Commentary on the Twelve Prophets
Twelve Prophets Amos Tomos 1 opening§amos-t1-open
amos-t1-openAmos Tomos 1.
Amos Tomos 1: herdsman-prophet; judgment of nations toward Christ.
Greek · §amos-t1-open
ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ. ΑΜΩΣ γέγονεν αἰπόλος ἀνὴρ, καὶ ποιμενικοῖς ἔθεσί τε καὶ νόμοις ἐντεθραμμένος· ἐποιεῖτο δὲ τὰς διατριβὰς ἐν ἐρήμῳ τῇ πρὸς νότον τῆς Ἰουδαίων χώρας, ἣ μέχρις ὅρων διήκει θαλάσσης τῆς Ἰνδικῆς, καὶ εἰς τὴν Περσῶν ἐκτείνεται γῆν, μυρία δὲ ὅσα βαρβάρων αὐτὴν καταβόσκεται γένη, ἔχει δὲ λίαν ἐπιτηδείως καὶ εἰς τὸ φέρβειν δύνασθαι τὰς οἰῶν ἀγέλας· εὔβοτος γὰρ καὶ πλατεῖα καὶ πολυειδεῖ τῇ πόᾳ κατεστεμμένη. ἦν δὲ ὁ Ἀμὼς ἐκ Θεκουὲ κώμης, πρὸς αὐτοῖς κειμένης τοῖς τῆς ἐρήμου ποσίν. ἐπειδὴ δὲ ἦν ἀνὴρ ἀγα- θὸς, καὶ πάσης ἐπιεικείας ἐργάτης, τὸ τῆς προφητείας εὐθὺς κατεπλούτει πνεῦμα, καὶ προεφήτευεν οὐκ ἐν τοῖς Ἱεροσο- λύμοις, ἀλλ' ἐν αὐτοῖς μὲν ἔτι τοῖς ποιμνίοις, ἐν ἀρχαῖς τῶν ἐξ ἔθους τε αὐτῷ καὶ μελέτης ἐχόμενος φροντισμάτων, εἶτα 1.367 καὶ εἰς αὐτὴν ἀφικόμενος τὴν Βαιθήλ. καὶ γὰρ ἦν ἡ Θεκουὲ οὐχ ὑπὸ τὴν Ἰούδα μᾶλλον, ἀλλ' ὑπὸ τὴν Ἐφραὶ̈μ βασι- λείαν. ὅτι δὲ ἀληθεῖς ἡμῖν οἱ περὶ τούτων γεγόνασι λόγοι, καταθρήσεις ἀκονιτὶ, καὶ διὰ τῶν αὐτοῦ πληροφορηθήσῃ λόγων· προεφήτευε μὲν γὰρ ἐν Βαιθὴλ, ὡς ἔφην, ἀφανι- σθήσεσθαι λέγων τοὺς βωμοὺς τοῦ γέλωτος, ἐρημωθήσεσθαι δὲ καὶ τὰς τελετὰς τοῦ Ἰσραήλ· καὶ δὴ τούτοις προστιθείς "Καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ῥομφαίᾳ." ὁ δέ γε τῆς Βαιθὴλ ἱερεύς· Ἀμεσίας οὗτος ἦν· ἐπέτριζε τῷ Προφήτῃ τοὺς ὀδόντας. εἶτα πέμπει πρὸς Ἱεροβοὰμ βασι-λέα Ἰσραὴλ λέγων 148 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. "Συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς "ἐν μέσῳ οἴκου Ἰσραὴλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν "ἅπαντας τοὺς λόγους αὐτοῦ· διότι τάδε λέγει Ἀμώς Ἐν "ῥομφαίᾳ τελευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος "ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. καὶ εἶπεν Ἀμεσίας πρὸς "̓Αμώς Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ "καταβίου, καὶ ἐκεῖ προφητεύσεις. εἰς δὲ Βαιθὴλ οὐκέτι "μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ, "καὶ οἶκος βασιλέως ἐστί· καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε "πρὸς Ἀμεσίαν Οὐκ ἤμην προφήτης ἐγὼ, οὐδὲ υἱὸς προ- "φήτου, ἀλλ' ἢ αἰπόλος ἤμην, κνίζων συκάμινα, καὶ ἀν- "έλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρὸς "μέ Βάδιζε, προφήτευσον ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ." εἴληπτο δὴ οὖν ἐκ ποιμνίων, καὶ προεφήτευεν ἐν Βαιθὴλ, ἐν ᾗ καὶ δάμαλιν ἀπέθετο χρυσῆν ὁ πρῶτος Ἱεροβοὰμ ὁ Ναβὰτ υἱός. ἐπισημήνασθαι δὲ κἀκεῖνο οἰμαί που χρήσιμον, ὡς ἕτερος ἦν Ἀμὼς ὁ τοῦ Ἡσαί̈ου πατήρ. τίνες γεμὴν καὶ 1.368 ἐπὶ τίσιν ὅλως οἱ παρ' αὐτοῦ γεγόνασι λόγοι, τῶν προκει- μένων ἁψάμενοι σαφηνιοῦμεν ὡς ἔνι. 9Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐκ Θεκουὲ, οὓς εἶδεν ὑπὲρ Ἱερουσαλήμ.9 Οὗτοί φησιν Ἀμὼς τοῦ ἐκ Θεκουὲ τῆς προφητείας οἱ λόγοι οἳ γεγόνασιν ἐν Ἀκκαρείμ. ἰστέον δὲ, ὅτι τὴν τοιάνδε λέξιν, ἤτοι τὸ ἐν Ἀκκαρεὶμ, οὐκ οἶδεν ὅλως τῶν Ἑβραίων ἡ ἔκδοσις· μόνον γὰρ εἰρήκασι τὸ Λόγοι Ἀμὼς ἐκ Θεκουέ. οἵ γε μὴν ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ ἐν Ἀκκαρεὶμ τεθεί- κασιν, ἐν τοῖς κτηνοτρόφοις. οὗτοι τοίνυν φησὶν οἱ λόγοι Ἀμὼς τοῦ ἐκ Θεκουὲ, οἵτινες γεγόνασιν ἐν καιρῷ τοῦ ποι- μαίνειν ἔτι, καὶ ἐν αὐταῖς ταῖς τῶν προβάτων αὐλαῖς. ὑπὲρ αὐτῆς δὲ τῆς Ἱερουσαλὴμ οὐκ ἀκοῦσαι μᾶλλον, ἀλλ' ἑωρα- κέναι φησὶ τοὺς λόγους. ἐμφανῆ γὰρ τοῖς ἁγίοις προφήταις κατέστησεν ὁ Θεὸς ὁμοῦ ταῖς ἀποκαλύψεσι μονονουχὶ καὶ αὐτὰ παρόντα τὰ πράγματα, ὥστε δοκεῖν καὶ ὁρατοὺς ἤδη πως γενέσθαι τοὺς λόγους, συνθεούσης τάχα που τῆς τῶν ἐκβησομένω
Amos Tomos 1 rem early§amos-t1-rem-early
amos-t1-rem-earlyRem early: Amos Tomos 1; historia and theoria toward Christ.
Greek · §amos-t1-rem-early
ν θέας, οἷς ἂν λέγῃ Θεός. πλὴν ἐκεῖνο ζητήσεως ἄξιον, πῶς γὰρ ἄν τις οἰηθείη γενέσθαι τοὺς λόγους ὑπέρ γε τῆς Ἱερουσαλὴμ μόνον, καίτοι διὰ τῆς τοῦ αὐτοῦ προ- φήτου φωνῆς καταιτιᾶται Θεὸς τόν τε Ἰούδαν καὶ τὸν Ἰσ-ραήλ; ἔφη γὰρ πάλιν "Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν 1.369 "ἀσεβείαις υἱῶν Ἰούδα, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀπο- "στραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ ἀπώσασθαι αὐτοὺς τὸν "νόμον Κυριοῦ, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλά- "ξαντο. καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἃ ἐποίη- "σαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· "καὶ ἀποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια "̔Ιερουσαλήμ." εἶτα τούτοις ἐφεξῆς "Τάδε λέγει Κύριος "̓Επὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ, καὶ ἐπὶ ταῖς τέσ- "σαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν." προσεπενεγκὼν δὲ τῆς ἁμαρτίας τοὺς τρόπους, ἐπηπείλησε τὰ δεινὰ, καὶ ὡς πλείστην ὅσην κατ' ἀμφοῖν ὁ λόγος αὐτῷ τὴν ἐπίπληξιν ἔχει. πῶς οὖν ὑπὲρ τῆς Ἱερουσαλὴμ γεγενῆσθαι λοιπὸν νοοῖντ' ἂν οἱ λόγοι, καίτοι Θεοῦ λέγοντος "Ἐξαποστελῶ "πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἱερουσαλήμ." τίς οὖν ἔσται τῆς ἀπολογίας ὁ τρόπος, φέρε, διασκεψώμεθα. φαμὲν οὖν ὅτι ἔθος τοῖς ἁγίοις προφήταις, ποτὲ μὲν διε- σταλμένως τὰς δύο φυλὰς τὰς ἐν τοῖς Ἱεροσολύμοις, Ἰούδαν τε καὶ Βενιαμὶν Ἰσραὴλ ἀποκαλεῖν, ποτὲ δὲ δὴ αὖ τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς ἑτέρας Ἰσραὴλ ὀνομάζειν, ἤγουν Ἐφραῒμ, ἀδιαφοροῦσι δὲ πλειστάκις. καὶ ἐπείπερ εἰσὶν οἱ πάντες ἐξ αἵματος Ἰσραήλ, οὕτω καὶ ὀνομάζουσι τὰς δυο- καίδεκα φυλάς. εἰ δὲ δὴ βούλοιντο καὶ ἅπασαν ἡμῖν κατα- σημῆναι τυχὸν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὐκέτι διε- σταλμένως τῷ τῆς Ἱερουσαλὴμ ὀνόματι κεχρημένους εὑ- ρήσομεν. Γεγόνασι δὴ οὖν τῆς τοῦ Ἀμὼς προφητείας οἱ λόγοι ὑπὲρ πάσης τῆς Ἰουδαίων πληθύος, τῆς τε ἐν τοῖς Ἱεροσολύμοις καὶ τῆς ἐν Σαμαρείᾳ· πῶς δ' ἂν εἶεν ὑπὲρ αὐτῶν, εἰπεῖν 1.370 ἀναγκαῖον. ἔστι τοίνυν διττὸς ἡμῖν τῆς ἀπολογίας ὁ τρόπος. πρῶτον μὲν γὰρ εἰσκεκόμικε τὸν τῶν ὅλων Θεὸν τὰς τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἁμαρτίας ἀφηγούμενον· εἶτα τὰ ἐσόμενα κατ' αὐτῶν προαπηγγελκότα, 149 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. προσετίθει δὲ τούτοις τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ ὅτι κατὰ καιροὺς πλείστη τις γενήσεται αὐτῶν φειδὼ καὶ ἀνακαινισμὸς εἰς τὸ ἀπ' ἀρχῆς. ἔφη γὰρ πάλιν αὐτὸς ὁ Ἀμὼς, ὡς ἐκ προσώπου τοῦ Θεοῦ "Πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακὼβ, λέγει "Κύριος. διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμιῶ ἐν πᾶσι "τοῖς ἔθνεσι τὸν οἶκον τοῦ Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν "τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν." προ- καταμηνύει δὲ ἀναγκαίως καὶ τὴν ἐσομένην λύτρωσιν διὰ Χριστοῦ, καὶ ὅτι μεταχωρήσουσι πρὸς ἀνακαινισμὸν, καὶ ἐν εὐπαθείᾳ ἔσονται κατοικτείροντος Θεοῦ. ἔφη δὲ οὕτω πάλιν "̓Εν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν ∆αυεὶδ τὴν "πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς, καὶ "τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐ- "τὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος." οὐκοῦν ὑπὲρ τῆς Ἱερουσαλὴμ οἱ λόγοι. καὶ καθ' ἕτερον δὲ τρόπον ὑπὲρ αὐ- τῆς γενέσθαι νοοῖντ' ἂν εἰκότως. Συρία τε γὰρ καὶ οἱ ∆αμασκοῦ βασιλεῖς, καὶ τῶν ὁμόρων ἐθνῶν οὐκ ὀλίγα τὴν τῶν Ἰουδαίων χώραν διελυμήναντο, ἄλλοτε ἄλλοι κατεξ- ανιστάμενοί τε καὶ καταδῃοῦντες αὐτὴν, ἄγοντές τε καὶ φέροντες, καὶ τὰ ἐξ ἀκράτου δρῶντες ὀργῆς, ὡς εἰς ἐσχάτην αὐτοὺς καθικέσθαι ταλαιπωρίαν. τούτοις δὴ οὖν ἅπασι τοῖς πεπορθηκόσιν αὐτὴν εἰσκεκόμικεν ὁ Προφήτης ἀπειλοῦντα τὸν Θεὸν τὴν ἐρήμωσιν, καὶ δίκην ἔφη εἰσπραχθήσεσθαι τῶν ἀνοσίων ἐγχειρημάτων αὐτούς. οὐκοῦν ὑπὲρ τῆς Ἱερου- 1.371 σαλὴμ, ἤγουν ὑπὲρ πάσης τῆς Ἰουδαίων συναγωγῆς οἱ τοῦ Ἀμὼς γεγόνασι λόγοι. εἰσόμεθα δὲ τοῦτο σαφῶς τοὺς τῆς προφητείας βασανίζοντες χρόνους· κεῖται γὰρ ἐφεξῆς· 9Ἐν ἡμέραις Ὀζίου τοῦ βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰ τοῦ Ἰωὰς βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.9 Ἀλλ' οἶμαί τις ἐρεῖ Καὶ τί τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις, τὸ χρῆναι περιεργάζεσθαι, καὶ σφόδρα λεπτῶς, τῆς βασιλείας τοὺς χρόνους τῶν ἀρτίως ὠνομασμένων, Ὀζίου τε φημὶ καὶ μέντοι καὶ Ἱεροβοάμ; καὶ πρός γε δὴ τοῦτό φαμεν, ὅτι τὸ χρῆμά ἐστιν ἀναγκαῖον, ὅλην ὥσπερ ὠδῖνον ἐφ' ἑαυτῷ τῆς προφητείας οἱονεὶ τὴν περίστασιν. Συρίᾳ τε γὰρ καὶ ∆αμασκῷ καὶ τοῖς προσοικοῦσι τὴν Ἰου-δαίαν βαρβάροις ὄλεθρον ἀπειλεῖ καὶ ἐπαναστάσεις καὶ ἐμπρησμοὺς, καὶ τῶν θείων χρησμῳδημάτων ἐντεῦθεν αὐτῷ γέγονεν ἡ ἀρχή. δεῖ δὴ οὖν ἄρα τὰς αἰτίας ἀναμαθεῖν τοῦ προστεθεῖσθαι τῆς βασιλείας τοὺς χρόνους, τίνα τε καὶ ὅσα τὰ ἑκατέρῳ κατωρθωμένα, διεβίω τε ὅπως, καὶ τί τὸ ἐν ἀμφοῖν ἀξιάκουστον. ἐκκεκλικότες δὴ οὖν εἰς ἀπόστασιν ὅ τε Ἰσραὴλ καὶ Ἰούδας κατὰ πολλοὺς ἐπαιδεύοντο τρόπους. ὅτε μὲν γὰρ οἱ ∆αμασκοῦ καὶ Σύρων ἡγούμενοι κατέτρεχον καὶ ἐπολιόρκουν, τὰς παρ' αὐτοῖς τε κατεληΐζοντο χώρας· ὅτε δὲ αὖ Μωαβῖται καὶ Ἰδουμαῖοι, Γεργέσηνοί τε καὶ Ἐλαμῖται, Ἀζώτιοί τε καὶ οἱ τῆς Ἀκκαρὼν οἰκήτορες κατῃκίζοντο τὴν Σαμάρειαν, καὶ μέντοι καὶ τὴν Ἰούδα βασιλείαν, ἀχαλίνοις ὁρμαῖς καὶ ἀπλήστῳ γνώμῃ χρώμενοι, καὶ εἰς ἐσχάτας ὀργὰς ἀποταυρούμενοι· καὶ γοῦν κατὰ διαφόρους τρόπους 1.372 τοῦτο δεδρακότας εὑρήσομεν· οἷον βασιλεύοντος Ἀχαὰβ τῆς Σαμαρείας καὶ ἐπὶ τὸν Ἰσραήλ. γέγραπται δὲ οὕτως ἐν τῇ τρίτῃ τῶν βασιλειῶν "Καὶ συνήθροισεν υἱὸς Ἄδερ "πᾶσαν τὴν δύναμιν αὐτοῦ, καὶ ἀνέβη καὶ περιεκάθισεν εἰς "Σαμάρειαν, καὶ τριακονταδύο βασιλεῖς μετ' αὐτοῦ καὶ "πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν "ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ' αὐτήν." ἄθρει δὴ οὖν ὅτι συνασπιστὰς ἐποιεῖτο κατὰ τοῦ Ἰσραὴλ ὁ ∆αμασκοῦ βασιλεὺς, τουτέστιν ὁ Ἄδερ, ἑτέρους τριακονταδύο τῶν προσοίκων ἐθνῶν ἡγουμένους, πεπολέμηκέ τε οὕτω τὴν γῆν. ἀλλὰ καὶ ἐν χρόνοις Ἰωὰς βασιλέως Ἰούδα πεπο-λέμηκε τὴν Ἱερουσαλὴμ Ἀζαὴλ ὁ Σύρος. γέγραπται δὲ πάλιν ἐν τῇ τετάρτῃ τῶν βασιλείων "Τότε ἀνέβη Ἀζαὴλ "βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γὲθ, καὶ προκατ- "ελάβετο αὐτήν. καὶ ἔταξεν Ἀζαὴλ τὸ πρόσωπον αὐ- "τοῦ ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ. καὶ ἔλαβεν Ἰωὰς βασι-"λεὺς Ἰούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ἰωσαφὰτ καὶ "̓Ιωρὰμ καὶ Ὁχοζίας, οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς "̓Ιούδα, καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ 150 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. χρυσίον τὸ εὑρε- "θὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασίλεως "καὶ ἀπέστειλε τῷ Ἀζαὴλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ "̔Ιερουσαλήμ." ἔδρων μὲν γὰρ τὰ τοιάδε κατὰ θεῖαν ὀρ- γὴν, προσκεκρουκότος τοῦ Ἰσραὴλ, διά τοι τὸ ἀπονεῦσαι λίαν καὶ ἀνεπτοῆσθαι δεινῶς εἰς τὰς τῶν εἰδώλων λατρείας. πλὴν νικῶντες οἱ ἀλλόφυλοι τῇ τοῦ Θεοῦ δόξῃ διελυμαί- νοντο. ᾤοντο γὰρ κατὰ σφᾶς οἱ δείλαιοι, τὴν ἐπαμύνουσαν 1.373 αὐτοῖς ἀτονῆσαι χεῖρα, καὶ τῆς τοῦ Θεοῦ δόξης κατανεανιεύ- εσθαι τεθαρσήκασι. καὶ γοῦν ἠσθενηκότες οἱ Σύροι, βραχὺ πολιορκοῦντος Σαμάρειαν τοῦ Ἄδερ, πρόφασιν ἐποιοῦντο τῆς κακανδρίας οὐκ ἀληθῆ λέγοντες "Θεὸς ὀρέων Θεὸς "̓Ισραὴλ καὶ οὐχὶ Θεὸς κοιλάδων." ᾤοντο γὰρ ὅτι νενι- κήκασιν οἱ ἐξ Ἰσραὴλ, ἐν μόνοις τοῖς ὄρεσιν ἢ καὶ ἐν τοῖς βουνοῖς δυναμένου σώζειν Θεοῦ. ἡττήμεθα δὴ οὖν φασὶν, ὅτι Θεὸς ὀρέων Θεὸς Ἰσραήλ· εἰ δὲ δὴ γένοιτο συνελθεῖν
Amos Tomos 1 rem mid§amos-t1-rem-mid
amos-t1-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §amos-t1-rem-mid
εἰς μάχην ἐν πεδίοις ἐψιλωμένοις, περιεσόμεθα πάντως αὐ- τῶν, ἀτονοῦντος ἐν κοιλάσι τοῦ Θεοῦ Ἰσραήλ· Ἑλληνικῆς δὲ ταῦτα φρενοβλαβείας ἐγκλήματα, καὶ τῶν οὐκ εἰδότων τὸν ἀληθῆ καὶ φύσει Θεὸν ἀθυροστομία δεινή. οὐκοῦν ἠγανάκτει κατὰ τῶν ἀλλοφύλων, καὶ σφόδρα εἰκότως, ὁ πάντα ἰσχύων Θεὸς, ὅτι καὶ νικῶντες, ὡς ἔφην, τὸν Ἰσραὴλ, τοῖς ἰδίοις θεοῖς ἀνῆπτον τὰ χαριστήρια, καὶ ληροῦντες ᾤοντο καὶ αὐτοῦ κρατῆσαι Θεοῦ. προϊόντος δὲ τοῦ καιροῦ μετὰ τὴν τοῦ Ἀχαὰβ βασιλείαν, καὶ ἑτέρων τινῶν διὰ μέσου καὶ καθεξῆς, ἀναδείκνυται βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ Ἱεροβοὰμ ἕτερος παρὰ τὸν πρῶτον, ὃς ἦν τοῦ Να-βὰτ, πλὴν ὁμώνυμος ἐκείνῳ καὶ ὁμογνώμων καὶ δυσσεβής. Ἀλλ' ἐν τοῖς χρόνοις τῆς αὐτοῦ βασιλείας ἠλέει λοιπὸν ὁ φιλοικτίρμων Θεὸς ἀφορήτῳ ταλαιπωρίᾳ κατηχθισμέ- νον τὸν Ἰσραὴλ, ἠλευθέρου τε τῶν πόνων διὰ χειρὸς Ἱεροβοὰμ καίτοι πονηροῦ καὶ ἀποστάτου λίαν ὑπάρχοντος. κατηνδρίσατο γὰρ οὕτω τῶν ἀλλοφύλων, ὡς καὶ πόλεις παρ' ἐκείνων ἀπεσπασμένας ἐν καιροῖς βασιλέων τῶν παρῳ- χηκότων ἀνακομίσασθαι πάλιν, καὶ τοῖς ἰδίοις ὑποθεῖναι 1.374 σκήπτροις, πλεῖστά τε ὅσα τοὺς πάλαι νικῶντας ἐργά- σασθαι κακά. γέγραπται γὰρ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν "Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμασίου υἱοῦ "̓Ιωὰς βασιλέως Ἰούδα ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ἰωὰς"ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος· καὶ "ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ "πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν "̓Ισραήλ. αὐτὸς γὰρ αὖ κατέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ "εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, κατὰ τὸ "ῥῆμα Κυρίου τοῦ Θεοῦ Ἰσραὴλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου "αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφητοῦ τοῦ ἐκ Γεὲθ ἀγχο-"φέρ. ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν "σφόδρα, καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους "καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ. "καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ "ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς "̔Ιεροβοὰμ υἱοῦ Ἰωάς. καὶ τὰ λοιπὰ τῶν λόγων Ἱεροβοὰμ "καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα "ἐπολέμησε καὶ ὅσα ἐπέστρεψε τὴν ∆αμασκὸν καὶ τὴν "Αἰμὰθ τῷ Ἰούδα ἐν Ἰσραὴλ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα "ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;" ἰδοὺ δὴ σαφῶς κατατεθλίφθαι φησὶ τοὺς ἐξ Ἰσραὴλ, οὐκ ὄντος τοῦ σώζοντος, ὡς ὀλιγοστοὺς εἶναι καὶ διεσπασ- μένους· σεσῶσθαι γεμὴν ἐκ χειρὸς Ἱεροβοάμ. τὸ δὲ ἐκ χειρὸς τέθεικεν, ἀντὶ τοῦ διὰ χειρός. οὐ γὰρ ἦν αὐτὸς ὁ συντρίβων τὸν Ἰσραὴλ, μαχόμενος δὲ μᾶλλον καὶ προ- ασπίζων αὐτοῦ· ἐπέστρεψε δὲ τὴν ∆αμασκὸν, καὶ ἀπέσπασε τὸ ὅριον Ἰσραὴλ καὶ δυναστείας εἴργασται πολλάς. βασι- 1.375 λεύοντος δὲ τοῦ Ἱεροβοὰμ χρίεται Ἀζαρίας, ὁ καὶ Ὀζίας,βασιλεὺς ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις. ὃς οὐδὲν ἧττον ἦν ἐν τοῖς ἔθνεσι φορτικώτατος, καὶ νεανικῶς ἐγκεί- μενος τοῖς πεπορθηκόσι τὴν Ἰουδαίαν. γέγονε μὲν γὰρ εὐσεβὴς καὶ φιλόθεος ἀνήρ. ἐπεὶ δὲ κεκράτηκε τῶν ἐχθρῶν Θεοῦ τὸ νικᾶν ἐπιτρέποντος, νενόσηκε τὴν ὑπεροψίαν, καὶ αὐτοκελεύστοις ᾔει βουλαῖς ἐπὶ 151 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τὸ χρῆναι λοιπὸν καὶ ἱερα- τεύειν Θεῷ, καὶ δὴ καὶ τετόλμηκεν ἐπ' αὐτὸ τὸ θεῖον ἀνα- βῆναι θυσιαστήριον, καὶ προσάγειν τὸ θυμίαμα. ἀλλ' εὐ- θὺς αὐτὸν ἤλεγξε Θεός. λέπρᾳ γὰρ κατεστίζετο, δεινῷ τε καὶ ἀνιάτῳ πάθει, ἵνα καὶ ὡς ἀκάθαρτος κατὰ νόμον ἐκ- πέμπηται τῆς Ἱερουσαλὴμ, ἀποπαύσαιτό τε λοιπὸν καὶ ἱερατεύειν Θεῷ, καὶ τῆς παρανόμως ἐπιτετηδευμένης ἱερουρ- γίας αὐτῷ, καὶ τοῦ τὸν θεῖον καταμιαίνειν ναόν. ἔφη δὲ οὕτω περὶ αὐτοῦ τὸ γράμμα τὸ ἱερὸν ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν "Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἱεροβοὰμ "βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσίου"βασιλέως Ἰούδα. υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασι- "λεύειν αὐτὸν, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν "̔Ιερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἐξ Ἱερου-"σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ "πάντα ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. πλὴν τῶν "ὑψηλῶν οὐκ ἐξῆρεν, ὅτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν "τοῖς ὑψηλοῖς. καὶ ἥψατο Κύριος τοῦ βασιλέως, καὶ ἦν "λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ." καὶ ταυτὶ μὲν ἐν ταῖς βασιλείαις, ἐν δὲ τῇ δευτέρᾳ τῶν παραλειπομένων 1.376 ἰσχνοτέρα κεῖται περὶ τούτων ἀφήγησις. ἔχει δὲ οὕτως "Καὶ "ἔλαβε πᾶς ὁ λαὸς τῆς γῆς τὸν Ὀζίαν, καὶ αὐτὸς δέκα "καὶ ἓξ ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ "̓Αμεσίου. αὐτὸς ᾠκοδόμησε τὴν Ἐλὰθ, αὐτὸς ἐπέστρεψεν "αὐτὴν τῷ Ἰούδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ "τῶν πατέρων αὐτοῦ. υἱὸς δέκα καὶ ἓξ ἐτῶν ἐβασίλευσεν "̓Οζίας, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερου- "σαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἀπὸ Ἱερου-"σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα "ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. καὶ ἦν ἐκζητῶν "τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος "ἐν φόβῳ Κυρίου, ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν "Κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος. καὶ ἐξῆλθε καὶ "ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους, καὶ κατέσπασε τὰ "τείχη Γὲθ καὶ τὰ τείχη Ἰαμνίας καὶ τὰ τείχη Ἀζώτου, "καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου, καὶ ἐν τοῖς ἀλλοφύλοις "κατίσχυσεν αὐτὸν Κύριος, ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ "τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας, καὶ ἐπὶ "τοὺς Μιναίους. καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Ὀζίᾳ, "καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσ- "χυσεν ἕως ἄνω." εἶτά φησιν ἐφεξῆς περὶ αὐτοῦ "Καὶ "ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν "Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων. "καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς, καὶ μετ' αὐ- "τοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοί. καὶ ἔστη- "σαν ἐπὶ Ὀζίαν τὸν βασιλέα καὶ εἶπον αὐτῷ Οὐ σοὶ Ὀζία 1.377 "θυμιάσαι τῷ Κυρίῳ ἀλλ' ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν "τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος "ὅτι ἀπέστης ἀπὸ Κυρίου· καὶ οὐκ ἔσται σοι τοῦτο εἰς "δόξαν παρὰ Κυρίου Θεοῦ. καὶ ἐθυμώθη Ὀζίας, καὶ ἐν "τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· "ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα "ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν "οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. "καὶ ἐπέστρεψεν ἐπ' αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, "καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ, καὶ κατέσπευσαν "αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι "ἤλεγξεν αὐτὸν Κύριος." Περὶ μὲν οὖν τοῦ λελεπρῶσθαι τὸν Ὀζίαν ἀπόχρη ταυτί· ὅτι δὲ γέγονεν ἀνὴρ δυνατὸς, καὶ ταῖς τῶν ἀλλοφύλων ἐπ- εστράτευσε χώραις, καὶ τοσοῦτος γέγονεν εἰς ἀλκὴν, ὡς καὶ ἀναδείμασθαι πόλεις παρ' αὐτοῖς, καὶ δασμολογίας ἐπιθεῖναι, καὶ σκήπτροις ἰδίοις ὑπενεγκεῖν, καίτοι μεγάλα φυσῶντάς ποτε, δεδίδαχεν ἀρκούντως τὸ γράμμα τὸ ἱερόν. οὐκοῦν, ἐπειδήπερ ὁ προφητικὸς ἡμῖν λόγος εἰσκεκόμικεν ἐν ἀρχαῖς τὴν ἐσομένην κατὰ τῶν ἀλλοφύλων ἐρήμωσιν, ἀναγκαία γέγονεν ἡ μνήμη τῆς βασιλείας Ὀζίου τε καὶ Ἱεροβοὰμ, νενίκηνται γὰρ δι' αὐτῶν ὡς γοῦν προλαβόντες εἰρήκαμεν. οἴδαμεν οὖν ὅτι καὶ διὰ χειρὸς Ἀσσυρίων ἐμπέπρησται ∆αμασκὸς, δεδῄωνται δὲ οὐδὲν ἧττον καὶ τὰ τῶν ἀλλοφύ- λων γένη. ἐπειδὴ δὲ τούτων ἐστὶν 152 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινων
Amos Tomos 1 rem close CLOSEOUT§amos-t1-rem-close
amos-t1-rem-closeRem CLOSEOUT: Amos Tomos 1 CLOSEOUT.
