Logos 32 opening: NT florilegium: Son God by nature
Thirty-second discourse. Selections with syllogisms from the New Testament that the Son is God by nature, therefore neither made nor creature.
Pauline and Gospel lemmas are stacked so Christ is confessed God, not a creatural product.
Greek
ΛΟΓΟΣ ΛΒʹ. Ἐκλογαὶ ῥητῶν μετὰ συλλογισμῶν ἐκ τῆς Καινῆς ∆ιαθήκης ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, εἰ δὲ τοῦτο, οὐ ποίημα, οὐδὲ κτίσμα. Ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. Ῥωμαίοις ἐπιστέλλων Παῦλος, ∆οῦλος, φησὶν, Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Καὶ πάλιν ἐν τῇ αὐτῇ Ἐπιστολῇ περὶ τοῦ Σωτῆρος λέγει· ∆ι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ. Ὁ λέγων εἰς Εὐαγγέλιον ἀφωρίσθαι Θεοῦ, παραχρῆμά φησιν, ἀπεστάλθαι κηρύξων ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ὁμολογεῖν ἐντεῦθεν δηλονότι Θεὸν ὄντα τὸν Χριστόν. Πῶς οὖν ἔτι κτίσμα ἢ ποίημα οὐκ ἐνδεχομένου κτιστὴν εἶναι τὴν οὐσίαν τοῦ κατὰ φύσιν ὄντος Θεοῦ; ΑΛΛΟ. Χάρις ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἰ συμπαραλαμβάνεται Χριστὸς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὴν τῶν θείων χαρισμάτων ἐπίδοσιν, καὶ συγχορηγεῖ τοῖς ἁγίοις τὰ δῶρα, πῶς οὐ Θεὸς ὁ ἐν Θεοῦ τάξει τεθεὶς, καὶ πάντα ῥᾳδίως ἐνεργεῖν δυνάμενος ἅπερ ἂν καὶ ὁ γεννήσας αὐτόν; Οὐ γὰρ δή που μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν Θεοῦ καὶ ποιήματος· ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀνάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γενητοῖς πρέποντα κατάγωμεν τόπον. Οἷς γὰρ ἡ ἐνέργεια καὶ ἡ δύναμις ἀπαραλλάκτως μία, τούτοις ἀνάγκη καὶ τὴν τοῦ εἴδους ἑνότητα σώζεσθαι. Ἄλλως τε καὶ τοῦ προφήτου λέγοντος Ἡσαΐου· Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, ταύτην ὁ Υἱὸς μετὰ Πατρὸς χορηγῶν φαίνεται. Θεὸς οὖν ἄρα καὶ Θεὸς ἀληθινὸς ὁ ἐν Θεῷ Πατρὶ καὶ μετὰ Πατρὸς πάντα ἐνεργῶν. ΑΛΛΟ, εἰς τὸ αὐτό. Συνταττόμενος τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Χριστὸς, καὶ ὅσον οὐδέπω μέλλων ἤδη πρὸς τὸ σωτήριον ἀναβήσεσθαι πάθος, Εἰρήνην, φησὶ, τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Εἰ τοίνυν ἑαυτοῦ τὴν εἰρήνην εἶναί φησιν, ὡς ἴδιον
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.