Logos 34 rem close CLOSEOUT
Rem CLOSEOUT: Spirit texts: God dwelling is Spirit indwelling. LOGOS XXXIV CLOSEOUT.
Greek
ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, καὶ ὁ λόγος μου, καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ. Ἰδοὺ τὴν τοῦ Πνεύματος ἀπόδειξιν, τουτέστι τὰ διὰ τοῦ Πνεύματος ἐνεργήματα, δύναμιν εἶναί φησι τοῦ Θεοῦ. Ἐξ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ φυσικῶς τὸ Πνεῦμα αὐτοῦ τὸ πάντα ἐνεργοῦν. Πῶς οὖν κτίσμα ἢ ποίημα, τὸ ἐν ᾧ Θεὸς ὅπερ ἐστὶ κατὰ φύσιν γνωρίζεται, καθόσον ἡμῖν ἐφικτὸν, ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι; ΑΛΛΟ. Οὐδένα τῶν ἀσχήμονα μετιόντων βίον, κληρονόμον ἔσεσθαι τῆς τῶν οὐρανῶν βασιλείας εἰπὼν, πόρνους τε ἀπαριθμήσας καὶ πλεονέκτας καὶ ἅρπαγας, ἐπάγει παραχρῆμα· Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Οὐκοῦν εἰ μόνῳ Θεῷ τὸ ἐξεῖναι συγχωρεῖν ἁμαρτίας δώσομεν, ἀφίησι δὲ καὶ δικαιοῖ τὸ Πνεῦμα, ἁγίους ἀποδεικνύον τοὺς ἐν οἷς ἂν γένοιτο, Θεὸς ἄρα τὸ τὴν θείαν ἐνέργειαν ἔχων ἐν ἑαυτῷ φυσικῶς. ΑΛΛΟ. Ἢ οὐκ οἴδατε, φησὶν, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν, ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν Πνεῦμά ἐστιν; Ὥσπερ οὖν ὁ τῇ πόρνῃ κολλώμενος, ἓν ὡς πρὸς αὐτὴν γίνεται, οὕτως ὁ τοῦ ἁγίου Πνεύματος μέτοχος γεγονὼς, ἓν ὡς πρὸς τὸν Κύριον γίνεται. Θεὸς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, δι' οὗ τῷ Θεῷ κολλώμεθα, καὶ ἓν ὡς πρὸς αὐτὸν ἀποτελούμεθα, τῆς τε θείας αὑτοῦ φύσεως γινόμεθα κοινωνοὶ, διὰ τῆς 75.605 πρὸς τὸ Πνεῦμα συναφείας τε καὶ ἑνότητος. Εἰ δὲ τὸ Πνεῦμα Θεὸς, πῶς ἔσται καὶ ποίημα; ΑΛΛΟ. Ἢ οὐκ οἴδατε, φησὶν, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; Ὅτε τοίνυν ἐν ἡμῖν τοῦ ἁγίου Πνεύματος οἰκοῦντος, οἶκος Θεοῦ καὶ ναὸς χρηματίζομεν, πῶς οὐκ ἔσται τῆς θείας φύσεως, ἀλλ' ἐν τοῖς γενητοῖς ἀριθμηθήσεται, ὅτε κἀκεῖνο πρόδηλόν ἐστιν, ὡς οὐδὲν τῶν γενητῶν ἢ πεποιημένων ὡς Θεὸς ἐν ναῷ λέγεται κατοικεῖν; Μόνης δὲ τῆς θείας φύσεως καὶ τοῦτό ἐστι μετὰ τῶν ἄλλων ἐξαίρετον. ΑΛΛΟ. Ὁ γὰρ λαλῶν, φησὶ, γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ. Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ λαλεῖ μυστήρια. Θεὸς οὖν ἄρα, καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, εἴπερ ὁ αὐτῷ λαλῶν, Θεῷ διαλέγεται. Ἐκ τῆς πρὸς Κορινθίους βʹ. Τὸν περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν λόγον εἰσφέρων ὁ Παῦλος, φησί· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα τὸ θνητὸν καταποθῇ ὑπὸ τῆς ζωῆς. Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεὸς, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Ἀῤῥαβῶνα ζωῆς τὸ Πνεῦμα διδόσθαι φησὶν, ὡς τοῦτο κατὰ φύσιν ὑπάρχον· τὸ γὰρ Πνεῦ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.