Logos 25 rem close CLOSEOUT
Rem CLOSEOUT: firstborn of all creation. LOGOS XXV CLOSEOUT.
Greek
οῦ καρπὸς ἀποκυηθεὶς ἀγαθός. ΑΛΛΟ. Εἰ πρωτότοκος ἐκ Θεοῦ, ὡς τῶν πολλῶν πρῶτος γεννηθεὶς, ἔστι δὲ καὶ ἐκ Παρθένου πρωτότοκος, εἴη ἂν καὶ ἐξ αὐτῆς ὡς πρῶτος ἑτέρων. Εἰ δὲ μόνος, ἀλλ' οὐ πρὸ ἄλλων γεννηθεὶς ἐκ Μαρίας, πρωτότοκος αὐτῆς κέκληται· καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ' ὡς μόνος γεννηθείς. ΑΛΛΟ. Εἰ διὰ τοῦτο πρωτότοκος, ὅτι τῶν ἄλλων πρῶτος γεγέννηται, τὸ δὲ πρῶτον γεννώμενον οὐ διοίσει τῶν ἐκ τοῦ αὐτοῦ μετ' αὐτὸ γεννηθέντων, οὐδὲ ὁ Υἱὸς ἄγα τῶν μετ' αὐτὸν εἴη ἂν κρείττων. Εἰ δὲ τὸ ποιοῦν τοῦ ποιουμένου κατὰ πάντα διαφέρει, ποιεῖ δὲ ὁ Υἱὸς, διαφέροι ἂν τῶν πάντων· καὶ πῶς ἂν τῶν 75.412 ἑαυτοῦ δημιουργημάτων εἴη πρωτότοκος, ὃς πρῶτος τῆς Υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος; ΑΛΛΟ. Εἰ τὰ πρῶτα τῶν δευτέρων αἴτια ὡμολόγηται, πρῶτον δὲ ἦν Θεὸς καὶ Θεοῦ Υἱὸς, τῶν ἄρα λεγομένων καὶ αἴτιος ὁ Υἱὸς, ὡς ἐξ ἐκείνου. Ὁ ἄρα αἴτιος τῶν δευτέρων υἱῶν, εἰ λέγοιτο πρωτότοκος, οὐχ ὡς πρῶτος ἐκείνων ὑπάρξας, ἀλλ' ὡς πρῶτος τῆς υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος. ΑΛΛΟ. Εἰ διὰ τοῦτο πρωτότοκος ὅτι πρῶτος γέγονε, τῷ δὲ πρῶτον, ἀλλ' οὐ μόνον τι πεποιηκότι, μετὰ τὸ πρῶτον ἕπεται πεποιηκέναι καὶ ἕτερα· ὁ Υἱὸς ἄρα πεποίηκεν οὐδέν. Ἐπεὶ δὲ πεποίηκεν, οὐχ ὡς κτισθεὶς πρωτότοκος, ἀλλ' ὡς τῶν πάντων ἐν αὐτῷ κτισθέντων τῶν τε ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς. ΑΛΛΟ. Εἰ διὰ τὴν τῶν κτισμάτων πάροδον ὑπέστη, χάριν αὐτοῖς ἕξει, ὅτι τῆς γενέσεως αὐτοῦ γεγόνασιν αἴτια. ΑΛΛΟ. Εἰ ἐπεὶ μὴ ἔφερεν ἡ κτίσις αὐτουργοῦντα τὸν ἀγένητον, διὰ τοῦτο δημιουργεῖ ὁ Υἱὸς, μέση τις ἂν εἴη αὐτὸς δύναμις, καὶ οὔτε αὐτὸς ἂν εἴη ἀγένητος· οὐκ ἂν γὰρ ἔφερεν αὐτὸν ἡ κτίσις, οὐδ' αὖ τῶν γινομένων· οὐ γὰρ ἔφερεν αὐτὸς τὸν ἀγένητον. Τούτων δ' ὁπότερον οὐκ ὄντος αὐτοῦ, λείπεται γέννημα αὐτὸν τῆς ἀγεννήτου φύσεως ὁμολογεῖν. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ Θεὸς ἀληθινὸς, φησὶν, ἔστιν ὁ Υἱὸς, πῶς αὐτὸν τοῖς γενητοῖς συναριθμεῖ καὶ ἡ θεία Γραφὴ λέγουσα, Πρωτότοκος πάσης κτίσεως; Ἀνάγκη γὰρ πᾶσα τοιοῦτον εἶναι καὶ αὐτὸν κατὰ φύσιν, ὁποῖά περ ἂν ὑπάρχῃ καὶ τὰ ὧν ἐστι πρῶτος. Πρὸς ταῦτα λύσις. Ἀσεβὴς ὁ λόγος, καὶ πολλὴν ὠδίνων τὴν ἀτοπίαν. Εἰ γὰρ ἔσται τοῖς μετ' αὐτὸν γεγονόσιν ἀναγκαίως ὁ Υἱὸς παραπλήσιος, ἐπεὶ καὶ πρωτότοκος αὐτῶν καλεῖται, γέγονε δὲ οὐκ ἄνθρωπος μόνον, ἀλλὰ καὶ ζῶα πολλὰ καὶ διάφορα, ὥρα λοιπὸν δυσσεβοῦντας ὑμᾶς ἀδεῶς, ὦ χριστομάχοι, λέγειν ὅτι καὶ τοῖς ἀλόγοις ζώοις ὁ αὐτός ἐστι κατὰ φύσιν ὁ Υἱός. Οὐκοῦν οὐ πάντως ἔσται συγγενὴς ὧν καὶ πρωτότοκος εἶναι λέγεται· καλεῖται δὲ τοῦτο, δεικνυούσης ἡμῖν τῆς θείας Γραφῆς, ὅτι πάντες ἐν Υἱῷ καὶ δι' Υἱοῦ πρὸς τὸ ἴσον αὐτῷ σχῆμα
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.