Dialogues on the Holy Trinity, Dialogue 6
Dialogue 6 opening: That human properties and un-Godlike sayings belong to the economy with flesh§dialogue-6-open
dialogue-6-openDialogue 6 — That sayings about the Son that fit humanity, and are not strongly God-befitting, belong to the economy with flesh, not to the Word’s nature as God.
A and Hermias sort lowly texts — hunger, sleep, sorrow, being sent, receiving — away from the bare Godhead of the Word and onto the assumed flesh and the saving plan.
The Word remains what he was; lowliness is taken on, not a change of the divine nature.
Greek · §dialogue-6-open
ΛΟΓΟΣ ΕΚΤΟΣ Ὅτι τὰ τῆς ἀνθρωπότητος ἴδια καὶ τὰ μὴ σφόδρα θεοπρεπῶς εἰρημένα περὶ τοῦ Υἱοῦ πρέποι ἂν μᾶλλον τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ οὐκ αὐτῇ τῇ φύσει τοῦ Λόγου καθὸ νοεῖται καὶ ἔστι Θεός. {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας παράδειξις ἐναργὴς καὶ οἱονεί τι σήμαντρον ἀκριβὲς ἡ τοῦ Υἱοῦ φύσις, ἀποχρῶν ἡμῖν εὖ μάλα καὶ σαφὴς ἐξείργασται λόγος. Τὰ γάρ τοι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἰδικῶς ἐξαίρετα δέδειχεν ὄντα τοῦ Υἱοῦ, μᾶλλον δὲ πᾶν ὅπερ ἂν λέγοιτο τοῦ Πατρὸς ἴδιον φυσικῶς τοῦτο ἀπέφηνεν ὄντα τὸν Υἱόν. Οἴει δὴ οὖν, ὦ Ἑρμεία, τοῖς ἑτέρου τυχὸν ἰδιώμασιν ὡς ἰδίοις ἄν ποτε διαπρέπειν δύνασθαι τὸ μηδαμόθεν αὐτῷ φυσικῶς ἑνούμενον, διαμοιρηθὲν δὲ ὥσπερ εἰς ἔκφυλον ἑτερότητα; {Β.} Πῶς λέγεις; {Α.} Οὐ γὰρ ἕκαστον τῶν ὄντων λόγῳ μὲν φύσεως ἰδίῳ κατασημαίνεται, ταὐτότητα δὲ τὴν εἰσάπαν διαδιδράσκον ὁρᾶται πρὸς τὰ λοιπά, κἂν εἰ μετεῖναί τι λέγοιτο κοινὸν αὐτοῖς; Ζῷον μὲν γὰρ ἄνθρωπός τε καὶ ἵππος, ἀλλ' ἐφ' ἑκάστῳ τις ἕτερος διέρπει λόγος, ἀποτειχίζων αὐτὸ τῶν ἄλλων, καὶ ἀσύμβατον ἀποφαίνων τὴν εἰς ταὐτότητα συνδρομήν, τὴν εἰσάπαν δὴ λέγω καὶ ὁλοσχερῶς. Ἴδιος γάρ τις ἀνθρώπου λόγος, βοός τε καὶ ἵππου. Εἰ δὲ δή τις ἐξέλοι τὸ μεσολαβοῦν καὶ τοὺς τῆς οὐσιώδους διαφορᾶς ἀποστήσας λόγους, τὰ τῆς ἀνθρώπου φύσεως ἴδιά τε καὶ πάντα περιθείη τοῖς ἄλλοις, ἆρ' οὐκ ἀνθρώπου φύσιν ἡμῖν ὁριεῖ καὶ ἕτερον οὐδὲν ἔσται τὸ δηλούμενον; {Β.} Ἀληθές. {Α.} Οὐκ οὖν ἀμαθές, μᾶλλον δὲ ἤδη πως καὶ ἀμήχανόν ἐστιν ὁλοτρόπως δύνασθαι τοῖς ἑτέρου τυχὸν ἰδιώμασι διαγινώσκεσθαί τι καὶ οὐκ εἶναι νομίζειν αὐτὸ τοῦθ' ὅπερ ἐκεῖνο κατὰ φύσιν ἐστὶν οὗ καὶ τοῖς ἰδιώμασιν ἐπιγινώσκεται; 588 {Β.} Ὀρθῶς ἔφης. {Α.} Μείων οὖν ἄρα κατ' οὐδὲν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρός, εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν ὁλοσχερῶς δια πρέπων, ὅ τι ποτέ ἐστι κατὰ φύσιν γινώσκεται. Ταύτῃ τοι καὶ ἔστι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρός. ∆ι' αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὴν τοῦ Πατρὸς φύσιν κατα θρήσαιμεν ἄν. {Β.} Βούλει τι λέγωμεν τῶν ἀναγκαίων εἰς ὄνησιν, ἤγουν ἀνέντες ἤδη σοι τὸ ἀντιτετάχθαι δοκεῖν, τῆς τῶν ἐναντίων δόξης ἐρήμην ὥσπερ ἐῶμεν καταθεῖν τὸν λόγον; {Α.} Καὶ μήν, ὦ φιλέταιρε, πάρα μὲν εἰπεῖν ἐλευθέρως τὸ δοκοῦν. Ὄκνου δὲ ἀμείνους ἡμεῖς, καὶ διερρίφθω μέλλησις, καιροῦ παραθήγοντος εἰς τὸ δεῖν ἑλέσθαι καὶ νῦν τοῖς τῆς ἀληθείας ἡμᾶς συναθλῆσαι δόγμασιν. Ἀναπείθει δέ, οἶμαι, πρὸς τοῦτο ἰέναι προθύμως καὶ ὁ θεσπέσιος Πέτρος ὧδέ πη λέγων· "Ἕτοιμοι γίνεσθε ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ ἀπαιτο
Dial.6 rem early§dialogue-6-rem-early
dialogue-6-rem-earlyRem early: passion and growth language assigned to the flesh; impassible deity not hurt.
