Logos 26 opening: not mine to give seats at right/left
Twenty-sixth discourse. On the Zebedee request: “to sit at my right or left is not mine to give.”
Refusal of that gift is read without denying equality of power with the Father.
Greek
ΛΟΓΟΣ Κ ςʹ. Εἰς τὸ εἰρημένον ἐπὶ τοῖς υἱοῖς Ζεβεδαίου, τὸ, Καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, εἴπερ ἦν ἐν ἰσότητι τοῦ Πατρὸς, ἔφησεν ἂν ἐπὶ τοῖς Ζεβεδαίου παισίν· Οὐκ ἔστιν ἐμὸν δοῦναι; Τοῦτο γὰρ διαῤῥήδην οὐκ ἔχοντος ἐξουσίαν ἐστιν, οὐδὲ δυναμένου παρασχεῖν ὅσπερ ἦν ἐκείνοις ἐν εὐχῇ. Οὐκοῦν οὐδὲ ἴσος τῷ Πατρὶ τῷ πάντων ἔχοντι τὴν ἐξουσίαν. Πρὸς τοῦτο λύσις. Πολλὴν, ὦ θεομάχοι, κἀν τούτῳ τὴν ἀπαιδευσίαν ἔχοντες εὑρεθήσεσθε. Ἐχρῆν γὰρ δή που πάντως ὑμᾶς τὰς τοῦ Σωτῆρος ἀκριβῶς περιεργάζεσθαι φωνὰς, οὐκ ἀπερισκέπτως τὰ καλῶς εἰρημένα κατηγορίας ποιεῖσθαι προφάσεις. Προσῆλθον οἱ Ζεβεδαίου παῖδες τὰς ἐν ἄκρῳ κειμένας αἰτοῦντες τιμάς. Ἀλλ' ἦν ἀπίθανον μὴ τὴν τοῦ χορηγοῦντος περιμένειν φιλοτιμίαν, ἁρπάζειν δὲ ὥσπερ τὴν ἑτέροις ἔσθ' ὅτε χρεωστουμένην δωρεάν. Πρὸς οὖν τὴν οὔτως ἄτοπον αἴτησιν εἰκότως φησὶν ὁ Σωτὴρ, Οὐκ ἔστιν ἐμὸν δοῦναι, οὐχ ὅτι μὴ ἐδύνατο παρασχεῖν, ἀλλ' ὅτι τῶν πονούντων ἐστὶν ἀναλόγως οἷς κάμνουσι κομί 75.416 ζεσθαι τὸν μισθόν. Ὥσπερ γὰρ εἴ τις τοῖς εἰς ἀγῶνα κεκλημένοις τὰ γέρα προθεὶς, λέγοι πρὸς αὐτούς· Οὐκ ἐμόν ἐστιν, ὦ οὗτοι, τὸ μεῖζον ἑλεῖν, καὶ ᾦ βούλομαι παρασχεῖν, οὐ γὰρ ἐπὶ τούτοις τέθεικα τῷ σταδίῳ τοὺς ὅρους· ἀλλ' ἐκεῖνος λήψεται τοῦτο, ᾧ τὸ πάντας νικᾷν περιποιήσει δικαίως τὸ τιμᾶσθαι μειζόνως. Οὕτω καὶ ὁ Σωτὴρ οὐκ εὔλογον εἶναί φησι τοῖς αἰτοῦσι τὸ μεῖζον ἐπιδοῦναι προχείρως, τὸν ὀφείλοντα δικαίως λαβεῖν παρωσάμενον. Ἀλλ' ἐκείνους ἔχειν ἐστὶ πρεπωδέστερον, οἷς ἡ τοῦ Πατρὸς πρόγνωσις διὰ τὴν τῶν ἀνδραγαθημάτων ὑπεροχὴν τοῦτο ηὐτρέπισεν· ἔστιν ο
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.