰδυῖα σαφῶς, οὐκ ἐκάλεσε τὸν Ῥουβὴμ πρωτότοκον πάντων τῶν τέκνων τοῦ Ἰακὼβ, ἵνα μὴ ἕτερος εἶναι παρὰ τούτους νομίζηται· ἀλλὰ μετὰ πολλῆς ἀκριβείας πρωτότοκον αὐτὸν εἶναί φησι τοῦ Ἰακὼβ καὶ τῶν ἀδελφῶν αὐτοῦ. ΑΛΛΟ. Εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκον πάσης κτίσεως τὸν Υἱὸν, τῇ κτίσει συγκαταριθμεῖν αὐτὸν ἐπιχειροῦσί τινες, ἔσται καὶ αὐτὸς ἐν τοῖς πᾶσιν. Εἰ δέ τις δοίη τοῦτο κρατεῖν, ἑαυτοῦ πρωτότοκος ἔσται, καθὸ πάσης κτίσεως πρωτότοκος ὢν, καὶ αὐτὸς ἐν τοῖς πᾶσίν ἐστιν. Ἔσται οὖν ἑαυτοῦ καὶ πρῶτος καὶ δεύτερος. Εἰ μὲν γὰρ διὰ τὸ πάσης κτίσεως εἶναι πρω 75.405 τότοκος, ἔξω τῶν πάντων αὐτὸν κεῖσθαι νοήσαιμεν, πρῶτος ἔσται τῶν πάντων. Εἰ δὲ τοῖς πᾶσι καὶ αὐτὸς συνταχθήσεται, ἑαυτοῦ κατὰ χρόνον ἔσται δεύτερος· πρῶτος μὲν κατ' ἐκεῖνον τὸν τρόπον, δεύτερος δὲ κατὰ τοῦτον. ΑΛΛΟ. Εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκος πάσης κτίσεως, εἶς ἔσται καὶ αὐτὸς τῶν κτισμάτων, γέγονε δὲ πάντα δι' αὐτοῦ, ἑαυτοῦ ποιητὴς ἔσται, καθ' ὑμᾶς, καὶ ὁ κτίζων κτίζεται, καὶ τοῦτο δι' ἑαυτοῦ. Εἰ γὰρ ἐν τοῖς πᾶσίν ἐστι καὶ πάντα δι' αὐτοῦ, ἀληθὲς ἔσται τὸ εἰρημένον. Καὶ εἰ πᾶσα ἡ κτίσις ἐν αὐτῷ συνέστηκε, πῶς εἶς τῶν πάντων εἶναι δύναται, ὁ τοῖς πᾶσι τὸ συνεστάναι διδούς; ΑΛΛΟ διηγη
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.