Thesaurus on the Holy Trinity · §logos-26-rem-early

Logos 26 rem early

Rem early: not mine to give seats at right/left.

Greek

ὖν ὁ λόγος οὐκ ἀσθενείας ἀπόδειξις, ἀλλ' οἰκονομικῆς ἀσθενείας. ΑΛΛΟ. Εἰ μὴ δύναται, καθ' ὑμᾶς, ὦ θεομάχοι, τοῖς Ζεβεδαίου παισὶν ἀποπληρῶσαι τὴν αἴτησιν, καὶ διὰ τοῦτό φησιν, Οὐκ ἔστιν ἐμὸν δοῦναι, πῶς ἐν ἑτέροις εὑρίσκεται πᾶσιν ὁμοῦ τοῖς μαθηταῖς τοῦτο χαρισάμενος, δι' ὧν οὔτω φησίν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους; Τοῦτο γὰρ οὐ τὰ ἐσόμενα προφητεύοντός ἐστιν, ἀλλ' ὀρέγοντος ὡς συγκεκμηκόσι τὴν χάριν. Εἰ μὲν οὖν ἀληθεύει τὰ τοιαῦτα λέγων, πῶς ὁ πᾶσι διδοὺς, δύο μόνων αἰτούντων ἀσθενεῖ; Εἰ δὲ τολμᾶτε λέγειν μὴ εἶναι τὴν ὑπόσχεσιν ἀληθῆ, ἀρκέσει τοῦτο πρὸς τὸ πᾶσαν καθ' ὑμῶν κυροῦσθαι κακίαν. Ψεύδεσθαι γάρ φατε τὴν ἀλήθειαν. Ὥσπερ οὖν εἰ τοῖς Ζεβεδαίου παισὶν οὐκ ἐδύνατο παρασχεῖν, οὐκ ἂν ἦν ἴσος τῷ Πατρὶ, οὕτως ἐπειδήπερ πᾶσι φαίνεται διδοὺς, ἴσος ἔσται τῷ γεγεννηκότι. ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων ὁ Σωτὴρ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, ἐν δὲ τοῖς πᾶσίν ἐστι καὶ τὸ διδόναι χάριν ἣν ἂν βούλοιτό τισιν, οὐκ ἐξ ἀσθενείας ἔφησεν, Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' ἔχει λόγον οἰκονομίας τὸ ῥῆμα. ΑΛΛΟ. Ὁ προφήτης Ἡσαΐας τοὺς περὶ τοῦ Σωτῆρος ποιούμενος λόγους, φησί που σαφῶς· ∆ιὰ τοῦτο αὐτὸς κυριεύσει πολλῶν, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ. Εἰ τοίνυν αὐτὸς ἐπιμερίζει τοῖς ἁγίοις τὰς τιμὰς, πῶς αὐτὸν ἐροῦμεν μὴ δύνασθαι παρασχεῖν ὅπερ ἂν βούλοιτό τισι; Καὶ εἰ πάντα ὁ Πατὴρ ἐργάζεται δι' Υἱοῦ, ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ διανέμεσθαι τοῖς ἁγίοις τὰ γέρα, αὐτὸς ἔσται πάλιν ὁ διδοὺς, ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα. Λύσις τοῦ ῥητοῦ, Οὐκ ἔστιν ἐμὸν δοῦναι, καὶ ὅπως αὐτὸ χρὴ νοεῖν σαφὴς διδασκαλία. Τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παραινοῦντος τοῖς μαθηταῖς, τὸ μηδὲν ὅλως τῶν ἐν τῷδε τῷ βίῳ κεκτῆσθαι θέλειν, ἀφιλοχρηματεῖν δὲ μᾶλλον, καὶ ἀπερι 75.417 σπάστως προσεδρεύειν Θεῷ, ὅλους τε ἐξ ὅλων ἀνακεῖσθαι τῇ εἰς αὐτὸν λατρείᾳ, καὶ πλουσίαν ἐπὶ τούτοις ἀποδώσειν ἐπαγγελλομένου τιμὴν τοῖς φυλάττουσι τὴν ἐντολὴν, προσῆλθον λέγοντες· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, τί ἄρα ἔσται ἡμῖν; Πρὸς ταύτην αὐτῶν τὴν πεῦσιν ἀποκρίνεται Χριστός· Ὑ

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.