Logos 34 rem mid
Rem mid: solutions against creaturely readings.
Greek
Ἰωάννης περὶ τοῦ Θεοῦ Λόγου διαλαμβάνων, αὐτὸν εἶναί φησι τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὁ δὲ σοφώτατος Παῦλος ἐλλάμπειν τὸ Πνεῦμα τὸ ἅγιον ταῖς καρδίαις ἡμῶν διϊσχυρίσατο πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ὅτε τοίνυν ὁ Λόγος μέν ἐστι τὸ φῶς τὸ ἀληθινὸν, ἐλλάμπει δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἀνάγκη πᾶσα τῆς οὐσίας τοῦ Λόγου καὶ τὸ Πνεῦμα συνομολογεῖν, δι' οὗ φωτίζει πάντα ἄνθρωπον, ὥσπερ τινὰ τῆς οἰκείας φύσεως ἀκτῖνα, προτείνων τὴν τοῦ Πνεύματος ἔλλαμψιν. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Εἰ τὰς τῶν ἁγίων, φασὶ, ψυχὰς καταχρίεσθαί φατε παρὰ Θεοῦ τῷ ἁγίῳ Πνεύματι, ἐν τάξει μύρου τὸ Πνεῦμα κείσεται. Καὶ πῶς ἂν εἴη τῆς αὐτῆς οὐσίας τῷ χρίοντι τὸ μύρον, μηδὲ τῆς καθ' ἡμᾶς συνηθείας τὸ τοιοῦτον ἐπιδεχόμενον; Πρὸς τοῦτο λύσις. Ὢ πάσῃ μεθύοντες ἀνοίᾳ, καὶ τῆς ἁπασῶν αἰσχίστης ἀβουλίας ἀνάπλεοι· οὐ γὰρ βραχὺ διανήψαντες, καὶ τὰς περὶ σωμάτων ἀφέντες ἐννοίας, ἀνελεύσεσθε πρὸς τὰ μεγάλα τῆς θεολογίας ὑψώματα, καὶ θεοπρεπῶς τὰ περὶ τῆς θείας φύσεως λαλούμενα διαλήψεσθε, κἂν ἀνθρωπίνοις προσφέρηται ῥήμασι, καὶ τῆς καθ' ἡμᾶς συνηθείας οὐκ ἀναβαίνει τὸ σχῆμα, διὰ τὸ μόλις οὕτω δύνασθαι νοεῖν τοὺς ἀκροωμένους. Ἵνα δέ τι ταῖς ὑμῶν ἀμαθίαις εἴπωμεν συγγενὲς, εἰ ἐν τάξει μύρου τὸ Πνεῦμα κείσεται, καθ' ὑμᾶς, καὶ ἐπειδὴ τὸ χρίσμα τοῦ χρίοντος εἶναι δεῖ πάντως ἑτεροούσιον, ἀνάγκη λέγειν καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς ἑτεροούσιον. Ἐπειδὴ δὲ τὸ μύρον ἐκ πολλῶν συντέθειται, παρὰ τῶν εἰς τοῦτο σοφῶν, ἀνάγκη καὶ τὸ Πνεῦμα τὸ ἅγιον διὰ πολλῶν καὶ ποικίλων ἡμῖν συγκεῖσθαι μερῶν. Καὶ πάλιν, ἐπειδὴ τὸ μύρον ἄλογον, ἔστω καὶ τὸ Πνεῦμα τὸ 75.592 ἅγιον. Ἡ μὲν οὖν ἐπὶ τούτῳ δυσφημία δραμεῖται πάντως εἰς τὰς ἐκείνων κεφαλάς. Ἡμεῖς δὲ αὐτοῖς ἀντεπάγομεν· Εἰ ἑτεροούσιον τὸ Πνεῦμα τὸ ἅγιον τοῦ ἐν αὐτῷ χρίοντος τοὺς ἁγίους Θεοῦ, πῶς τοῦ Πνεύματος οἰκοῦντος ἐν ἡμῖν, Χριστὸς οἰκῶν ἀποδείκνυται, ὁ τῷ Πατρὶ κατ' οὐσίαν οὐχ ἕτερος ὤν· Ὅπερ εἰδὼς καὶ ὁ Παῦλος ἐπιστέλλει· Ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Ὅτε τοίνυν διὰ τοῦ Πνεύματος εἰς τὸν ἔσω ἄνθρωπον ὁ Χριστὸς κατοικεῖ, πρόδηλον δήπουθεν ὡς οὐκ ἀλλότριόν ἐστι τῆς οὐσίας αὐτοῦ τὸ δι' οὗ τοῖς ἁγίοις ἐνοικεῖν φαίνεται. ΑΛΛΟ. Ἄφυκτον ἐπάγει τὴν τιμωρίαν τοῖς εἰς τὸν ἁπάντων βλασφημοῦσι Θεὸν καὶ ὁ διὰ Μωσέως νόμος. Καὶ γοῦν τὸν τῆς Αἰγυπτίας υἱὸν κατὰ τὴν ἔρημον λιθόλευστον παρὰ πάσης τῆς συναγωγῆς προστάττει γενέσθαι Θεὸς, μνημονεύσαντα τοῦ ὀνόματος, καθὰ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.