Commentary on the Twelve Prophets · §amos-t1-rem-early

Amos Tomos 1 rem early

Rem early: Amos Tomos 1; historia and theoria toward Christ.

Greek

ν θέας, οἷς ἂν λέγῃ Θεός. πλὴν ἐκεῖνο ζητήσεως ἄξιον, πῶς γὰρ ἄν τις οἰηθείη γενέσθαι τοὺς λόγους ὑπέρ γε τῆς Ἱερουσαλὴμ μόνον, καίτοι διὰ τῆς τοῦ αὐτοῦ προ- φήτου φωνῆς καταιτιᾶται Θεὸς τόν τε Ἰούδαν καὶ τὸν Ἰσ-ραήλ; ἔφη γὰρ πάλιν "Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν 1.369 "ἀσεβείαις υἱῶν Ἰούδα, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀπο- "στραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ ἀπώσασθαι αὐτοὺς τὸν "νόμον Κυριοῦ, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλά- "ξαντο. καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἃ ἐποίη- "σαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· "καὶ ἀποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια "̔Ιερουσαλήμ." εἶτα τούτοις ἐφεξῆς "Τάδε λέγει Κύριος "̓Επὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ, καὶ ἐπὶ ταῖς τέσ- "σαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν." προσεπενεγκὼν δὲ τῆς ἁμαρτίας τοὺς τρόπους, ἐπηπείλησε τὰ δεινὰ, καὶ ὡς πλείστην ὅσην κατ' ἀμφοῖν ὁ λόγος αὐτῷ τὴν ἐπίπληξιν ἔχει. πῶς οὖν ὑπὲρ τῆς Ἱερουσαλὴμ γεγενῆσθαι λοιπὸν νοοῖντ' ἂν οἱ λόγοι, καίτοι Θεοῦ λέγοντος "Ἐξαποστελῶ "πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἱερουσαλήμ." τίς οὖν ἔσται τῆς ἀπολογίας ὁ τρόπος, φέρε, διασκεψώμεθα. φαμὲν οὖν ὅτι ἔθος τοῖς ἁγίοις προφήταις, ποτὲ μὲν διε- σταλμένως τὰς δύο φυλὰς τὰς ἐν τοῖς Ἱεροσολύμοις, Ἰούδαν τε καὶ Βενιαμὶν Ἰσραὴλ ἀποκαλεῖν, ποτὲ δὲ δὴ αὖ τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς ἑτέρας Ἰσραὴλ ὀνομάζειν, ἤγουν Ἐφραῒμ, ἀδιαφοροῦσι δὲ πλειστάκις. καὶ ἐπείπερ εἰσὶν οἱ πάντες ἐξ αἵματος Ἰσραήλ, οὕτω καὶ ὀνομάζουσι τὰς δυο- καίδεκα φυλάς. εἰ δὲ δὴ βούλοιντο καὶ ἅπασαν ἡμῖν κατα- σημῆναι τυχὸν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὐκέτι διε- σταλμένως τῷ τῆς Ἱερουσαλὴμ ὀνόματι κεχρημένους εὑ- ρήσομεν. Γεγόνασι δὴ οὖν τῆς τοῦ Ἀμὼς προφητείας οἱ λόγοι ὑπὲρ πάσης τῆς Ἰουδαίων πληθύος, τῆς τε ἐν τοῖς Ἱεροσολύμοις καὶ τῆς ἐν Σαμαρείᾳ· πῶς δ' ἂν εἶεν ὑπὲρ αὐτῶν, εἰπεῖν 1.370 ἀναγκαῖον. ἔστι τοίνυν διττὸς ἡμῖν τῆς ἀπολογίας ὁ τρόπος. πρῶτον μὲν γὰρ εἰσκεκόμικε τὸν τῶν ὅλων Θεὸν τὰς τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἁμαρτίας ἀφηγούμενον· εἶτα τὰ ἐσόμενα κατ' αὐτῶν προαπηγγελκότα, 149 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. προσετίθει δὲ τούτοις τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ ὅτι κατὰ καιροὺς πλείστη τις γενήσεται αὐτῶν φειδὼ καὶ ἀνακαινισμὸς εἰς τὸ ἀπ' ἀρχῆς. ἔφη γὰρ πάλιν αὐτὸς ὁ Ἀμὼς, ὡς ἐκ προσώπου τοῦ Θεοῦ "Πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακὼβ, λέγει "Κύριος. διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμιῶ ἐν πᾶσι "τοῖς ἔθνεσι τὸν οἶκον τοῦ Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν "τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν." προ- καταμηνύει δὲ ἀναγκαίως καὶ τὴν ἐσομένην λύτρωσιν διὰ Χριστοῦ, καὶ ὅτι μεταχωρήσουσι πρὸς ἀνακαινισμὸν, καὶ ἐν εὐπαθείᾳ ἔσονται κατοικτείροντος Θεοῦ. ἔφη δὲ οὕτω πάλιν "̓Εν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν ∆αυεὶδ τὴν "πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς, καὶ "τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐ- "τὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος." οὐκοῦν ὑπὲρ τῆς Ἱερουσαλὴμ οἱ λόγοι. καὶ καθ' ἕτερον δὲ τρόπον ὑπὲρ αὐ- τῆς γενέσθαι νοοῖντ' ἂν εἰκότως. Συρία τε γὰρ καὶ οἱ ∆αμασκοῦ βασιλεῖς, καὶ τῶν ὁμόρων ἐθνῶν οὐκ ὀλίγα τὴν τῶν Ἰουδαίων χώραν διελυμήναντο, ἄλλοτε ἄλλοι κατεξ- ανιστάμενοί τε καὶ καταδῃοῦντες αὐτὴν, ἄγοντές τε καὶ φέροντες, καὶ τὰ ἐξ ἀκράτου δρῶντες ὀργῆς, ὡς εἰς ἐσχάτην αὐτοὺς καθικέσθαι ταλαιπωρίαν. τούτοις δὴ οὖν ἅπασι τοῖς πεπορθηκόσιν αὐτὴν εἰσκεκόμικεν ὁ Προφήτης ἀπειλοῦντα τὸν Θεὸν τὴν ἐρήμωσιν, καὶ δίκην ἔφη εἰσπραχθήσεσθαι τῶν ἀνοσίων ἐγχειρημάτων αὐτούς. οὐκοῦν ὑπὲρ τῆς Ἱερου- 1.371 σαλὴμ, ἤγουν ὑπὲρ πάσης τῆς Ἰουδαίων συναγωγῆς οἱ τοῦ Ἀμὼς γεγόνασι λόγοι. εἰσόμεθα δὲ τοῦτο σαφῶς τοὺς τῆς προφητείας βασανίζοντες χρόνους· κεῖται γὰρ ἐφεξῆς· 9Ἐν ἡμέραις Ὀζίου τοῦ βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰ τοῦ Ἰωὰς βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.9 Ἀλλ' οἶμαί τις ἐρεῖ Καὶ τί τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις, τὸ χρῆναι περιεργάζεσθαι, καὶ σφόδρα λεπτῶς, τῆς βασιλείας τοὺς χρόνους τῶν ἀρτίως ὠνομασμένων, Ὀζίου τε φημὶ καὶ μέντοι καὶ Ἱεροβοάμ; καὶ πρός γε δὴ τοῦτό φαμεν, ὅτι τὸ χρῆμά ἐστιν ἀναγκαῖον, ὅλην ὥσπερ ὠδῖνον ἐφ' ἑαυτῷ τῆς προφητείας οἱονεὶ τὴν περίστασιν. Συρίᾳ τε γὰρ καὶ ∆αμασκῷ καὶ τοῖς προσοικοῦσι τὴν Ἰου-δαίαν βαρβάροις ὄλεθρον ἀπειλεῖ καὶ ἐπαναστάσεις καὶ ἐμπρησμοὺς, καὶ τῶν θείων χρησμῳδημάτων ἐντεῦθεν αὐτῷ γέγονεν ἡ ἀρχή. δεῖ δὴ οὖν ἄρα τὰς αἰτίας ἀναμαθεῖν τοῦ προστεθεῖσθαι τῆς βασιλείας τοὺς χρόνους, τίνα τε καὶ ὅσα τὰ ἑκατέρῳ κατωρθωμένα, διεβίω τε ὅπως, καὶ τί τὸ ἐν ἀμφοῖν ἀξιάκουστον. ἐκκεκλικότες δὴ οὖν εἰς ἀπόστασιν ὅ τε Ἰσραὴλ καὶ Ἰούδας κατὰ πολλοὺς ἐπαιδεύοντο τρόπους. ὅτε μὲν γὰρ οἱ ∆αμασκοῦ καὶ Σύρων ἡγούμενοι κατέτρεχον καὶ ἐπολιόρκουν, τὰς παρ' αὐτοῖς τε κατεληΐζοντο χώρας· ὅτε δὲ αὖ Μωαβῖται καὶ Ἰδουμαῖοι, Γεργέσηνοί τε καὶ Ἐλαμῖται, Ἀζώτιοί τε καὶ οἱ τῆς Ἀκκαρὼν οἰκήτορες κατῃκίζοντο τὴν Σαμάρειαν, καὶ μέντοι καὶ τὴν Ἰούδα βασιλείαν, ἀχαλίνοις ὁρμαῖς καὶ ἀπλήστῳ γνώμῃ χρώμενοι, καὶ εἰς ἐσχάτας ὀργὰς ἀποταυρούμενοι· καὶ γοῦν κατὰ διαφόρους τρόπους 1.372 τοῦτο δεδρακότας εὑρήσομεν· οἷον βασιλεύοντος Ἀχαὰβ τῆς Σαμαρείας καὶ ἐπὶ τὸν Ἰσραήλ. γέγραπται δὲ οὕτως ἐν τῇ τρίτῃ τῶν βασιλειῶν "Καὶ συνήθροισεν υἱὸς Ἄδερ "πᾶσαν τὴν δύναμιν αὐτοῦ, καὶ ἀνέβη καὶ περιεκάθισεν εἰς "Σαμάρειαν, καὶ τριακονταδύο βασιλεῖς μετ' αὐτοῦ καὶ "πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν "ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ' αὐτήν." ἄθρει δὴ οὖν ὅτι συνασπιστὰς ἐποιεῖτο κατὰ τοῦ Ἰσραὴλ ὁ ∆αμασκοῦ βασιλεὺς, τουτέστιν ὁ Ἄδερ, ἑτέρους τριακονταδύο τῶν προσοίκων ἐθνῶν ἡγουμένους, πεπολέμηκέ τε οὕτω τὴν γῆν. ἀλλὰ καὶ ἐν χρόνοις Ἰωὰς βασιλέως Ἰούδα πεπο-λέμηκε τὴν Ἱερουσαλὴμ Ἀζαὴλ ὁ Σύρος. γέγραπται δὲ πάλιν ἐν τῇ τετάρτῃ τῶν βασιλείων "Τότε ἀνέβη Ἀζαὴλ "βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γὲθ, καὶ προκατ- "ελάβετο αὐτήν. καὶ ἔταξεν Ἀζαὴλ τὸ πρόσωπον αὐ- "τοῦ ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ. καὶ ἔλαβεν Ἰωὰς βασι-"λεὺς Ἰούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ἰωσαφὰτ καὶ "̓Ιωρὰμ καὶ Ὁχοζίας, οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς "̓Ιούδα, καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ 150 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. χρυσίον τὸ εὑρε- "θὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασίλεως "καὶ ἀπέστειλε τῷ Ἀζαὴλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ "̔Ιερουσαλήμ." ἔδρων μὲν γὰρ τὰ τοιάδε κατὰ θεῖαν ὀρ- γὴν, προσκεκρουκότος τοῦ Ἰσραὴλ, διά τοι τὸ ἀπονεῦσαι λίαν καὶ ἀνεπτοῆσθαι δεινῶς εἰς τὰς τῶν εἰδώλων λατρείας. πλὴν νικῶντες οἱ ἀλλόφυλοι τῇ τοῦ Θεοῦ δόξῃ διελυμαί- νοντο. ᾤοντο γὰρ κατὰ σφᾶς οἱ δείλαιοι, τὴν ἐπαμύνουσαν 1.373 αὐτοῖς ἀτονῆσαι χεῖρα, καὶ τῆς τοῦ Θεοῦ δόξης κατανεανιεύ- εσθαι τεθαρσήκασι. καὶ γοῦν ἠσθενηκότες οἱ Σύροι, βραχὺ πολιορκοῦντος Σαμάρειαν τοῦ Ἄδερ, πρόφασιν ἐποιοῦντο τῆς κακανδρίας οὐκ ἀληθῆ λέγοντες "Θεὸς ὀρέων Θεὸς "̓Ισραὴλ καὶ οὐχὶ Θεὸς κοιλάδων." ᾤοντο γὰρ ὅτι νενι- κήκασιν οἱ ἐξ Ἰσραὴλ, ἐν μόνοις τοῖς ὄρεσιν ἢ καὶ ἐν τοῖς βουνοῖς δυναμένου σώζειν Θεοῦ. ἡττήμεθα δὴ οὖν φασὶν, ὅτι Θεὸς ὀρέων Θεὸς Ἰσραήλ· εἰ δὲ δὴ γένοιτο συνελθεῖν

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.