Logos 32 rem close CLOSEOUT
Rem CLOSEOUT: NT florilegium: Son God by nature. LOGOS XXXII CLOSEOUT.
Greek
εἰς μίαν θεότητα δι' ἑαυτῆς ἀναπλεκομένης, ὡς εἶναι 75.529 μόνην τὴν θείαν οὐσίαν τὸ κυρίως ἀγαθόν. Ὁ δὲ εἰς τοσαύτην ἑνότητα τῷ Πατρὶ περισφιγγόμενος φυσικῶς Θεὸς Λόγος, πῶς ἂν εἴη γενητὸς ἢ πεποιημένος; ΑΛΛΟ. Ἐρωτώμενος ὑπὸ τῶν ἀρχιερέων ἐπὶ Ποντίου Πιλάτου Χριστὸς, εἰ αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, Σὺ εἶπας, φησὶν, οὐκ ἀρνούμενος. Εἶτα προστιθεὶς λέγει· Πλὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Τί οὖν ἡμῖν τὸ ἐντεῦθεν συναγόμενον; Ὅτι [ὅταν] ἐπὶ Θεοῦ λέγηται τὸ καθέζεσθαι καὶ θρόνος, τό τε ἀρχικόν τε καὶ δεσποτικὸν, βασιλικόν τε ὁμοῦ καὶ πάντων κρατοῦν ἀξίωμα σημαίνεται. Οὐ γὰρ δήπου φήσειεν ἄν τις τῶν σοφῶν κατὰ τὰς ἐν τοῖς πίναξιν ὁρωμένων γραφὰς χρῆναι νοεῖσθαι περὶ Θεοῦ· οὐδὲ θρόνον μέν τινα λογιούμεθα κεῖσθαι, τῶν δὲ ἁπάντων Κύριον ἀνακεκλίσθαι πιστεύομεν ἐπ' αὐτῷ, ἀλλ' οὐδὲ ὄλως εἶναι δεξιόν τε καὶ ἀριστερὸν ἐπὶ τῆς θείας καὶ ἀπερινοήτου φύσεως. Σωμάτων γὰρ οἰκεῖον καὶ σχῆμα καὶ τόπος, ἵδρυσίς τε καὶ ἔγερσις. Ταύτην οὖν ἐχόντων τὴν δύναμιν ἐπὶ Θεοῦ, τῶν τε ὀνομάτων καὶ τῶν λέξεων, ὅσαι δηποτοῦν τὰ τοιαῦτα σημαίνουσι· κατὰ τίνα τρόπον ὁ Υἱὸς ἐκ δεξιῶν τῆς δυνάμεως καθεζόμενον ἑαυτὸν ὀφθήσεσθαι λέγει, ἢ ὡς ὁμόθρονον δηλαδὴ καὶ οὐ δεύτερον εἰς τιμὴν, ὥσπερ ἂν εἴ τις οἰηθείη, τοῦ Πατρός; Τοῦτο γὰρ τὸ ἐκ δεξιῶν ἔοικε δηλοῦν, ἀπὸ τῆς παρ' ἡμῖν συνηθείας τὸ ὑπὲρ ἡμᾶς ἀνατυποῦν. Πῶς οὖν ὁμότιμός τε καὶ ἐν τοῖς αὐτοῖς τῷ Πατρὶ θρόνοις ὁ Υἱὸς ὢν εὑρεθήσεται, εἴπερ οὐκ ἔστι κατὰ φύσιν Υἱὸς τὴν τοῦ Πατρὸς ἰδιότητα φυσικῶς ἔχων ἐν ἑαυτῷ, ποίημα δὲ μᾶλλον, ὡς ἐκεῖνοι ληροῦντες φασίν; Ἢ γὰρ ἀνάγκη συνομολογεῖν μὴ ὑπὸ μόνου τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ βασιλεύεσθαι τὴν κτίσιν, ἐπιστατεῖν δὲ αὐτῇ καὶ ἕτερόν τινα γενητὸν καὶ ἐπείσακτον Θεὸν, καὶ οὐκ ἔτι Θεὸς εἷς ἐφ' ἡμᾶς, κατὰ τὴν Γραφήν· ἢ εἴπερ εἷς ἐστιν ὁ Θεὸς, συμβασιλεύει δὲ αὐτῷ Θεὸς ὢν ὁ Υἱὸς, τῆς αὐτῆς ἂν εἴη φύσεως εἰκότως, ἧσπερ ἂν ὢν ὑπάρχει καὶ ὁ Πατήρ. Οὕτω γὰρ εἷς ἔσται Θεὸς, τῇ τῆς φύσεως ταυτότητι πρὸς θεότητα μίαν τρεχούσης τῆς ἁγίας Τριάδος, εἰ καὶ ἐν τῇ καθ' ἕκαστον τῶν ὀνομάτων θέσει καὶ ἰδιαζόντως ἐν ὑπάρξει μοναδικῇ νοουμένη, τὸν τριττὸν εὐρύθμως ἀριθμὸν ἐπιδέχοιτο. Ὅτε τοίνυν τῆς αὐτῆς οὐσίας ἐστὶν ὁ Υἱὸς τῷ ἀκτίστῳ Πατρὶ, πῶς ἂν αὐτὸς ὡς κτίσμα νοοῖτο, κατὰ τὴν τῶν αἱρετικῶν ἀβουλίαν, καὶ οὐχὶ μᾶλλον ὡς γνήσιον γέννημα, ὅπερ ἐστὶ καὶ ἀληθές; Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Εἰ ἦν ἐν ἀρχῇ τῇ κατ' ἐπίνοιαν χρονικῇ (οὕτω γὰρ ἡμῖν ἐσχηματίσθω πρὸς τὸ παρὸν οἰκονομικῶς ὁ λόγος), πῶς ἂν ἐγένετο
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.