Logos 3 rem early
Rem early: further reduction of the unbegotten-as-ousia thesis.
Greek
Εἰ τὸ ἀγένητον πρὸς τὴν ἀγενησίαν ἔχει τὴν ἀναφορὰν, ἡ δὲ οὐσία τοῦ Θεοῦ πρὸς οὐδὲν ἔχει τὴν σχέσιν, πῶς ταυτὸν ἔσται τὸ πρός τί πως ἔχον τῇ πρὸς μηδὲν ἐχούσῃ οὐσίᾳ; ΑΛΛΟ. Εἰ τῇ τοῦ Θεοῦ οὐσίᾳ οὐδὲν ἀντιδιαστέλλεται, τῷ δὲ ἀγενήτῳ ἀντιδιαστέλλεται τὸ γενητὸν, πῶς οἷόν τε εἶναι ταυτὸν οὐσίαν καὶ ἀγένητον; ΑΛΛΟ. Εἰ πᾶσα οὐσία ῥηθεῖσα θατέρα πρὸς θατέραν, οὐ δηλοῖ τὴν ἑαυτῆς ὑπεροχὴν, μὴ συμπαραληφθέντος τοῦ τῆς ὑπεροχῆς ὀνόματος, ῥηθὲν δὲ τὸ ἀγένητον εὐθὺς ἐμφαίνει διαφορὰν, πῶς οὐχὶ οἱ λέγοντες, Ταυτὸν οὐσία καὶ ἀγένητον, ἀφρονέστατοι; ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἔσται πᾶσα οὐσία ἀγένητον, ὅπερ ἀσεβές. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἴδιον δὲ οὐσίας τἀναντία δέχεσθαι, τῶν ἐναντίων ἐπιδεκτικὸν ἔσται τὸ ἀγένητον. Εἰ δὲ ἴδιον μὲν τοῦτο οὐσίας (τῷ γὰρ μὴ δημιουργεῖν τὸ δημιουργεῖν ἀντίκειται, οὐκέτι δὲ καὶ τῷ ἀγενήτῳ· οὐ γὰρ συνέβη αὐτῷ τὸ γεγονέναι)· οὐκ ἄρα ἔσται οὐσία τὸ ἀγένητον. ΑΛΛΟ. Εἰ οὐσίαν λέγοντες ἐπὶ Θεοῦ, τῇ τῶν φιλοσόφων ἕπονται δόξῃ, ἴδιον ἔσται Θεοῦ, τἀναντία δέχεσθαι. Εἰ δὲ εἶναι τὸν Θεὸν σημᾶναι βουλόμενοι, τῷ τῆς οὐσίας, καθὰ καὶ ἡμεῖς, χρῶνται ὀνόματι· ἔστι δὲ ταυτὸν τῇ οὐσίᾳ τὸ ἀγένητον· ὄνομα ἔσται τὸ ἀγένητον τοῦ εἶναι τὸν Θεὸν σημαντικὸν, ἀλλ' οὐκ αὐτὸ οὐσία. ΑΛΛΟ. Εἰ πᾶν τὸ ὑπὸ γένος καὶ εἶδος χωρὶς τῶν συμβεβηκότων, τοῦτο οὐσία κυρίως, ὑπ' οὐδὲν δὲ τούτων ἐστὶ Θεὸς, οὐκ ἄρα οὐσία κυρίως λέγεται Θεός. Εἰ δὲ τὸ ἀγένητον κυρίως λέγεται ἐπ' αὐτοῦ (οὐ γὰρ γέγονεν), οὐκέτι δὲ καὶ ἡ οὐσία, πῶς ταυτὸν ἂν εἴη τῷ καταχρηστικῷ τὸ κύριον; ΑΛΛΟ. Εἰ τὸ κυριώτατον καὶ πρῶτ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.