Greek · §amos-t1-rem-close
ίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐκεῖνα μεταγενέστερα, προσάψομεν ἀναγκαίως τῷ τε Ἱεροβοὰμ καὶ τοῖς Ὀζίου καιροῖς τὰ τοῖς ἀλλοφύλοις συμβεβηκότα, καὶ αὐτοῖς δὲ οὐδὲν ἧττον τοῖς τῶν Ἀσσυρίων καθηγηταῖς. ἐπειδὴ δὲ προστέθεικεν ὁ Προφήτης Πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ, 1.378 μνήμην ἀναγκαίως καὶ τοῦ λελεπρῶσθαι τὸν Ὀζίαν πεποιή- μεθα. ἐπειδὴ γὰρ ἱερατεῦσαι τετόλμηκε παρανόμως, λελέ- πρωται μὲν ἐλέγχοντος Θεοῦ, κατεδονήθη δὲ σεισμῷ τὰ Ἱεροσόλυμα καὶ διὰ τοῦδε σαφῶς τοῖς τὸ τηνικάδε Θεοῦ τὴν ἰδίαν ὀργὴν ὑπεμφαίνοντος. 9Καὶ εἶπε Κύριος ἐκ Σιὼν ἐφθέγξατο, καὶ ἐξ Ἱερουσαλὴμ ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου.9 Ὅλος ἡμῖν ἐν τούτοις ὁ τῆς προφητείας διαφαίνεται σκοπὸς, καὶ τοῦ παντὸς χρησμῳδήματος ὅρος ὥσπερ τις καὶ προαφήγησις ἀσαφείᾳ πολλῇ κατεσκιασμένη, νοοῖτ' ἂν εἰκότως ἡ τοῦ προκειμένου δύναμις. πεποίηται μὲν γὰρ ὡς ἐξ ὁμοιότητός τε καὶ μεταφορᾶς ὁ λόγος, καὶ ὡς ἐκ τοῦ πεφυκότος συμβαίνειν ταῖς εὐπρέμνοις τῶν ὀρῶν κορυφαῖς, ἢ καὶ τοῖς ἐψιλωμένοις τῶν πεδίων ἔσθ' ὅτε. ὄρη μὲν γὰρ καίτοι δρυμοῖς κομῶντα καὶ ξύλοις, πεδιὰς δὲ αὖ πολλῇ καὶ ἀμφιλαφεῖ τῇ πόᾳ κατεστεμμένη, καταφθείροντός τινος ἢ λοιμοῦ τυχὸν, ἤγουν ἑτέρου του τῶν ἐξ ἀέρος ἀῤῥωστη- μάτων, ἀδοκήτως αὐαίνεται. διαπίπτει δὲ οὕτω καὶ τὰ ἀνθρώπινα, καὶ κατασκήπτουσιν ἔσθ' ὅτε πόλεων καὶ χω- ρῶν πικραὶ καὶ δύσοιστοι συμφοραὶ, διολλύουσαι καὶ κατα- φθείρουσαι μικρόν τε καὶ μέγαν. τίνος γὰρ ἂν φείσαιτο πολεμίων ξίφος, ἢ, φέρε εἰπεῖν, λοιμὸς, ἄρδην ἀποκείρων καὶ τὸν ἐν πλούτῳ καὶ δόξαις καὶ δυναστείαις διαφανῆ, καὶ τὸν ἄσημόν τε καὶ κατεῤῥιμμένον; γέγονε τοίνυν τῷ Προ- φήτῃ νυνὶ πρέπων ὅτι μάλιστα τοῖς αὐτῷ κατειθισμένοις ὁ 1.379 λόγος. ἦν γὰρ, ὡς ἔφην, αἰπόλος, καὶ πεποίηται τὴν παρα- τροπὴν ὡς ἐκ τοῦ καταφθείρεσθαι πολλάκις τὰς τῶν θρεμ- μάτων νομάς. Τίς οὖν ὁ τῶν εἰρημένων ἀληθέστερος νοῦς; ἐφθέγξατό φησιν ἐκ Σιὼν ὁ Κύριος, ὡς ἐξ ἰδίου τόπου, καὶ ἐξ Ἱερουσαλὴμ, ὡς ἐκ νεμηθείσης αὐτῷ· ἔστι μὲν γὰρ οὐκ ἐν τόπῳ τὸ ἀσώ- ματον. ἐπειδὴ δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ὁ διαβόητος ἐκεῖνος ναὸς, ἐδόκει πως ἴδιος ὑπάρχειν ὁ χῶρος αὐτοῦ, κατά γε τὴν τῶν ἀρχαιοτέρων ὑπόληψιν μικρὰ φρονούντων ἔτι περὶ Θεοῦ. ἀντὶ δὲ τοῦ ἐφθέγξατο, τέθεικε τῶν Ἑβραίων ἡ ἔκδοσις Ὠρύ-σατο, ἤτοι ἐβρυχήσατο, τὸν τῶν λεόντων νόμον. οὗ δὴ γεγονότος, ἐπένθησάν φησιν αἱ νομαὶ τῶν ποιμνίων· νομὰς δὲ ποιμνίων τὰ τῶν ἀλλοφύλων ἔθνη φησὶ, καθάπερ τισὶ ποι- μέσι τοῖς ἑαυτῶν κρατοῦσιν ὑπεστρωμένα, οἳ πρὸς πᾶν ὁτιοῦν τῶν κατὰ γνώμην αὐτοῖς ἄγουσί τε καὶ φέρουσι τοὺς ὑπὸ χεῖρα λαούς. ἐπένθησαν τοίνυν, τουτέστιν ἐν κατηφείαις καὶ ἐν παντὶ γεγόνασι κακῷ· γίνεται γὰρ πένθος ἐπὶ νεκροῖς. αἴτιον δὲ τῆς συμφορᾶς αὐτοῖς τὸ καταβρυχήσασθαι τὸν Θεὸν, καὶ οἷον ἀπειλῆσαι τὸν ὄλεθρον. "Λέων γάρ φησιν "ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται;" πλὴν οὐ μόνον ἐπέν- θησαν αἱ νομαὶ τῶν ποιμνίων, ἐξηράνθη δὲ πρὸς τούτῳ καὶ ἡ κορυφὴ τοῦ Καρμήλου· Καρμήλου δὲ κορυφὴν τὰ Ἱεροσόλυμά φησι. Κάρμηλος μὲν γὰρ ὄρος ἐστὶν ἐν τῇ τῶν Ἰουδαίων κείμενον χώρᾳ, ἐν ᾧ καὶ κατῴκηκεν ὁ Θεσβίτης Ἡλίας. κατασημαίνεται δὲ πολλάκις ἡ πᾶσα τῶν Ἰουδαίων γῆ διὰ τῆς τοῦ Καρμήλου προσηγορίας. ὁποῖόν ἐστι τὸ διὰ φωνῆς ἑτέρου προφήτου πρὸς τοὺς υἱοὺς Ἰσραὴλ εἰρημένον παρὰ Θεοῦ "Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν 1.380 "τὰ ἀγαθὰ αὐτοῦ καὶ τοὺς καρποὺς αὐτοῦ, καὶ εἰσήλθετε "καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε "εἰς βδέλυγμα." ἐπειδὴ τοίνυν ἡ τῶν ἄλλων πόλεων τῶν κατὰ τὴν Ἰουδαίαν ἐπισημοτέρα καὶ διαφανὴς ὠνόμαστο τὰ Ἱεροσόλυμα, κορυφὴν αὐτὰ τοῦ Καρμήλου φησὶν, ὡς ἐπηρ- μένην ἐν δόξῃ, ὡς προὔχουσαν ἐν ὑπεροχῇ, ὡς περίοπτον παρὰ τὰς ἄλλας, διάτοι τὸν θεῖον ἔχειν ναὸν, καὶ τοὺς ἐκ φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας. ἔθος δὲ τοῖς ἁγίοις προφήταις κατακρύπτειν οἰκονομικῶς ταῖς ἀσαφείαις τοὺς λόγους, διὰ τὸ ἀχάλινον εἰς ὁρμὰς τῶν ἀκροωμένων. οὐ γὰρ ἂν 153 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἠνέσχοντο λαλούντων ἀναφανδὸν πολὺ λίαν ἀν- επτοημένοι πρὸς θράσος, καὶ τοῖς ἁγίοις προφήταις ἐπιτι- μῶντες καὶ λέγοντες "Ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε "ἡμῖν ἑτέραν πλάνησιν." 9Καὶ εἶπε "Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις ∆αμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ' ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ· καὶ ἐξαποσ- τελῶ πῦρ εἰς τὸν οἶκον Ἀζαὴλ, καὶ καταφάγεται θεμέλια υἱοῦ Ἄδερ. καὶ συντρίψω μοχλοὺς ∆αμασκοῦ, καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου Ὢν, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαῤῥὰν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος.9 Ὁ θεσπέσιος Μωυσῆς ὡς ἀγαθόν τε καὶ ἀνεξίκακον καταθαυμάζει Θεὸν, καὶ μάλα εἰκότως. ἐπειδὴ γὰρ μεμοσ- χοποίηκε μὲν κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ, ἔφη τε φληνάφως "Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς 1.381 "Αἰγύπτου," προσκέκρουκε μὲν ἀναγκαίως· ἐπειδὴ δὲ ὀλο- θρεύσειν αὐτοὺς εἰσάπαξ ἠπείλει Θεὸς, εἶτα προσέπιπτέ τε καὶ ἐλιπάρει Μωυσῆς καὶ δὴ καὶ ἀνεῖναι αὐτοῖς ἡμαρτηκόσιν τὴν δίκην ἀνέπειθε τὸν ∆ημιουργὸν, χαριστηρίους ᾠδὰς ἀνετίθει λέγων "Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, "μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ δικαιοσύνην "διατηρῶν καὶ ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ "ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων "ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ "τρίτην καὶ τετάρτην γενεάν." τοῦτο νενοήκασιν οὐκ ὀρθῶς τῶν Ἰουδαίων οἱ δῆμοι. ᾤοντο γὰρ εἶναι τὸν Θεὸν σκληρὸν οὕτω καὶ ἀτεράμονα καὶ μακρὸν εἰς ὀργὰς, ὡς τέκνοις τέκνων ἐπιφέρειν τὰ τῶν πατέρων ἐγκλήματα. καὶ γοῦν αὐτὸ δὴ τουτὶ διαγελῶντες ἔφασκον "1Οἱ πατέρες ἔφαγον ὄμφακα, "1καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν."2 ταύτῃτοι Θεὸς τῷ προφήτῃ φησὶν Ἰεζεκιήλ "Υἱὲ ἀνθρώπου, τίς ὑμῖν ἡ "παραβολὴ αὕτη ἐν τῷ Ἰσραὴλ λέγοντες Οἱ πατέρες ἔφα- "γον ὄμφακα καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν; ζῶ "ἐγὼ, λέγει Κύριος, ὅτι οὐ μὴ γένηται ἔτι ἡ παραβολὴ "αὕτη λεγομένη ἐν τῷ Ἰσραήλ. ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί "εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς οὕτω καὶ τοῦ υἱοῦ, "ἐμαί εἰσι. ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. ὁ δὲ "υἱὸς οὐ μὴ λήψεται τὴν ἁμαρτίαν τοῦ πατρὸς αὐτοῦ, οὐδὲ 1.382 "ὁ πατὴρ οὐ μὴ λήψεται τὴν ἁμαρτίαν τοῦ υἱοῦ αὐτοῦ." πῶς γὰρ ἔτι μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς ὁ τῶν ὅλων ∆εσπότης, εἰ μὴ ἀνίησιν ἁμαρτίας, καὶ καθαρίζει τὸν ἔνοχον, παρατείνει δὲ μᾶλλον τὴν ἀγανάκτησιν ἐπὶ τρίτην καὶ τετάρτην γενεάν; τίς οὖν ὁ λόγος; ἔστι μὲν, ὡς ἔφην, ἀνεξίκακός τε καὶ ἀσυγκρίτως ἀγαθὸς, καὶ οὐκ εὐθὺς τοῖς ἡμαρτηκόσιν ἐπάγει τὴν κόλασιν. ὑπερτίθεται δὲ, καὶ εἰς δευτέραν γενεὰν, ἵνα τάχα τις μεταξὺ παρεισβάλλουσα μετά- γνωσις ἀνακόψειε τὴν ὀργήν. ἀλλ' εἰ μὴ τοῦτο γένηται τυχὸν, οἱ δὲ ἐκ τοῦ πρώτου τρίτοι τε καὶ τέταρτοι τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι χείροσιν ἐναλοῖεν κακοῖς, καὶ προγονικῆς δυσ- σεβείας εὑρίσκοιντο μιμηταὶ, τότε δὴ τότε λοιπὸν ἐπάγει τὰς δίκας, ἀποχρῶσαν τῷ γένει τὴν ἐπὶ τοῖς ἤδη παρῳχηκόσιν ἀνεξικακίαν ἐπιδιδούς· τοῦτό ἐστι τὸ ἐπιφέρειν ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. Ἆρ' οὖν φησὶ, μακροθυμήσας τῇ ∆αμασκῷ πλειστάκις, οὐκ ἀγανακτήσαιμι λοιπὸν, καὶ σφόδρα εἰκότως, ἐπὶ τρισὶ καὶ τέσ- σαρσιν ἁμαρτίαις; τί γὰρ δεδράκασι; πολλὰ μὲν καὶ ἕτερα. πλὴν τῆς ἄγαν ὠμότητος ἀποτιοῦσι δίκας· ἀποστραφήσομαι γὰρ αὐτοὺς, ἀνθ' ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ. ἔστι μὲν οὖν ἡ Γαλαὰδ πολίχνη τῆς Ἰου- δαίας,
Twelve Prophets Amos Tomos 2 opening§amos-t2-open
amos-t2-openAmos Tomos 2.
Amos Tomos 2: hear this word; Israel’s sins and the Lord’s call.
Greek · §amos-t2-open
ΤΟΜΟΣ∆ΕΥΤΕΡΟΣ. 1 9Ἀκούσατε τὸν λόγον τοῦτον ὃν ἐλάλησε Κύριος ἐφ' ὑμᾶς, οἶκος Ἰσραὴλ, καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς, διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν.9 Κατὰ παντὸς ἂν νοοῖτο τοῦ Ἰσραὴλ γεγονὼς ὁ λόγος, οὐκ ἀνὰ μέρος ἔτι τιθεμένου τοῦ Ἰούδα καὶ τοῦ Ἐφραΐμ, ἀλλ' εἰς ἓν ὥσπερ συνειλεγμένου τοῦ παντὸς γένους· ἀνεκομίσθη γὰρ ἐξ Αἰγύπτου πᾶσα φυλὴ τῶν ἐξ Ἰσραήλ. οὐδενὸς οὖν ἔξω τεθέντος, ἀκοῦσαι προστέταχε τὰ παρὰ Θεοῦ. τίνα δὲ ἦν καὶ τάδε; μύριαι μὲν γάρ εἰσιν ὅσαι, φησὶν, ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν πόλεις τε καὶ χῶραι, καὶ ἀριθμοῦ κρείττους οἱ ἐν αὐταῖς, ἀλλ' ὑμᾶς ἐκ πάντων τοὺς ἐξ Ἰσραὴλ ἀπο- λέκτους ἐποιησάμην, ἐμαυτὸν ἐναργῆ κατέστησα διὰ πολλῶν θαυμάτων, ἐξειλόμην πικρᾶς καὶ ἀφορήτου δουλείας, ζηλω- τοὺς ἀπέφηνα καὶ τρισμακαρίους, πεπαιδαγώγηκα νόμῳ πρὸς τὸ ἀρέσκον ἐμοὶ, ἀνετείχισα ταῖς ἐπικουρίαις, εἰσκεκόμικα δὲ καὶ εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ἐπειδὴ δὲ 1.418 μόνοι, φησὶν, ἐκ πάντων τῆς οὕτω περιφανοῦς ἠξιωμένοι χάριτος λυποῦντες οὐ κατελήξατε καὶ προσκεκρούκατε πολυ- τρόπως, ταύτῃτοι λοιπὸν τοὺς τῆς ἀπονοίας ὑμᾶς ἐξαιτήσω λόγους, οὐκ ἀνέξομαι πλημμελούντων ἔτι καὶ ἀνεπιτίμητον ἐχόντων τὴν εἰς τοῦτο ῥοπήν. Οὐκοῦν ὀλέθρου πρόξενον παντί τῳ λοιπὸν τὸ καταφρο- νῆσαι Θεοῦ καὶ δεσποτικῶν ἀλογῆσαι θελημάτων, τοῖς ἐπεγνωκόσιν αὐτὸν, ἢ καὶ ἐγνωσμένοις παρ' αὐτοῦ κατά γε τὸν τῆς πνευματικῆς οἰκειώσεως τρόπον. καὶ γοῦν ὁ σοφώτατος Παῦλος τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως, εἶτα νοσοῦσι τὸ ἄναλκι, καὶ ἀνόπιν ὥσπερ ἰέναι προτεθυμημένοις ἐπιστέλλει λέγων "Νυνὶ δὲ γνόντες Θεὸν, "μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε ἐπὶ τὰ "ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου οἷς πάλιν ἄνωθεν "δουλεύειν θέλετε;" ᾔδει μὲν γὰρ αὐτοὺς καὶ πρό γε τῆς πίστεως ὁ ∆ημιουργός· ἀγνοεῖ γὰρ ὅλως τῶν ὄντων οὐδέν· ἀλλ' ἐν τούτοις, ὡς ἔφην, ὑποσημήνειεν ἂν ἡ γνῶσις εὖ μάλα τὴν πνευματικὴν οἰκειότητα. 9Εἰ 167 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;9 Βαθὺ μὲν τὸ αἴνιγμα καὶ ἀμυδρὸς ὁ λόγος· πλὴν ἐροῦμεν ὡς ἔνι. κατῃτιᾶτο τοίνυν τὸν Ἰσραὴλ, ὅτι "τοῖς προφήταις "ἐνετέλλοντο λέγοντες Οὐ μὴ προφητεύσητε." καὶ διὰ ποίαν αἰτίαν ἐπετίμων ἀφυλάκτως ταῖς τῶν ἁγίων φωναῖς, εἰπεῖν ἀναγκαῖον. ἐπειδὴ γὰρ ἀπήγγελον τὰ ἐξ ὀργῆς ἐσόμενα σκυθρωπὰ, καὶ τὰ δι' ὧν ἦν εἰκὸς ἑαυτῶν ἀμείνους ἔσεσθαι τοὺς ἡμαρτηκότας δεδιότας που τάχα τῶν λαληθέντων τὴν ἔκβασιν, ἐμελέτων τὴν ἀντίστασιν καὶ ἀντέπραττον αὐτοῖς, 1.419 οἱ τῶν ἀγελαίων τὸν νοῦν, ἐφ' ἃ μὴ προσῆκεν, ἀποκομίζειν εἰωθότες, καὶ πλανῶντες τοὺς ὑπεζευγμένους. ἐπετίμων μὲν γὰρ τοῖς προφήταις, ἀπεδέχοντο δὲ τοὺς πεπλανημένους, ὡς τὴν εὐθείαν ἰόντας τρίβον. τοιγάρτοι διὰ φωνῆς Ἡσαΐου φησὶν ὁ Θεός "Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν "ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν." ἐπετίμα δὲ καὶ Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ Ἀμὼς τῷ Προ-φήτῃ λέγων "Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα "καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις, εἰς δὲ Βαιθὴλ "οὐκ ἔτι οὐ μὴ προσθῇς τοῦ προφητεῦσαι." οἱ δέ γε τοῖς προφήταις ἀνθεστηκότες, ἐκ πολλῆς ἄγαν σκαιότητος καὶ δυστροπίας δεινῆς, εὐάφορμον ὑπεπλάττοντο τὴν ἀντίστασιν, ἐκεῖνο λέγοντες Οὐκ ἀπέσταλκέ σε ὁ Κύριος. καταιτιᾶται τοίνυν αὐτοὺς, ὅτι τοὺς παρ' αὐτοῦ προφήτας οὐ τοὺς ἄνωθεν ἔφασκον καὶ παρὰ Θεοῦ διακομίζειν λόγους· ᾤοντο δὲ μᾶλ- λον τὰ ἀπὸ τῆς σφῶν ἐρεύγεσθαι γνώμης, ἕτερά τε αὖ παρὰ τὰ δοκοῦντα λαλεῖν τῷ τῶν ὅλων ∆εσπότῃ. ταύτῃτοί φησιν Ὦ ἀσύνετοι καὶ παράφρονες, ἆρά τινες ἐξ ὑμῶν γενήσονται φίλοι, καὶ τὴν αὐτὴν βαδιοῦνται τοῦ βίου τρίβον, οὐκ ἐγνω- κότες ἑαυτοὺς ἤγουν ἀλλήλους, τουτέστιν, εἰ μὴ ἀλλήλους τεθέανται ἰσ
Amos Tomos 2 rem early§amos-t2-rem-early
amos-t2-rem-earlyRem early: Amos Tomos 2; historia and theoria toward Christ.
