Logos 3 opening: unbegotten not substance — only marks that God has not come to be
Third discourse. Defense in their own wording: that unbegotten is not substance, but only marks that God has not come into being.
Cyril meets the Arian claim on its own terms and shows again that the label cannot do the work of dividing Father from Son by nature.
Greek
ΛΟΓΟΣ Γʹ. Ἀπολογία αὐτολεξεὶ, ὅτι μὴ τὸ ἀγένητον οὐσία, μόνον δὲ τοῦ μὴ γεγονέναι τὸν Θεὸν, σημαντι κόν. Εἰ τὸ ἀγένητον οὐσία, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, οὐδὲν ἄρα ἔσται τῷ ἀγενήτῳ ἐναντίον. Εἰ δέ ἐστιν ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητὸν, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, τὸ ἀγένητον οὐκ ἔσται οὐσία. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἐξ ἀνάγκης ἔσται καὶ τὸ γενητὸν οὐσία· εἰ δὲ οὐσία ἑκάτερα, οὐκ ἔσται ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητὸν, ἀλλὰ ταυτόν. Οὐ γὰρ ἐναντίον οὐσία πρὸς οὐσίαν. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ' οὐ τὸ μὴ γενέσθαι τὴν οὐσίαν, καὶ τὸ γενητὸν εἰκότως οὐσίαν, ἀλλ' οὐ τὸ γενέσθαι. Οὐσίαν δὲ σημαινόντων ἑκατέρων, πόθεν γνῷ τις τὴν μὲν ποιοῦσαν, τὴν δὲ γινομένην, ἅπαξ τῶν ὀνομάτων οὐδὲν δηλούντων, ἀλλ' ἢ μόνον οὐσίαν; ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία· ἡ δὲ οὐσία ἐπὶ πάντων συνωνύμως λέγεται· τὸ ἀγένητον ἐπὶ πασῶν τῶν οὐσιῶν λεχθήσεται, ἢ ἐπὶ πάντων τῶν ὑπ' αὐταῖς. Εἰ δὲ τὸ ἀγένητον ἐπὶ πάντων οὐ κατηγορεῖται, ἡ δὲ οὐσία ἐπὶ πάντων, πῶς ταυτὸν οὐσία καὶ ἀγένητον· ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, οὐσία δὲ οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον, οὐκ ἔσται κατὰ τοῦτο μᾶλλον τὸ ἀγένητον, ἀλλ' οὐδὲ ἧττόν τι αὐτοῦ. Εἰ δὲ πάντων μὲν ὑπερέχει τὸ ἀγένητον, οὐκέτι δὲ καὶ ἡ οὐσία· εἰ δὲ μὴ, πάντα πάντων ὑπερέξει· οὐκ ἄρα ἔσται τὸ ἀγένητον οὐσία. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ' οὐ τὸ μὴ γενέσθαι, ὀνομάτων αὐτῷ ἑτέρων χρεία τῶν δυναμένων δεῖξαι, τὸ μὴ ἔκ τινος αἰτίου γενέσθαι τὸν Θεόν. Ἅπαξ γὰρ τὸ ἀγένητον τοῦ Θεοῦ οὐδὲν σημαίνει, ἀλλ' ἢ μόνον οὐσίαν Θεοῦ. ΑΛΛΟ. Εἰ ἡ οὐσία τοῦ Θεοῦ ἔν τί ἐστιν, ἀλλ' οὐ πολλὰ τῷ ἀριθμῷ, τὸ δὲ ἀγένητον, καὶ ἀβασίλευτον, καὶ τὰ λοιπὰ, πολλὰ, ἀλλ' οὐχ ἓν τῷ ἀριθμῷ· οὐκ ἔσται ἄρα ταυτὸν ἡ οὐσία τῷ ἀγενήτῳ καὶ ἀβασιλεύτῳ, ὡς οὐδὲ τὸ ἓν τοῖς πολλοῖς. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον, καὶ τὸ γενητὸν, καὶ τὰ λοιπὰ, οὐσία Θεοῦ, ἕτερα δέ εἰσι ταῦτα ταῖς φωναῖς, ἀνάγκη τὴν οὐσίαν ἐκείνην οὕτω συγκεῖσθαι κατὰ τὰς διαφόρους φωνάς· ἵν' οἰκείως αἱ φωναὶ κατ' αὐτῆς λέγωνται· ἢ μὴ συγκειμένης αὐτῆς, ἀκόλουθον εἶναι ταῦτα τῶν προσόντων τῇ οὐσίᾳ σημαντικὰ, ἀλλ' οὐ καθ' αὑτὰ οὐσίας. ΑΛΛΟ. Εἰ ἡ οὐσία τοῦ Θεοῦ οὐ διά τι λέγεται (ἔστι γὰρ δι' οὐδὲν), ἡ δὲ ἀγένητος φωνὴ, διὰ τὸ πάντων αὐτὸν εἶναι κρείττω καὶ ὑπερέχειν· οὐκ ἔσται ἄρα ταυτὸν ἡ μὴ διά τι λεγομένη τῷ δι' αἰτίαν λεγομένῳ. ΑΛΛΟ.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.