Logos 33 rem early
Rem early: Spirit God by nature from the Father.
Greek
ν τῷ ἀνθρώπῳ τὸ ἀν 75.568 θρώπινον, πρόδηλον δήποθεν ὡς Θεὸς μὲν, τὸ Πνεῦμα τὸ ἐξ οὗ κυρίως ἔχον καὶ φυσικῶς ἐν Θεῷ. Τὰ δ' ἄλλα ποιήματα καταχρηστικώτερον, ὡς ἐκ ποιητοῦ καὶ δημιουργοῦ πεφηνότα, τὸ ἐξ οὗ λεγόμενα. Μαρτυρίαι τοῦ ῥητοῦ. Ὁ Παῦλος· Ἡμεῖς δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐλάβομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Καὶ πάλιν· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ. ΑΛΛΟ. Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. ΑΛΛΟ. Εἰ τὸ πνεῦμα τὸ ἀνθρώπινον οὐκ ἐξ ἀποκαλύψεως ἑτέρου τινὸς οἷδε τὰ ἐν αὐτῷ, ἀλλ' ὡς φυσικῶς καὶ κυρίως ὑπάρχον αὐτοῦ, τὰ τῆς καρδίας βάθη γινώσκει καὶ ἐρευνᾷ, οὕτω δὲ [φ. δὴ] ἐν Θεῷ καὶ Πατρὶ τὸ Πνεῦμα τὸ ἅγιον. Τῆς φύσεως ἄρα τῆς θείας ἔσται, καθάπερ καὶ τοῦ ἀνθρώπου τὸ ἀνθρώπινον. ΑΛΛΟ. Ἐπιστέλλει δὲ τισὶν ὁ Παῦλος· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην. ∆έχου μοι πάλιν ἐντεῦθεν ὀρθὰς περὶ τοῦ ἁγίου Πνεύματος τὰς ἐννοίας, ἵνα δὴ καὶ ἐκμάθῃς ἀπὸ τῆς τοῦ Σωτῆρος ὑπάρχον οὐσίας, καὶ τῆς μιᾶς θεότητος οὐκ ἀλλότριον. Πνεῦμα γὰρ ἀποκαλέσας αὐτοῦ Θεοῦ, εὐθὺς αὐτὸ καὶ Πνεῦμα λέγει Χριστοῦ. ∆εικνύων μὲν ὅτι πάντα τὰ τοῦ Πατρὸς ἴδια, διαβαίνει ἐπὶ τὸν ἐξ αὐτοῦ φυσικῶς γεννηθέντα Υἱόν. Χριστὸν δὲ πάλιν εὐθὺς τὸ Πνεῦμα καλεῖ, λέγων· Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, οὐκ ἀλλότριον αὐτὸ δεικνύων τῆς τοῦ Λόγου φύσεως. Ἀλλ' οὕτως ἡνωμένον, εἰ καὶ ἔστιν ἰδιοσύστατον, ὡς αὐτό τε ὑπάρχειν ἐν Υἱῷ, καὶ Υἱὸν ἐν αὐτῷ διὰ τὴν τῆς οὐσίας ταυτότητα. ΑΛΛΟ. Ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἶναί φαμεν, καὶ οὕτω πιστεύομεν. Ἀλλ' οἱ πρὸς μόνον τὸ δυσφημεῖν ἑτοιμότατοι, καὶ τὰ ἄλλα πάντα ἐκ Θεοῦ γενέσθαι φασὶ, τοῦ Παύλου γράφοντος· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα. Εἶτα νομίζουσιν δύνασθαι ἀνατρέπειν τὸ ἐκ τῆς οὐσίας εἶναί τε τοῦ Πατρὸς τὸ Πνεῦμα, διὰ τὸ φέρεσθαι καὶ κατὰ τῶν ποιημάτων, τὸ, ἐξ οὗ, ὅπερ ἐπὶ τοῦ Πνεύματος κείμενον, ἐκ τῆς οὐσίας αὐτὸ φυσικῶς ὑπάρχον ἀποδεικνύον· ἀλλ' ἔστι πρὸς τοῦτο λέγειν, ὅτι καὶ ἐφ' Υἱοῦ κυρίως μὲν κεῖται τὸ υἱὸς ὄνομα, κεῖται δὲ καὶ ἐπ' ἀνθρώπων καταχρηστικῶς. Καὶ οὐ δή που τὸ θέσει τισὶ καὶ κατὰ χάριν 75.569 προσκείμενον, ἀνατρέψει τὸν ἔχοντα φυσικῶς· οὕτω καὶ τὸ, ἐξ οὗ, τῶν ποιημάτων κατηγορούμενον, οὐ κατοίσει πρὸς τὴν οἰκείαν ταπείνωσίν τε καὶ ὁμοιότητα τὸ τοῦ Πνεύματος ὑψηλόν τε καὶ θε
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.