Dialogues on the Holy Trinity, Dialogue 3 · §dialogue-3-rem-mid

Dial.3 rem mid

Rem mid: texts that seem to subordinate are sorted under economy or under the Son’s from-the-Father relation, not under unlikeness of nature.

Greek

Υἱὸς καὶ ἑτέραν τινὰ καὶ ἰδίαν ἀπετέμετο φύσιν καὶ τὸ ἀληθῶς εἶναι Θεὸς οὐκ ἔχει, καίτοι κατὰ φύσιν ἀθάνατος ὤν, μᾶλλον δὲ αὐτόχρημα ζωή, ἆρ' οὐχὶ τὰ μόνῃ τῇ θείᾳ καὶ ἀρρήτῳ προσόντα φύσει, καὶ τὰ δι' ὧν εἰκότως τεθαύμασται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων περιθεῖεν ἄν, καὶ ἐνυπάρχειν ἐροῦσι καὶ τῷ τελοῦντι λοιπὸν ἐν κτίσμασι, κατά γε τὸ αὐτοῖς φληνάφως δοκοῦν; {Β.} Τίνα τρόπον; {Α.} Πρέπειν, οἶμαί που, τῷ γε ὄντως φύσει τε καὶ ἀληθείᾳ Θεῷ καὶ αὐτοὶ φαῖεν ἂν οἶδ' ὅτι τὸ ζωογονεῖν δύνασθαι καὶ εἶναι ζωή. Εἴπερ οὖν τοῦτό ἐστιν οὐσιωδῶς ὁ πατήρ, ἐξώλισθε δέ, κατ' ἐκείνους, τῆς πρὸς αὐτὸν φυσικῆς ταὐ τότητος ὁ Υἱός, καὶ σμικροπρεπείας εἰς τοῦτο τελῶν, καὶ ζωὴν ἑαυτὸν εἶναί φησι καὶ τῆς τοῦ Πατρὸς οὐσίας τὸ ἐξαίρετον τῇ ἰδίᾳ καταγράφει φύσει, πῶς οὐκ ἀληθὲς ὅπερ ἔφην; Ἐκκεκόμισται γὰρ ἤδη τὸ τῆς ἀρρήτου φύσεως ἴδιον καὶ εἰς τὸ μὴ ὂν ἐξ αὐτῆς, κεκλημένον δὲ ὥσπερ ὁμοῦ τοῖς ἄλλοις εἰς γένεσιν. Νοηθεῖεν γὰρ ἂν ἔν γε τοῖς εἶναι πεπιστευμένοις, Θεὸς μὲν πρὸ πάντων, καὶ μετὰ τοῦτο κτίσις. Ἕτερον δὲ μεταξὺ τὸ σύμπαν οὐδέν. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; {Β.} Ἀληθές. {Α.} Εἴπερ οὖν ἐστιν ἑτεροούσιος ὁ Υἱὸς καὶ οὐκ ἐν οἷς εἶναί φασι τὸν Πατέρα, πῶς ἂν νοοῖτο μία τε καὶ ἀπαράλ λακτος ἐνέργεια φυσικὴ τῶν τῇδε διεστηκότων, κατά γε τὸν τοῦ πῶς εἶναι λόγον; "Ὥσπερ γάρ, φησίν, ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ." {Β.} Ἀλλὰ ναί, φασί. Ζωὴ μὲν ἔστιν ὁ Υἱός, ἔφη δ' οὖν ὅμως· "Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα." Ζωὴ τοιγαροῦν ἐστι διὰ τὸν Πατέρα. {Α.} Ἆρ' οὖν, ὦ γενναῖοι, καὶ αὐτὸν ζωοποιεῖσθαι τὸν Υἱὸν παρὰ τοῦ Πατρὸς ὁμοῦ τοῖς ἄλλοις ὑποληψόμεθα, καὶ τοῖς ἔξωθέν τε καὶ εἰσκεκριμένην ἔχουσι τὴν ζωὴν ἐπαρι θμητέον τὴν ζωήν; Συντετάχθω δὴ οὖν καὶ τοῖς ἀποθνήσ κουσιν ὁ Υἱός· ἀπόβλητον γὰρ τὸ εἰσκεκριμένον καὶ ὧνπερ ἄν τις ἕλοιτο τὴν κτῆσιν ἀπεμπολ

About this text

Cyril of Alexandria, Dialogue 3 on the Holy and Consubstantial Trinity (Greek). Complete on this page: opening + rem CLOSEOUT.

English follows PG 75 Greek (CPG 5216). Durand SC French and modern English syncs were not used as wording. Dialogue 3 CLOSEOUT.

Witnesses

  • Copy-text PG 75 — De sancta et consubstantiali Trinitate dialogi (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.