Logos 33 rem mid
Rem mid: solutions against creaturely readings.
Greek
ος ἐν ἡμῖν, οὐκ ἔτι Χριστὸς καὶ Θεὸς λέγεται κατοικεῖν· Ὅπου δὲ ταύτῃ διαφορὰ φαίνεται, πῶς οὐχὶ καὶ πάντα τὴν φύσιν αὐτῆς ὑπάρχειν ἐξηλλαγμένην ὁμολογεῖν ἀναγκαῖον, ὡς τὰ μὲν εἶναι ποιήματα, τὸ δὲ ποιητικὸν, φυσικῶς μὲν ἐνυπάρχον τῷ Ποιητῇ, φοροῦν δὲ πάλιν ἐν ἑαυτῷ τὸν ποιητὴν διὰ τῆς φύσεως ταυτότητα, καὶ τὸ τῆς οὐσιώδους ποιότητος ἀπαράλλακτον; ΑΛΛΟ. Ἐπιστέλλει τισὶν ὁ Παῦλος, καὶ μάλα δὴ φρονῶν τε καὶ λέγων ὀρθῶς· Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι Θεοῦ υἱοί εἰσιν. Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ. Οὐκοῦν εἰ τὸ Πνεῦμα τὸ ἅγιον υἱοὺς ἀποδεικνύει Θεοῦ τοὺς ἐν οἷς κατοικεῖ, καὶ θείας ἐργάζεται φύσεως κοινωνοὺς, ὡς ἐντεῦθεν ἡμᾶς ἡνωμένους ὄντας τῷ ὑπὲρ πάντα ὄντι Θεῷ, μετὰ παῤῥησίας ἀναβοᾷν· Ἀββᾶ, ὁ Πατὴρ, οὐκ ἐν δούλοις οὐδὲ ἐν τοῖς ποιήμασι τετάξεται· φορέσει δὲ μᾶλλον φυσικῶς τὸ τῆς θείας οὐσίας ἀξίωμα, ἐξ αὐτῆς τε ὑπάρχον καὶ παρ' αὐτῆς, τοῖς ἁγίοις δι' Υἱοῦ χορηγούμενον, διά τε τοῦτο θεοποιοῦν, καὶ εἰς υἱότητα καλοῦν τοὺς ἐν οἷς ἂν γένοιτο. ΑΛΛΟ. Γέγραπται πάλιν· Αὐτὸ γὰρ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Ὡς γὰρ ἐκ τῆς οὐσίας ὑπάρχον τῆς τοῦ χορηγοῦντος αὐτὸ τοῖς ἁγίοις, Χριστοῦ δηλαδὴ, καὶ ὡς τοῦ Θεοῦ Λόγου διὰ Πνεύματος ἡμῖν ἐνοικιζομένου καὶ ἐν ἡμῖν γινομένου, πρὸς τὸ τῆς υἱοθεσίας ἀναβαίνομεν ἀξίωμα, αὐτὸν ἔχοντες ἐν αὐτοῖς τὸν Υἱὸν, πρὸς ὃν καὶ ἀναμορφούμεθα τῇ τοῦ Πνεύματος αὐτοῦ μετοχῇ, καὶ εἰς τὸ ἴσον τῆς παῤῥησίας ἀναβαίνοντες σχῆμα, τολμῶμεν λέγειν· Ἀββᾶ, ὁ Πατήρ. Οὐκοῦν τὸ Πνεῦμα Θεὸς, εἴπερ ἐργάζεται θεοὺς τοὺς δεχομένους αὐτό. ΑΛΛΟ. Ἐπιστέλλει πάλιν ὁ Παῦλός τισιν· Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου· χοϊκὸν εἶναι λέγων τοῦ ἀνθρωπίνου γένους τὸν ἀρχηγέτην Ἀδὰμ, οὗ τὴν εἰκόνα πεφορέκαμεν ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως 75.572 Ἀδὰμ καταβεβηκότες εἰς θάνατον καὶ φθοράν. Ἐπουράνιον δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὗ τὴν εἰκόνα λαβόντες, τὸ ἐνοικῆσαν ἐν ἡμῖν ζωοποιόν τε καὶ ἅγιον Πνεῦμα, πρὸς αὐτὸν ἀναμορφούμεθα τὸν ζῶντα τοῦ Θεοῦ Λόγον, πάλιν εἰς ἀφθαρσίαν ἀναβαίνοντες, καὶ εἰς αἰώνιον ἀνακαινιζόμενοι ζωήν. Τὸ γὰρ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Ὥσπερ οὖν ἐπειδήπερ εἰκών ἐστιν ἀκριβεστάτη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ δεξάμενος αὐτὸν καὶ τὸν Πατέρα ἔχει· οὕτως ἐπὶ τὸ ἴσον σχῆμα τῆς ἀναλογίας τρεχούσης, ὁ δεξάμενος τοῦ Υἱοῦ τὴν εἰκόνα, τουτέστι τὸ Πνεῦμα, ἔχει πάντως δι' αὐτοῦ τὸν Υἱὸν, καὶ τὸν ἐν αὐτῷ Πατέρα. Πῶς οὖν ἐν ποιήμασι τὸ Πνεῦμα τὸ ἅγιον καταριθμηθήσεται, εἴπερ ἐσ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.