Dial.3 rem early
Rem early: proofs that the Son shares the Father’s Godhead without being a second principle. Worship, creation through him, and equality of glory are pressed against creature-talk.
Greek
ἐπαυχεῖν εὑρήμασιν. Ἦ γὰρ οὐκ ἄμεινον ἐξ εὐμαθοῦς διανοίας ἐκεῖνο ἰδεῖν, ὡς ἔνθαπερ ἂν εἴη τὸ γεννᾶσθαι κατὰ φύσιν οὐ διεψευσμένον, ἐκεῖ δήπου πάντως καὶ τῷ γεννω μένῳ πρὸς τὸ γεννῶν εἴη ἂν οὐ σχετικὴ μᾶλλον ἢ ψευδώνυμος ἡ οἰκειότης, ἀλλὰ φυσική; Ἐξ αὐτῆς γὰρ ἔσται τῆς οὐσίας τοῦ τεκόντος τὸ ἀληθῶς γεννώμενον. Πῶς ἂν οὖν ἁμάρτοι καὶ ἐξοίχοιτο κατ' αὐτοὺς τοῦ κατ' ἀλήθειαν εἶναι Θεὸς τὸ ἐκ Θεοῦ γεννηθέν; 463 {Β.} Ναὶ καὶ αὐτὸν φαῖεν ἂν ἴσως ὡς Θεός τε εἴη καὶ ἐκ Θεοῦ, πλὴν ἑτεροίως καὶ παρηλλαγμένως. {Α.} Οὐκοῦν, τὸ μὲν ἑτεροίως ὅ τί ποτ' ἐστὶ συνίημι μὲν οὐ σφόδρα ἐγώ, φράσαις δ' ἂν ἴσως αὐτός, εἴπερ οἶσθά που. ∆ιαπεπύσθαι γὰρ δή σε καὶ μάλα εἰκός. {Β.} Ἐπυθόμην. Θεὸν μὲν γὰρ εἶναί φασιν ἀληθινὸν τὸν Πατέρα, τὸν δέ γε Υἱὸν οὐχ ὧδε ἔχειν, καὶ εἰ καλοῖτο Θεός, εἶναι δὲ καὶ ἐκ Θεοῦ. Καὶ γάρ τοί φασι· Καὶ τὰ πάντα ἐκ Θεοῦ. {Α.} Καὶ μὴν τοῦτό γέ ἐστιν ἀπημφιασμένως ἀνακεκράγειν ὡς οὔτε Θεός ἐστιν ὁ Υἱός, ἀλλὰ καὶ ἐν ἴσῳ τοῖς ἄλλοις ἐκ Θεοῦ, κατὰ τρόπον δὲ δηλονότι τὸν τῆς δημιουργίας, παρῆκται δὴ οὖν εἰς γένεσιν καὶ παρακεκόμισται πρὸς τὸ εἶναι μὴ ὤν, καὶ κτίσει λοιπὸν ὡς ἀδελφῇ συντετάξεται. Κατασκιασμάτων γὰρ ἤδη τῶν ἐκ πανούργου τέχνης ἀπαμ φιάσαι τὸν λόγον ἄριστον οἶμαί που καὶ σοφόν, ῥηματίοις δὲ τοῖς κεκομψευμένοις καταχρυσοῦν οὐκ ἐᾶν τὴν τοῦ Υἱοῦ φύσιν τοὺς δι' ἐναντίας, οὐδὲν ἀληθὲς ἐπ' αὐτῷ δοξάζοντας, διαρρήδην δὲ μᾶλλον ἀναπείθειν εἰπεῖν ὅπερ εἶναι πιστεύου σιν. Ἅπας γὰρ οἶμαί που τῆς ἐκείνων ἠλιθιότητος κατορ χήσεται λόγος. Καὶ ὅτι μὲν τὸ ἐκ Θεοῦ πεφηνέναι τὸν Υἱὸν οὐχ ἕτερόν τι δηλοῦν ὑπολάβοι τις ἄν, εἴ γε νοῦν ἔχοι τὸν ἀπαράφθορον, ἢ ὅτι γεγέννηται καὶ ὡς αὐτῆς ἐξέφυ τῆς οὐσίας τοῦ Πατρός, ὁ γείτων ἡμῶν καὶ πεπερασμένος ἀρτίως παρέδειξε λόγος. Ἁτέρῳ γε μὴν τὸν ἐμβασανίζειν εἰδότα καταθῆξαι νοῦν, οἰήσομαι δεῖν. {Β.} Ὡς ἥδιστά γε δρῴης ἂν ἐπὶ τοῦτο παρορμώμενος
About this text
Cyril of Alexandria, Dialogue 3 on the Holy and Consubstantial Trinity (Greek). Complete on this page: opening + rem CLOSEOUT.
English follows PG 75 Greek (CPG 5216). Durand SC French and modern English syncs were not used as wording. Dialogue 3 CLOSEOUT.
Witnesses
- Copy-text PG 75 — De sancta et consubstantiali Trinitate dialogi (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.