Logos 8 rem close CLOSEOUT
Rem CLOSEOUT: like the Father, not a free-floating will. LOGOS VIII CLOSEOUT.
Greek
τῆς πρὸς Θεὸν Πατέρα ὁμοιότητος τὸν Υἱὸν, περιττὸν τὸ λέγειν τῇ βουλήσει προσεοικέναι μᾶλλον αὐτὸν, καὶ οὐκ αὐτῷ τῷ ἐκλάμψαντι αὐτὸν Πατρί. ΑΛΛΟ. Ὧν ὁ λόγος ὁ αὐτὸς, ταῦτα πάντως ὁμοειδῆ τε εἶναι καὶ ἀλλήλοις ἐοικότα φυσικῶς ἀναγκαῖον. Οἷον φέρε εἰπεῖν· Ὁ τοῦ ἀνθρώπου λόγος οὕτως ἔχων, ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· καθ' ὧν δ' ἂν φέροιτο, ταῦτα τῆς αὐτῆς οὐσίας ὄντα δεικνύει. Καὶ οἷς ἂν ταῦτα ἐπαληθεύηται, τὰ ἐν τῷ ὅρῳ, φημὶ, ταῦτα πάντως ἀνθρώπους εἶναι δεῖ. Εἰ γὰρ ζῶόν ἐστι λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τί ἂν ἕτερον εἴη λοιπὸν ἢ ἄνθρωπος τὸ σημαινόμενον; Εἰ τοίνυν τὸ Θεὸς ὄνομα καὶ Κύριος, καὶ τὸ ἄφθαρτος, καὶ τὸ βασιλεὺς, καὶ εἴ τι ἕτερον πρὸς τούτοις περὶ τοῦ Πατρὸς λέγεται, καὶ ταῦτα καὶ ἐφ' Υἱοῦ φερόμενα ἐπαληθεύεται, καὶ οὐ μέχρι μόνων τῶν ὀνομάτων τὴν εὐφημίαν ἔχει, ἀλλ' ἔστιν ὄντως οὕτω καὶ κατὰ φύσιν, ποῖος λόγος τῆς πρὸς τὸν Πατέρα φυσικῆς ὁμοιότητος χωριεῖ τὸν Υἱόν; Ἕνα γὰρ ἔχουσι τῆς οὐσίας τὸν ὅρον, καὶ πάντα ὅσα πρόσεστι τῷ γεγεννηκότι, καὶ ἐπὶ τοῦ γεννηθέντος ἐπαληθεύεται. Εἰ δέ τις ἀποτολμᾷ ψευδώνυμον Θεὸν εἶναι λέγειν τὸν Υἱὸν, καὶ πλέον οὐδὲν ἔχειν τῶν κατὰ χάριν εἰς θεότητα καὶ εἰς υἱότητα κεκλημένων, εἰς τὸ Παύλου τοῦ Σαμοσατέως ἐμβεβηκὼς δόγμα, δικαίως ἀκούσεται παρ' ἡμῶν· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ οὐ μὴ συνῆτε. Ἀμήχανον γὰρ τοὺς μὴ φύσει Θεὸν ὑπάρχειν πιστεύοντας τὸν Υἱὸν, νοῆσαι τὴν ἐμφέρειαν ἣν ἔχει πρὸς τὸν Πατέρα κατὰ φύσιν. Τοιγαροῦν ἐοικὼς τῷ Πατρὶ, οὐκ ἐνυπάρκτου βουλήσεως εἰκόνα φορεῖ, ὑπάρχων πρὸ τῶν αἰώνων Υἱός.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.