Greek · §dialogue-6-rem-early
ῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος." Ἐλπὶς δὲ δὴ τίς ἂν εἴη παρά γε ἡμῖν ἑτέρα παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; {Β.} Οὐκοῦν, ἴσθι τοι πάντη τε καὶ πάντως ἐκεῖνο ἐροῦντας ὡς οὐκ ἂν εἴη ποτὲ τῷ Θεῷ καὶ Πατρί, κατά γε τὸν τῆς φύσεως λόγον, ἢ ἴσος ἢ ὅμοιος ὁ Υἱός, ὅς γε καὶ ἁγιάζεται παρ' αὐτοῦ καὶ ὑψοῦται καὶ δοξάζεται καὶ δυναμοῦσθαι λέγεται. Ὅτι γὰρ καὶ προσκεκύνηκε μεθ' ἡμῶν καὶ τὴν συντελείας ἡμέραν ὡμολόγηκεν ἀγνοεῖν ἐξ αὐτῶν ἕτοιμοι τῶν ἱερῶν ἡμῖν ἀποφαίνειν Γραμμάτων. Τὰς δὲ ἐφ' ἑκάστῳ τῶν εἰρημένων φωνάς τε καὶ πίστεις ἀπό γε τῆς θεοπνεύστου Γραφῆς παραθείην ἂν εὐκόλως, εἴ γέ σοι δοκεῖ. {Α.} Καὶ μὴν ἔγωγε παρηβῆσαι μὲν ἤδη μοι τὸν ἀγῶνα ἐδόκουν, ὁ δέ ἐστιν ἐν ἀκμαῖς ἔτι καὶ οἱονεὶ σφριγῶσαν ἔχει τὴν ἔφοδον. Ἐπειδὴ δὲ διημάρτηκα τῆς ἐλπίδος καὶ εἰς ἀρχὰς ἱδρώτων ἑτέρας ἥκομεν, σωρηδὸν γὰρ ἡμῖν τῆς τῶν ἐναντίων σκαιότητος ἐπιθεῖ τὰ προβλήματα, φέρε δὴ πάλιν, ἀνὰ μέρος ἑκάστῳ τὸν ἀληθῆ καὶ ἀμώμητον ἀντεξά γοντες λόγον, ἠγνοηκότας ἐλέγχωμεν τὸ Χριστοῦ μυστήριον. {Β.} Οὐκοῦν εἰμί τοι καὶ μάλα πρόθυμος ἥνπερ ἂν ἕλοιο διαστείχειν αὐτός. Καὶ γάρ τοι καὶ λίαν εὐκρινεστέραν τὴν ἐφ' ἑκάστῳ βάσανον ἐξεργάσαιτ' ἂν ἡμῖν οὐχ ἑτέρως ἢ οὕτως ὁ λόγος. Ὅτι τοίνυν, φασίν, ἁγιασμοῦ μέτοχος ὁ Υἱός, σαφηνιεῖ γράφων ὁ μακάριος Παῦλος περὶ αὐτοῦ· "Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου." 589 Καὶ μὴν καὶ ὁ σοφός φησιν Ἰωάννης "τὸ Πνεῦμα τεθεᾶσθαι καταβαῖνον ἐπ' αὐτὸν ὡσεὶ περιστεράν." Καὶ πρός γε δὴ τούτοις καὶ αὐτὸς ἔφασκεν ὁ Υἱός, Ἰουδαίοις προσλαλῶν· "Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα, θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅ
Dial.6 rem mid§dialogue-6-rem-mid
dialogue-6-rem-midRem mid: “the Father is greater than I” and similar read under the economy, not unlike natures in the Godhead.
