Logos 35 opening: testimonies: Son begotten, not made — SERIES
Thirty-fifth discourse. Scriptural testimonies that the Son is begotten from the Father and not made.
Wisdom, Psalms, and John lemmas close the Thesaurus: eternal generation, not fabrication. THESAURUS SERIES CLOSEOUT.
Greek
ΛΟΓΟΣ ΛΕʹ. Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐχὶ πεποιημένος. Ἡ Σοφία φησί· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ὁ Ψαλμῳδός. Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Ὁ αὐτός· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι τῶν ἁγίων, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Θεὸς Υἱὸς, ἄῤῥητον ἔχων ἐκ Πατρὸς τὴν γέννησιν. Ἰωάννης εὐαγγελιστής. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ, ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ἐκ τῆς Ἰωάννου Ἐπιστολῆς. Ὃ ἦν ἀπαρχῆςὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ 75.620 ἑωράκαμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν. Ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστι ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Ἰωάννης εὐαγγελιστής. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Ἦν γὰρ ὁ Λόγος ἐν κόλπῳ, τουτέστιν, ἐν τῇ φύσει τοῦ Πατρός. Ἡσαΐας. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει, ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀῤῥήτως γὰρ ἐκ Πατρὸς ἐξέλαμψεν ὁ Υἱός. Μιχαίας. Καὶ σὺ, Βηθλεὲμ, οἶκος τοῦ Ἐφρατᾶ, ὀλίγος εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐξ οὗ μοι ἐξελεύσεται ἡγούμενο
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.