Dialogues on the Holy Trinity, Dialogue 3 · §dialogue-3-rem-close

Dial.3 rem close CLOSEOUT

Rem CLOSEOUT: Hermias assents that the Son is true God as the Father is. DIALOGUE 3 CLOSEOUT.

Greek

τρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ." Ὁ δὲ τῷ Θεῷ καὶ Πατρὶ συγχορηγός τε καὶ δοτὴρ καὶ διὰ τῆς ἴσης ἀπαραλλάκτως φιλοτιμίας τε ἅμα καὶ μεγαλοπρεπείας ἰών, πῶς ἄν, εἰπέ μοι, τῆς θεοπρεποῦς μειονεκτοῖτο δόξης, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ἴσῳ τε καὶ ἐν ὁμοίῳ κείσεται κατὰ πᾶν ὁτιοῦν τῷ γεγεννη κότι; {Β.} Ὀρθῶς ἔχει. {Α.} Ἴθι δὲ δὴ καὶ ἐπ' ἐκεῖνο αὖ. {Β.} Τὸ ποῖον τί φῄς; {Α.} Ἢ οὐκ ἀληθὲς εἶναι φῂς ὡς τό γε ταῖς τῶν ἁγίων συμφέρεσθαι δόξαις εὐστιβῆ μὲν ἡμῖν ἀπεργάσεται τὴν ἀλήθειαν, ἐπ' αὐτὸ δὲ ἀνοίσει τὸ Θεῷ δοκοῦν καὶ τὸ διὰ τοῦ ἁγίου Πνεύματος ἐφ' Υἱῷ χρησμῳδούμενον; {Β.} Καὶ τί δὴ τοῦτό ἐστιν; {Α.} Τὸ ὅτι Θεὸς κατὰ φύσιν καὶ ἀληθῶς ὁ Υἱός. Ὁ γάρτοι σοφὸς ἔφη Παῦλος, περὶ μὲν τοῦ Θεοῦ καὶ Πατρός· "Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν–ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας–ὅτι οὐ ψεύδομαι." Εἶτα τῆς τοιᾶσδε τιμῆς τε καὶ δόξης τὸν ἴσον εὐθὺς ἀνα πλέκει στέφανον τῷ Υἱῷ, καταδείσας οὐδέν, ἐπείπερ ἔγνω Θεὸν ὄντα φύσει τε καὶ ἀληθῶς· ἐπιστέλλει περὶ αὐτοῦ, τὸν περὶ τῆς Ἰουδαίων ἀποπομπῆς ἐξυφαίνων λόγον· "Εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντας Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν." Τὸν τοίνυν ἐπὶ πάντας Θεὸν ὑπὸ Θεῷ μετὰ πάντων θήσομεν, εἴπερ οὐκ ἀληθῶς ἐστὶ Θεὸς καὶ τοῖς κατὰ χάριν συντετάξεται, καίτοι τὸ ἐπὶ πάντας εἶναι λαχών, τὸ μέγα τοῦτο καὶ θεοπρεπὲς ἀξίωμα, τὸ εὐλογεῖσθαί φημι, καὶ τοῦτο διηνεκῶς καὶ ἀκαταλήκτως κατασφραγί ζοντος τοῦ Ἀμήν. Ἆρ' ἐξ ὑγιοῦς οἴει φρενὸς ἐννενοῆσθαι ταυτὶ τοὺς δι' ἐναντίας; {Β.} Οὐδαμῶς· ἔχοι δ' ἂν μᾶλλον ὑγιᾶ τὸν νοῦν ὁ Θεὸν ἀληθινὸν καὶ ἐκ Θεοῦ πεφηνέναι τοῦ κατὰ ἀλήθειαν ὁμολογῶν τὸν Υἱόν, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

About this text

Cyril of Alexandria, Dialogue 3 on the Holy and Consubstantial Trinity (Greek). Complete on this page: opening + rem CLOSEOUT.

English follows PG 75 Greek (CPG 5216). Durand SC French and modern English syncs were not used as wording. Dialogue 3 CLOSEOUT.

Witnesses

  • Copy-text PG 75 — De sancta et consubstantiali Trinitate dialogi (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.