Greek · §amos-t2-rem-early
οτρόπους τε καὶ ὁμογνώμονας; "Πᾶν γὰρ ζῶον "ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολλη- "θήσεται ἀνήρ." καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, πῶς ἂν ἐδεξά- μην τοὺς προφήτας οἱονείπως εἰς φιλίαν καὶ ἀγάπησιν, ἅγιος ὢν αὐτὸς, εἰ μὴ καὶ αὐτοὶ γεγόνασιν ἅγιοι; πῶς οὖν διώκετε τοὺς ἁγίους, οἷς καὶ τοὺς ἐμοὺς τεθάῤῥηκα λόγους, οὓς προσηκάμην ὡς ἀγαθοὺς, οἱονεὶ τὴν αὐτὴν ἐμοὶ βαδί- ζοντας τῶν θελημάτων ὁδόν; ὃ γὰρ ἂν βουλοίμην ἐγὼ, 1.420 τοῦτο καὶ αὐτῶν ἐστι θέλημα. οὐκοῦν τὸ προφήταις ἐπιτι- μᾶν, οὐδὲν ἕτερόν ἐστιν, ἢ κατ' ἐμοῦ λοιπὸν ποιεῖσθαι τὴν ἐπίπληξιν. τοιοῦτόν τι καὶ ὁ Σωτὴρ τοῖς ἁγίοις μαθηταῖς εἴρηκεν "Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχό- "μενος, δέχεται τὸν ἀποστείλαντά με." προσέταττε δὲ τοῖς ἐξωθουμένοις καὶ αὐτὸν ἀπομάττεσθαι τὸν κονιορτὸν τῶν ποδῶν, εἰπών "Ὅτι ἀνεκτότερον ἔσται γῇ Σοδόμων ἐν ἡμέρᾳ "κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ." προσίεσθαι δὴ οὖν ἀναγκαῖον τοὺς τὰ Θεοῦ πρεσβεύοντας, καὶ τὰ αὐτοῦ δοκοῦντα δια- πορθμεύοντας εἰς ἡμᾶς, ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ἐπιστέλλων καὶ λέγων "Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, "ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ "Χριστοῦ, καταλλάγητε τῷ Θεῷ." 9Εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι;9 Οἱ τὰ τῶν θηρίων πολυπραγμονοῦντες ἔθη, φασὶ τὸν λέοντα τροφῆς ἐν ἐνδείᾳ γεγονότα περιφοιτᾶν εὐσθενῶς ὄρη τε καὶ νάπας καὶ δρυμοὺς, τῇδέ τε κἀκεῖσε τὸν ὀφθαλμὸν περιστρέφοντα, καί τι τῶν ἐν ὕλαις βοσκομένων ζητοῦντα λαβεῖν. ἐπειδὰν δὲ θεάσηταί τι τῶν ἐπιτηδείων εἰς τροφὴν, εἶτα γένηται πλησίον, δεινόν τι καὶ δυσηχὲς βρυχώμενον ποιεῖσθαι τὴν ἔφοδον. εἰ δὲ δὴ καὶ ἀποκομίζοιτο τοῖς σκύ- μνοις τὰ εἰς τροφὴν, εἶτα γένοιτο τῆς μάνδρας ἐγγὺς, ἀνα- 1.421 θρώσκουσι κἀκεῖνοι, καὶ σὺν βοῇ λαβόντες σπαράττουσι. τί τοίνυν, φησὶν, αἰτιᾶσθε Θεὸν, ὅτι πρὸ τῆς τῶν δεινῶν ἐφόδου ποιεῖται τὴν ἀπειλήν; τί δὲ καὶ αὐτοῖς τοὺς ὀδόντας ἐπιτρίζετε τοῖς προφήταις, ὅτι καὶ αὐτοὶ τῆς ὑμετέρας ἀσε- βείας κατακεκράγασιν; ἐγὼ μὲν γὰρ ἔοικα λέοντί φησι, τῷ πρὸ θήρας εἰωθότι βοᾶν, μόνον δὲ οὐχὶ καὶ προαπειλοῦντι τὴν ἔφοδον, σκύμνοι δὲ ὥσπερ εἰσὶν οἱ προφῆται τὸ ἐμὸν ἔθος ἀπομιμούμενοι· 168 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. κατακεκράγασι γὰρ, ὡς ἔφην, τῶν δυσ- σεβεῖν εἰωθότων. ἀλλ' ὥσπερ τοῖς ἐν ὄρεσι ζῴοις οὐκ ἀκερδὴς παντελῶς ἡ προαναφώνησις τοῦ θηρὸς, κατασο- βοῦσα πρὸς φυγὴν πρὶν ἁλῶναι τυχὸν, οὕτω καὶ τοῖς ἁμαρ- τάνουσι χρησιμωτάτη λίαν ἡ πρὸ τῶν δεινῶν ἀπειλή τε καὶ προαγόρευσις, μεθιστᾶσα πρὸς μετάγνωσιν καὶ ἀποφυγὴν τῶν ἐπηρτημένων. λέοντι δὴ οὖν ἑαυτὸν παρεικάζει Θεὸς οὐ πρότερον ἐπιθρώσκοντι καὶ τὰ ἐξ ὀργῆς ἐπάγοντί τισιν, εἰ μὴ προαναφάνοι τὴν ἀπειλὴν, ἵνα καὶ μετανοοῦντες σώζοιντο, πρὸ τῆς τῶν δεινῶν ἐφόδου φάρμακον ὥσπερ εἰς σωτηρίαν δεχόμενοι τῶν ἐσομένων τὴν προαγόρευσιν. 9Εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι;9 Πεποίηται μὲν ὡς ἐξ ὁμοιώσεως καὶ νῦν ὁ λόγος. ἰξευταὶ μὲν γὰρ τὰ ἐν φυτοῖς ἱζήσαντα τῶν στρουθίων εὐτεχνέστατα καταφέρουσι, παγίσι δὲ αὖ συνθλῶσί τινες τὸ ἁλισκόμενον. ἔοικε δὲ ὁ λόγος αἰνίττεσθαι νυνὶ διὰ μὲν τῶν στρουθίων 1.422 τοὺς τὰ ὑψηλὰ φρονεῖν εἰωθότας, τοὺς ἀλαζόνας τὸν νοῦν καὶ μετεώρους τὰς φρένας, καὶ τὸ συναπάγεσθαι τοῖς ταπει- νοῖς οὐκ ἀνεχομένους· διὰ δὲ τῶν ἐν παγίσιν ἁλισκομένων τῶν ἐπιγείων τοὺς ἐραστὰς, καὶ μόνα ζητοῦντας τὰ σαρκικὰ καὶ καταπιαίνοντα. ἰξευτῇ δὲ καὶ παγίδι πάλιν ἑαυτὸν παρ- εικάζει Θεὸς, κατακομίζοντι μὲν εἰς τὴν γῆν τοὺς ὑπερηφάνους, συνθλῶντι δὲ ὥσπερ καὶ ἀγρεύοντι πρὸς τιμωρίαν τοὺς μόνα φρονοῦντας τὰ ἐπὶ τῆς γῆς. ἀλαζόνες δὲ ἦσαν οἱ ἐξ Ἰσραὴλ, καταφρονοῦντες Θεοῦ καὶ προφήτας παρωθούμενοι καὶ ἀτι- μάζοντες νόμον· ἦσαν δὲ οὐδὲν ἧττον καὶ γλίσχροι λίαν περὶ τὰ ἐν κόσμῳ πράγματα, καὶ μόνα ἐπιζητοῦντες τὰ ἐπὶ τῆς γῆς, ὧν καὶ ταῖς ἐκτόποις ἐπιθυμίαις ἡττημένοι, τὸν τοῦ Θεοῦ λόγον οὐ προσίεντο, ἀντεπράττοντο δὲ τοῖς καλοῦσιν εἰς ἀρετήν. ἔφασκον γὰρ τοῖς ἁγίοις προφήταις "Ἀλλὰ "ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν." εἴπερ οὖν ἐγώ εἰμι, φησὶν, ὁ ἐν ἰξευτοῦ τρόπῳ καταφέρων τοὺς ὑπερηφάνους, καὶ ὡς ἐν τάξει παγίδος συνθλᾶν εἰωθὼς τὸν ἀλώπεκος δίκην ἢ μυὸς γλίσχρως ἔχοντα πρὸς τὰ ἐν κόσμῳ πράγματα, τί μάτην διώκετε τοὺς ἁγίους, ὅτε μόνους εἰς ὑμᾶς διακομίζουσι λόγους, ἐμοῦ πληροῦντος τὰ ἐξ ὀργῆς τοῖς δυσσεβοῦσιν ἐπεῤῥιμμένα; 9Εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησεν;9 Ἐγὼ μὲν, φησὶν, ἐπάγω τὰ ἐξ ὀργῆς, χρήσιμοι δὲ καὶ μεσῖται πρὸς μόνους εἰσὶν οἱ προφῆται τοὺς λόγους. δια- 1.423 πορθμεύουσι γὰρ εἰς ὑμᾶς ἅπερ ἂν αὐτοῖς ἐντείλωμαι διὰ τοῦ Πνεύματος. ἀλλ' ὀλιγωρεῖτε τάχα που καὶ ἀλύετε σφόδρα καὶ πρὸς μόνους τοὺς παρ' αὐτῶν ἔσθ' ὅτε λόγους. τί γὰρ ὅλως, εἰπέ μοι, διὰ τούτων ὠφελεῖσθε; ποῖος ὑμᾶς εἰσέδυ φόβος; ἢ τίνα μεταβολὴν ἐσχήκατε πρὸς τὸ ἄμεινον; ἐν πόλει μὲν γὰρ εἰ ἀναφωνήσειε σάλπιγξ, τὸν παρ' ἐχθρῶν ἥκοντα καὶ κεκινημένον περιαγγέλλουσα πόλεμον, τίς οὕτως ἀνάλγητος, ὡς μὴ πάντη τε καὶ πάντως τὸν ἐκ τῶν ἐσο- μένων κακῶν ὑποδέξασθαι φόβον; αἱ δὲ ἐμαὶ σάλπιγγες οὐ διαλελοίπασι προαναφωνοῦσαι τὰ μέλλοντα. ἀλλ' ὠφε- λεῖσθε μὲν παντελῶς οὐδὲν, μανθάνοντες δὲ ὅτι καταδῃωθή- σεσθε παρ' ἐχθρῶν, κατευμεγεθεῖτε λίαν τῶν εἰς τοῦτο δειμάτων, ὡς τάχα που καὶ διαγελᾶν, ὡς εἰκαῖόν τι χρῆμα, τὴν προαγόρευσιν, καὶ μὴν κἀκεῖνο βοᾶν τὸ σύνηθες καὶ τοῖς ἀπονοουμένοις ἐντριβές "Ἡ ὅρασις ἣν οὗτος ὁρᾷ εἰς "ἡμέρας πολλὰς καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει." τί οὖν ἡγεῖσθε φορτικοὺς τοὺς οἱονεὶ σαλπίζοντας, εἰ μηδὲν ἡγεῖσθε τοὺς λόγους; ἀλλ' ἴσως ἐκεῖνό φατε, ὡς οὐ μετρίως καταλυπεῖ τῶν πραγμάτων ἡ ἔκβασις. ἆρα οὖν ἔσται κά- κωσις ἐν πόλει τυχὸν, ἣν Κύριος οὐκ ἐποίησεν; ὅμοιον ὡς εἰ λέγοι Μὴ ἆρά τις ἔσται τῶν ἐν ἀνθρώποις ἱκανὸς εἴς γε τὸ δύνασθαι κακῶσαι πόλιν ἢ νόσοις ἢ πολιορκίαις ἢ καρπῶν καταφθοραῖς ἢ καὶ καθ' ἕτερόν τινα τοιοῦτον τρόπον; εἰ δὲ ἀνθρώπων μὲν οὐδεὶς τὰ τοιάδε δράσειεν ἂν, κεῖται δὲ μᾶλλον ἐν ἐξουσίᾳ καὶ δυνάμει Θεοῦ, τί τοῖς προαγγέλλουσι χαλε- παίνετε; καίτοι μεταγνῶναι δέον, καὶ ταῖς εἰς τοῦτο ῥοπαῖς ἐκμειλίσσεσθαι 169 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τὸν λελυπημένον καὶ κακοῦν ἰσχύοντα τοὺς 1.424 ἡμαρτηκότας. κακίαν δὴ οὖν ἐν τούτοις νοήσομεν παρὰ Θεοῦ γινομένην ἐν πόλεσι, οὐ φαυλότητα· μὴ γένοιτο· κά- κωσιν δὲ μᾶλλον, ἤτοι τὴν ἐφ' ὁτῳοῦν ὀργήν τε καὶ κίνησιν, ἣν τοῖς ἁμαρτάνουσιν ἐπαρτήσειεν ἂν, ἐπιστρέφειν ἀναπείθων ἐπὶ τὰ πρεπωδέστερα. γέγραπται γὰρ ὅτι "Ἐν κημῷ καὶ "χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων "πρὸς σέ." ἐπειδὴ γάρ ἐστιν ἀγαθὸς, καὶ "πάντας ἀνθρώ- "πους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν," καταβιάζεταί πως τοῖς ἐξ ὀργῆς ἐπὶ τὸ ἄμεινον, καὶ μεθίσ- τησιν εὐσθενῶς ἔσθ' ὅτε τοῖς δείμασι καὶ ταῖς ἀπειλαῖς, οὓς οὐκ ἀναπείθει λόγος καὶ ἡ τῶν συμφερόντων ὑφήγησις. 9∆ιότι οὐ μὴ π
Amos Tomos 2 rem mid§amos-t2-rem-mid
amos-t2-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §amos-t2-rem-mid
οιήσῃ Κύριος ὁ Θεὸς πρᾶγμα, ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας· λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλά- λησεν, καὶ τίς οὐ προφητεύσει;9 Οὐχ οἱ προφῆται, φησὶ, τὰ ἐξ ὀργῆς ἐπάγουσι· πόθεν; ἄνθρωποι γὰρ καὶ αὐτοὶ καθ' ὑμᾶς ὑπάρχουσι τὴν φύσιν, τετίμηνται δὲ παρὰ Θεοῦ τῷ πάντα μανθάνειν, ἃ ἂν βού- λοιτο πληροῦν, καὶ πόλεσί τε καὶ χώραις ἐπάγειν ἢ ἀγαθὰ τυχὸν ἢ τὰ λυπεῖν εἰωθότα. ἀλλ' ἴσως πρὸς τοῦτό φατε Μανθανέτωσαν εἰ δοκεῖ, πλουτείτωσαν παρὰ σοῦ τῶν ἐσο- μένων τὴν γνῶσιν, διατρανούσθω πάντα αὐτοῖς τὰ μυστήρια· λαλείτωσαν δὲ μηδενὶ, μήτε μὴν ταῖς τῶν ἀποσειομένων αὐτοὺς ἀκοαῖς ἐνηχείτωσάν τινα. τί οὖν πρὸς ταῦτα παρὰ 1.425 Θεοῦ; Λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται; εἰ γὰρ ἐν τῷ βρυχᾶσθαί φησι τὸν λέοντα, τὸ παναλκέστατον τῶν θηρίων, οὐκ ἂν γένοιτό τις ἀτεράμων οὕτως καὶ σοβαρὸς, ὡς μὴ εἰσ- δέξασθαι πτοίαν, πῶς ἂν Θεοῦ λαλοῦντος τοῦ πάντων ἐπέ- κεινα, καὶ ἀπαγγέλλειν αὐτοῖς προστάττοντος ἃ μανθάνουσιν, οὐκ ἂν ἔδεισαν τὸν προστεταχότα; οὐ γάρ εἰσι καθ' ὑμᾶς καταφρονηταὶ καὶ ἄτεγκτοι, καὶ ἐν μηδενὶ ποιούμενοι λόγῳ τὰ τῷ πάντων δοκοῦντα ∆εσπότῃ. πανταχῆ τοιγαροῦν ἀσφαλίζεται τοὺς ἁγίους, καὶ ἀποσοβεῖ τῶν προφητῶν τὰς ἐκ τῶν ἐθελοκακούντων βλάβας. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ τῆς καθηκούσης φροντίδος ἀξιοῦν. τὸ γὰρ ἐκ μέσου ποιεῖ- σθαι τοὺς ἰατροὺς, ἕτερον οὐδὲν ἂν εἴη ἢ ἀνεπικουρήτους ἀποτελεῖν τοὺς ἠῤῥωστηκότας. τοῦτό τοι καὶ διὰ φωνῆς τοῦ μακαρίου ∆αυεὶδ προαναφωνεῖ λέγων "Μὴ ἅπτεσθε τῶν "χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε," καὶ πρὸς αὐτοὺς δέ που φησί "Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν, "ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ." ἀδικήσει γὰρ οὐ μετρίως τὴν ἑαυτοῦ ψυχὴν ὁ ταῖς τῶν ἁγίων κεφαλαῖς ἐπιτρίζων τοὺς ὀδόντας καὶ ἀνοσίως ἐπιφυόμενος καί τι καὶ τῶν ἐκτόπων ἐπάγειν οὐ παραιτούμενος. 9Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰ- γύπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας, καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν 1.426 τὴν ἐν αὐτῇ. καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ τὴν ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου.9 Ἀπειλεῖ δὴ πάλιν ἐπάγειν αὐτοῖς ἅπερ ἦν εἰκὸς ὑπομεῖναι καὶ παθεῖν τοὺς εἰς τοῦτο λοιπὸν ἀφιγμένους φαυλότητος, ὡς καὶ ἀποθρώσκειν Θεοῦ, καὶ προφήταις ἐπιτιμᾶν, καὶ ἀλογῆ- σαι παντελῶς τῶν διὰ Μωυσέως τεθεσπισμένων. ἰστέον δὲ ὅτι διαπεφώνηκε πάλιν ἐν τούτοις ἥ τε τῶν Ἑβραίων ἔκδοσις, καὶ ἡ τῶν ἑβδομήκοντα γραφή. Ἑβραῖοι μὲν γὰρ ἐκδεδώ- κασιν Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου· οἱ δέ γε ἑβδομήκοντα Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου. καὶ Ἄζωτος μὲν γείτων τάχα που καὶ ὅμορός ἐστι τῇ τῶν Ἰουδαίων χώρᾳ, διῴκισται δὲ λίαν ἡ τῶν Ἀσσυρίων, τουτέστιν, ἡ Περ- σῶν καὶ Μήδων πρὸς αὐτοῖς οἱονείπως τέρμασι τῆς ἑῴας κειμένη. φαμὲν οὖν, ὅτι τὸ λυποῦν οὐδὲν, κἂν εἰ Ἀζώτιοι τυχὸν, ἤγουν Ἀσσύριοι λέγοιντο· κατ' ἄμφω γὰρ ἀληθεύσει τῆς θεοπνεύστου γραφῆς ὁ λόγος, καθάπερ ἀμέλει τὰ ἐν τῷ προκειμένῳ 170 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. διατρανοῦντες ἐπιδείξομεν. ἔχει γεμὴν ἱστορίας ἀνάμνησιν τὸ δηλούμενον ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν κειμένης, καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ποιήσομαι δὲ τὴν ἀφήγησιν εὖ μάλα συνεσταλμένως, ὡς ἂν μὴ δοκοίην ἐν εἰδόσι μακρηγορεῖν. Βεβασίλευκε κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ὁ Μα- νασσῆς, ὃς Ἐζεχίου μὲν ἦν υἱὸς, ἑτερότροπος δὲ λίαν καὶ 1.427 τῆς τοῦ πατρὸς εὐσεβείας ὡς ἀποτάτω. γέγονε γὰρ ἀνὴρ πονηρὸς καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὔκολος, βδελυρὸς καὶ εἰδωλολάτρης, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις οὐ με- τρίως προσκείμενος. οὗτος ἀνεδείματο βωμοὺς καὶ τεμένη τῷ Βάαλ, προσκεκύνηκεν ἁπάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, διήγαγεν ἐν πυρὶ τὰ ἴδια τέκνα, συγκεκρότηκεν οἰωνοσκόπους, καὶ τοὺς οἷς μελέτη τὸ ψευδοεπεῖν, τοὺς οἰομένους μέν τι τῶν ἀναγκαίων εἰδέναι, μὴ μὴν ἔτι καὶ εἰδότας, λαλοῦντας δὲ μᾶλλον τὰ ἀπὸ καρδίας αὐτῶν. καὶ τρόπος ἦν τάχα παντελῶς οὐδεὶς τῆς ἁπασῶν ἐσχάτης φαυλότητος, τοῖς ἐκεί- νου θελήμασιν ἀνεπιτήδευτος. αὐτοῦ δὲ βασιλεύοντος ἔφη που Θεὸς διὰ φωνῆς προφητῶν περί τε τῆς Ἱερουσαλὴμ καὶ ἁπάσης δὲ τῆς Ἰουδαίων χώρας "Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ "τὸν λαὸν τοῦτον κακὰ, ὥστε παντὸς ἀκούοντος αὐτὰ, "ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ." ἐπειδὴ δὲ τετελεύτηκεν ὁ Μανασσῆς, διαδέχεται τὸ σκῆπτρον Ἀμὼς ὁ υἱὸς αὐτοῦ, τῆς τοῦ πατρὸς φαυλότητος ἀποδέων οὐδέν· τετίμηκε γὰρ ὅσα κἀκεῖνος. ἔτη δὲ μόνα διεβίω δύο. εἶτα μετ' ἐκεῖνον κέχρισται πάλιν εἰς βασιλέα Ἰωσίας ὁ υἱὸς αὐτοῦ, σοφὸς καὶ ἀγχίνους ἀνὴρ, καὶ τῶν ὅτι μάλιστα φιλοθεωτάτων. αὐτὸν προεκήρυττεν ἀφιγμένος εἰς Βαιθὴλ ὁ ἄνθρωπος τοῦ Θεοῦ, Ἱεροβοὰμ ἑστῶτος ἐπὶ τοῦ θυσιαστηρίου καὶ ἐγκαινί-ζοντος ταῖς δαμάλεσι τὴν ἑορτήν· ἔφη γὰρ οὕτω "Θυσια- "στήριον θυσιαστήριον τάδε λέγει Κύριος Ἰδοὺ υἱὸς τίκτεται "τῷ οἴκῳ ∆αυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ "τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ "ἀνθρώπων κατακαύσει ἐπὶ σέ." βεβασιλευκὼς γὰρ ὁ Ἰωσίας, καθεῖλε μὲν τὰ τῶν εἰδώλων τεμένη, κατέσκαψε 1.428 τὰ θυσιαστήρια, κατηφάνισε τὰ ἄλση, κατέκαυσε τὸ ἅρμα τοῦ ἡλίου, κατέσφαξε τοὺς ἱερεῖς τῶν ὑψηλῶν ἐν Βαιθὴλ, ὀστᾶ ἀνθρώπων ἐνέπρησεν ἐπὶ τῷ θυσιαστηρίῳ τῶν δαμά- λεων, ἤλασε τοὺς γνώστας, ψευδοπροφήτας δὴ λέγω καὶ ψευδομάντεις καὶ ἐγγαστριμύθους, ἐκέλευσε κρατεῖν καὶ ἰσχύειν ἐν τῷ Ἰσραήλ τὰ διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένα· ἐπ' αὐτοῦ τεθύκασι τὸν ἀμνὸν, καὶ τὸ πάσχα τετελέκασιν ἐν τοῖς Ἱεροσολύμοις. ἐπειδὴ δὲ ἦν ἀγαθὸς καὶ γνήσιος μετὰ Θεοῦ, πέμπει πρὸς Ὀλδὰν τὴν προφῆτιν, διαπυνθάνεσθαι ζητῶν, εἰ καταλήξει τῆς ὀργῆς ὁ τῶν ὅλων ∆εσπότης, εἰ ἐν καλῷ κείσεται τῆς εὐημερίας ὁ Ἰσραὴλ, καὶ ἀργήσει λοιπὸν τὰ διὰ φωνῆς προφητῶν ἐπ' αὐτῷ προαπηγγελμένα. ἡ δὲ πρὸς αὐτούς "Τάδε λέγει Κύριος "ὁ Θεὸς Ἰσραήλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς "πρὸς μέ Τάδε λέγει Κύριος Ἰδοὺ ἐπάγω κακὰ ἐπὶ τὸν "τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῷ πάντας "τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ἰούδα, "ἀνθ' ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως "παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ "ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ "σβεσθήσεται. καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστεί- "λαντα ὑμᾶς ζητῆσαι τὸν Κύριον, τάδε ἐρεῖτε πρὸς αὐτόν "Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Οἱ λόγοι μου οὓς "ἤκουσας, ἀνθ' ὧν ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης "ἀπὸ προσώπου Κυρίου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν "τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτῷ, τοῦ εἶναι εἰς "ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου "καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύ- "ριος. οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας 1.429 "σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ "ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς οἷς "ἐγώ εἰμι ἐπάγων ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοι- "κοῦντας αὐτόν." Καὶ πεπλήρωται μὲν ἡ ὑπόσχεσις. ἀνεβάλετο γὰρ τὴν ὀργὴν ὁ τῶν ὅλων ∆εσπότης τὸν τῆς βασιλείας αὐτοῦ 171 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.
Amos Tomos 2 rem close CLOSEOUT§amos-t2-rem-close
amos-t2-rem-closeRem CLOSEOUT: Amos Tomos 2 CLOSEOUT.
Greek · §amos-t2-rem-close
Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. και- ρόν· ἦσαν δὲ τριάκοντά τε ἔτη καὶ ἕν. ἐν δέ γε τῷ λοίσθῳ καιρῷ κατεστράτευσε τῆς Βαβυλωνίων ὁ Φαραὼ Νεχαὼ τῆς Αἰγυπτίων ὁ ἡγούμενος, καὶ τῆς ἐνεγκούσης ἐξέθει παν- στρατιᾷ. ἐπειδὴ δὲ ἦν Ἰωσίας ἐν ὑποψίαις, μὴ ἄρα τὴν Ἰουδαίαν καταδῃώσων ἀφίκετο, τὸν πολέμου νόμον ὡπλί- ζετο, καὶ ὑπαντιάζειν ἤθελεν. ὁ δὲ ἀποχωρεῖν ἐκέλευεν, ἐπείγεσθαι φήσας ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ εἰς τὴν τῶν Ἀσσυρίων ἀποκομίζεσθαι χώραν. ἐπειδὴ δὲ καὶ μετὰ τοῦτο περιττῶς ἀντετάττετο, πλήττεται μὲν ἐν τῷ πολέμῳ· τεθνεὼς δὲ λοιπὸν οἴκοι τε καὶ ἐν τοῖς Ἱεροσολύμοις ὑπὸ τῶν οἰκείων ἀνακομίζεται, καὶ κέχρισται μὲν εἰς βασιλέα Ἰωάχας ὁ υἱὸς αὐτοῦ. τρίτον δὲ μόλις διατελέσαντα μῆνα μετέστησε τῶν σκήπτρων ὁ Φαραὼ Νεχαὼ, καὶ δεσμεύσας εἶχεν ἐν Αἰγύπτῳ τηρούμενον. ἐπὶ πολλοῖς δὲ χρήμασι κατένευσε μόλις βασιλεύειν ἐν τοῖς Ἱεροσολύμοις τὸν Ἐλιακεὶμ ἤγουν Ἰωακεὶμ, υἱὸν ὄντα καὶ αὐτὸν Ἰωσίου. κατεβιάζετο δὲ οὕτω τὸν Ἰσραὴλ, τούς τε ἐν τῇ Σαμερείᾳ φημὶ, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ δασμοὺς ἐπιθεῖναι τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, καὶ τέλη παρὰ πάντων ζητεῖν. ἐχόντων δὲ ὧδε τῶν πραγμάτων, καὶ διέποντος τὴν βασιλείαν Ἰωακεὶμ, ἀνέβη Ναβουχοδονόσορ. κατεκράτησε δὲ οὕτω τῶν Ἱεροσολύμων, 1.430 ὡς ἑλεῖν μὲν εἰς δοῦλον τὸν Ἰωακεὶμ, δασμολογῆσαι δὲ καὶ αὐτὸν, καὶ πᾶσαν ἁπλῶς καταδῃῶσαι τὴν πόλιν. καὶ οὐ μέχρι τούτων ἐπεμέτρει Θεὸς τοῖς ἀνόσια πεπραχόσι τὴν συμφορὰν, προσετίθει δέ τι καὶ ἕτερον δυσαχθές τε καὶ φορτικώτατον. ἀπὸ πάσης γὰρ τῆς περιοικίδος γῆς τε καὶ χώρας, ἀπό τε Σύρων, φημὶ, Τυρίων τε καὶ Ἀζωτίων, Ἰδουμαίων καὶ Μωαβιτῶν λῃστρικὰ συγκροτήματα κατὰ τόπους ἐκθέοντα τὴν τῶν Ἰουδαίων κατεληΐζοντο γῆν. γέ- γραπται γὰρ οὕτως ἐν τοῖς Παραλειπομένοις "Τότε ἤρξατο "ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα "Φαραὼ, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῃτεῖτο τὸ ἀργύριον "καὶ τὸ χρυσίον παρὰ τοῦ τῆς γῆς βασιλέως, δοῦναι αὐτὸ "Φαραὼ Νεχαώ. εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἰωακεὶμ ἐν τῷ "βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσα- "λὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχώρα θυγάτηρ Νηρίου "ἐκ Ῥαμὰ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ "πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. ἐν ταῖς ἡμέραις "αὐτοῦ ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν "γῆν, καὶ ἦν αὐτῷ δουλεύων αὐτὸς ἔτη τρία καὶ ἀπέστη ἀπ' "αὐτοῦ. καὶ ἀπέστειλε Κύριος ἐπ' αὐτοὺς τοὺς Χαλδαίους, "καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν "̓Αμμὼν καὶ τῆς Σαμαρείας." Ταυτὶ δὴ πάντα συνέβη παθεῖν ἐξυβρικότα τὸν Ἰσραὴλ εἰς τὴν τοῦ Θεοῦ δόξαν, καὶ ἀνοσίως κατεφθαρμένον ἐπὶ τὸ βούλεσθαι προσκυνεῖν "τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ," καθὰ γέγραπται. 1.431 Εἰρημένης δὴ οὖν ἀποχρώντως ἡμῖν τῆς ἱστορίας, φέρε τὸ ῥητὸν ἐπιτροχάδην ἐπιόντες τὰ εἰκότα λέγωμεν. Ἀπαγ- γείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος τῆς Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ. μονονουχὶ γάρ φησιν Ἀπαγγελλέτω τις ᾗ τάχος Αἰγυπτίοις καὶ Ἀσσυρίοις, καὶ καταθεόντων εὐσθενῶς τὰ ὄρη Σαμαρείας ἤτοι τὴν χώραν αὐτήν· ὀρεινὴν γὰρ εἶναί φασιν. οἱ δὲ ἐπειδὰν ἥκωσιν ὄψονται ἐν αὐτῇ θαυμαστὰ πολλὰ καὶ ἀδόκητον καταδυναστείαν. οἱ γὰρ πάλαι νικῶν- τες, ἐλεεινοὶ καὶ ἐν δούλοις ἔσονταί φησιν, οἱ ὀφρῦν ἀνασπῶντες τὴν ὑπερτενῆ κατὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐθνῶν, οἰκτροὶ κείσονται καὶ κατεῤῥιμμένοι καὶ ὑπὸ πόδας ἐχθρῶν, καὶ τοσαύτην ὑπομενοῦσι καταδυναστείαν, ὡς ἀγαπητὸν ἡγεῖσθαι τὸ σώζεσθαι, καὶ ζῆν ἐν δουλείᾳ, καὶ δασμοὺς εἰσφέρειν τοῖς νενικηκόσι. ἀλλ' οὐκ ἔγνω φησὶν ἡ Σαμαρεία ἃ ἔσται ἐναντίον αὐτῆς, τουτέστιν ἃ συμβήσεται κατ' αὐτῆς. εἶτα ποῦ λοιπὸν οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν; τί γὰρ ὤνησεν ἡ πλεο- νεξία φησὶ, καὶ τὸ σωρεύειν αὐτοὺς ἁμαρτίας, διὰ τὸ μὴ θέλειν εἰδέναι τὰ Θεοῦ; ἆρ' οὖν μέχρι τῆς Ἀσσυρίων τε καὶ Αἰγυπτίων ἐφόδου τὰ τῆς συμφορᾶς τοῖς ἠσεβηκόσι κείσεται; οὐδαμῶς φησί. διὰ τοῦτο τάδε λέγει Κύριος ὁ 172 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Θεὸς Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου. τὸ δὲ Τύρος καὶ κυκλόθεν, ὧδέ που νοήσεις. ἀπὸ Τύρου, φησὶ, καὶ ἀπὸ τῆς κυκλόθεν καὶ περιοίκου γῆς ἐρημωθήσεταί σου 1.432 ἡ χώρα, καταθεόντων αὐτὴν, ὡς ἔφην, τῶν λῃστρικῶν συγκροτημάτων. τότε γάρ σου κατάξουσι τὴν ἰσχὺν, ἀντὶ τοῦ, πᾶσα δύναμίς σου συνθραυθήσεται, μόνον δὲ οὐχὶ καὶ ἀτονήσει συγκεκλασμένη. οὐκοῦν, εἰ λέγοι τυχὸν ἡ τῶν Ἑβραίων ἔκδοσις Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις,καὶ εἰ ἔχοι πάλιν ἡ τῶν ἑβδομήκοντα τὸ ἐν Ἀσσυρίοις, ἀληθεύσει κατ' ἄμφω τὸ εἰρημένον. διήρπασαν γὰρ οὐκ Ἀσσύριοι μόνον, ἀλλὰ γὰρ καὶ Σύροι καὶ Ἀζώτιοι κατὰ πληθὺν ἐκτρέχοντες, καὶ τρόπῳ λῃστείας ἀδικοῦντες τὸν Ἰσραήλ. 9Τάδε λέγει Κύριος Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στό- ματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπα- σθήσονται οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν ∆αμασκῷ.9 Ἐπιτήρει πανταχῆ, καὶ σφόδρα θαυμάσεις τῆς προφη- τείας τὴν νῆψιν. ἐπειδὴ γὰρ οὐκ εἰσάπαν ἀπόλωλεν ὁ Ἰσραὴλ, σέσωσται δὲ "τὸ κατάλειμμα" κατά γε τὴν Ἡσαΐου φωνὴν, ἵνα μὴ δοκοίη ψευδοεπεῖν ἡ αὐτοαλήθεια, συνεισφέρει πάντως ταῖς προαγορεύσεσι τῶν κακῶν τὸν ἐξ ἡμερότητος ἔλεον. ὥσπερ τοίνυν, φησὶ, κορεσθέντος λέοντος, καὶ τὸ ληφθὲν εἰσάπαξ κατεδηδοκότος ζῷον, ὀλίγα μόλις ἀπομείνῃ λείψανα, δύο σκέλη τυχὸν ἢ καὶ ὠτίου μέρος, καὶ ταῦτα κλάοντες οἱ βοτῆρες συλλέγουσιν· οὕτω γενήσεται τοῖς υἱοῖς Ἰσραὴλ τοῖς ἐν Σαμαρείᾳ καὶ τοῖς κατοικοῦσιν ἐν ∆αμασκῷ, τοῖς κατέναντι φυλῆς, τουτέστι τοῖς ἐχθρὰ πε- 1.433 φρονηκόσι καὶ ἀνθισταμένοις ἀεὶ τῇ τοῦ Ἰούδα φυλῇ. οἱ μὲν γὰρ οἰκοῦντες τὴν Σαμάρειαν ἥλωσαν κατὰ κράτος, καὶ πεπόρθηνται παρ' ἐχθρῶν, καὶ δαπανήσαντος τοῦ πολέμου μονονουχὶ σύμπαντας, ὀλίγοι κομιδῇ διεσώζοντο μόλις, καὶ τῶν τεθνεώτων λείψανα μεμενήκασιν ἐν τῇ χώρᾳ. ἤγουν καὶ καθ' ἕτερον τρόπον ἐξεσπάσθησαν, ὡς ἐκ στόματος λέοντος. ἀπενηνεγμένοι μὲν εἰς τὴν Ἀσσυρίων, ἀνεθέντες δὲ κατὰ καιροὺς τῆς αἰχμαλωσίας, ὑπενόστησαν γὰρ οὐ πάντες, ἀλλ' ὀλίγοι παντελῶς τῶν ἀποκομισθέντων λείψανα. ὅτι δὲ καὶ τὴν ∆αμασκὸν ἀνεῖλε κατὰ καιροὺς ὁ Ἀσσύριος Θεγλαφαλασὰρ, καὶ μετῴκισεν εἰς τὴν ἑαυτοῦ γῆν, παντί τῳ σαφὲς, καθάπερ ἐγᾦμαι· ὡς γὰρ ἐν τῇ τετάρτῃ τῶν βασι- λειῶν γέγραπται, κέκληταί ποτε πρὸς ἐπικουρίαν παρ' Ὀζίου τοῦ βασιλέως Ἰούδα, πολεμούντων αὐτῷ τὸ τηνικάδε Φακεὲ τοῦ Ῥομελίου βασιλέως Ἰσραὴλ, καὶ μέντοι καὶ Ῥαασσὼνβασιλέως Συρίας. ἀφιγμένος δὲ τόν τε Ῥαασσὼν ἀπέκτεινε, καὶ αὐτὴν εἷλε τὴν ∆αμασκόν. Εἰ δὲ δή τις ἕλοιτο καὶ ἐπὶ πάντας ἀνθρώπους τὴν ἐκ τῶν προκειμένων διάνοιαν ἀποφέρειν, οὐκ ἀπὸ σκοποῦ βαδιεῖται. συνήσει γὰρ δὴ καὶ λίαν ὀρθῶς, ἐκεῖνο διεν- θυμούμενος, ὡς ἥρπασε μὲν ὁ σατανᾶς καὶ κατεδήδοκε τοὺς ἐπὶ τῆς γῆς, ὥσπερ τι θηρίον ἀνήμερον, ἀλλ' ἐπεφάνη καὶ βεβοήθηκεν "Ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ "θεὶς ὑπὲρ τῶν προβάτων," καὶ ἐξέσπασεν ἡμᾶς, τούς τε ἐν τοῖς ζῶσι ὑπολελειμμένους, καὶ τοὺς ἤδη τεθνεῶτας. ὡς γάρ φησιν ὁ μακάριος ψαλμῳδός "Τὰς μύλας τῶν λεόν- 1.434 "των συνέθλασεν ὁ Κύριος," καὶ ὡς ὁ Παῦλός φησιν "̓Απέθανε καὶ ἔζησε, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ." 9Ἱερεῖς ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, διότι ἐ
Twelve Prophets Amos Tomos 3 opening§amos-t3-open
amos-t3-openAmos Tomos 3.
