Thesaurus on the Holy Trinity · §logos-32-rem-mid

Logos 32 rem mid

Rem mid: solutions against creaturely readings.

Greek

ρόνῳ πεποίηται. Μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ, τὸ ἀχρόνως εἶναι μετὰ Πατρός. ΑΛΛΟ. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη; Ἐνταῦθα σαφῶς ἐκ τῆς τῶν προσώπων διαφορᾶς, ὅσην ἔχει τὴν ὑπεροχὴν τὰ εὐαγγελικὰ κηρύγματα ὡς πρὸς τὰς διὰ τοῦ νόμου σκιὰς, ἀποδεικνύειν πειρᾶται. Εἰ γὰρ τοῖς δι' ἀγγέλων, φησὶ, διατεταγμένοις προσῆν οὕτως τὸ ἀξιόπιστον ὡς τοῖς παραβαίνειν ἐπιχειροῦσι τὴν χαλεπω 75.493 τάτην ἐπηρτῆσθαι κόλασιν, πῶς οὐ μᾶλλον τοσοῦτον μειζόνως εἰς τὸ κολάζεσθαι δικαιότερος ὁ τὰ δι' Υἱοῦ παραβαίνων φανεῖται, ὅσον περ ἂν εἴη τῆς εἰς ἀγγέλους τιμῆς ἀξιολογώτερος ὁ Υἱός; Εἰ δὲ χρὴ καὶ τὸ ἑκάστου μέτρον συνιδεῖν, οἱ μὲν παρεστῶτες ὑμνοῦσι, λειτουργικά τε εἰσὶ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα· ὁ δὲ ὑμνολογεῖται μετὰ Πατρὸς, σύνθρονός τε ὢν καὶ συμβασιλεύων αὐτῷ, καὶ ὑπὸ τῶν ἀγγέλων διακονούμενος, κατὰ τὸ ἐν τοῖς Εὐαγγελίοις· Καὶ ἰδοὺ ἄγγελοι προσῆλθον, καὶ διηκόνουν αὐτῷ· πῶς οὖν ὁ τοσοῦτον ὑπερέχων, ἐν τοῖς τοσοῦτον ὑποβεβηκόσιν, ὡς ὁ Μονογενὴς εὑρεθήσεται; Πῶς δὲ ὁ Πατρὶ συγκαθήμενος, ἐν τοῖς παρεστηκόσι, καὶ ἐν τοῖς διακονοῦσιν ὁ διακονούμενος, ἢ ἐν τοῖς βασιλευομένοις ὁ βασιλικὸν ἀξίωμα περικείμενος; ΑΛΛΟ. Εἰς Χριστὸν ἀναφέρων ὁ μακάριος Παῦλος τὸ ἐν ὀγδόῳ ψαλμῷ, λέγει· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Εἶτα τούτοις συνάπτει· Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Ἆρ' οὖν οὐχὶ βασιλέα καὶ Κύριον, καὶ τὴν θεοπρεπῆ περικεῖσθαι δόξαν ὁμολογήσαιμεν ᾧ τὰ πάντα ὑποτέτακται; Πῶς οὖν οὐ Θεός; Πῶς δὲ ἐν τοῖς πᾶσιν ὁ ὑπὲρ πάντα, καὶ τοσοῦτον τῶν γενητῶν τὴν φύσιν ὑπερκείμενος, ὡς τὰ μὲν ὑποτετάχθαι, καὶ τῷ τῆς δουλείας ἐνέχεσθαι ζυγῷ, τὸν δὲ αὖ πάλιν περικεῖσθαι μὲν τῆς κυριότητος τὸ ἐλεύθερον ἀξίωμα, πάντα δὲ ἔχειν ὑπὸ τοὺς πόδας; ὡς καὶ αὐτός πού φησι δι' ἑνὸς τῶν ἁγίων προφητῶν· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. ΑΛΛΟ. Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ὑμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ οὗτος δόξης παρὰ Μωσῆν ἠξίωται, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν, Πᾶς γὰρ οἶκ

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.