Thesaurus on the Holy Trinity · §logos-8-rem-early

Logos 8 rem early

Rem early: expose will-likeness as a dodge.

Greek

Ἢ γὰρ ἀποτόμως ἀνόμοιον εἶναι τῷ Πατρὶ λεγέτω σαν, καὶ φανερῶς δυσφημοῦντες μισείσθωσαν· ἢ εἴπερ ἀνάγκη τὴν ὁμοιότητα δοῦναι τῷ Υἱῷ πρὸς τὸν Πατέρα, ἀνάγκη δὴ πᾶσα ὡς οὐκ ἔσται τῆς βουλήσεως ὅμοιος, ἀλλὰ μᾶλλον τοῦ γεγεννηκότος. ∆έδεικται γὰρ ὅτι τοῖς ἐν οὐσίᾳ καὶ ὑποστάσει πρὸς τὰ ἐνούσιά τε καὶ ἐνυπόστατα ἡ ὁμοιότης ἡ κατὰ τοῦτο σώζεται, οὐ πρὸς τὰ ἑτερογενῆ, καὶ ἐν ἑτέροις ἔχοντα τὸ εἶναι, ὥσπερ ἡ σοφία τυχὸν ἐν τῷ σοφῷ, καὶ ἡ βούλησις ἐν τῷ βουλευομένῳ. ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ τῆς βουλήσεως τοῦ Πατρὸς ὅμοιος ὢν, καθ' ὑμᾶς, ὁ Υἱὸς ἀνόμοιός ἐστι τῷ γεγεννηκότι, ἀνάγκη πᾶσα τὴν βούλησιν οὐδὲν προσεοικέναι τῷ Θεῷ καὶ Πατρὶ λέγειν, ἧς χαρακτὴρ ὑπάρχων ὁ Υἱὸς, ἀνόμοιός ἐστι, καθ' ὑμᾶς, τῷ Πατρί. Ἔσται οὖν καὶ τῇ βουλήσει τῇ ἑαυτοῦ ἀνόμοιος ὁ Πατήρ. Τοῦτο γὰρ ἐκ τοῦ λόγου συνάγεται τὸ ἀσέβημα. Καὶ εἰ ἐνυπόστατόν τι τὴν βούλησιν εἶναί φατε, ἔστι τι πάντως ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ τὸ ἀνόμοιον αὐτοῦ. Καὶ τοῦτο γὰρ ὁ λόγος προσομολογεῖν ὑμᾶς ἀναγκάσει. Ἀλλ' ἐνθάδε ζητητέον τῆς ἀνομοιότητος τὸν τρόπον, ἣν ἡ βούλησις ἔχει πρὸς τὸν Πατέρα. Εἰ μὲν γὰρ ὡς ἐλάττων αὐτοῦ κατά τι τυγχάνουσα, τὴν ὁμοιότητα τὴν πρὸς αὐτὸν οὐκ ἔχει, τὸ προεληλυθὸς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, χεῖρον αὐτοῦ καὶ ἔλαττον· οὐ γὰρ ἔξωθεν, οὐδὲ ἐπείσακτον ἡ βούλησις, ἀλλ' ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. Τὸ δὲ χείρονα τίκτειν, οὐδὲ τοῖς γενητὴν ἔχουσι τὴν φύσιν οἶδε συμβαίνειν. Οὐδὲ γὰρ ἄνθρωπος ἕτερόν τι γεννήσει παρ' ὅπερ ἐστὶν αὐτός· ἀλλ' οὐδὲ ἕτερόν τι τῶν ἀλόγων ζώων. Εἰ δὲ, ὅπερ οὐ θεμιτὸν λέγειν, ἐπὶ τὸ μεῖζον ἔχ

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.