Amos Tomos 3: seek the good; remnant hope toward the Lord.
Greek · §amos-t3-open
ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΤΡΙΤΟΣ. 1 9Ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτως μεθ' ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· ὃν τρόπον εἴπατε Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλὰ, καὶ ἀποκαταστήσατε ἐν πύλαις κρῖμα, ὅπως ἐλεήσει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.9 Ἔφην ἤδη πλειστάκις, ὡς οὐ μία γέγονεν αἰχμαλωσία, διάφοροι δὲ κατὰ καιροὺς, καὶ ἀνὰ μέρος. Φουλὰ μὲν γὰρ ὁ Ἀσσυρίων πρῶτος ἐλθὼν ἐν τῇ Σαμαρείᾳ τὰς δύο φυλὰς, τὰς πέραν τοῦ Ἰορδάνου, καὶ τὰς ἐκεῖσε πόλεις ἀναστατώσας ᾤχετο· μετ' ἐκεῖνον δὲ ὁ Σαλμανασὰρ οὐ πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, ἀλλά τι μέρος εἰς τὴν ἑαυτοῦ σὺν τοῖς ἁλοῦσιν ἀνεκομίζετο. ἐποίει δὲ τοῦτο ὁ Θεὸς οἰκονομικῶς, "πόνῳ "καὶ μάστιγι" παιδεύων ἐκκεκλικότα τὸν Ἰσραὴλ, καὶ μετα- τιθεὶς ἐπί γε τὸ δεῖν τὰ ἀμείνω καὶ πρεπωδέστερα φρονεῖν τε καὶ δρᾶν. συμβέβηκε τοίνυν τοὺς ἐκ τῶν ἀρτίως ἡμῖν 1.466 εἰρημένων πολέμων διαφυγεῖν ἰσχύσαντας, γνωσιμαχοῦντας ἤδη πως, ἐφ' οἷς ἠπάτηνται μετανοεῖν, εἰδέναι τε καὶ ὁμο- λογεῖν, ὅτι πολλὰ καὶ δύσοιστα πεπλημμεληκόσιν ἐπενή- νεκται λοιπὸν τὰ ἐκ θείας ὀργῆς, εἶτα τῶν ἰδίων ἐθῶν τὴν ἐπανόρθωσιν μονονουχὶ καὶ κατεπαγγέλλεσθαι τῷ Θεῷ, λέ- γοντας Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά. οὐκοῦν ὃν τρόπον εἰρήκατε, φησὶ, ζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ἵνα καὶ τὸ εὖ εἶναι κερδάνητε ζῶντές τε καὶ σωζόμενοι, καὶ μεθ' ὑμῶν γένοιτο Κύριος ὁ Θεὸς ὁ πάντων ἔχων τὴν ἐξουσίαν. ἀποκαταστήσατε δὲ καὶ ἐν πύλαις κρῖμα, του- τέστιν, ὀρθοὶ γένεσθε κριταί· μὴ ψῆφον ἄδικον καταγρά- φοντες τῶν ἀσθενεστέρων· μὴ τὴν τοῦ δικαίου παραση- μαίνοντες δύναμιν· μήτε μὴν κονδυλίζοντες εἰς κεφαλὰς πτωχῶν· μήτε ὁδὸν ταπεινῶν ἐκκλίνοντες, ἵνα λοιπὸν κατ- ελεήσῃ Θεὸς τοὺς ἐκ τῶν ἤδη συμβεβηκυιῶν αἰχμαλωσιῶν περιλειφθέντας ἐξ Ἰωσήφ. σημαίνει δὲ πάλιν τὸν Ἐφραῒμ, ἤτοι τὰς δέκα φυλάς. ὡς γὰρ ἤδη προεῖπον, ἐπειδὴ γέγονεν ἐξ Ἰωσὴφ ὁ Ἐφραῒμ, ταύτῃτοι καὶ τῷ τοῦ πατρὸς ὀνόματι σημαίνεται. ∆εῖ δὴ οὖν ἄρα φρονεῖν ὀρθὰ, καὶ τὰς ἰδίας ἡμῶν ἀπορ- θοῦν διανοίας, εἴς γε τὸ χρῆναι τὰ Θεῷ θυμήρη φρονεῖν, καὶ κατορθοῦν ἀρετὴν, καὶ τῶν τῆς δικαιοσύνης ἀντέχεσθαι τρόπων, καὶ ὀρθότητος εἶναι σοφοὺς ἐπιμελητάς· ἕξομεν γὰρ οὕτω συνόντα τε καὶ προασπίζοντα τὸν τῶν ὅλων Θεόν. 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ Ἐν πάσαις πλατείαις κοπετὸς, καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται οὐαὶ οὐαί· 1.467 κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν, καὶ εἰς εἰδότας θρῆνον· καὶ ἐν πάσαις ὁδοῖς κοπετὸς, διότι 185 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. διελεύσομαι διὰ μέσου σου, εἶπε Κύριος.9 Ἀπογευσάμενοί φησι τῶν ἐκ τοῦ πολέμου κακῶν, καὶ τοῖς ἤδη συμβεβηκόσιν οὐ μετρίως ἐπηλγηκότες, ἐπηγγέλεσθε μισεῖν τὰ πονηρὰ, καὶ ἀγαπᾶν τὸ καλόν· ἀλλὰ βραχὺ καὶ μόλις τῶν ἐκεῖθεν δειμάτων ἀπηλλαγμένοι, πρὸς τὸ ῥᾴθυμον ἀπεκλίνατε, καὶ οὐδὲν ἧττον ἀπηρτημένοι τῶν ἀρχαίων ἐφαί- νεσθε κακῶν. ταύτῃτοι λοιπὸν θρήνου καὶ οἰμωγῆς ἀνά- μεστοι μὲν αἱ πόλεις, κομμοὶ δὲ καὶ δάκρυον πανταχοῦ, καὶ ζήτησις ἔσται τῶν εἰδότων κατολοφύρεσθαι. καὶ οὐκ ἀρκούντων ὑμῖν εἰς τοῦτο τῶν ἀστικῶν, παραληφθήσεται καὶ γεωργὸς, ὥστε κἂν ἀγροικικὸν ὑμῖν ἐπηχῆσαι μέλος, καὶ τοῖς ἐπιχωρίοις ῥυθμοῖς τὰς τῶν πεπτωκότων ὀδύρασθαι συμφοράς. διελεύσομαι γὰρ διὰ μέσου σου, φησὶν, ἐφορῶν ἤδη πως τὰς ἁμαρτίας, καὶ οὐ πόῤῥω καθεστηκὼς ἔτι τῶν ἀφόρητα δεδυσσεβηκότων. ἕως μὲν γὰρ οὔπω παιδεύει Θεὸς, δοκεῖ πως οὐδὲ ἐφεστάναι· τὰ δὲ ἐξ ὀργῆς ἐπάγων, μονονουχὶ καὶ πάρεστιν, καὶ ἐπιῤῥίπτει τὰς δίκας. οὕτω καὶ Σοδόμοις ἐπεφοίτησαν ἄγγελοι κατεμπρήσοντες τοὺς ἠσεβηκότας, ὡς ἐν τῷ μὴ κολάζειν ἀφεστηκότες. οὐκοῦν τὸ διελεύσομαι διὰ μέσου σου, σημαίνει τὴν ἐπίσκεψιν, καὶ τὸν τοῦ κολάζεσθαι δεῖν ἐφεστηκότα καιρόν. 9Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴ
Amos Tomos 3 rem early§amos-t3-rem-early
amos-t3-rem-earlyRem early: Amos Tomos 3; historia and theoria toward Christ.
Greek · §amos-t3-rem-early
ν ἡμέραν Κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ Κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. ὃν τρόπον ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ 1.468 ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις. οὐχὶ σκότος ἡ ἡμέρα τοῦ Κυρίου καὶ οὐ φῶς; καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῇ;9 Τῶν ἁγίων προφητῶν προαγορευόντων αὐτοῖς τὰ ἐσό- μενα, καὶ ὅτι πικραῖς καὶ ἀνιάτοις περιπεσοῦνται συμφοραῖς, διανενευκότες ἀσχέτως ἐπὶ τὰ τῆς πλανήσεως ἔργα, δια- γελῶντές τε καὶ ὑπτιούμενοι, ποτὲ μὲν ἔφασκον, εἰς ὑπερθέ- σεις καὶ χρόνους δραμεῖσθαι τὰς προφητείας· ποτὲ δὲ καὶ ὁλοτρόπως ἀπεγνωκότες, ἀπετόλμων λέγειν, κατά γε τὴν Ἱερεμίου φωνήν "Ποῦ ἐστὶν ὁ λόγος Κυρίου; ἐλθέτω." ᾤοντο γὰρ, ὅτι καὶ ψευδοεποῦσιν οἱ προφῆται, καὶ δειμάτων αὐτοὺς ἀναπιμπλᾶσι κενῶν· ἤγουν εἰ καί τις ἀληθῶς κατ' αὐτῶν ἴοι πόλεμος, ἀμείνους ἔσονται τῆς ἐκείνων χειρὸς, σκληρὰν καὶ δυσάντητον ἀντανιστάντες αὐτοῖς ἀλκήν τε καὶ προθυμίαν. ἀληθὲς γὰρ ὅτι "Ὅταν ἔλθῃ ἀσεβὴς εἰς "βάθος κακῶν, καταφρονεῖ," κατὰ τὸ γεγραμμένον. ἀλλ' οἱ τοιοίδε τὴν ἕξιν, καθάπερ τὰ τῶν τραυμάτων ἀπεγνωσμένα, μονονουχὶ καὶ κεκράγασιν, ὅτι πυρὸς δέονται καὶ τομῆς, καὶ τῶν τοιούτων εἰσὶν ἐν ἐπιθυμίᾳ. διψῶσι γὰρ τρόπον τινὰ τὸ χρῆναι κολάζεσθαι, καὶ εἰ μὴ τῇ τοιᾷδε λοιπὸν κέχρηνται φωνῇ. Οὐαὶ τοίνυν, φησὶν, τοῖς οὐδὲν ἕτερον ἐπιθυμοῦσί τε καὶ ἐκδεχομένοις εἰ μὴ τὴν τῆς κολάσεως ἡμέραν· ἣν καὶ τοῦ Κυρίου φησίν· ἐπάγεται γὰρ παρὰ Θεοῦ. ἵνα τί τοίνυν αὐτὴ, 1.469 φησὶν, ὑμῖν, σκότος οὖσα καὶ οὐ φῶς, διά τοι τὸ πλείστης ὅσης ἀναπεπλῆσθαι συμφορᾶς; οὐ γὰρ ἂν γένοιτό φησι διεκδύναι τισὶν, οὐδ' ἂν ἔξω τις ἴοι τοῦ κακοῦ· ἀλλ' ὁ τοῦτο φυγὼν, ὑπ' ἐκείνου ληφθήσεται, καὶ τοῖς τὸ πρῶτον ἐκ- νενευκόσι συναντήσει τὸ δεύτερον. τοῦτο γάρ ἐστι τὸ δια- φυγεῖν μὲν ἐκ στόματος λέοντος, ἐμπεσεῖν δὲ εἰς ἄρκτον. ἀλλὰ κἂν εἴ τις οἴοιτο, φησὶν, ἐν ἀσφαλείᾳ γενέσθαι τυχὸν, εἰσελάσαι τε εἰς τὴν οἰκίαν, ἐκεῖ θανάτῳ περιπεσεῖται, τοῖς ὄφεως δήγμασιν ἀδοκήτως ὑπενηνεγμένος. Θεοῦ γάρ τινα συνελαύνοντος εἰς ὄλεθρόν τε καὶ πόνους, τίς ὁ διασώσων; τίς ὁ ἐπικουρήσων καὶ ἀπαλλάξων τῆς δίκης; ἢ ποῖος ἔσται τρόπος, ὃν εἰ διελάσειέ τις, ἔξω γένοιτο τῶν κακῶν; οὐδεὶς παντελῶς. "Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;" καὶ "Ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;" κατὰ τὸ γεγραμμένον. 9Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώ- ματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτὰ καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.9 Ἁρμόσειεν ἂν ὁ λόγος τοῖς ἐξ Ἰούδα μάλιστα καὶ Βενιαμίν. αἱ μὲν γὰρ ἐν τῇ Σαμαρείᾳ φυλαὶ ταῖς τῶν εἰδώλων λατρείαις 186 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὁλοτρόπως προσκείμεναι, ῥᾴθυμοί τε σφόδρα καὶ πολὺ κατημεληκυῖαι τῶν διὰ Μωυσέως ἡλί- σκοντο νόμων· οἱ δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἔθυον μὲν ἐν 1.470 τοῖς ὑψηλοῖς τῇ Βάαλ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ προσῆ- γον σπονδὰς, ὑπεπλάττοντο δὲ πρὸς τούτῳ καὶ τῆς εἰς τὸν νόμον αἰδοῦς ποιεῖσθαι φροντίδα, καὶ ἀποπληροῦν ἐπείγεσθαι καὶ θυσίας καὶ ἑορτάς. ἀλλ' ὅτι ταῦτα μεμίσηκεν ὁ τῶν ὅλων ∆ημιουργὸς, καὶ διὰ φωνῆς Ἡσαΐου φανερὸν ἐποιεῖτο λέγων "Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσ- "έχετε νόμον Θεοῦ, λαὸς Γομόρρας· τί μοι πλῆθος τῶν "θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων "κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ "βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξε- "ζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου "οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυ- "μίαμα, βδέλυγμά μοι ἐστί· τὰς νουμηνίας ὑμῶν καὶ τὰ "σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν "καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· "ἐγενήθητέ μοι εἰς πλησμονήν." ταύτης ἠρτῆσθαι τῆς διανοίας τὰ προκείμενά φαμεν. μεμίσηκα γάρ φησι καὶ ἀπεωσάμην τὰς ἑορτὰς ὑμῶν, καὶ οὐκ ἂν ἐπαινέσαιμι τὰς θυσίας, οὐδ' ἂν ὀσμὴν εὐωδίας καταλογισαίμην πώποτε τὰ ὁλοκαυτώματα καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσαγωγάς. εἴδη δὲ ταῦτα θυσιῶν διεσταλμένα κατὰ καιροὺς, καὶ ὡς ἐν ἰδίοις τρόποις. ἕτερον γάρ τι τὸ ὁλοκαύτωμα, καὶ ἕτερον ἡ θυσία, καὶ ἡ τοῦ σωτηρίου ἐπιφάνεια, τουτέστι, τὸ εἰς ὄψιν ἰέναι Θεοῦ, καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσκομίζειν θυσίας. Ἀλλ' Ἰουδαίοις μὲν πλείστην ὅσην ἐπιτηδεύουσι τὴν 1.471 ἀσέβειαν πρέποι ἂν εἰκότως ἅπερ ἔφαμεν ἀρτίως· ἀποδέ- χεται δὲ, καὶ λίαν ἀσμένως, καὶ προσίεται Θεὸς τὰς τῶν ἐν πίστει θυσίας, τὸ ὁλοκαύτωμα τὸ πνευματικὸν, τὰς ἐν ἑορταῖς ἐπιφανείας. εὐωδιάζομεν γὰρ οὐχ ἑαυτοὺς, ἀλλὰ τὸν ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, φημὶ δὴ Χριστόν. πρέποι δ' ἂν, καὶ μάλα εἰκότως, τὸ ἀπαράδεκτον εἰς θυσίαν, καὶ τοῖς ἀνοσίοις αἱρετικοῖς καὶ οἷς οὐκ ἔστιν εἰπεῖν, κατά γε τοὺς ἐν πίστει γνησίους "Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ "Θεῷ." ὀσμὴ γὰρ αὐτοῖς ἐν Βεελζεβοὺλ, εἴπερ ἐστὶν ἀληθὲς ὅτι "Οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦς," εἰ μὴ ἐν Βεελζεβούλ. δυσφημοῦντες δὲ ἀφυλάκτως οἱ τάλανες, καὶ τῆς τοῦ Μονογενοῦς καταψευδόμενοι δόξης, οὐκ εὐοσμίᾳ πνευματικῇ, βορβόρῳ δὲ μᾶλλον καταμεθύοντα φοροῦσι τὸν νοῦν. 9Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. καὶ κυλισθήσεται ὡς ὕδωρ κρῖμα, καὶ δικαιο- σύνη ὡς χειμάῤῥους ἄβατος.9 Ἐκπέμπει ταῖς ἑορταῖς ὁμοῦ καὶ ταῖς ἀνονήτοις θυσίαις τὰς ὀργανικὰς εὐφημίας, οὐκ ἀψύχοις ὕλαις τὸ χρῆναι δοξο- λογεῖν ἀπονέμων Θεὸς, μετατιθεὶς δὲ μᾶλλον τῆς οὕτω λαμπρᾶς εὐκλείας τὴν μέθεξιν τοῖς ἐκ καθαρᾶς διανοίας ἀνιεῖσι φωνήν· δοξολογία γὰρ ἡ τοιάδε καλὴ καὶ ἁνδάνουσα τῷ πάντων ∆εσπότῃ. εὖ δὲ δὴ σφόδρα τὰς οὐκ οἶδ' ὅθεν ἐξηυρημένας τῶν Ἰουδαίων δοξολογίας, ὀργανικὰς δηλονότι, καθάπερ ἔφην ἀρτίως, ἦχον ᾠδῶν ἀποκαλεῖ, τὴν οἱονείπως περιττήν τινα καὶ εἰκαῖαν ἠχὴν, ἄσημόν τι καὶ ἀδρανὲς ἱεῖσαν 1.472 μέλος. ὅτι δὲ καὶ ταῦτα γεγόνασιν Ἰουδαικῆς ἀβουλίας εὑρήματα, δέδειχεν εἰπών Ψαλμὸν ὀργάνων σου· μόνον γὰρ οὐχί φησιν Οὐκ ἐμῶν· ἔξω γὰρ νόμου τὸ χρῆμα, καὶ περὶ τούτων οὐδὲν λελάληκεν ὁ Μωυσῆς. οὐκοῦν οὐ παρακλη- θήσομαί φησιν, οὐδὲ ταῖς δι' ὀργάνων εὐηχίαις ἀποκρούσει τὰ ἐγκλήματα· ἀλλ' ὡς ὕδωρ κυλισθήσεταί μου τὸ κρῖμα, καὶ ἡ παρ' ἐμοῦ γενομένη δικαιοσύνη, τουτέστιν, ἡ καθ' ὑμῶν δικαία λοιπὸν ἀπόφασις ὡς χειμάῤῥους ἄβατος ἔσται, κατα- σύρων δηλονότι τὰ παρεμπίπτοντα, καὶ φειδόμενος οὐδενός. καταῤῥήγνυνται γὰρ τῶν ὀρῶν ῥαγδαίως οἱ χείμαῤῥοι. οὕτω καὶ ἡ θεῖα ψῆφος, εἰ δὴ γένοιτο κατά τινων, ὕδωρ ἄμαχον καὶ χειμάῤῥους ἀνανταγώνιστος ἔσται, καὶ ἕτερον οὐδέν. Πανταχοῦ τοιγαροῦν χρήσιμόν τε καὶ ἀναγκαῖον τὸ μετα- νοεῖν φαίνεται, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἀπο- κρούεσθαι τὴν ὀργὴν, οὐκ ἄχρηστον παντελῶς καὶ ἀτρανῆ φωνὴν ἱέντας Θεῷ, ἀλλ' ἐξ ἀγαθῆς διανοίας σοφὸν 187 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀληθῶς καὶ εὔρυθμον ἀνηχοῦντας μέλος. "Θῦσον γὰρ, φησὶ, θυσίαν "αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπι- "κάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ "δοξάσεις με." 9Μὴ σφάγια
Amos Tomos 3 rem mid§amos-t3-rem-mid
amos-t3-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §amos-t3-rem-mid
καὶ θυσίας προσηνέγκατέ μοι τεσσαράκοντα ἔτη οἶκος Ἰσραὴλ ἐν τῇ ἐρήμῳ λέγει Κύριος, καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφὰν, τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα ∆αμασκοῦ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.9 ∆ιὰ τῶν ἀρτίως ἡρμηνευμένων, Θεὸς ἦν ὁ λέγων πρὸς 1.473 τοὺς ἐξ αἵματος Ἰσραήλ "Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς "ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· "διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας "ὑμῶν, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας "ὑμῶν οὐκ ἐπιβλέψομαι." ἵνα γὰρ φαίνηται σεσωκὼς αὐ- τὸς ἐξ ἰδίας ἡμερότητος τὸν Ἰσραὴλ, καὶ τῇ τῶν πατέρων μνήμῃ διδοὺς τὸν ἐπὶ τέκνοις ἔλεον, καὶ οὐ θυσιῶν ἀν- τέκτισιν καὶ οἱονείπως ἀντιμισθίαν τὸ χρῆμα ποιούμενος, φησὶν ἀναγκαίως, ὡς ἔτη μὲν διατετελέκασιν οὐκ ὀλίγα κατὰ τὴν ἔρημον. καὶ τροφὴ μὲν ἦν τὸ μάννα αὐτοῖς, ἐβάδιζον δὲ νεφέλης αὐτοὺς ἐπισκιαζούσης ἡμέρας, καὶ στύλου πυρὸς τὴν νύκτα. καὶ ἡγεῖτο μὲν ἡ κιβωτὸς εἰς τύπον Θεοῦ, προ- βαδίζουσα καὶ κατασκεπτομένη τόπον αὐτοῖς καὶ ἀνάπαυσιν· ἐν ἐνδείᾳ δὲ καθεστήκεσαν τῶν ἀναγκαίων οὐδενὸς, ὑδάτων αὐτοῖς ἀδοκήτων ἐκρηγνυμένων, πιπτόντων ἐχθρῶν. καὶ τού- των ἁπάντων γινομένων, τοὺς μὲν περὶ τῶν θυσιῶν ἐδέχοντο νόμους, ἤκουον δὲ πανταχῆ καὶ ἐφ' ἑκάστῳ τυχὸν τῶν τεθε- σπισμένων, "Ἐὰν δὲ εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς "τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσι σου δοῦναί σοι," ποιήσεις τοῦτο κἀκεῖνο, προσοίσεις δὲ καὶ θυσίας. οὐκοῦν ἐν χρόνῳ τεσσαρακονταετεῖ καθ' ὃν ἦσαν ἐν τῇ ἐρήμῳ, προσῆγον μὲν ἑκόντες θυσίας, ἐξῃτεῖτο δὲ οὐδεὶς ἀναγκαίως. ἀλλ' ἦν εἰς ἀνάβλησιν τὸ χρῆμα αὐτοῖς, ἄχρις ἂν εἰσελάσειαν εἰς τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ταύτῃτοί φησι Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαρά- κοντα ἔτη, οἶκος Ἰσραήλ; λέγει Κύριος. ἀλλ' ἐσώζοντο τότε 1.474 καὶ θυσιῶν δίχα, καὶ ᾗ φησι δι' ἑτέρου προφήτου πάλιν "Οὐκ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐκ ἐμοὶ πρόβατα τῆς "ὁλοκαρπώσεώς σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ." αὐτοὶ δὲ πάλιν ἀπροφάσιστον ἔχοντες τὴν ἀπόστασιν, ἀλλο- πρόσαλλοί τε ἦσαν τοτηνικάδε, καὶ Θεὸν ἀτιμάζοντες τὸν φύσει καὶ ἀληθῶς, ἀνελάμβανον τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥαιφάν. καὶ τί δὴ τοῦτό ἐστι, περιαθρεῖν ἀναγκαῖον. Οὐκοῦν ὁ μὲν θεσπέσιος Μωυσῆς ἀναπεφοίτηκεν εἰς τὸ ὄρος, τὸν νόμον ὑποδεξόμενος· οἱ γεμὴν ἐξ αἵματος Ἰσραὴλ κατεξανέστησαν τοῦ Ἀαρὼν λέγοντες "Ποίησον ἡμῖν θεοὺς "οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄν- "θρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν "τί γέγονεν αὐτῷ." μεμοσχοποιήκασι τοίνυν κατὰ τὴν ἔρη- μον. καὶ τὸ μὲν ἐμφανὲς, καὶ οἱονείπως ἁπάντων εἴδωλον ὁ μόσχος ἦν· πολλὰ δὲ παρ' ἑκάστου καὶ ἕτερα διεπράτ- τοντο. τραπόμενοι γὰρ ἅπαξ ἐπὶ τὴν ἀρχαίαν πλάνησιν, καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἀποπηδήσαντες, ἕκαστος τὸ δοκοῦν ἐποιεῖτο σέβας, καὶ διέπλαττεν ἑαυτῷ, κατὰ τὴν ἄνωθεν ἔτι καὶ ἐν Αἰγύπτῳ συνήθειαν· προσέκειντο δὲ μᾶλλον ταῖς τῶν ἄστρων λατρείαις. καὶ πόθεν ἂν γένοιτο καὶ τοῦτο καταφανές; ἐρεῖ τις τυχόν. οὐ πολὺς ὁ πόνος ἀπελέγχειν ἐθέλουσι· ἐξ αὐτῶν γὰρ εἰσόμεθα τῶν ἱερῶν γραμμάτων. ∆εδυσφόρηκε μὲν γὰρ ὁ θεσπέσιος Μωυσῆς, καὶ κατ- ακεκράγει τοῦ Ἀαρὼν, εἶτα προσέπιπτε τῷ Θεῷ λέγων "∆έομαι, Κύριε· ἥμαρτεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, "ἐποίησαν γὰρ ἑαυτοῖς θεοὺς χρυσοῦς," καίτοι μόσχος ἦν 1.475 τὸ διαπεπλασμένον. ἀλλ' οὐκ ἠγνόησεν, ὅτι καὶ ἕτεροι προσειργάσαντο τὰ γλυπτά. ὁ δέ γε μακάριος Στέφανος, κατηγορούμενός ποτε παρὰ τοῖς Ἰουδαίων καθηγηταῖς ἐπὶ δυσφημίαις ταῖς εἰς Θεὸν καὶ Μωυσέα, καὶ ταῖς καθηκούσαις ἀπολογίαις ἀποκρουόμενος τὰς συκοφαντίας, εἶτα δεικνύων, ὅτι δεδυσσεβηκότες ἀγρίως, καὶ ἐμπαροινήσαντες τῷ 188 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Χριστῷ τὴν τῶν ἰδίων πατέρων ἀπομιμοῦνται φαυλότητα καὶ σκλη- ροκαρδίαν, διαμέμνηται σαφῶς τῆς ἐν τῇ ἐρήμῳ μοσχοποιΐας, καί φησι περὶ τοῦ πανσόφου Μωυσέως "Οὗτός ἐστιν ὁ "γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου "τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων "ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν, ᾧ οὐκ ἠθέλησαν "ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ' ἀπώσαντο καὶ "ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, εἰ- "πόντες τῷ Ἀαρών Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται "ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς "Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. καὶ ἐμοσχο- "ποίησαν ἐν τῇ ἐρήμῳ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀν- "ήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ ηὐφραίνοντο ἐν τοῖς "ἔργοις τῶν χειρῶν αὐτῶν. ἔστρεψε δὲ ὁ Θεὸς καὶ "παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, "καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν Μὴ σφάγια "καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα "ἔτη, οἶκος Ἰσραὴλ, λέγει Κύριος, καὶ ἀνελάβετε τὴν "σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν "̔Ραιφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς, "καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος." ἄθρει δὴ οὖν ὅτι καὶ ὁ θεσπέσιος Στέφανος, ἀνὴρ Ἁγίου Πνεύματος πλήρης, μεμαρτύρηκεν ὅτι μεμοσχοποιήκασι μὲν, ἐτράποντο δὲ καὶ εἰς τὸ λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· διαμέ- 1.476 μνηται δὲ καὶ τῆς τοῦ Προφήτου φωνῆς. ὅθεν ἔστιν ἐν- νοεῖν, ὅτι πρὸς τῷ μόσχῳ καὶ τὴν σκηνὴν τοῦ Μολὸχ ἀνέλαβον. σκηνοποιησάμενοι γὰρ ἔστησαν εἴδωλον, καὶ κεκλήκασι Μολὸχ ἤτοι Μολχόμ· εἴδωλον δὲ τοῦτο Μωαβιτῶν, λίθον ἔχον διαφανῆ καὶ ἐξαίρετον ἐπὶ μετώποις ἄκροις, εἰς ἑωσ- φόρου τύπον. καὶ ἑρμηνεύεται μὲν τὸ Μολὸχ βασιλεὺς αὐ- τῶν· ἐκδεδώκασι γὰρ οὕτως Ἀκύλας καὶ Θεοδοτίων· ἑωσ- φόρου γεμὴν ἐκτύπωμα τὸ τεχνουργούμενον ἦν. ἀνελάβετε τοίνυν φησὶ τὴν σκηνὴν τοῦ Μολὸχ, τουτέστι, τοῦ βασιλέως ὑμῶν. καὶ ποῖος ἦν οὗτος ὁ βασιλεύς; τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφάν. Ῥαιφὰν δὲ ἑρμηνεύεται σκοτισμὸς ἤτοι τύφλωσις. προσεκύνουν γεμὴν τὸν ἑωσφόρον ὡς προ- ανίσχοντα τῆς ἡλίου μαρμαρυγῆς, καὶ ἀρχὴν ἡμέρας εἰσφέ- ροντα τοῖς ἐπὶ τῆς γῆς· ἀλλὰ τοῖς προσκυνοῦσι γέγονε Ῥαιφὰν, τουτέστι, σκοτισμὸς ἤτοι τύφλωσις. καὶ οὐχὶ δὴ πάντως ὡς ἐνηργηκότος ἐν αὐτοῖς τοῦ ἄστρου τὴν τύφλωσιν, ἀλλ' ὅτι σκοτισμοῦ παραίτιον αὐτοῖς τὸ εἰς τοῦτο γέγονε σέβας. ἐπειδὴ δὲ, φησὶ, τὴν Μωαβιτῶν καὶ τῆς γείτονος ∆αμασκοῦ μανίαν ἐζηλώσατε, ταύτῃτοι καὶ ἀποιχήσεσθε ∆αμασκοῦ τε ἐπέκεινα καὶ τῶν ἀπωτέρω κειμένων ἔτι, φημὶ δὴ Βαβυλωνίων. ἡ μὲν γὰρ ἔκδοσις τῶν ἑβδομήκοντα ἐπέκεινα ∆αμασκοῦ φησὶν, ὁ δέ γε θεσπέσιος Στέφανος Ἐπέ- κεινα Βαβυλῶνος ἔφη. τί οὖν πρὸς τοῦτο ἐροῦμεν; κατὰ τὴν Ἑβραίων ἔκδοσιν ὁ μακάριος ἔφη Στέφανος. δοκεῖ γὰρ οὕτως ἐκείνοις τὸ ἐπέκεινα ∆αμασκοῦ ὠνομάσθαι τὴν Βαβυλωνίων. παρατεινούσης γὰρ ἴσως τῆς ∆αμασκηνῶν, 1.477 ἤτοι Σύρων βασιλείας μέχρι τερμάτων τῶν πρὸς ἠῶ καὶ ἀκτῖνα πόλεων, ὅμορος εὐθὺς ἡ Βαβυλωνίων χώρα τε καὶ γῆ. 9Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιὼν καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας.9 Ταλανίζει πάλιν ὁ λόγος οὐχὶ μόνους τοὺς ἐξ Ἐφραῒμ, ἤτοι τὰς ἐν τῇ Σαμαρείᾳ φυλὰς, ἀλλὰ γὰρ καὶ τοὺς ἐξ Ἰούδα καὶ Βενιαμίν. προαποδείξας δὲ ὅτι σαθρὸν ἐσχήκασι καὶ σεσαλευμένον ἀεὶ τὸν νοῦν καὶ οἱ πρὸ αὐτῶν γεγονότες· μεμοσχοποιήκασι γὰρ καὶ ἀνέλαβον τὴν σκηνὴν τοῦ Μολόχ· ἀπελέγχει λοιπὸν ὅτι πατρώζουσι, καὶ προγονικῆς δυσσε- βείας κατ' ἴχνος ἰόντες παραθήγουσιν ἐφ' ἑαυτοὺς τὸν τῶν ὅλων ∆εσπότην. ἐξουθενεῖν δὲ, φησὶ, τὴν Σιὼν τοὺς ἐξ Ἰούδα καὶ Βενιαμίν. ἀπομεμενηκότες γὰρ ἐν τοῖς Ἱεροσο-λύμοις, καὶ τὸν θεῖον ἔχοντες ναὸν, παρ' οὐδὲν πεποίηνται τὴν εἰς Θεὸν αἰδῶ καὶ ἀγάπησιν, ἀλλ' ᾗ φησι τὸ γράμμα τὸ ἱερόν "Ἐθυμίων ἐν τοῖς ὑψηλοῖς ὑποκάτω δρυὸς καὶ "λεύκης καὶ δένδρου συσκιάζοντος." ἐλάτρευον δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. καὶ γοῦν ἔφη πρὸς Ἱερεμίαν
Amos Tomos 3 rem close CLOSEOUT§amos-t3-rem-close
amos-t3-rem-closeRem CLOSEOUT: Amos Tomos 3 CLOSEOUT.
Greek · §amos-t3-rem-close
οὐ μετρίως λελυπημένος ὁ τῶν ὅλων Θεός "Καὶ σὺ μὴ προ- "σεύχου περὶ 189 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι "αὐτοὺς, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει καὶ "προσευχῇ, ὅτι οὐκ εἰσακούσομαί σου." εἶτα τῆς ἀποστρο- φῆς τὴν αἰτίαν ἐπιφέρει λέγων "Ἢ οὐχ ὁρᾷς τί οὗτοι "ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν ταῖς ὁδοῖς Ἱερου- 1.478 "σαλήμ; οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐ- "τῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ "ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν "σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με." ἐξουθενή- κασι δὴ οὖν τὴν Σιὼν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τοιγάρτοι πρεπόντως ἐπενήνοχεν αὐτοῖς τὸ οὐαί. Ἁρμόσειε δ' ἂν ἡ τοιάδε φωνὴ καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας, τουτέστι, τοῖς κατῳκηκόσιν ἐν Σαμαρείᾳ, καὶ πεποιθόσιν ἐφ' ἑαυτοῖς. ᾤοντο γὰρ ὅτι καὶ δίχα Θεοῦ περι- έσονται τῶν ἐχθρῶν, καὶ ἐν καλῷ κείσονται τῆς εὐημερίας, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων αὐτοῖς ἀδόνητον ἕξει τὴν ἕδραν. Πικρὸν οὖν ἄρα καὶ ἀπευκτὸν ἀληθῶς τὸ δυσβουλίας εἰς τοῦτο κατολισθεῖν, ὡς δι' οὐδενὸς μὲν ποιεῖσθαι τολμᾶν τὴν εἰς Θεὸν ἀγάπησιν, προσκεῖσθαι δὲ τοῖς ἀτόποις καὶ δρᾶν ἃ μὴ θέμις, καὶ καταλυπεῖν αὐτὸν, οἴεσθαι δὲ ὅτι, μὴ αὐτοῦ διδόντος, ἔσται τι τῶν ἀγαθῶν ἐφ' ἡμῖν· "Πᾶσα γὰρ δόσις "ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον "παρὰ τοῦ Πατρὸς τῶν φώτων·" αὐτῷ δὴ ἄρα προσ- κεῖσθαι καλὸν, καὶ αὐτὸν ἐλπίδα ποιεῖσθαι καὶ ἀρωγόν. ἐξουθενοῦσι δὲ τὴν Σιὼν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ οἱ τῶν ἀνοσίων δογμάτων προεστηκότες, καὶ ἐπί γε ταῖς σφῶν αὐ- τῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ μεγαλοφρονεῖν εἰωθό- τες ἐπὶ τοῖς τῶν ἀνοσίων συλλογισμῶν εὑρήμασι καὶ σοφίᾳ τῇ κοσμικῇ. πρέποι δ' ἂν αὐτοῖς καὶ πρό γε τῶν ἄλλων τὸ οὐαί. 9Ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον αὐτοί. οἶκος τοῦ Ἰσ- 1.479 ραὴλ, διάβητε πάντες καὶ ἴδετε, καὶ διέλθετε ἐκεῖθεν εἰς Αἰμὰθ Ῥαβὰ, καὶ κατάβητε εἰς Γὲθ ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλείων τούτων, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων.9 Ἀχαρίστους ὄντας ἀποφαίνει, καὶ τῆς παρ' αὐτοῦ με- γαλοδωρίας ἀμνημονεῖν ᾑρημένους, καίτοι δέον ἀεί τε καὶ πλείστην ὅσην ὁμολογεῖν τὴν χάριν, καὶ χαριστηρίους ἀνάπτειν ᾠδὰς, ὅτι μὴ μόνον σκληρᾷ τε καὶ ἀφορήτῳ δου- λείᾳ κατηχθισμένους παραδόξως ἐξείλετο, ἀλλὰ γὰρ καὶ εἰσκεκόμικεν εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν· εἰσ- κεκόμικε δὲ, πολλὰ καὶ δυσκαταγώνιστα καὶ οὐκ ἀμελέτητον ἔχοντα τὸ νικᾶν ἐν μάχαις ἀποκείρας ἔθνη. οὕτω γὰρ καὶ ὁ μακάριος ∆αυεὶδ ἔφη που πρὸς Θεὸν περὶ τῶν ἐξ αἵματος Ἰσραήλ "Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη "καὶ κατεφύτευσας αὐτήν." ὀνειδίζονται δὴ οὖν, καὶ μάλα εἰκότως, ὡς ἀχάριστοι κομιδῇ καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποδρομαῖς λυποῦντες τὸν Εὐεργέτην. τετρυγήκασι μὲν γὰρ ἀρχάς φησιν ἐθνῶν, καὶ κλῆρον ἴδιον ἐποιήσαντο τὴν ἐκείνων χώραν, Θεοῦ κατασείοντος τοὺς ἀνθεστηκότας, καὶ ἀφάτῳ δυνάμει τὴν τῶν ἀντανισταμένων ἰσχὺν παρα- λύοντος. ἀλλ' ὅτι πίονα καὶ εὔβοτον καὶ παντὶ μεθύουσαν ἀγαθῷ κεκληρονομήκασι γῆν, καὶ τῶν ἄλλων χωρῶν ἀμείνω τε καὶ εὐρυτέραν, ἀναμαθεῖν ἐπιτάττει, τὰς τῶν ὁμόρων, ἢ καὶ τῶν ἐπέκεινα πολυπραγμονοῦντας ἀρχὰς ἤγουν βασιλείας. βαδίζετε γὰρ, φησὶν, εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· 1.480 αὗται γὰρ αἱ τῶν ἄλλων βασιλειῶν περιφανεστέραν ἔχουσαι τὴν δόξαν· κἀκεῖ ζητεῖτε, φησὶν, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. ἦσαν μὲν οὖν πολλαί τε καὶ ἀνὰ μέρος αἱ βασιλεῖαι τῶν ἐθνῶν, ἡ Μωαβιτῶν, ἡ Ἰδουμαίων, ἡ τῶν υἱῶν Ἀμμών. ἀλλ' οὐδὲν ἐν αὐταῖς τὸ μέγα. λαμ- προτέρα δὲ τῶν ἄλλων ἡ ∆αμασκηνῶν καὶ Παλαιστινῶν. καὶ δύο μὲν ἦσαν πόλεις ὑπὸ τὴν ∆αμασκοῦ βασιλείαν, εἰς ἠῶ κείμεναι, αἷς ὄνομα τὸ Αἰμάθ· ὧν ἡ μὲν εὐρυτέρα καὶ μείζων, ἡ δὲ λαχοῦσα τὸ μεῖον· ἑρμηνεύεται δὲ τὸ Ῥαβὰ, μεῖζον ἢ πλατυτέρα. πορεύεσθε δὴ οὖν εἰς Αἰμὰθ Ῥαβὰ, τουτέστιν, εἰς τὴν Αἰμὰθ τὴν μείζω τε καὶ εὐρυτέραν· ἦν γὰρ, ὡς ἔφην, ὁμώνυμος ἑτέρᾳ, λαχοῦσα τὸ μεῖζον. φασὶ δὲ τὴν μὲν Αἰμὰθ τὴν πλατεῖαν ταύτην εἶναι τὴν νῦν Ἀντιό- χειαν, τὴν δὲ μείω καὶ 190 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. στενοτέραν, τὴν γείτονά τε καὶ ὅμορον Ἐπιφάνειαν· Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς,τὴν μὲν Ἀντιόχειαν, Ἐπιφάνειαν δὲ τὴν ἑτέραν εἰς δόξαν ἰδίαν ὠνομακότος. ἡ δὲ Γὲθ πόλις ἦν τοτηνικάδε τῆς νυνὶ Παλαιστίνης λαμπροτέρα. ἐν ταύτῃ μεμενήκασιν οἱ Ἐνα-κεὶμ καὶ οἱ καλούμενοι Φιλιστιεὶμ, οὐκ ὀλοθρευσάντων αὐτοὺς τοτηνικάδε τῶν υἱῶν Ἰσραήλ. ταύτῃτοί φησι περὶ αὐτῆς Εἰς Γὲθ ἀλλοφύλων· βαδίσατε τοίνυν φησὶν εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· καὶ περιεργάσασθε λεπτῶς, εἰ μὴ μᾶλλον ὑμεῖς εὐρυτέραν οἰκεῖτε χώραν, τῶν ἄλλων ἁπασῶν τὴν ἀμείνω καὶ προὔχουσαν. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι τῶν Ἑβραίων ἡ γραφὴ προτε- 1.481 ταγμένην ἔχει τὴν Χαλάνην. πορεύεσθε γὰρ, φησὶν, εἰς Χαλάνην καὶ εἰς Αἰμὰθ καὶ εἰς Γέθ· Χαλάνη δέ ἐστιν ὑπὸ τὴν Περσῶν βασιλείαν, ἣ νῦν καλεῖται Λυσίππων. ἐπειδὴ δὲ καὶ τῆς Περσῶν βασιλείας ἐμνημόνευσεν τῶν Ἑβραίων ἡ ἔκδοσις, ταύτῃτοί φαμεν καὶ τὸν μακάριον Στέφανον ἀντὶ τοῦ Μετοικιῶ ὑμᾶς ἐπέκεινα ∆αμασκοῦ, τὸ Ἐπέκεινα Βαβυ- λῶνος εἰπεῖν. Ἀχαριστίας οὖν ἔγκλημα τοῖς ἐξ Ἰσραὴλ, ὅτι πίονα καὶ εὐήροτον, καὶ πλατεῖαν οὕτω κατακληρονομήσαντες γῆν, οὐχὶ Θεῷ μᾶλλον ἀνῆπτον τὰ χαριστήρια, ἀλλ' οἱ μὲν ἐξουθένουν τὴν Σιὼν, οἱ δὲ, πεποιθότες ἐπὶ τὸ ὄρος Σαμαρείας, οὐδένα τῆς εἰς αὐτὸν αἰδοῦς ἐποιοῦντο λόγον. Χρήσιμον δὲ, ὡς ἔοικε, καὶ τοῖς μετὰ τὴν πίστιν τὴν Ἑλλήνων σοφίαν τεθαυμακόσιν, ὡς ἀμείνους τῶν παρ' ἡμῖν τὰς ἐκείνων ἡγεῖσθαι δόξας, καὶ τοῖς ἀπονεύουσιν εἰς τὸ προσκεῖσθαι ζητεῖν τοῖς παραχαράττουσι τὴν ἀλήθειαν, καὶ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παραλύουσι τὸ Πορεύεσθε εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων καὶ ἴδετε εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. εὐρυ- τέρα γὰρ τῆς Ἑλλήνων στενολεσχίας ἡ θεόπνευστος γραφὴ, τὸ τῆς ἀληθείας καταγγέλλουσα φῶς καὶ δογμάτων ἐπω- φελῶν εἰσφέρουσα γνῶσιν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαι- νουμένων τὸν τῶν πιστευόντων ἀναβιβάζουσα νοῦν. Εὐρύτερος δὲ πάλιν τῆς αἱρετικῶν στενότητος ὁ περὶ τῆς ἀληθείας ἐστὶ λόγος. οἱ μὲν γὰρ αὐτῇ μαχόμενοι, μονονουχὶ καταπνίγονται, ψυχροῖς τε καὶ ἀτρανέσιν ἐπινηχόμενοι λο- γισμοῖς· οἱ δὲ τοῖς τῆς εὐσεβείας συναγορεύοντες δόγμασι, καὶ τὸ λαμπρὸν τῆς ἀληθείας περιαθροῦντες κάλλος, εἰς 1.482 πλατὺ θεωρημάτων ἐκτρέχουσι πέλαγος, "αἰχμαλωτίζοντες "πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ," τῇδέ τε κἀκεῖσε διάττοντες, καὶ τὰ εἰς γνῶσιν ἀληθινὴν ἀπὸ τῆς θεοπνεύστου γραφῆς εὖ μάλα συλλέγοντες. καὶ γοῦν Κορινθίοις ἀπο- φοιτᾶν ἑλομένοις "τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς," προσκειμένοις δὲ ἀμαθῶς τοῖς ἑτεροδιδασκαλεῖν εἰωθόσιν, ἐπιστέλλει λέγων ὁ θεσπέσιος Παῦλος "Τὸ στόμα ἡμῶν "ἀνέῳγε πρὸς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλά- "τυνται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν "τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν· ὡς "τέκνοις λέγω· πλατύνθητε καὶ ὑμεῖς. μὴ γίνεσθε ἑ
Twelve Prophets Amos Tomos 4 opening§amos-t4-open
amos-t4-openAmos Tomos 4.
Amos Tomos 4: crushers of the poor; restoration oracles CLOSEOUT.
Greek · §amos-t4-open
ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ. 9Ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς, οἱ λέγοντες Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον, καὶ τοῦ μεγαλῦναι στάθμια, καὶ ποιῆσαι ζυγὸν ἄδικον, τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς, καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα;9 Ἤρετό τις τῶν Φαρισαίων ποτὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ποίαν ἡγοῖτο πρώτην καὶ μεγάλην ἐντολὴν ἐν τῷ νόμῳ, ἀντήκουσε δὲ, ὅτι πρώτη μὲν ἐντολὴ τό "Ἀγαπήσεις "Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ "ὅλης τῆς ἰσχύος σου· δευτέρα δὲ καὶ ἐγγὺς τὸ Ἀγα- "πήσεις τὸν πλησίον σου ὡς ἑαυτόν." ἴδοι δ' ἄν τις 1.511 καὶ αὐτὸν τὸν θεσπέσιον Παῦλον μονονουχὶ τῆς ἀγάπης ἀπηρτηκότα πᾶν εἶδος ἀρετῆς, μείζονα δὲ αὐτὴν πίστεως τε καὶ ἐλπίδος εἰπεῖν θαῤῥήσαντα, διωμολογηκότα τε σαφῶς, ὡς οὐδὲν εἴη ὁ ταύτην οὐκ ἔχων, κἂν εἰ προθείη τοῖς δεο- μένοις τὰ ὑπάρχοντα, κἂν αὐτὸ τοῖς διώκουσι παραδῷ τὸ σῶμα ἵνα καυθῇ. οὐκοῦν πᾶν ὅσον ἐστὶν ἐν ἡμῖν μέγα τε καὶ ἀξιάκουστον, ἔσται δὴ πάντως ἐκ τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς ἀγάπης. εἰ δὲ δή τις ὅλως τῶν τῆς ἀγάπης ἔξω φέροιτο νόμων, καὶ ἀμέτοχος ὁρῷτο τῶν ἐξ αὐτῆς ἀνθῶν, αὐτὸς ἀχρεῖος ἔσται παντελῶς, καὶ παντὶ τρόπῳ φαυλότητος νοοῖτ' ἂν εἰκότως ἐνισχημένος, ὡς ὅπηπερ ἂν ἀνεπιτήδευτον εἴη τὸ ἀγαθὸν, ἐκεῖ δήπου πάντως ἀνθήσει τὸ πλημμελές. Ὅρα τοίνυν τοῦ παντὸς λόγου τὴν οἰκονομίαν. προαι- τιασάμενος γὰρ ἐπ' ἀθεότητι τὸν Ἐφραῒμ, ἤτοι τὸν Ἰσραὴλ, καὶ προσκυνητὴν δαμάλεων ἀποφήνας, καὶ τὴν εἰς τὸν ἕνα καὶ φύσει Θεὸν ἀγάπην οὐκ ἔχοντα, διάτοι τὸ προσκεῖσθαι φιλεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, ἀνόσιον ὄντως προσ- αποδείκνυσι καὶ εἰς αὐτοὺς ἀδελφοὺς, καὶ τῆς εἰς τὸν πλησίον ἀγάπης ὁλοτρόπως ἠφειδηκότα. ποιεῖται δὲ γενικῶς, καὶ μάλα σαφῶς, τὸν ἔλεγχον, καὶ ὡς ἐν βραχέσι μὲν ἔτι, πλὴν ἀπαριθμεῖται τὰ ἐγκλήματα. ταύτῃτοί φησιν Ἀκούσατε ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύ- οντες πτωχοὺς ἀπὸ τῆς γῆς. ὅμοιον ὡς εἰ λέγοι Πρὸς ὑμᾶς ὁ λόγος, οἷς ἐσπούδασται λίαν τὸ οἱονείπως καὶ ἀπαλείφειν τῆς γῆς τὸν ἀσθενῆ καὶ πένητα καὶ καταδυναστεύειν εἰς τὸ πρωΐ. οἱ μὲν γὰρ τῆς κατὰ Θεὸν ἐπιεικείας ἐρασταὶ, διαυγα- ζούσης αὐτοῖς τῆς ἡμέρας ἀναφέρουσι τῷ Θεῷ τὰ χαριστήρια, προσκυνοῦσι, προσεύχονται, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαι- 1.512 νουμένων παρατρέπουσι τὰς σπουδάς· οἱ δὲ εἰς μόνον ὁρῶν- τες τὸ καταδυναστεύειν τινὰς, καὶ τοῦ χρῆναι πλεονεκτεῖν οὐδὲν εἶναι νομίζοντες τὸ ἰσοστατοῦν, ἔργον ποιοῦνται περι- σπούδαστον τὸ εὐθὺς ἀρχομένης ἠοῦς εὐνῆς ἀναθρώσκειν, καὶ πρὸς τὴν αὐτοῖς συνήθη βαδίζειν φαυλότητα, καὶ οὓς ἂν δύναιντο πλεονεκτεῖν, μόνον δὲ οὐχὶ καὶ ὑπερχομένην ὅλως αὐτοῖς τὴν νύκτα καὶ μέλλουσαν αἰτιώμενοι, ὅτι μὴ δίδωσι 202 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καιρὸν αὐτοῖς τὸν ἀποχρώντως ἔχοντα πρὸς πλεο- νεξίαν. οὗτοί φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπο- λήσομεν; δεδανεικότων δὲ αὕτη καὶ ἐκβραχυπλούτων εὐχὴ, αἰσχρῶν καὶ ῥυποκονδύλων, οἳ τὸ τοῦ μηνὸς ἀεὶ διψῶσι πέρας, ἵνα καὶ σμικρὸν ἐπὶ σμικρῷ συλλέγοντες, ἁδροτέρας ποιοῖντο τὰς ἑαυτῶν ἐμπολὰς, καὶ τόκους ἐπὶ τόκοις ἀνοσίως ἐρανιζόμενοι καταθλίβουσι τοὺς ἀσθενεστέρους, καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς "Ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ "πλησίον, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ "τόκον." ἀλλ' οἱ μέν φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν; οἱ δὲ ταῖς ἴσαις, ἢ καὶ ἔτι χείροσιν ἀῤῥωστίαις ἐνισχημένοι, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι, φασὶ πάλιν Πότε διελεύσεται τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς, τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον; καὶ τί δὴ τοῦτό ἐστιν, ἢ ποίων σαββάτω
Amos Tomos 4 rem early§amos-t4-rem-early
amos-t4-rem-earlyRem early: Amos Tomos 4; historia and theoria toward Christ.
