Logos 32 rem early
Rem early: NT florilegium: Son God by nature.
Greek
ἀγαθὸν καὶ φυσικῶς ἐνυπάρχον αὐτῷ, πῶς οὐκ ἔσται παντί τῳ σαφὲς, ὅτιπερ οὐ μετοχικῶς ἐπὶ τὸν Υἱὸν τὰ Πατρὸς ἐξαίρετα διαβαίνῃ, καθάπερ καὶ ἐν τοῖς λογικοῖς κτίσμασιν, ἀλλ' οὐσιώδης ἕλκει λόγος ἐπὶ τὸν γεγεννημένον τὰ τοῦ γεννήσαντος ἴδια; ∆ιὸ δὴ καὶ συνδοτὴρ καὶ συγχορηγὸς φυσικῶς τε καὶ ἀδιαστάτως παραλαμβάνεται, καὶ διανέμει σὺν Πατρὶ τοῖς ἁγίοις τὰς δωρεάς. Ὁ δὲ οὕτως ἔχων οὐσίας, πῶς οὐκ ἂν εἴη φύσει Θεός; Εἰ δὲ φύσει Θεὸς, οὐ ποίημα. 75.456 ΑΛΛΟ. Ἀποκαλύπτεται γὰρ, φησὶν, ὀργὴ Θεοῦ ἀπὸ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ Θεοῦ, φανερόν ἐστιν ἐν αὐτοῖς. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Εἰ τοίνυν ἀπὸ τῆς ἐν τοῖς ποιήμασι μεγαλουργίας ἀναλόγως ἡ τοῦ μεγαλουργήσαντος ὁρᾶται θειότης, ἔξω μὲν πάντων τῶν γενητῶν ὁ Υἱὸς κείσεται. Ἐπειδὴ δὲ πάλιν αὐτός ἐστιν ὁ πάντων ποιητὴς, αὐτοῦ δηλονότι καὶ ἡ θειότης διὰ τῶν πεποιημένων ὁρᾶται· πῶς οὖν ποίημα ἢ κτίσμα ὂν ἡ τῶν γενητῶν φύσις δι' αὐτοῦ τοῦ πεποιῆσθαι δεικνύει Θεοῦ ὄντα κατὰ φύσιν; ΑΛΛΟ. Τοὺς ἐκ τῶν ποιημάτων ἀναλόγως τοῦ δημιουργοῦ τὴν θειότητα δυναμένους ὁρᾷν, ἀναπολογήτους ἔσεσθαί φησιν ὁ μακάριος Παῦλος, διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν. Οὐκοῦν εἰ Θεὸν ἐπιγινώσκουσιν οἱ τὸν τῆς κτίσεως ὁρῶντες δημιουργὸν, τῷ δὲ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, Θεὸς ἄρα, καὶ οὐ ποίημα ὁ Υἱὸς, ὁ πάντα πρὸς τὸ εἶναι καλέσας· ὃν καὶ δοξάσαι παραιτησάμενοι μένουσιν ἀναπολόγητοι, περὶ ὧν ἡμῖν ὁ λόγος. ∆οξολογία δὲ πάλιν χρεωστεῖται καὶ πρέπει μόνῳ Θεῷ, γενητῆς δὲ φύσεως ἀλλότριον· ὃ καὶ διδάσκων ἡμᾶς ὁ Σωτὴρ, πρὸς τοὺς οἰκείους φησὶ μαθητάς· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐ γὰρ τοῖς μαθηταῖς τὴν ἐφ' οἷς εὐδοκιμοῦσι δόξαν, ἀνακεῖσθαι δεῖν ἐδοκίμασε· Θεῷ δὲ μᾶλλον ὡς αὐτῷ χρεωστουμένην. Εἰ δὲ χρῆναι δοξάζεσθαι τὸν Χριστὸν, ὡς ἀποδέδεικται, καὶ ὁ τῆς ἀληθείας μάρτυς φησὶ, πῶς οὐκ ἔστι Θεὸς ὁ τὴν Θεῷ πρέπουσαν δόξαν περικείμενος; ΑΛΛΟ. Παραδεδόσθαι φησὶν ὁ μακάριος Παῦλος εἰς ἀδόκιμον νοῦν, καὶ εἰς πάθη ἀτιμίας τοὺς ἀλλάξαντας τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει· οἳ καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· ὃς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Εἰ τοίνυν ἀλλάττει τὴν ἀλήθειαν ἐν τῷ ψεύδει ὁ τῇ κτίσει λατρεύων παρὰ τὸν κτίσαντα, φυλάττει δηλαδὴ τὴν ἀλήθειαν ὁ μὴ τοῦτο ποιῶν, ἀλλ' ἐξ ἀντιστρόφου τοῖς πλανωμένοις τῷ κτίστῃ λατρεύων καὶ ποιητῇ. Κτί
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.