Dialogue 3 opening: That the Son is true God just as the Father is
Dialogue 3 — That the Son is true God just as the Father is.
A and Hermias take up whether “God” said of the Son is empty honor or true deity. Scripture that calls the Word God, and the Only-begotten who is in the Father’s bosom, is read so that the Son is not God by courtesy but God by nature, as the Father is.
Opponents who grant the name and strip the nature are answered from the same lemmas: true God from true God, not a lesser so-called god.
Greek
ΛΟΓΟΣ ΤΡΙΤΟΣ Ὅτι Θεὸς ἀληθινὸς ὁ Υἱὸς καθὰ καὶ ὁ Πατήρ. {Α.} Ἄριστον μέν, ὦ Ἑρμεία, φαίης ἂν οἶδ' ὅτι καὶ αὐτός που τάχα τοῖς εἰς ἀρετὴν σπουδάσμασιν ἐναγλαΐζεσθαι δεῖν, ἐμφιλοχωρεῖν δὲ μάλιστα τοῖς εἰς εὐσέβειαν λόγοις, εἶεν δ' ἂν οὗτοι οἱ περὶ Θεοῦ. Τοιγάρτοι καὶ Γράμμα φησὶν ἱερόν· "Καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος καὶ διανι στάμενος." Τὸ γὰρ οἶμαι δεῖν ἀκαταλήκτως ἔχειν τὸν θεῖον ἡμᾶς ἐπὶ γλώττης λόγον οὐκ ἀσυντελὲς εἰς ὄνησιν καὶ οὐχ ἑτέροις ἂν πρέποι μᾶλλον, ἢ οἷς ἐν φροντίδι τὸ διαβιῶναι θεοφιλῶς. {Β.} Σύμφημι κἀγώ· τοῦδε γὰρ ἄμεινον οὐδέν. Ἐπειδὴ 462 δὲ ἀποχρώντως ἡμῖν εἴς γε τὸ παρὸν ὁ περὶ τῆς θείας τε καὶ ἀπορρήτου γεννήσεως ἐκβεβασάνισται λόγος, ὡς ἐξέφυ μὲν ἑτέρωθεν οὐδαμῶς, ἐξ αὐτῆς δὲ ἡμῖν τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀνέλαμψεν ὁ Υἱός· ὧδε γὰρ ἔχων ἐφαί νετο· τί τὸ ἀναπεῖθον ἔτι τοὺς δι' ἐναντίας, ἕνα μὲν ὑπάρχειν οἴεσθαι Θεὸν τὸν Πατέρα κατὰ φύσιν καὶ ἀληθινόν, συναριθ μεῖν δὲ αὐτῷ μηδένα παντελῶς, ἀλλὰ καὶ αὐτὴν τοῖς ἄλλοις ὁμοῦ πόρρω που τῆς ἀληθοῦς θεότητος, τὴν τοῦ μόνου καὶ ἀληθῶς Υἱοῦ παρωθεῖσθαι φύσιν; {Α.} Τί τὸ ἀναπεῖθον, ἐπείπερ ἔρεσθαί σοι δοκεῖ, φαίην ἂν ἔγωγε περὶ τῶν ὧδε διειληφότων, ὡς εἴη μὲν "Ἐξ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας. Ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας ὁ οἶνος αὐτοῖς." Ἐκμεμεθυσμένοι γὰρ ὥσπερ τοῖς οὐκ οἶδ' ὅθεν ἐξευρημένοις ψευδηγορήμασιν, ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτῶν ἐρεύγονται πονηρά. Ἀχάλινοι δὲ ταῖς ἐφ' Υἱῷ δυσφημίαις ἀνέντες τὴν γλῶτταν, κἂν ἀδελφὴν καὶ γείτονα τῆς τῶν Φαρισαίων ἀφιλοθεΐας νοσοῦντες ἀπόνοιαν, ἀκουόντων σὺν ἐκείνοις· "Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λέγειν πονηροὶ ὄντες;" Καίτοι χρῆν δή που ταῖς οὕτω σεπταῖς τε καὶ ἀπορρήτοις ἐρεύναις ἐνιέντας τὸν νοῦν τὸ μὲν σφίσι δοκοῦν οὐχὶ δή που πάντως οἴεσθαι καλῶς καὶ ἀδιαβλήτως ἔχειν, ἐν κύκλῳ δὲ ὥσπερ τὸν ἔσω καὶ κεκρυμμένον περικομίζοντας ὀφθαλμὸν καὶ μυρίων ὅσων ἐννοιῶν διαθέοντας πλάτος, ἀποφοιτᾶν μὲν ὡς ἀπωτάτω τῶν ἐξ ἐλαφρίας συντεθειμένων, δοκιμάσαντας δὲ ἀκριβῶς τὸ τελοῦν εἰς ὄνησιν καὶ τῆς εἰς εὐθὺ διαλήψεως καὶ ἀκραιφνῶς ἔχοντος λόγου ποδηγούντων εἰς κατάληψιν, μόνοις ἐφιζῆσαι τοῖς τῆς ἀληθείας δόγμασιν. Ἀποπληξία γάρ, οἶμαι, νοῦ καὶ παρακοπὴ Θεὸν μὲν οὐκ εἶναι λέγειν κατὰ φύσιν καὶ ἀληθινὸν τὸν ἐκ Θεοῦ πεφηνότα Υἱόν, ὡς λόγον ἐκ νοῦ ἢ ὥσπερ ἂν εἴη τοῦ φωτὸς ἀπαύγασμα τυχόν, εἰκαίοις δὲ ὥσπερ ἐπινήχεσθαι λογισμοῖς καὶ κιβδήλοις ἐννοιῶν
About this text
Cyril of Alexandria, Dialogue 3 on the Holy and Consubstantial Trinity (Greek). Complete on this page: opening + rem CLOSEOUT.
English follows PG 75 Greek (CPG 5216). Durand SC French and modern English syncs were not used as wording. Dialogue 3 CLOSEOUT.
Witnesses
- Copy-text PG 75 — De sancta et consubstantiali Trinitate dialogi (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.