Greek · §amos-t4-rem-early
ν ζη- τοῦσι πάροδον ἵνα καὶ ἀνοίξειαν θησαυροὺς καὶ μικρὸν ποιήσειαν μέτρον, μεγαλύνωσι τε τὰ στάθμια, εἰπεῖν ἀναγκαῖον. Γέγραπται τοίνυν ἐν τῷ ∆ευτερονομίῳ "∆ι' ἑπτὰ ἐτῶν "ποιήσεις ἄφεσιν, καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· "ἀφήσεις πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ 1.513 "τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ὅτι ἐπικέκληται ἄφεσις "Κυρίῳ τῷ Θεῷ σου. τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐάν "σοι παρ' αὐτῷ ᾖ· τῷ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ "χρέους σου." καὶ μεθ' ἕτερα πάλιν "Ἐὰν δὲ γένηται ἐν "σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεών σου ἐν "τῇ γῇ ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστρέψεις "τὴν καρδίαν σου, οὐδ' οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου "ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου· ἀνοίγων ἀνοίξεις "τὰς χεῖράς σου αὐτῷ, δάνειον δανειεῖς αὐτῷ ὅσα ἂν ἐπιδέηται "καὶ καθ' ὅσον ὑστερεῖται." προσπαρεγγυᾷ δὲ λέγων "Πρό- "σεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου "ἀνόμημα, λέγων Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς "ἀφέσεως, καὶ πονηρεύσεται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ "σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δῷς αὐτῷ, καὶ βοήσεται "κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται σοι ἁμαρτία μεγάλη." τοῦ νόμου τοίνυν χρεῶν ἀποκοπὰς ποιεῖσθαι προστεταχότος, οἱονεὶ σαββατιζόντων ἐτῶν· ἐν ἑβδόμῳ γὰρ ἔτει πληροῦσθαι προστέταχεν· εἶτα προυπομιμνήσκοντος μὴ δεῖν πονηρεύεσ- θαι, διακιχρᾶν δὲ μᾶλλον τοῖς δεομένοις, κἂν εἰ μὴ φαίνοιτο μακρὰν τὸ τῆς ἀφέσεως ἔτος, οἱ πολλοὺς καὶ ἀμφιλαφεῖς ἔχοντες θησαυροὺς, τὴν χεῖρα συστέλλοντες, τὰ τῶν ἐτῶν σάββατα περιμένειν ἐσπούδαζον ἐπὶ θύραις ὄντα λοιπὸν, εἶθ' οὕτως ἐδάνειζον, ἵνα μὴ τοῖς τῆς ἀφέσεως χρόνοις ὑπενε- χθείη τὸ ὀφείλημα. οὗτοί φασι Πότε διελεύσεται τὰ σάβ- βατα; δῆλον δὲ ὅτι τὰ ἐξ ἐτῶν· καὶ ἀνοίξομεν θησαυρούς. καὶ οὐ μέχρι τούτου τὸ δυσσέβημα, ἀλλὰ γὰρ καὶ ταῖς τῶν ἀθλίως πεπραχότων πτωχείαις ἀφιλαλλήλως ἐπιθρώσκοντες, 1.514 μικροῖς μὲν ἐποιοῦντο μέτροις τὴν δόσιν, ἀντεκομίζοντο δὲ σταθμίοις οὐκ ἴσοις, ἀλλὰ τοῖς ἔτι μείζοσι, καὶ πολὺ τῶν πρώτων διαβριθεστέροις, καίτοι Θεοῦ λέγοντος διὰ τοῦ πανσόφου Μωυσέως τό "Οὐκ ἔσται ἐν τῷ μαρσίπῳ σου "στάθμιον καὶ στάθμιον μέγα καὶ μικρόν· οὐκ ἔσται ἐν τῇ "οἰκίᾳ σου μέτρον καὶ μέτρον μέγα καὶ μικρόν. στάθμιον "ἀληθινὸν καὶ δίκαιον ἔσται σοι καὶ μέτρον ἀληθινὸν καὶ "δίκαιον ἔσται σοι· ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς ἧς "Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα "Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν τοῦτο, πᾶς ποιῶν ἄδικον." ἀλλ' οὐδεὶς ἐκείνοις τῆς δικαιοσύνης ὁ λόγος· εἰς μόνην δὲ βλέποντες τὴν φιλοκέρδειαν, ἐξέτριβον πένητας, μονονουχὶ κατακτώμενοι τοὺς ἀθλίους, καὶ ἐν ὑποδημάτων ποιούμενοι τάξει· "Νομαὶ γὰρ πλουσίων πτωχοὶ," κατὰ τὸ γεγραμ- μένον. ἀλλ' ὀνίνησιν ἡμᾶς οὐ μετρίως ὁ Παροιμιαστὴς λέγων "Καρδία δὲ ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ "κατευθύνηται τὰ διαβήματα αὐτοῦ. ἐνώπιον γάρ εἰσι τῶν "τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τρο- "χιὰς αὐτοῦ σκοπεύει." ὡς οὖν ἐφορῶντος τοῦ Θεοῦ, καὶ τῶν καθ' ἡμᾶς ἕκαστα περιαθροῦντος ἰσχνῶς, ὀρθὰς ποιεῖσθαι τὰς 203 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τροχιὰς ἀναγκαῖον τοῖς γε ἀληθῶς ἀγαθοῖς καὶ ἐχέφροσι, καὶ οὐδὲν ἡγεῖσθαι τὸ ἰσοῤῥοποῦν τῆς τε εἰς Θεὸν καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης. καὶ ἡ μὲν εἰς Θεὸν ἀγάπη τὸ γνήσιον εἰς πίστιν, καὶ τὸ ἀπαράφθορον ἔχει· ἡ δέ γε εἰς ἀδελφοὺς τῆς δικαιοσύνης ἀνῆπται τὰ αὐχήματα. καὶ γάρ ἐστιν ἀλη- θὲς ὅτι "Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται." χρῆναι δέ φημι τοὺς εὐδοκιμεῖν ᾑρημένους, καὶ ἐννομωτάτην 1.515 ἔχοντας ζωὴν, ἐνδύσασθαι μὲν "σπλάγχνα οἰκτιρμῶν," κα- τευμεγεθεῖν δὲ σφόδρα τῆς ἐπαράτου φιλοκερδείας, καὶ κοινὰ τοῖς δεομένοις προθεῖναι τὰ ὄντα. τηρήσας γὰρ οὕτως τῆς ἀγάπης τὸν νόμον, λαμπρός τε ἔσται καὶ ἀξιοζήλωτος παρά τε Θεῷ καὶ ἀνθρώποις. γέγραπται γὰρ ὅτι "Ἐσκόρπισεν, "ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν "αἰῶνα τοῦ αἰῶνος." 9Ὀμνύει Κύριος καθ' ὑπερηφανίας Ἰακώβ Εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν, καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰ- γύπτου.9 Ὑπεροψίας ἔγκλημα ποιεῖται Θεὸς τοῖς ἐξ Ἰακὼβ, τὸ θείων μὲν ἀφειδῆσαι νόμων καὶ δεσποτικῶν θελημάτων ἀλογῆσαι παντελῶς, πατῆσαι δὲ καὶ αὐτὴν τὴν εἰς ἀδελφοὺς ἀγάπην. ὄμνυσι τοίνυν καθ' ὑπερηφανίας Ἰακώβ. καὶ οὔτι που φαμὲν ὅρκιον ποιεῖσθαι τὸν τῶν ὅλων Θεὸν τήν τινων ὑπεροψίαν· ὄμνυσι δὲ κατ' αὐτῆς, τουτέστι καθορίζων αὐτῆς τὴν ἀξίαν δίκην. τί δὲ δὴ καὶ ὄμνυσιν ὅλως; ὡς οὐκ ἂν ἔτι παραδράμοι τὰ ἐγκλήματα, καὶ μέχρι τέλους ἀνέξεται. τοῦτο γὰρ οἶμαι τὸ εἰς νῖκος ἐστὶ, τὸ μέχρι παντὸς καὶ εἰς ἀπονί- κησιν τρέχον. εἶτά φησιν, ὅτι λήθης ἀνῃρημένης τῆς ἐπί γε φημὶ τοῖς ἀνοσίοις αὐτῶν πλημμελήμασι, πῶς οὐκ ἂν γέ- νοιτο θορύβου μὲν ἔμπλεως ἡ γῆ, καταθεόντων αὐτὴν τῶν ἐχθρῶν, αὐτοὶ δὲ πενθήσουσι δεινήν τε καὶ δυσδιάφυκτον 1.516 ἀνατλάντες συμφοράν; καὶ τίς αὕτη πάλιν; ἀναβιβασθή- σεται γὰρ ἐπ' αὐτοὺς συντέλειά φησιν ὡς ποταμὸς Αἰγύπτου, πάντα κατακαλύπτων, καὶ πολλοῖς καὶ ἀμάχοις ῥεύμασιν ὅλην ἐπικλύζων τῆς Σαμάρειας τὴν γῆν· καταβήσεται δὲ καὶ ὁμοίως πάντα κατασύρων τὰ παρεμπίπτοντα, καὶ οὐ- δενὸς τὸ σύμπαν φειδόμενος. ἀνέβη γὰρ ἐπ' αὐτοὺς ὁ Σεναχηρεὶμ μυριάνδροις στρατιαῖς, οἷά τις ποταμὸς κατα- πλημμυρῶν τῆς γῆς, καὶ ὑφ' ἑαυτῷ τὰ πάντα ποιούμενος· ἀπέβη δὲ πάλιν εἰς τὴν ἑαυτοῦ, πλείστην τε ὅσην καὶ ἀνα- ρίθμητον αἰχμαλωσίαν ἐπισυρόμενος. Ὅταν τοίνυν καταφρονῶμεν Θεοῦ, αὐτοὶ καθ' ἑαυτῶν τὰς ἀντικειμένας δυνάμεις εὑρήσομεν, ὡς ἐν θορύβῳ γενέσθαι καὶ λύπαις τρόπον τινὰ διαρπαζομένους παρ' αὐτῶν καὶ ὡς ἐξ ἀνάγκης ὑποπίπτοντας εἰς δουλοπρεπῆ θητείαν. ἔσονται γὰρ καθ' ἡμῶν ὡς ἄμαχον ὕδωρ κατασύρον εἰς ὄλεθρον καὶ καταποντίζον εἰς ἀπώλειαν. "Ποταμοὶ δὲ ἡμᾶς οὐ συγ- "κλείσουσι," κατὰ τὸ γεγραμμένον, οὔτε μὴν "καταπίεται "βυθὸς, ἀλλ' οὐδ' ἂν καταποντίσαι καταιγὶς" εὐαρεστεῖν ἐθέλοντας τῷ Θεῷ. τότε γὰρ δὴ τότε τὰς τῶν δαιμονίων πλεονεξίας ἀνδρωδῶς ἐκδύναντες, καὶ τῆς ἐκείνων σκαιότητος ὀλίγα κομιδῇ φροντίσαντες, χαίροντες ἐροῦμεν "Εἰ μὴ ὅτι "Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι Κύριος "ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα "ζῶντας ἂν κατέπιον ἡμᾶς·" καὶ πάλιν "Χείμαῤῥον διῆλθεν "ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ "ἀνυπόστατον." εἰ γὰρ καὶ ἔστιν ἀνυπόστατον καὶ ταῖς ἡμετέραις διανοίαις ἀνανταγώνιστον τῆς διαβολικῆς ἐπηρείας 1.517 τὸ ὕδωρ, τουτέστιν, ὁ διὰ παθῶν ἐπικλυσμὸς, ἀλλ' ἐν Χριστῷ δυνησόμεθα. παρελευσόμεθα γὰρ οἷά τινα χείμαῤ- ῥον τῆς ἐκείνου δυστροπίας τὴν ἔφοδον. 9Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει Κύριος ὁ Θεὸς, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς· καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφῦν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι τὸν Ἰακὼβ ὡς πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης.9 ∆ιττὴν ὠδίνει ταυτὶ τὴν διάνοιαν. ἔθος γὰρ ἀείπως 204 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Amos Tomos 4 rem mid§amos-t4-rem-mid
amos-t4-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §amos-t4-rem-mid
Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῖς ἁγίοις προφήταις ἐπὶ τέλει μάλιστα τῶν ἰδίων λόγων μεμ- νῆσθαι Χριστοῦ, καὶ τοῦ κατ' αὐτὸν μυστηρίου ποιεῖσθαι τὴν ἀφήγησιν, ἀσαφείαις ἔτι κατεσκιασμένην. φέρε τοίνυν, ἐπ' ἄμφω βλέποντες, τὰ εἰκότα λέγωμεν. ἐκθησόμεθα δὲ πρῶτον τὰ τοῖς εἰρημένοις ἀκόλουθα, εἶθ' οὕτως εἰς ἐξήγησιν τὴν περὶ Χριστοῦ τὸν τῶν εἰρημένων μεθαρμόσομεν νοῦν. κατ' ἐκείνην δὴ οὖν τὴν ἡμέραν, καθ' ἣν ἂν ἡ συντέλεια κατὰ πάσης τῆς Σαμαρειτῶν οἰχήσεται γῆς ὡς Αἰγύπτου ποταμὸς, ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν οἰκούντων αὐτὴν δεινὸς καὶ βαθὺς κατασκεδασθήσεται σκότος, καταδυομένου τρόπον τινὰ τοῦ ἡλίου, καὶ τοῦτο μεσημβρίας. καὶ οὐ δήπου φαμὲν, ὅτι κατέδυ κατὰ τὸ ἀληθὲς τοῦ ἡλίου τὸ φῶς, ἀλλὰ γέγονεν ὡς σκότος τοῖς τὴν Σαμάρειαν οἰκοῦσιν ἡ ἐκ τοῦ πολέμου συμ- φορά. καταθολοῖ γὰρ τὸν νοῦν πολλὴ καὶ ὑπερμεγέθης, 1.518 ὅταν αἴρηται, λύπη, καὶ σκοτίζει καρδίαν τὰ παρ' ἐλπίδα τε καὶ ἀδοκήτως συμβαίνοντα, καὶ τῶν σκυθρωπῶν ἡ δριμύτης ἀχλὺν οἷά τινα καὶ ὁμίχλην ταῖς τῶν παθόντων καρδίαις ἐνεργάζεται. Οὐκοῦν ὄψονται σκότος, φησὶ, κἂν εἰ μεσημβρίζοι τυχὸν ὁ ἥλιος. οἱ δὲ δὴ πάλαι λαμπρῶς ἑορτάζοντες, χορδαῖς τε καὶ λύραις καὶ τοῖς τῶν ᾀσμάτων λιγυρωτέροις ἀεὶ προσ- χρώμενοι, τῶν μὲν τοιούτων ἀφέξονται σπουδασμάτων, κατοιμώξουσι δὲ μᾶλλον, καὶ μελέτην ποιήσονται τὰς εἰς θρῆνον ᾠδὰς, καὶ τὸ τῶν πενθούντων ἀναλήψονται σχῆμα, σάκκον τέ φημι καὶ φαλάκρωμα. ἀτιμοποιὸν δὲ σφόδρα καταψιλοῦσθαι τὴν κεφαλήν. καὶ γοῦν ὁ θεσπέσιος Ἰὼβ ἀπεκείρατο τὴν κόμην τῶν τέκνων ἀπολωλότων. ποιήσομαι δέ φησι τὸν Ἰακὼβ ὡς πένθος ἀγαπητοῦ, τουτέστιν, οὕτως ἐπ' αὐτῷ στυγνάσουσιν οἱ ἰδόντες αὐτὸν, ὡσανεὶ καὶ μητὴρ ἢ πατὴρ ἐφ' ἑνὶ καὶ ἀγαπητῷ κειμένῳ τέκνῳ· καὶ τοὺς μετ' αὐτοῦ δὲ εἰς ἡμέραν ὀδύνης, τουτέστιν, οἱ ἐκ γειτόνων Ἰούδας καὶ Βενιαμὶν, οἱ ὁμοῦ τῷ Ἐφραῒμ εἰδώλοις λελατρευκότες, καὶ μετ' αὐτοῦ γεγονότες κατὰ τοῦτον δηλονότι τὸν τρόπον, ὡς ἡμέραν ἔχοντες ὀδύνης, καὶ ὡς ἐν ὠδῖσι γεγονότες εὑρε- θήσονται· ἐν ὠδῖσι δέ φημι ταῖς ἐκ δειμάτων καὶ λύπης καὶ πόνων. καταδῃώσας γὰρ τὴν Σαμάρειαν ὁ Σεναχηρεὶμ, πάσας εἷλεν αὐτῶν τὰς πόλεις. εἶτα πέμπει Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμ, ὃς ἐπηπείλησε τὰ δεινὰ τοῖς ἐν τῷ τείχει. συνέθραυσε δὲ οὕτως εἰς ἀκηδίαν τοὺς ἐν τοῖς Ἱερο- σολύμοις, ὡς αὐτίκα δὴ μάλα τοῖς ἐν Σαμαρείᾳ συνδιόλ- λυσθαι προσδοκᾶν. τότε δὴ τότε βαρυθυμήσας ἄγαν καὶ ὁ βασιλεὺς Ἐζεκίας, πέμπει τινὰ πρὸς τὸν προφήτην Ἡσαΐαν λέγων "Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ 1.519 "ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, "ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν." οὐκοῦν ἡμέραν ὀδύνης τοὺς ὡς ἐξ ὠδῖνος πόνους καὶ βαρυθυμίας φησί. γεγόνασι τοίνυν ἐν ἡμέρᾳ ὀδύνης, ἀπολέσθαι προσδοκήσαντες οἱ ἐν τοῖς Ἱερο- σολύμοις, οἱ μετὰ τοῦ Ἐφραῒμ γεγονότες κατά γε φημὶ τὸν τῆς εἰδωλολατρείας τρόπον. Καὶ ταυτὶ μὲν ἔφην ὡς ἐοικότα τε καὶ πρέποντα τοῖς τοτηνικάδε παροτρύνουσιν ἐφ' ἑαυτοῖς τὸν τῶν ὅλων ∆εσπό- την. ἐφαρμόσαι δ' ἄν τις οὐδὲν ἧττον αὐτὰ καὶ τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσι τὸν Ἐμμανουὴλ, κατὰ τὸν τῆς ἐναν- θρωπήσεως χρόνον. αὐτοὶ γάρ εἰσιν "οἱ ἐκτρίβοντες εἰς τὸ "πρωῒ πένητα," τουτέστιν, οἱ ἀποσπουδάζοντες μὲν τὸ ἐννόμως ἑλέσθαι βιοῦν, ἐφ' ἑτέρῳ δὲ οὐδενὶ προϊόντες που τάχα, ἢ τὸ καταφθεῖραι τὸ δίκαιον, καὶ δι' οὐδενὸς ποιεῖσθαι τολμᾶν τὸ ταῖς θείαις ἐντολαῖς εὖ μάλα διωρισμένον καὶ πλεονεκτεῖν ἀσχέτως οὓς ἂν ἕλοιντο τῶν ἀσθενεστέρων. αὐ- τοὶ δ' ἂν εἶεν οἱ "λέγοντες Πότε διελεύσεται ὁ μὴν, καὶ "ἐμπολήσαιμεν· καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς "τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον "καὶ ποιῆσαι ζυγὸν ἄδικον." ὅτι γὰρ ἐρασιχρήματοί τε καὶ αἰσχροκερδεῖς ἦσαν ἄγαν οἱ γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, κατὰ πολλοὺς ἂν εἰδείημεν τρόπους, τοῖς εὐαγγελικοῖς συγ- γράμμασι τὸν νοῦν ἐπερείδοντες. ἀμείνους μὲν γὰρ ὁρᾶσθαι λημμάτων αἰσχρῶν, καὶ φιλοκερδίας ἁπάσης ἀπηλλάχθαι φιλεῖν τῆς κατὰ Θεὸν 205 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐπιεικείας τοὺς ἐραστὰς συνεβούλευεν ὁ Χριστὸς, προὔτρεπε δὲ καὶ ἐπὶ τὸ ἔτι μεῖζον ἰέναι, καὶ τοῖς δεομένοις ἐπαρκεῖν καὶ διανέμειν τὰ ὄντα. ἀλλὰ τί φησὶν ὁ Εὐαγγελιστής; "Ἤκουον δὲ ταῦτα καὶ οἱ γραμματεῖς καὶ "οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, καὶ ἐξεμυκτήριζον αὐτόν." 1.520 οὐκοῦν καὶ περὶ αὐτῶν εἰκότως ἂν λέγοιτο "Ὀμνύει Κύριος "καθ' ὑπερηφανίας Ἰακὼβ εἰ ἐπιλησθήσεται εἰς νῖκος τὰ "ἔργα ὑμῶν." ὑπεροψία γὰρ ἀληθῶς, τὸ καὶ θείων αὐτοὺς ἀλογῆσαι νόμων, καὶ τὸ ἔτι τούτου φορτικώτερον, καὶ αὐτῷ λοιπὸν ἐμπαροινῆσαι τῷ Χριστῷ. ταύτῃτοι λοιπὸν οὐδὲ εἰς λήθην αὐτῶν ἀποδημήσει τὰ πλημμελήματα· συντέλεια δὲ ὥσπερ ἐπαναβέβηκεν ἐπ' αὐτοὺς, καὶ ὡς πλημμυρῶν ποτα- μὸς ὁ Ῥωμαίων πόλεμος. ἐπειδὴ δὲ σταυρῷ παρέδοσαν τὸν τῶν ὅλων ∆εσπότην, ἔδυ μὲν ὁ ἥλιος ἐπ' αὐτοὺς, συνεσκότασε δὲ καὶ τὸ φῶς. γέγονε γὰρ "σκότος ἀπὸ ὥρας ἕκτης ἕως "ὥρας ἐννάτης." καὶ τοῦτο τοῖς Ἰουδαίοις τὸ σημεῖον ἦν ἐναργὲς τοῦ κατασκοτισθῆναι νοητῶς τὰς τῶν σταυρωσάν- των ψυχάς. "Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ·" καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος "Ἄχρι σήμερον ἡνίκα "ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν "κεῖται." ἐπηρᾶτο δὲ αὐτοῖς καὶ ὁ μακάριος ∆αυεὶδ, ἐκ φιλο- θεΐας οὕτω λέγων "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ "μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον." ὅτι δὲ καὶ τεθρηνήκασι μετατιθέντες ὥσπερ τὰς ἑορτὰς εἰς κατήφειαν, σαφὲς ἂν γένοιτο καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ ταῖς κλαιούσαις ἐπ' αὐτῷ γυναιξὶν ἀποφερομένῳ λοιπὸν ἐπὶ τὸν σταυρόν "Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ' ἐμὲ, "κλαίετε δὲ ἐφ' ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν." τεθρηνήκασι γὰρ τῇ τε πόλει καὶ αὐτῷ τῷ θείῳ συνδιολλύμεναι ναῷ, καὶ καταπιμπράντων τὰ πάντα Ῥωμαίων. θήσομαι τοίνυν φησὶν αὐτόν· δῆλον δὲ ὅτι τὸν Ἐμμανουήλ· ὡς πένθος ἀγαπητοῦ 1.521 καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης. σταυρωθέντα γὰρ τὸν Ἰησοῦν ἐπένθησαν οἱ πεπιστευκότες, γύναια δὲ κατοιμώζοντα μακρόθεν εἱστήκει, Μαριά τε ἡ Μαγδαληνὴ καὶ Μαρία πάλιν ἡ Ἰακώβου καί τινες δὲ ἕτεραι σὺν αὐταῖς· καὶ αὐτὴ δὲ ἡ κτίσις τὸν ἑαυτῆς ἐπένθει ∆εσπότην. ὁ μὲν γὰρ ἥλιος ἐσκοτίζετο, διεῤῥήγνυντο δὲ καὶ πέτραι, καὶ αὐτὸς δὲ ὁ ναὸς τὸ τῶν πενθούντων ἐπλήρωσε σχῆμα, περιῤῥηγνυμένου τοῦ καταπετάσματος "ἀπὸ ἄνωθεν ἕως κάτω." καί τι τοιοῦτον ὑπεσήμαινεν ἡμῖν ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου λέγων "Καὶ "ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω σάκκον τὸ περι- "βόλαιον αὐτοῦ." γέγονε τοίνυν τὸ ἐπ' αὐτῷ πένθος ὡς ἀγαπητοῦ. τέθεινται δὲ καὶ οἱ μετ' αὐτοῦ, τουτέστιν οἱ μα- θηταὶ, εἰς ἡμέραν ὀδύνης. ὅτι γὰρ καὶ αὐτοὶ τεθρηνήκασι, πῶς ἐστιν ἀμφιβάλλειν; ἐν ὀδύναις γὰρ οὖσιν ἀπήγγελον αἱ γυναῖκες τὴν ἀνάστασιν τοῦ Χριστοῦ· τότε δὴ τότε καὶ ἀνανεύσαντες μόλις, ἔτρεχον ἐπὶ τὸ μνημεῖον. καὶ τάχα που πρὸς ταυτασὶ τὰς τὴν ἀνάστασιν εὐαγγελιζομένας γυναῖκας ὁ προφήτης φησὶν Ἡσαΐας ἐν πνεύματι "Γυναῖκες ἐρχό- "μεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστι σύνεσιν ἔχων·" ὁ τῶν Ἰουδαίων δηλονότι· "διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ αὐ- "τοῖς ὁ ποιήσας αὐτοὺς, καὶ ὁ πλάσας αὐτοὺς οὐ μὴ "ἐλεήσῃ" φησίν. 9Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης, 1.522 καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον τοῦ Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.9 Γέγραπται "Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει "μίκρᾳ ἡ παιδεία σου ἡμῖν." ἄριστον δὲ ὅτι τὸ χρῆμά ἐστι καὶ ὀνησιφόρον ἀληθῶς τὴν θλίψιν εἰδὼς καὶ ὁ θεσπέσιος ∆α
Amos Tomos 4 rem close CLOSEOUT§amos-t4-rem-close
amos-t4-rem-closeRem CLOSEOUT: Amos Tomos 4 CLOSEOUT.
