Dial.6 rem early
Rem early: passion and growth language assigned to the flesh; impassible deity not hurt.
Greek
ῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος." Ἐλπὶς δὲ δὴ τίς ἂν εἴη παρά γε ἡμῖν ἑτέρα παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; {Β.} Οὐκοῦν, ἴσθι τοι πάντη τε καὶ πάντως ἐκεῖνο ἐροῦντας ὡς οὐκ ἂν εἴη ποτὲ τῷ Θεῷ καὶ Πατρί, κατά γε τὸν τῆς φύσεως λόγον, ἢ ἴσος ἢ ὅμοιος ὁ Υἱός, ὅς γε καὶ ἁγιάζεται παρ' αὐτοῦ καὶ ὑψοῦται καὶ δοξάζεται καὶ δυναμοῦσθαι λέγεται. Ὅτι γὰρ καὶ προσκεκύνηκε μεθ' ἡμῶν καὶ τὴν συντελείας ἡμέραν ὡμολόγηκεν ἀγνοεῖν ἐξ αὐτῶν ἕτοιμοι τῶν ἱερῶν ἡμῖν ἀποφαίνειν Γραμμάτων. Τὰς δὲ ἐφ' ἑκάστῳ τῶν εἰρημένων φωνάς τε καὶ πίστεις ἀπό γε τῆς θεοπνεύστου Γραφῆς παραθείην ἂν εὐκόλως, εἴ γέ σοι δοκεῖ. {Α.} Καὶ μὴν ἔγωγε παρηβῆσαι μὲν ἤδη μοι τὸν ἀγῶνα ἐδόκουν, ὁ δέ ἐστιν ἐν ἀκμαῖς ἔτι καὶ οἱονεὶ σφριγῶσαν ἔχει τὴν ἔφοδον. Ἐπειδὴ δὲ διημάρτηκα τῆς ἐλπίδος καὶ εἰς ἀρχὰς ἱδρώτων ἑτέρας ἥκομεν, σωρηδὸν γὰρ ἡμῖν τῆς τῶν ἐναντίων σκαιότητος ἐπιθεῖ τὰ προβλήματα, φέρε δὴ πάλιν, ἀνὰ μέρος ἑκάστῳ τὸν ἀληθῆ καὶ ἀμώμητον ἀντεξά γοντες λόγον, ἠγνοηκότας ἐλέγχωμεν τὸ Χριστοῦ μυστήριον. {Β.} Οὐκοῦν εἰμί τοι καὶ μάλα πρόθυμος ἥνπερ ἂν ἕλοιο διαστείχειν αὐτός. Καὶ γάρ τοι καὶ λίαν εὐκρινεστέραν τὴν ἐφ' ἑκάστῳ βάσανον ἐξεργάσαιτ' ἂν ἡμῖν οὐχ ἑτέρως ἢ οὕτως ὁ λόγος. Ὅτι τοίνυν, φασίν, ἁγιασμοῦ μέτοχος ὁ Υἱός, σαφηνιεῖ γράφων ὁ μακάριος Παῦλος περὶ αὐτοῦ· "Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου." 589 Καὶ μὴν καὶ ὁ σοφός φησιν Ἰωάννης "τὸ Πνεῦμα τεθεᾶσθαι καταβαῖνον ἐπ' αὐτὸν ὡσεὶ περιστεράν." Καὶ πρός γε δὴ τούτοις καὶ αὐτὸς ἔφασκεν ὁ Υἱός, Ἰουδαίοις προσλαλῶν· "Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα, θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅ
About this text
Cyril of Alexandria, Dialogue 6 on the Holy and Consubstantial Trinity (Greek). Complete on this page: opening + rem CLOSEOUT.
English follows PG 75 Greek (CPG 5216). Durand SC French and modern English syncs were not used as wording. Dialogue 6 CLOSEOUT.
Witnesses
- Copy-text PG 75 — De sancta et consubstantiali Trinitate dialogi (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.