Thesaurus on the Holy Trinity · §logos-8-rem-mid

Logos 8 rem mid

Rem mid: likeness tracks nature.

Greek

ἕξει τόπον ἐνυπόστατος βούλησις, τρίτον ἀποφαίνουσα τὸν Υἱὸν τὸν προσεχῆ τῷ Πατρὶ, καθὸ καὶ Υἱὸς οὐδὲν ἔχων μεσολαβοῦν τὴν γέννησιν αὐτοῦ; ∆ιὸ καὶ αὐτός ἐστιν ἡ ζῶσα καὶ ἐνούσιος ἡ βούλησις τοῦ γεγεννηκότος. ΑΛΛΟ. Τῆς βουλήσεως τοῦ Πατρὸς χαρακτῆρα καὶ ὁμοίωσιν εἶναι τὸν Υἱὸν καταψεύδονται, ἀλλ' οὐκ αὐτοῦ τοῦ Πατρός. ∆ιὸ δὴ πάλιν ἐρωτητέον τοὺς χριστομάχους, Εἰ ὅμοιός ἐστιν ὁ Πατὴρ τῆς ἑαυτοῦ βουλήσεως, ἢ οὐχί; Εἰ μὲν γὰρ ἀνόμοιος, ἀνομοίαν ἑαυτῷ τὴν βούλησιν ἔχει· καὶ σιωπῶ πρὸς τοῦτο τὸ δύσφημον· εἰ δὲ ὁμοίαν ἑαυτῷ τὴν βούλησιν ἔχει, ἧς, ὥς φατε, χαρακτήρ ἐστι καὶ εἰκὼν ὁ Υἱὸς, ἔοικεν ἄρα κατὰ τοῦτο τῷ Πατρί. Πῶς οὖν ἀνόμοιος ἔσται κατὰ τὴν οὐσίαν αὐτῷ, ὁ διὰ τὸ τῇ βουλήσει προσεοικέναι χαρακτὴρ ὢν αὐτοῦ; Συγκείσεται γὰρ, ἂν οὕτως ἔχῃ, καθ' ὑμᾶς, ἐξ ὁμοίου καὶ ἐξ ἀνομοίου ὁ Υἱὸς, κατά τι μὲν ἐοικὼς τῷ Πατρὶ, κατά τι δὲ ἀλλοτριούμενος τῆς πρὸς αὐτὸν ὁμοιότητος. Εἶτα, ποῖος συγχωρήσει λόγος τὸ ἓν κατ' οὐσίαν ὑπάρχον καὶ ἐν ἀριθμῷ, οἷον Παῦλον τυχὸν ἢ Πέτρον, δύο φέρειν ἐν ταυτῷ κατὰ φύσιν τὰ ἐναντία; Οὐ γὰρ δυνήσεταί τις εἰπεῖν· Λογικός τέ εἰμι καὶ ἄλογος· οὐδ' αὖ τὸ πῦρ ἐρεῖ τις θερμὸν εἶναί τε καὶ ψυχρόν· δεῖ γὰρ, ἑνὸς ἐνυπάρ χοντος, ἀναῤῥεῖσθαι τῶν σημαινομένων τὸ ἕτερον. Οὐκοῦν ἀμήχανον ἐν Υἱῷ καὶ τὸ ὅμοιον εἶναι καὶ τὸ ἀνόμοιον. Ἐπιμαρτυρούσης δὲ τῆς θείας αὐτῷ Γραφῆς τὴν ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα, καὶ αὐτοῦ δὲ φάσκοντος· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, τὸ ἀνόμοιον οὐ παραδεξόμεθα, ποδηγούμενοι διὰ τούτων ἐπὶ τὸ ἀληθέστερόν τε καὶ πρεπωδέστερον. Ἐπειδὴ δὲ πάλιν οὐ

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.