Greek · §amos-t4-rem-close
υεὶδ, ποτὲ μὲν ἔφασκεν "Ἐν θλίψει ἐπεκαλεσάμην τὸν "Κύριον," ὅτε δὲ αὖ "Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, "ὅπως ἂν μάθω τὰ δικαιώματά σου." σωφρονεστέρους γὰρ ἡμᾶς ἀποτελοῦσιν αἱ θλίψεις, καὶ τῶν τῆς ῥᾳθυμίας ἐξέλκουσι βρόχων, τῆς ἐπιεικείας τοὺς τρόπους ἀγαπᾶν ἀναπείθουσαι, καὶ τὸν ἀπηνῆ καὶ δυσήνιον ὡς ἐξ ἀνάγκης καὶ φόβου τοῖς τῆς ὁσιότητος καὶ ὑπακοῆς 206 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὑποφέρουσαι ζυγοῖς. Καταδῃωθείσης δὴ οὖν τῆς Σαμαρείας, φησὶ, καὶ κατεμ- πιπρῶντος τὰς πόλεις τοῦ Βαβυλωνίου, κἂν εἰ ἕλοιντο μαθεῖν τοτηνικάδε τινὲς τί τὸ θέλημα τοῦ Θεοῦ, καὶ τί δρῶντες ἢ λέγοντες τῆς παρ' αὐτοῦ τεύξονται φειδοῦς, ἵν' ἔξω φέροιντο τῆς ὀργῆς, οὐκ ἔσται, φησὶν, ὁ διδάσκων. λιμὸν γὰρ ἐποίσω τῶν παρὰ Θεοῦ λόγων αὐτοῖς, ὡς μηδένα παντελῶς εὑρεθῆναι προφήτην, κἂν εἰ ἐκ δυσμῶν τρέχοιεν εἰς ἠῶ, κἂν εἰ ἐκ μεσημβρίας ἐπὶ τὰ βόρεια. τούτῳ παρα- πλήσιόν ἐστι τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν μακάριον Ἰεζεκιήλ "Καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκωφω- "θήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, ὅτι οἶκος "παραπικραίνων ἐστίν." οἱ γὰρ ἅπαξ τὸν παρὰ Θεοῦ διαπτύσαντες λόγον, οὐδ' ἂν εἰ ἑκόντες ἔτι βούλοιντο, λαβεῖν ἔχοιεν ἂν εἰκότως ὕδατα δὲ σαλευόμενά φησι τὴν τῶν Ἰουδαίων ἀμέτρητον πληθὺν, ὡς ἐν θορύβοις γεγενημένην, 1.523 καὶ τοῖς ἐν θαλάσσῃ κύμασι προσεοικυῖαν λοιπὸν, ἃ ταῖς τῶν ἀνέμων ἐμβολαῖς διαριπτεῖται πανταχῆ. Καὶ καθ' ἕτερον δὲ τρόπον. σταυρωθέντος Χριστοῦ, λιμὸν ἐσχήκασι τῶν παρὰ Θεοῦ λόγων οἱ τάλανες Ἰουδαῖοι. οὐ γὰρ ἔστιν ἔτι παρ' αὐτοῖς προφήτης, οὐ διδάσκαλος ἀκριβὴς τῆς Μωυσαϊκῆς ἱστορίας τὸ πάχος ἀπολεπτύνειν εἰδὼς, καὶ τὰ τοῖς γράμμασι κεχωσμένα διατρανοῦν μυστήρια. οὐ προσ- ήκαντο γὰρ λέγοντα τὸν Χριστόν "Ἐγώ εἰμι ὁ ἄρτος τῆς "ζωῆς, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ "κόσμῳ." ἤκουον δὲ ταύτῃτοι καὶ πάλαι λέγοντος αὐτοῦ διὰ φωνῆς Ἡσαΐου "Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, "ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς "δὲ διψήσετε." καὶ γάρ ἐστιν ἀληθὲς ὡς "Οὐκ ἂν λιμο- "κτονήσῃ ποτὲ Κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν "ἀνατρέψει," τὸν θεῖον αὐτοῖς οὐ καθιεὶς λόγον τὸν ἀπο- τρέφοντα τὸν νοῦν εἰς ἔφεσιν ἀρετῆς. ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτήρ "Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' "ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ." 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει, οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες Ζῇ ὁ θεός σου ∆ὰν καὶ ζῆ ὁ θεός σου Βηρσαβεὲ, καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.9 Ἔμφασιν μὲν ὁ λόγος ἔχει τοῦ διαρπασθήσεσθαι παρ' ἐχθρῶν υἱούς τε αὐτῶν καὶ θυγατέρας· τοῦτο γὰρ αἱ παρθένοι καὶ οἱ νεανίσκοι σημαίνουσι, μάλιστα γὰρ τῆς τοιαύτης 1.524 ἡλικίας ἀπηρτημένους εὑρήσομεν τοὺς ἀποκομίζειν εἰωθότας εἰς αἰχμαλωσίαν. ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ὁ λόγος τῶν κεκρυμμένων ὑποδηλοῦν. παρθένοι τινὲς ἦσαν τοῖς τῶν εἰδώ- λων τεμένεσιν ἐνιζήσασαι, καὶ σὺν αὐταῖς μειράκια ἤγουν παῖδες ἄνηβοι, δι' ὧν ἐδόκουν οἱ περιεργότεροι περὶ γοητείας τὰ παρὰ τῶν δαιμονίων διδάσκεσθαι· ὡς γὰρ ἐπ' ἀχράντοις σώμασι καλοῦντες αὐτὰ, τοῖς ἀποῤῥήτοις ψιθυρισμοῖς ἀπο- λογεῖσθαι παρεσκεύαζον. φασὶ δὲ καὶ εἰς δεῦρό τινας ἀν- οσιουργεῖν ἐθέλοντας κατὰ τὸν ἶσον ἐκείνοις μαντεύεσθαι τρόπον. ὅτι τοίνυν ἐλλείψει τῷ Ἰσραὴλ, οὐχὶ μόνος ὁ παρὰ Θεοῦ διὰ προφητῶν ἁγίων χρήσιμός τε καὶ ἀναγκαῖος εἰς ἐπανόρθωσιν λόγος, ἀλλὰ γὰρ καὶ αὐτὸς ὁ παρὰ τῶν ψευ- δομάντεων ἤτοι δαιμονίων, ὃν διὰ παρθένων καὶ παίδων ἐποιοῦντο πρός τινας, ὑπεμφαίνει λέγων Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαί. οἱονεὶ γὰρ πώς φησι Συναπολοῦνται τοῖς ἀλλοῖς ὁμοῦ καὶ αἱ καλαί σου παρθένοι. κατειρωνεύεται δὲ ὁ λόγος καὶ τοῖς κορίοις ὁμοῦ τὰ παιδάρια τὰ ὀμνύοντα κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας. ἔθος γὰρ ἦν ἴσως ἐκείνοις ὁρκίους ποιεῖσθαι φιλεῖν τοὺς ἐν Σαμαρείᾳ θεοὺς ἤτοι τὰς δαμάλεις, καὶ πλατύ που τάχα καταμειδιῶντες Θεοῦ, τὰ αὐτοῦ τοῖς γλυπτοῖς ἀνῆπτον λέγοντες Ζῇ ὁ θεός σου ∆ὰν καὶ ζῇ ὁ θεός σου Βηρσαβεέ. πόλεις δὲ αὗται τῆς Ἰουδαίας, ἐπ' αὐταῖς κείμεναι ταῖς ἐσχατιαῖς τῆς χώρας, καὶ οἷον ὁρί- ζουσαι τὸ μέτρον τῆς γῆς ἐκ νότου πρὸς θάλασσαν. ὅμοιον οὖν ὡσεὶ λέγοιεν οἱ ὀμνύοντες τυχόν Ζῇ τῆς Ἰουδαίων γῆς ὁ θεὸς, τουτέστιν ὁ μόσχος· διὰ γὰρ τῶν περάτων τὰ μέσα περιλαμβάνεται, καὶ ἡ τοῦ παντὸς ὑφαίνεται δήλωσις. ἐκλεί- ψειν γεμὴν ἐν δίψει φησὶ τὰς παρθένους καὶ τοὺς 207 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. νεανίσκους, οὐκ ἔτι χορηγομένους τὰς τῶν δαιμονίων ψευδοεπείας, διὰ τὸ 1.525 καὶ αὐτοὺς ἔργον γενέσθαι χειρὸς ἀλλοφύλων, ἢ ξίφει πεσόντας, ἢ τὴν ἀκλεᾶ καὶ δύσοιστον ἀνατλάντας αἰχμα- λωσίαν. Σταυρωθέντος δὲ τοῦ Χριστοῦ, καὶ δεδυκότος τοῖς Ἰου- δαίοις, ὁμοῦ τε ἡλίῳ τῷ κατὰ τὸν κόσμον καὶ φωτὶ τῷ αἰσθητῷ, καὶ τῆς νοητῆς αὐγῆς καὶ φωτισμοῦ τοῦ διὰ Πνεύ- ματος· ὑστέρηνται γὰρ τοῦ θείου λόγου, καὶ τῆς ἄνωθεν παρακλήσεως· ἐκλελοίπασιν αἱ παρ' αὐτοῖς παρθένοι τοῖς νεανίσκοις ὁμοῦ, τουτέστιν αἱ καλαὶ καὶ εὐδόκιμοι ψυχαὶ, ὧν τὸ μὲν ἄχραντον διὰ τῆς παρθένου, τὸ γεμὴν εὐσθενές τε καὶ ἀλκιμώτατον διὰ τοῦ νεανίσκου σημαίνεται. τίς γὰρ ἅγιος ἐν αὐτοῖς, οὐδὲν τελειοῦν ἰσχύοντος τοῦ νόμου, οὔτε μὴν ἀρκοῦντος αὐτοῖς εἰς δικαιοσύνην; παρὰ τίνι δὲ αὐτῶν εὐρωστία πνευματικὴ καὶ εὐσθενὴς ἂν γένοιτο νοῦς, ὅτε μὴ ἐγνώκασι τῆς εὐαγγελικῆς πολιτείας τὰ λαμπρὰ κατορθώ- ματα; ἢ γὰρ οὐχὶ νωθροὶ πάντες καὶ ἐν ἁμαρτίαις καὶ παρειμένοι τὸν νοῦν; εἶτα πῶς τοῦτο ἀμφίβολον; ἐκλε- λοίπασι δὴ οὖν ἐν δίψει, εἴρηται δὲ οὐκ αὐτοῖς τό "Ἀντλή- σατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου." ἀλλὰ γὰρ καὶ "ἐνετείλατο ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς "αὐτοὺς ὑετὸν," ὅτι μηδὲ αὐτῷ γεγόνασιν ὑπήκοοι τῷ Χριστῷ διακεκραγότι τε καὶ λέγοντι "Εἴ τις διψᾷ, ἐρχέσθω "πρὸς μὲ καὶ πινέτω." καταλελοιπότες δὲ αὐτὸν, καίτοι "πηγὴν ὄντα ζωῆς, ὤρυξαν λάκκους συντετριμμένους οἳ οὐ "δυνήσονται ὕδωρ συνέχειν." προσεσχήκασι γὰρ διδασκα- λίαις ἐντάλμασιν ἀνθρώπων, ἃ ποτίζειν οὐκ οἶδεν εἰς ζωὴν, οὔτε μὴν συνέχειν τοὺς κεχρημένους εἰς σωτηρίαν. 1.526 9Εἶδον τὸν Κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου καὶ εἶπε Πάταξον ἐπὶ τὸ θυσιαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενῶ.9 Οἱ μακάριοι προφῆται τῇ τοῦ Πνεύματος δᾳδουχίᾳ τὸν τῆς διανοίας φαιδρύνοντες ὀφθαλμὸν, οὐχὶ μόνην τὴν τῶν ἐσομένων εἰσδέχονται γνῶσιν, ἀλλὰ γὰρ καὶ αὐτῶν ἔσθ' ὅτε τῶν πραγμάτων τὴν θέαν οἷάπερ ἐν πίνακι γραφομένην ὁρῶντες, αὐτοί τε κατατεθήπασι, συνδιακεῖσθαί τε σφισὶν αὐτοῖς ἀναπείθουσι τοὺς ἀκροωμένους, τὰς τῶν ὁράσεων δυνάμεις διατρανοῦν εὖ μάλα σπουδάζοντες. ἔφη τοίνυν ὁ μακάριος Ἀμώς "Καὶ εἶπε Κύριος πρὸς μέ Ἥκει τὸ πέρας "ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, οὐκ ἔτι οὐ μὴ προσθῶ τοῦ "παρελθεῖν αὐτὸν, καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν "τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος· πολὺς ὁ πεπτωκὼς ἐν παντὶ "τόπῳ, ἐπιῤῥίψω σιωπήν." ἀλλ' ἰδοὺ, τεθέαται τὸ προηγ- γελμένον καὶ πράγμα
Twelve Prophets Habakkuk Tomos 1 opening§habakkuk-t1-open
habakkuk-t1-openHabakkuk Tomos 1.
Habakkuk Tomos 1: the just shall live by faith; theodicy toward Christ.
Greek · §habakkuk-t1-open
ΑΜΒΑΚΟΥΜ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ. ∆ΙΕΣΚΕΥΑΣΤΑΙ μὲν ἡμῖν εὖ μάλα σοφῶς καὶ εὐ- τέχνως καὶ τῆς προκειμένης προφητείας ὁ τρόπος, ἔμπλεω γεμὴν αὐτὸν οἰκονομίας ἁγιοπρεποῦς εὑρήσομεν· πρέπει γὰρ αὐτοῖς τοῖς ἁγίοις ἐπιφωνεῖν τε καὶ λέγειν "Οὐχ ὑμεῖς ἐστε "οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν "ἐν ὑμῖν." δεῖ δὲ δὴ τοῖς ἐθέλουσι νοεῖν ἀγχινοίας οὐ μικρᾶς· ἐπεί τοι τῆς προφητείας τὸν σκοπὸν διττὴν ἐν ἑαυτῷ τὴν θεωρίαν ὠδίνοντα κατίδοι τις ἂν, πνευματικήν τε ἅμα καὶ ἱστορικήν· προαφηγήσομαι δὲ χρησίμως, καὶ ὡς ἐν βραχεῖ συνενεγκὼν, τῆς προφητείας τὰ μέρη, καὶ ἐφ' ὅτῳ γέγονεν ἐρῶ. ἴοι γὰρ ἂν οὕτω τοῖς ἐντευξομένοις δι' εὐμαρείας ὁ νοῦς, καὶ οὐδὲν εὑρήσει τὸ ἄναντες. ἀσχάλλοντος τοίνυν 2.69 τοῦ Ἰσραὴλ οὐ μετρίως ἐπὶ τοῖς διὰ τῶν προφητῶν προ- απηγγελμένοις· ᾖδον γὰρ ᾖδον, ὡς ἔσται κατὰ καιροὺς αἰχμάλωτος, πεσεῖται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν, καὶ ὑπὸ ζυγὰ κείσεται τῆς ἀσυνήθους δουλείας· πειρᾶται δὴ διδάσκειν ὁ μακάριος οὗτος Ἀμβακοὺμ, ὅτι ψήφῳ δικαίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ κατὰ καιροὺς αὐτοῖς τὰ τοιάδε συμβήσεται, καὶ ἐπ' αἰτίαις εὐλόγοις. ἐκτετιμηκότες γὰρ αὐτοὶ τὴν ἔξω νόμου καὶ ἐκτοπωτάτην ζωὴν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν κατεψευσμένων ἀπονενευκότες, οὐ διαλελοίπασιν ἐφ' ἑαυτοῖς παραθήγοντες τὸν ἀκήρατον νοῦν, μέχρις ἂν αὐτοῖς εἰς τοῦτο λοιπὸν ἀθλιότητος κατέβη τὰ πράγματα. καὶ τοῦτο καθί- στησιν ἐναργὲς, τῶν ἀνοσίως βιοῦν ᾑρημένων ποιούμενος τὴν κατάῤῥησιν, καὶ τῆς ὅλης προφητείας προεισβολὴν ὥσ- περ τινὰ καὶ ὑπόθεσιν τὸ χρῆμα τιθεὶς, εἶτα Θεὸν εἰσκεκο- μικὼς ἀπειλοῦντα τοῖς καταφρονηταῖς τῶν Βαβυλωνίων τὴν ἔφοδον. ἐπειδὴ δὲ ἐχρῆν αὐτὸν οὐχὶ μόνων τῶν σκυθρωπῶν καὶ τῶν ὅτι μάλιστα καταλυπεῖν εἰωθότων προαγορευτὴν ἀναφαίνεσθαι, καὶ εἰς μέσον ἥκειν, καὶ τὰ πάντων αἴσχιστα τῶν κακῶν ὡς ἔσται κατὰ καιροὺς αὐτοῖς προαναφωνεῖν, ἀλλά τι καὶ τῶν τελούντων εἰς ἄκεσιν προαφηγεῖσθαι χρη- σίμως, καὶ τὰ δι' ὧν εἰκὸς ἦν ἀναπνεύσειν τοὺς πεπονθότας προαναφθέγγεσθαι· κατακέκραγε καὶ αὐτῆς τῆς τῶν Βαβυ- λωνίων ὠμότητος, καὶ καταφρονητὰς ὀνομάζει τοὺς καὶ αὐτὸν τὸν θεῖον κατεμπρήσαντας ναὸν, καὶ τὴν ἁγίαν δὲ πόλιν πεπορθηκότας, καὶ σκευῶν τῶν ἱερῶν ἀφειδήσαντας. "Εἰς "τί γὰρ, φησὶν, ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας, παρασιω- "πήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;" εἶτα προστέ- 2.70 θεικε καὶ μάλα σαφῶς καὶ αὐτῆς τῆς Βαβυλῶνος τὴν ἅλωσιν, καὶ τῶν πεπονθότων τὴν ἀσυνήθη δουλείαν τὴν διὰ Κύρου κατὰ καιροὺς ἐκλύτρωσιν. ἀπὸ δέ γε τῆς μερικῆς λυτρώσεως μέτεισιν ὁ 312 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. λόγος εὐφυῶς ἐπὶ τὴν καθόλου καὶ γενικωτάτην, τουτέστι, τὴν διὰ Χριστοῦ γεγενημένην ἅπασι τοῖς διὰ πίστεως ἐκλελυτρωμένοις, καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν ἀπο- τιθεμένοις, καὶ πικρὸν καὶ ἀνήμερον ἀποφυγοῦσι δεσπότην, τὸν σατανᾶν. ἔχεις ἐν τούτοις τῆς ὅλης ἡμῖν προφητείας ὡς ἐν βραχέσι συνειλεγμένον τὸν σκοπόν· ἐροῦμεν δὲ, ἀνὰ μέρος ἕκαστα διαλαμβάνοντες ὡς ἔνι. 9Τὸ λῆμμα ὃ εἶδεν Ἀμβακοὺμ ὁ Προφήτης.9 Λῆμμά φησιν ἐν τούτοις τὴν τῆς ὁράσεως, ἤτοι τῆς προγνώσεως λῆψιν, ἣν ἄν τις ἕλοι, διδόντος Θεοῦ· αὐτὸς γὰρ ὁράσεις κατὰ τὸ γεγραμμένον ἐπλήθυνε, καὶ αὐτὸς λε- λάληκε πρὸς προφήτας, προαναφαίνων αὐτοῖς διὰ τοῦ Ἁγίου Πνεύματος τὰ ἐσόμενα, καὶ ὡς ἤδη παρόντα μονονουχὶ καὶ ἐν ὄψει τιθείς. ὅτι δὲ οὐ τὰ ἀπὸ τῆς σφῶν καρδίας λαλεῖν ἐγνώκασι, διαπορθμεύουσι δὲ μᾶλλον εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ λόγους, προαναπείθει σαφῶς, Προφήτην ἑαυτὸν ὀνο- μάσας καὶ τῆς εἰς τοῦτο χάριτος ἀποφαίνων ἔμπλεω. 9Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις;9 Σκήπτεται μὲν ὁ Προφήτης τὸ τοῦ πλεονεκτουμένου πρόσ- 2.71 ωπον, καὶ ὑπομένοντος δύσοιστον τὴν ἐκ τῶν ἀδικεῖν εἰω- θότων ὕβριν τε καὶ παροινίαν· εὐτέχνως δὲ λίαν ἐπιμαρτυρεῖ τῷ Θεῷ τὴν
Habakkuk Tomos 1 rem early§habakkuk-t1-rem-early
habakkuk-t1-rem-earlyRem early: Habakkuk Tomos 1; historia and theoria toward Christ.