Greek · §dialogue-6-rem-mid
ῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος." Ἰδοὺ γάρ, ἰδού, φαῖεν ἄν, μεθόριον ὥσπερ τι τὸ πρὸς κατάληξιν τῆς βασιλείας αὐτοῦ, τὸ ἀπρακτῆσαι μὲν ἀρχάς, καταργηθῆναι δὲ θάνατον· παραδώσει γὰρ τότε τὸ χρῆναι κατάρχειν μόνῳ τῷ Θεῷ καὶ Πατρί. {Α.} Ἄπαγε τῆς οὕτω γραοπρεποῦς καὶ γελοιοτάτης ἐννοίας! Ὁ γάρ τοι ταυτὶ πεφρονηκώς τε καὶ λέγων "ἀπέ λιπε μὲν ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται, διαπορεύεται δὲ δι' ἀνύδρου ἐρήμου, καὶ γῆν διατεταμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν," κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ὅτι τῶν τῆς βασιλείας καταστεμμάτων καὶ τῆς κατὰ πάντων ἀρχῆς ἀπόπεμπτος ἔσται κατὰ καιροὺς ὁ Υἱὸς ὁ θεῖος ἡμῖν ἔφη μυσταγωγός· ᾔδει γάρ, οἶμαί που, λύραν μὲν ἀνακρούοντα τὴν πνευματικὴν τὸν θεσπέσιον ∆αβίδ, ἀναμε λῳδοῦντα δὲ πρὸς τὸν Υἱὸν ἐν Πνεύματι· "Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου." Τί δὲ δὴ καὶ δρῷεν ἂν οἱ πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων ἀθυροστομοῦντες εὐκόλως καὶ τὴν ἀγροῖκον οὕτω νοσοῦντες φρένα, προκατασημαί νοντος τῇ ἁγίᾳ Παρθένῳ τὰ ἐπὶ Χριστῷ τοῦ μακαρίου Γαβριήλ; "Μὴ γὰρ δή, φησί, καταδείσῃς τὴν οἰκονομίαν, ὦ Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς 610 τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος." Ἀνδρὸς τοιγαροῦν ἁγίου τὴν ε
Dial.6 rem close CLOSEOUT§dialogue-6-rem-close
dialogue-6-rem-closeRem CLOSEOUT: human properties and un-Godlike sayings belong to the economy with flesh. DIALOGUE 6 CLOSEOUT.
Greek · §dialogue-6-rem-close
δεῖν ἀναμαθεῖν, οἱονεί πως ἤδη καὶ ἐπιτιμᾷ 630 λέγων· "Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσία, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες, ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς." Ὁρᾷς ὅπως ἥκιστα μὲν δεῖν πολυπραγμονεῖν ἐπιτάττει τὰ ὑπὲρ σφᾶς αὐτούς, μετακομίζει δὲ ὥσπερ ἐπὶ τὸ ἐν χερσί τε καὶ πρεπωδέστερον; ∆ρᾶν γὰρ τοῦτο ἔθος αὐτῷ· καὶ γοῦν τὸν ἐκ γενετῆς τυφλὸν προσεκόμιζόν ποτε τῶν ἱερῶν ἀρτίως ἐκθέοντι περιβόλων οἱ θεσπέσιοι μαθηταί· εἶτα δόξαις Ἰουδαϊκαῖς κατακολουθοῦντες ἔτι, φιλομαθείας ὑπό θεσιν ἐποιοῦντο τὸν ἄρρωστον καὶ δὴ καὶ ἔφασκον, "Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;" Ἐπειδὴ δὲ κριμάτων ἥπτοντο θείων, καὶ τὸ οὕτως ἀστιβὲς καὶ δυσέφικτον ἀνθρώποις κατατρανοῦσθαι σφίσιν αὐτοῖς καὶ πέρα τοῦ πρέποντος ἰόντες ἐξελιπάρουν, μεθίστη πάλιν αὐτοὺς ἐπὶ τὸ φρονεῖν ἑλέσθαι τὰ οἰκετικά, καὶ τῆς ὑπὲρ ἄνθρωπον γνώσεως ἀπεσόβει, καὶ φιλεργίας ἔχεσθαι μᾶλλον καὶ ἀγαθῶν σπουδασμάτων μετεπαίδευσε λέγων, "Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος ἡμᾶς ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι." Ἀκούεις ὅπως ἀνῃρηκὼς τὴν δόξαν ὡς ἀκαλλῆ καὶ ταῖς Ἰουδαίων ἀμαθίαις πρεπω δεστέραν, τὸ χρῆναι μᾶλλον ἀγαθουργεῖν τῶν ὑπὲρ ἄνθρωπον ἐννοιῶν ἀνθελέσθαι κελεύει, τῇ θείᾳ που πάντως ἀπονέμων φύσει τὸ εἰδέναι μόνη καὶ καθ' ἑαυτὴν ἅπερ ἂν ἕλοιντο πληροῦν. {Β.} Εὖ λέγεις. {Α.} Οὐκοῦν οὐχ ἑτέρως διακεισόμεθα, φρονοῦντες ὀρθῶς, ἢ ὅτι, καὶ εἰ μεθ' ἡμῶν ἀγνοῆσαι λέγεταί τι κατὰ τὸ ἀνθρώ πινον, ἀλλ' οὖν, ἐπείπερ ἐστὶ Θεός, οἶδε πάντα τὰ τοῦ Πατρὸς ὁ Υἱός, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.