Greek · §habakkuk-t1-rem-early
ἐπέκεινα λόγου φιλανθρωπίαν. ἀποφαίνει μὲν γὰρ ἀνεξικακοῦντα λίαν, καίτοι μισεῖν εἰωθότα τοὺς πονηρούς. ὅτι δὲ οὐκ εὐθὺς τοῖς πταίουσιν ἐπάγει τὰς δίκας, δέδειχεν ἐναργῶς, εἰς τοῦτο σιωπῆς καὶ μακροθυμίας ἀφικέσθαι λέ- γων, ὡς δεῖσθαι λοιπὸν καὶ καταβοῆς, ὡς φορητὴν μὲν οὐκέτι ποιουμένων τινῶν τὴν καθ' ἑτέρων πλεονεξίαν, ἀχά- λινον δὲ ὥσπερ ἐπαφιέντων τοῖς ἀσθενεστέροις τὴν ὕβριν. δι' ὧν γὰρ καταβοᾷ ἀνεξικακοῦντος Θεοῦ, διὰ τούτων αὐτῶν ἐπιμαρτυρεῖ τῷ Θεῷ τὸ πέρα μέτρου φιλάνθρωπον. μέχρι γὰρ τίνος φησί Κύριε κεκράξομαι καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; καίτοι πλείστας τε ὅσας καὶ πικρὰς τοῖς ἐθέλουσι παρανομεῖν ἀπειλῶν τὰς δίκας. 9Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν;9 Τῶν ἁγίων τὸ μισοπόνηρον κἀντεῦθεν ἂν μάθοις· ἰδίους γὰρ τοὺς ἑτέρων ὀνομάζουσι πόνους. ταύτῃτοι καὶ ὁ σοφώ- τατός φησι Παῦλος "Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς "σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;" προστέταχε δὲ καὶ ἡμῖν αὐτοῖς "κλαίειν μετὰ κλαιόντων," τὸ συμπαθὲς καὶ φιλάλληλον ἁγιοπρεπὲς ὅτι μάλιστα δεικνύς· Θεὸν δέ φησιν αὐτῷ δεῖξαι κόπους τε καὶ πόνους· δῆλον δὲ ὅτι τῶν παρα- νομουμένων· ἀσέβειαν δὲ τῶν ἀδικεῖν εἰωθότων, οὐχ ὡς αὐ- τὸν αὐτῷ κατεσκευακότα τὸ παθεῖν, ἀλλ' ὡς τοῖς δεδρακόσι 2.72 μακροθυμήσαντα καὶ ἐν μακροῖς οὕτω χρόνοις, ἤγουν ὡς ἀπαλλάξαι μὲν τοῦ βίου δυνάμενον, ἵνα μὴ γένηται τῶν οὕτως ἐκτοπωτάτων καὶ θεατής. ἔθος δὲ τοῖς ἁγίοις ἐν ταῖς οὕτω πικραῖς ὀλιγοψυχίαις τὸ ἀναλῦσαι ζητεῖν, καθάπερ ἀμέλει καὶ ὁ μακάριος Ἰωνᾶς "Καὶ νῦν Κύριε λάβε, φησὶ, "τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ "ζῆν·" γράφει δὲ καὶ ὁ σοφώτατος Παῦλος ὅτι "Κρεῖττον "τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι." πόνων γὰρ ἀπόθεσις τοῖς ἁγίως ἐθέλουσι ζῆν, τὸ ἀπαλλάττεσθαι λοιπὸν τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων, καὶ οἷον δεινῆς ἀνεῖσθαι τῆς ἐνθάδε φροντίδος. 9Ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει· διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.9 Ὅτι μηδὲν ἴδιον αὐτῷ τὸ μικροψυχεῖν ἀναπεῖθον, ἀλύει δὲ μᾶλλον ὡς ἁγιός τε καὶ φιλοδίκαιος τῆς θείας ἐντολῆς ἀλογοῦντας βλέπων, οὐχὶ τοὺς τυχόντας ἁπλῶς, ἀλλὰ τοὺς ταῖς ἀνωτάταις τιμαῖς ἐκλελαμπρυσμένους, καὶ λαῶν προ- εστηκότας, καὶ εἰς τὸ τῶν δικαζόντων ἀξίωμα τεταγμένους δείκνυσιν ἐναργῶς, τὰς εἰς ὀρθότητα ψήφους παραλελύσθαι λέγων, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος "Οὐ λήψῃ "πρόσωπον ἐν κρίσει ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι." μέγα δὴ οὖν τὸ κρίνειν ἐστὶ, καὶ τῆς θείας ὑπεροχῆς τε καὶ δόξης μιμητὴς ἂν γένοιτο σοφὸς ὁ ἀδέκαστος 313 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. δικαστὴς, καὶ τὴν 2.73 ψῆφον τοῦ δικαίου παρευθύνειν οὐκ ἀνεχόμενος· ὑβριστὴς δὲ λίαν, καὶ κατ' αὐτῶν ἔρχεται τῶν θείων ἀξιωμάτων ὁ δωρο- δόκος, ἅτε δὴ τὸ κάλλος τῆς ἀληθείας παρασημαίνων, καὶ διαστρέφειν μὲν τὰ ὀρθὰ μεμελετηκὼς, λέγων δὲ "τὸ πονηρὸν "καλὸν καὶ τὸ καλὸν πονηρὸν, καὶ τὸ μὲν σκότος εἰς φῶς, "τὸ δὲ φῶς εἰς σκότος" ἀνοσίως καταλογιζόμενος. ἀπο- φαίνει δὴ οὖν ὁ Προφήτης, ὡς ἐν μιᾷ δὴ ταύτῃ τῇ παναρίστῃ καὶ λίαν εὐκλεεστάτῃ ἐντολῇ ὅλον πεπατημένον τὸν νόμον εὐθύς. ὁ γάρ τοι περὶ τὸ κράτιστον τοῦ πρέποντος διημαρ- τηκὼς, πῶς ἂν γένοιτο περὶ τὸ μεῖζον ἀσφαλής; ἑαυτὸν δὲ τῆς πλεονεξίας ὁ Προφήτης εἰσκεκόμικε μάρτυρά τε καὶ θεα- τήν. ἐπειδὴ δὲ τὸ κρίνειν φησὶν ὀρθῶς παρεώραται, ταύ- τῃτοι καὶ ὁ νόμος ἀσθενεῖ, καὶ ἡ τῶν κριμάτων ὀρθότης οὐ διεξάγεται κατὰ τό σοι δοκοῦν τῷ ∆εσπότῃ, καταδυναστεύει δὲ καὶ ὁ ἀσεβὴς τὸν δίκαιον. ἔγκλημα δὲ τοῦτο τῇ τῶν Ἰουδαίων Συναγωγῇ, καὶ διὰ φωνῆς ἑτέρων προφητῶν ἐπ- ενήνεγκται παρὰ Θεοῦ. ἔφη γὰρ ὅτι "Οἱ ἡγούμενοι αὐτῆς "μετὰ δώρων ἔκρινον·" καὶ πρὸς αὐτὴν δὲ πάλιν διὰ φω- νῆς Ἡσαΐου "Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου "μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, "κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπό- "δομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσ- "έχοντες." ἔοικε δὲ καὶ νῦν ὁ Προφήτης Ἀμβακοὺμ ἐκεῖνο βούλεσθαι πληροῦν, τὸ ἐν βιβλίῳ παροιμιῶν "Ἃ εἶδον οἱ "ὀφθαλμοί σου, λέγε·" προσαποδείκνυσι δὲ λοιπὸν ὅτι καὶ εὐλογωτάτην τῆς ἐνούσης Θεῷ γαληνότητος ἐποιήσατο τὴν καταβοὴν, ἀνεξικακοῦντος μὲν οὕτως ὡς ἂν αὐτῷ πρέποι· 2.74 Θεὸς γάρ ἐστιν ἀγαθός· πλὴν ὅσον ἧκεν εἰς νοῦν τὸν ἀνθρώ- πινον καὶ πέρα μέτρου παντὸς ποιουμένου τὸ ἀνεξίκακον. Ἐκβέβηκε δὲ καὶ ἐπὶ Χριστῷ τὸ κρῖμα διεστραμμένον, καὶ διεσκέδασται ὁ νόμος. ὃν γὰρ ἦν ἄμεινον καταγεραίρειν ὡς Θεὸν, καὶ διὰ τοῦτο θαυματουργὸν, συκοφαντοῦντες οὐ δια- λελοίπασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ ταῖς σφῶν αὐ- τῶν ἀθυροστομίαις πάντα σείοντες κάλων, οὐδὲν τῶν ἀτόπων ἐστὶν, ὃ μὴ κατειπεῖν αὐτοῦ τετολμήκασιν· ὥς ποτε μὲν ἐν Βεελζεβοὺλ αὐτὸν ἐκβάλλειν οἴεσθαι τὰ δαιμόνια, ποτὲ δὲ καὶ φιλοπότην καλεῖν καὶ δαιμονῶντα. εἶτα δέον Σωτῆρά τε καὶ Λυτρωτὴν τῶν ὅλων αὐτὸν ὀνομάζειν, ἀπεκτόνασιν ἀνοσίως, διάστροφον τὴν ψῆφον ἐπ' αὐτῷ ἐξενεγκόντες οἱ δείλαιοι, καίτοι τοῦ νόμου διηγορευκότος σαφῶς "Ἀθῷον "καὶ δίκαιον οὐκ ἀποκτενεῖς." ἐπῃτιᾶτο δὲ καὶ ἑτέρως αὐ- τοὺς ὁ Χριστὸς, ὡς ὀρθὰ καὶ δίκαια φρονεῖν οὐκ ἀνεχο- μένους, ἀλλὰ σιωπῶντας μὲν, καὶ τὸν τῆς διανοίας ὀφθαλμὸν οἱονεὶ καταμύοντας ἐφ' οἷς ἂν λέγοι Μωυσῆς, καίτοι τὸν ἐπὶ σαββάτῳ παραλύων νόμον· ἐπιθρώσκοντας δὲ, καὶ μάλα πικρῶς, ἐφ' οἷς ἂν αὐτὸς ἐργάσαιτο τῶν θεοπρεπῶν ἐν σαββάτῳ· ἔφη γὰρ οὕτως "Ἓν ἔργον ἐποίησα, καὶ πάντες "θαυμάζετε. διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περι- "τομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν, ἀλλ' ὅτι ἐκ τῶν "πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. εἰ "περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ "ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ἄνθρωπον ὅλον ὑγιῆ "ἐποίησα ἐν σαββάτῳ; μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν "δικαίαν κρίσιν κρίνετε." 2.75 9Ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε· διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται.9 Κατακεκραγότος τοῦ Προφήτου τῆς τῶν παρανόμων πλε- ονεξίας, καὶ τῆς ἐπ' αὐτοῖς ἀνεξικακίας μονονουχὶ καταιτιω- μένου τὴν μέλλησιν· μισοπόνηρον γάρ τι χρῆμα ψυχὴ δικαία καὶ φιλάρετος· τοῖς καταφρονεῖν εἰωθόσιν ὁ τῶν ὅλων Θεὸς ἐπιφθέγγεται λοιπὸν ἰδεῖν τε καὶ ἐπιβλέψαι καὶ θαύματος ἀξιοῦν τὰ ὅσαπερ ἂν θαυμάζεσθαι πρέποι. ταῦτα δὲ ἦν τὰ οἱονεί πως ἐπηρτημένα, καὶ ὅσον οὐδέπω μέλλοντα συμβήσεσθαι, καὶ ἀπευκτὴν ἔχοντα τὴν προσβολὴν καὶ κατεστυγημένην τὴν ἔφοδον, ἃ δὴ καὶ προαναθρεῖν αὐτοῖς χρησίμως προστέταχεν, οὐκ ἀνικάνως ἔχοντα πρός γε τὸ ἀφανίσαι δύνασθαι τοὺς ἐφ' οὓς ἂν ἰόντα φαίνοιτο· θαυ- μαστὰ δὲ 314 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὅτι καὶ ἀδόκητα, καὶ παρ' ἐλπίδα καὶ δύσοιστα καὶ δι' ὑπερβολὴν δεινότητος καταπλήττειν οἷά τε, τάχα δέ που καὶ ἀπιστούμενα. φιλεῖ γάρ πως ἀεὶ τὰ ἐν πολλῷ μεγέθει τῶν κακῶν ἐγγὺς εἶναι λίαν τοῦ καὶ ἀπιστεῖσθαι δεῖν, εἰ δὴ μάλιστα τοῖς
Habakkuk Tomos 1 rem mid§habakkuk-t1-rem-mid
habakkuk-t1-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §habakkuk-t1-rem-mid
οὐδαμόθεν παθεῖν ἠλπικόσιν ὁρῷτο συμβαίνοντα. τίς γὰρ ἂν ᾠήθη πώποτε τὸν ἠγαπημένον Ἰσραὴλ, τὸν πρωτότοκον ἐν τέκνοις, δι' ὃν ἀπόλωλεν Αἴ- γυπτος, ἔθνη τε μυρία πεπτώκασι, Χαναναίων καὶ Ἀμοῤ- ῥαίων, Εὐαίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων, καθικέσθαι πρὸς τοῦτο ταλαιπωρίας, ὡς ἅπασαν μὲν αὐτοῖς ἐξαναστῆναι τὴν χώραν, ἀκλεᾶ δὲ αὐτοὺς καὶ δύσοιστον ἀνατλῆναι δου- λείαν, ἐπ' ἀλλοδαπῆς ἀλητεύοντας μετὰ τὰς ἐκ τοῦ πολέμου 2.76 προσβολὰς, αἷς οὐκ ἀπόχρη πᾶς λόγος, εἰ δὴ βούλοιτό τις ἕκαστα διατρανοῦν; ἐμπρησμοί τε γὰρ γεγόνασι καὶ ἀνδρο- κτασίαι, καὶ γυναικῶν ἕλξεις, καὶ νηπίων εἰς γῆν προσ- ρήγματα, καὶ ᾗ φησὶν ὁ προφήτης Ἱερεμίας "Χεῖρες γυ- "ναικῶν οἰκτιρμόνων ἕψησαν τὰ παιδία ἑαυτῶν." πεπόρ- θηνται δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ τῶν εἰς λῆξιν κακῶν ἡκόντων τοῖς ἑλοῦσιν ἀνεπιτήδευτον ἦν οὐδέν. ἄπιστα δὴ οὖν καὶ οἷον ἀπίθανα πρὸς ἐξήγησιν δι' ὑπερβολὴν ὠμότη- τος τῆς τῶν δεδρακότων. ταύτῃτοί φησιν ἐν ταῖς ἡμέραις αὐτῶν ἔργον ἐργάσασθαι ὃ οὐ μὴ πιστεύσωσιν, εἰ δή τις αὐτοῖς ἐκδιηγεῖται τυχόν. εἰπὼν δὲ τὸ ἐν ταῖς ἡμέραις ὑμῶν, ἐφῆκε νοεῖν, ὡς οὐ μακρὸς μεταξὺ διϊππεύσει χρόνος· ἀλλ' οἷον ἀγχίθυρος καὶ εὐθὺς καὶ γείτων ὁ πόλεμος, καὶ οὐκ εἰς μακρὰν ἡ δίκη. 9∆ιότι ἰδοὺ ἐγὼ ἐξεγερῶ τοὺς Χαλδαίους τοὺς μαχητὰς τὸ ἔθνος τὸ ταχινὸν καὶ τὸ πικρὸν, τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς, τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ.9 Τί τὸ ἀπιστούμενον, εἰ δὴ λαλοῖτο διήγημα, δέδειχεν εὐθύς. ἠπείλησε γὰρ ἐπαφήσειν αὐτοῖς τοὺς Βαβυλωνίους, τὸ μάχιμόν τε καὶ ἀγριώτατον γένος, καὶ τοῖς τῶν θηρίων ἀνημέροις κατ' οὐδένα τρόπον εἰς ὠμότητα παραχωροῦν, καὶ ἐπ' ἀκράτοις ἀεὶ μανίαις κατεγνωσμένον· ταχινὸν δὲ ὠνό- μασεν, ἱππόται γὰρ ὡς ἐπίπαν· πικρὸν δὲ ὅτι δριμὺ καὶ παγχάλεπον καὶ οὐκ ἀπάνουργον εἰς τὰ τακτικὰ, στρατηγεῖν δὲ ἄριστα μεμελετηκός. ῥώμη δὲ φρονήσει συνθέουσα πρὸς 2.77 τὰς τοῦ πολέμου χρείας, ῥᾷστα ἂν οἶμαί που κατορθώσειε τὸ τοῖς πολεμοῦσι δοκοῦν, καὶ περιέσται ῥᾳδίως τῶν ἀντ- ανίστασθαι προτεθυμημένων. ἐπειδὴ δὲ ἐν ἔθει ἦν τοῖς Βαβυλωνίοις οὔτε οἴκοι μένειν ἀεὶ, οὔτε μήν σφισιν αὐτοῖς ἐπαμύνοντας τῶν ἐπιόντων αὐτοῖς ἀνακόπτειν ἐφόδους, κα- τευρύνεσθαι δὲ ὥσπερ τῆς γῆς ἁπάσης, καὶ καταδῃοῦν τὰς ἑτέρων, καὶ κλῆρον ἀεὶ ποιεῖσθαι φιλεῖν τὰ κατ' οὐδένα τρόπον αὐτοῖς ἁρμόττοντα, φησὶν ἀναγκαίως τὸ ἔθνος τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ. φιλεῖ γὰρ, ὡς ἔφην, ταῖς τῶν ἄλλων χώραις ἐπιμαίνεσθαι, ἀεί τε τὴν ἑαυτοῦ κατευρύνειν ἀρχήν. Πεπόνθασι δέ τι τοιοῦτον κυριοκτονήσαντες οἱ Ἰουδαῖοι· καίτοι γὰρ ἐξὸν νέμεσθαι τὴν ἑαυτῶν ἀνειμένως, καταθλί- βοντος οὐδενὸς, δέδονται τοῖς κεκρατηκόσι, καὶ ὑπὸ δασμοὺς καὶ τέλη γεγόνασι, καὶ ὑπὸ σκῆπτρα τέθεινται τῶν ἀεὶ κατευρυνομένων καὶ νενικηκότων ἅπασαν τὴν ὑπ' οὐρανόν. ἀποσειόμενοι γὰρ αὐτοὶ τὸ ὑπὸ Χριστῷ βασιλεύεσθαι, διαῤ- ῥήδην ἔφασαν "Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα." Ἰστέον δὲ ὅτι καὶ ἀνθρώπου ψυχὴ παρ' οὐδὲν τοὺς θείους εἰ ποιοῖτο νόμους, ὑπὸ τυράννοις πικροῖς ἔσται, τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ δουλεύσει δυνάμεσι πονηραῖς, ἀεὶ διψώσαις κληρονομεῖν τὰ οὐκ αὐτῶν σκηνώματα· Θεοῦ γὰρ ὁ ἄν- θρωπος· κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ταῖς τῶν ὁσίων ψυχαῖς ἐναυλίζεται. 9Φοβερὸς καὶ ἐπιφανής ἐστιν· ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.9 Μέτεισιν ὁ λόγος ἐπὶ τὸν τοῦ ἔθνους ἡγούμενον, τουτέστιν, 2.78 ἐπὶ τὸν τῶν Βαβυλωνίων τύραννον, τάχα που Ναβουχοδο- νόσορ, ὃς εἷλε τὴν Ἰουδαίαν, καὶ αὐτὸν δὲ τὸν θεῖον ναὸν κατεμπρήσας, αἰχμάλωτον ἀπεκόμισεν εἰς τὰ ἑαυτοῦ τὸν Ἰούδαν. αὐτὸν δὴ οὖν ἄρα φοβερὸν μὲν εἶναί φησι δι' ὠμό- τητα καὶ τὸ ἀκρατὲς εἰς ὀργὰς καὶ τὸ ἀτίθασον εἰς φρένα καὶ τὸ ἀπηχὲς εἰς δίκας, ἐπιφανῆ δὲ δὴ πάλιν, ὡς 315 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. φιλότιμον καὶ φιλόκομπον καὶ δόξης ἄπληστον ἐραστήν· ἀλαζόνες γὰρ ἀεί τε καὶ φιλοδοξότατοι λίαν οἱ τῆς Βαβυλῶνος βεβα- σιλευκότες. ἐπειδὴ δὲ τῆς εἰς πᾶν ὁτιοῦν βουλῆς, ναὶ μὴν καὶ ἐγχειρημάτων ἦρχον αὐτοὶ, τὸ δοκοῦν εὖ ἔχειν ἁπλῶς τοῖς ὑπὸ χεῖρα ἀποπεραίνεσθαι δεῖν προστάττοντες, διὰ τοῦτό φησιν Ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται· τουτέστιν, αὐτοκε- λεύστοις ὁρμαῖς ἴεται πρὸς τὸ κινοῦν, καὶ ἐκ πολλῆς ἄγαν ὀφρύος οὐκ ἂν τῆς ἑτέρων γνώμης ἀνάσχοιτο, κἂν εἰ μή τι τῶν ἐνδεχομένων γενέσθαι προστάξειεν. ὑπέροπτα γὰρ τὰ Περσῶν βουλεύματα. ἐπειδὴ δὲ ἔθος ἦν πάλιν αὐτοῖς προ- καταμαντεύεσθαι τὰς μάχας, καὶ μάγῳ τέχνῃ προαναμανθά- νειν πειρᾶσθαι τὸ ὅποι ποτ' ἂν ἐκτελευτήσῃ τὸ ἐν χερσὶν, ἔφη πάλιν, ὅτι τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. λῆμμα δὲ ὀνομάζει τὸ μάντευμα. οὐ γὰρ ἐξ ἑτέρων, φησὶν, ἐθνῶν ἢ χωρῶν μεταπέμψεται τοὺς εἰδότας τὴν μαντικήν· ἔχει δὲ μᾶλλον συμβιοτεύοντας, ψευδομένους μὲν ἀεὶ καὶ τῶν ἀλη- θῶν εἰδότας οὐδὲν, πλὴν ἀεί πως κατερεθίζοντας καὶ ὅτι νικήσει προαναφωνεῖν εἰωθότας. ἐσεμνύνετο δὲ καὶ λίαν ἐπὶ τούτῳ ἡ Βαβυλωνίων ἀρχή. καὶ γοῦν ὁ Βαλὰκ ὁ Μωαβιτῶν 2.79 βασιλεὺς, ὅτε τοὺς ἐξ Ἰσραὴλ καταρᾶσθαι ἐβουλεύετο, καὶ τῶν ἐσομένων τὴν γνῶσιν ἐζήτει, ἐκ τῆς Μεσοποταμίας μετάπεμπτον ἐποιεῖτο τὸν Βαλαάμ. ᾤετο γὰρ ὅτι δεινοί τε καὶ ἀκριβεῖς τῶν Βαβυλωνίων οἱ μάγοι, καὶ πρὸς τὸ πᾶν ὁτιοῦν δύνασθαι κατορθοῦν ἀλκιμώτατοι διά γε τῆς μάγου τέχνης. Ἐκδεξόμεθα δὲ καὶ ἑτέρως, εἰ δοκεῖ, τοῦ προκειμένου τὴν θεωρίαν. ὁρισάμενος γὰρ τὸν τῶν Βαβυλωνίων τύραν- νον, εἰρηκώς τε ὅτι φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐπήνεγκεν εὐθύς Ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. καὶ δή τι τοιοῦτον ἔξεσται νοεῖν. ἐβου- λεύσατο μὲν γὰρ ὁ τῶν ὅλων δεσπότης Θεὸς, αἰσχρῶς τε καὶ φαύλως βιοῦν ᾑρημένον κολάσαι τὸν Ἰσραήλ. τοῦτο δὴ οὖν τὸ ἐπ' αὐτῷ κρῖμα παρ' αὐτοῦ γενήσεται, φησὶ, τοῦ Βαβυλωνίου. ὅμοιον ὡς εἰ λέγοι Σκεῦος ὀργῆς ἔσται τῆς ἐμῆς, καὶ δι' αὐτοῦ σε τιμωρήσομαι, καὶ τὸ λῆμμα δὲ τὸ ἐπὶ σοὶ, τουτέστιν ἣν ἂν ἀναλάβοιμι σκέψιν καὶ βούλησιν, ἐξ αὐτοῦ πάλιν ἐξελεύσεται, τουτέστι πραχθήσεται· πρὸς πέρας γὰρ οἴσει τὰ ἐξ ἐμῆς βουλῆς καὶ σκέψεως. 9Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσι μακρόθεν, καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.9 Καταπλήττει πάλιν αὐτοὺς ταῖς τῶν δειμάτων ὑπερβολαῖς, καὶ ὅτι δεινή τε καὶ ἄθραυστος ἡ τῶν πολεμίων πληθὺς, πειρᾶται διδάσκειν· συνελαύνει δὲ πρὸς μετάγνωσιν καὶ εἰς 2.80 τὸ χρῆναι μαθεῖν, ἅπερ ἦν ἄμεινον ὁρᾶσθαι κατωρθωκότας. ὅτι τοίνυν κουφότατοι μὲν εἰς δρόμους οἱ Βαβυλώνιοι, πάν- τολμοι δὲ καὶ θρασεῖς, καὶ θηρῶν ἀγρίων διενεγκόντες οὐδὲν, καὶ τῶν ἁλίσκεσθαι δυναμένων οἱονεὶ καθιπτάμενοι, παρεγγυᾷ πάλιν, παρδάλεσι μὲν παρεικάζων τοὺς ἵππους· πηδητικὴ δὲ λίαν ἡ πάρδαλις, καὶ πολὺ δὴ λίαν εὐπετὴς εἰς τὸ κατα- θρώσκειν δύνασθαι τῶν διωκομένων· λύκοις γεμὴν τοῖς ἐξ Ἀραβίας αὐτοὺς, οὓς δή φασι μάλιστα τῶν ἄλλων ἀγριω- τέρους, καὶ ὀξεῖ δρόμῳ διάττειν τὴν καθ' ὧν ἂν ἕλοιντο ποιουμένους ὁρμήν· καὶ οὐχὶ μόνοις τοῖς λύκοις φησὶ προσ- εοικέναι, ἀλλὰ γὰρ καὶ ἀετοῖς τοῖς νεκροῖς τῶν σωμάτων καταθέουσιν ἀμελλητὶ καὶ καθιπταμένοις, ὡς ἔφην. Εὐάλωτος δὲ καὶ ὁ τῶν Ἰουδαίων γέγονε νοῦς καὶ οἷον ἱππόκροτος ἤγουν εὐκατάτροχος ἡ καρδία, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, καὶ αὐτοῖς δὲ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ πρός γε δὴ τούτοις ταῖς ἀλκιμωτάταις τῶν Ῥωμαίων προσ- βολαῖς. προσκεκρούκασι γὰρ τῷ λέγοντι "Καὶ ἐγὼ ἔσομαι "αὐτοῖς, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν "ἔσομαι ἐν μέσῳ αὐτῆς." εὐάλωτος δὲ οἶμαι πᾶς νοῦς καὶ εὐανάτρεπτος κομιδῇ τῆς ἄνωθεν εὐσθενείας τητώμενος· πᾶσα γὰρ ἡμῶν ἰσχὺς καὶ ἀσφάλ
Habakkuk Tomos 1 rem close CLOSEOUT§habakkuk-t1-rem-close
habakkuk-t1-rem-closeRem CLOSEOUT: Habakkuk Tomos 1 CLOSEOUT.
Greek · §habakkuk-t1-rem-close
εια παρὰ Θεοῦ· ποιήσομεν γὰρ ἐν αὐτῷ καὶ "δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας "ἡμᾶς," κατὰ τὸ γεγραμμένον. 9Συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας 316 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. προσώποις αὐτῶν ἐξεναντίας.9 2.81 Τοῦτο δὴ τῶν προηγγελμένων πέρας καὶ κορωνὶς τῶν κακῶν. ἥξουσι γάρ φησιν οἱ Χαλδαῖοι, ἔσονται δὲ καὶ τοιοίδε, καὶ τόδε τι δράσουσι, προσθήσουσι δὲ κἀκεῖνο, καὶ τὸ συναγόμενον ἐκ τούτων, τὸ ἄρδην τε καὶ πανοικὶ καὶ αὐ- ταῖς ὁμοῦ πόλεσί τε καὶ κώμαις ἀπολέσθαι τοὺς ἠσεβηκότας, κατ' οὐδένα τρόπον Θεοῦ κατοικτείροντος, ἀνέντος δὲ ὥσπερ εἰς ἐρήμωσιν τοὺς τοῖς αὐτοῦ νεύμασιν ἀνοσίως ἀνθεστηκότας, καὶ οἷον προσώποις ὑπαντιάζοντας, καὶ ἀναφανδὸν ἀνταν- ισταμένους καὶ ἀντεξάγοντας ἐναργῶς οἷς ἂν βούλοιτο Θεὸς τὸ ἴδιον θέλημα. Συντετέλεσται δὲ ὥσπερ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, Χριστῷ φρονοῦσα τὰ ἐναντία, καὶ μαχόμενος δόγμασι δεσποτικοῖς καὶ αὐτὸ δὴ τοῦτο ἀκρύπτως καὶ ἀναιδῶς αὐ- τῷ πρόσωπον ἀνατείνουσα, καὶ τὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν κακῶν ἐκτοπώτατα δρῶσά τε καὶ λέγουσα, καὶ μὴν καὶ αὐτῷ προσηλοῦσα τῷ ξύλῳ, καὶ συκοφαντοῦσα τὴν ἀνά- στασιν. οὐ γὰρ μόνον ἀπεκτόνασι τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, ἀλλὰ γὰρ καὶ τοῖς Πιλάτου στρατιώταις χρή- ματα δεδώκασιν, ἐγηγερμένου Χριστοῦ, ἵνα δὴ λέγοιεν, ὡς ἀνεβίω μὲν οὐδαμῶς, κεκλόφασι δὲ μᾶλλον αὐτὸν λαθόντες οἱ μαθηταί. 9Καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν· καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.9 Τῶν ἁγίων προφητῶν ἄνω τε καὶ κάτω τοῖς Ἰουδαίων δήμοις τὰ κατ' αὐτῶν ἐσόμενα προαπηγγελκότων, μονονουχὶ δὲ καὶ κατεπᾳδόντων αὐτοῖς τὰ τοιάδε τῶν κακῶν, εἰς τοῦτο 2.82 κατώλισθον ἀμαθίας αὐτοὶ καὶ ἀνοσίων σκεμμάτων, ὡς ἀνα- καίεσθαι μὲν εἰς θράσος καὶ ὀργὴν, ὀφρὺν ἐπαίροντας ὑψηλὴν, καί ποτε μὲν οἴεσθαι μάλα ῥᾳδίως τῇ σφῶν αὐτῶν πληθύϊ περιγενήσεσθαι τῶν ἐχθρῶν· ποτὲ δὲ αὖ καὶ τὰς κύκλῳ βασιλείας συλλέγοντας εἰς ἐπικουρίαν, τάχα που καὶ ἀμαχεὶ παραχωρήσειν αὐτοῖς τοῦ νικᾶν τοὺς ἐπιόντας τεθαρσήκε- σαν· καταῤῥᾳθυμήσαντες δὲ τῶν πατρῴων ἐθῶν, οὐκέτι μὲν τὴν παρὰ Θεοῦ καὶ ἄνωθεν ἐζήτουν ἐπικουρίαν, ἐρανιζόμενοι δὲ, ὡς ἔφην, τὰς τῶν ὁμόρων ἐθνῶν, καί ποτε μὲν τὰς Αἰγυπτίων, ποτὲ δὲ τὰς Σύρων, ναὶ μὴν τὰς Τυρίων ὡς ἐπ' ἀκλονήτοις εὐημερίαις ἐρείσαντες τὴν ἐλπίδα, ἁβροὶ καὶ εὔθυμοι διετέλουν. ὅτι τοίνυν εἰκαιοτάτη μὲν λίαν ἡ τοιάδε σκέψις αὐτοῖς, βαδιεῖται δὲ οὐχ οὕτω τῶν πραγμάτων αὐτοῖς ἡ ἔκβασις, ἐξηγεῖται πάλιν. ἀφικόμενος γὰρ, φησὶν, ὁ Βαβυ- λώνιος, κἂν ταῖς ψάμμοις ἰσάριθμον τὸ ἐξ Ἰσραὴλ γένος εὕροι, ἀλλ' οὖν οἴκαδε πάλιν ἐπανακομισθήσεται, δορικτήτους ἔχων τοὺς κατοικοῦντας τὴν Ἰουδαίαν, κἂν εἰ μυρίους τε ὅσους καὶ ἀλκιμωτάτους ἔχοιεν τοὺς ἐπαμύνοντας, ἀλλ' οὖν καὶ τούτων περιέσται ῥᾳδίως. ἐντρυφήσει δὲ καὶ βασιλεῦσι καὶ τύραννοι παίγνια αὐτοῦ. δεδεμένον γὰρ ἀπῴκισεν εἰς Βαβυλῶνα τὸν Ἰεχονίαν, καὶ ἑτέρους δὲ τῶν τοπαρχῶν οὐκ ὀλίγους, οἳ καὶ εἰς γέλωτα τέθειντο τοῖς ἑλοῦσιν αὐτούς. κατευμεγεθήσει δὲ οὕτω τῶν πόλεων, καὶ τῶν ἄγαν εὐτει- χεστάτων, ὡς ἐν ἀθύρματος τάξει τὴν ἅλωσιν ἑκάστης λελο- γίσθαι παρ' αὐτῷ. ποιήσεται δὲ καὶ χωμάτων ἐγέρσεις. 2.83 εἷλε δὲ οὕτω Τύρον, καίτοι πολὺ τῆς ἠπείρου πρὸς θάλασσαν νήσου δίκην ἐκτεταμένην. Εἷλε δὲ καὶ ὁ σατανᾶς τὸν Ἰσραὴλ αἰχμάλωτον ἀπειθή- σαντα τῷ Χριστῷ, καὶ τρυφὴ γεγόνασιν αὐτῷ πάντες οἱ ἡγούμενοι, καὶ τῇ τῆς ἱερωσύνης ἐπαυχοῦντες δόξῃ, οὓς καὶ τυράννους εἰπεῖν οὐκ ἀκαλλὲς οἶμαί που, διάτοι τὸ προ- εστάναι λαῶν, καὶ ἐν πολλῇ κεῖσθαι δόξῃ καὶ δυναστείᾳ τῇ κατ' αὐτῶν. ἀλλ' οὐκ ἂν ἐγένοντο παίγνια δυστροπίας δια- βολικῆς, εἰ ταῖς τοῦ Σωτῆρος ἐντολαῖς ἠκολούθουν, καὶ τὴν πίστιν τετηρήκασι, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. ἦ γὰρ ἂν ἔφη καὶ αὐτοῖς ὁ τῶν ὅλων Σωτὴρ ὁ πάντα τιθεὶς ὑπὸ πόδας ἐχθρόν "Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ "σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. 9Τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται καὶ ἐξιλάσεται.9 Ὅτι μὴ εἰς ἅπαν ἀπολεῖται τὸ γένος τὸ ἐξ Ἰσραὴλ, μήτε μὴν εἰς αἰῶνα περιοφθήσεται, ἀλλ' ἔσται τις αὐτοῖς καιρὸς εὐημερίας, καὶ λύσις τῆς ἀνηκέστου 317 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. συμφορᾶς οἴκαδέ τε ἀνακεκομισμένοις, καὶ τοῦ τῆς δουλείας ἀποῤῥαγέντος ζυγοῦ, δίδωσι νοεῖν, ὡς ἐν πνεύματος μεταβολῇ, τουτέστιν ἐν μετα- σκέψει τε καὶ ἑτεροβουλίᾳ γενήσεσθαι λέγων τὸν τῶν ὅλων ∆εσπότην. καὶ οὔτι πού φαμεν ὅτι τῆς ἤδη γεγενημένης ἐπ' αὐτοῖς καταψηφιεῖται βουλῆς, ὡς οὐκ ἂν ἐχούσης ἐφ' ἑαυτῇ τὸ εὖ γεγενῆσθαι τότε, ἐκεῖνο δὲ μᾶλλον, ὅτι τὴν ἀποχρῶσαν δίκην αἰτήσας, καὶ ἀναλόγως τοῖς πταίσμασι τὴν κόλασιν ἐπενεγκὼν, μεταχωρήσει πρὸς ἔλεον, καὶ διελεύσεται τὴν ὀργὴν, ἔσται δὲ καὶ ἵλεως τοῖς πεπονηκόσι. δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ ἐξιλάσεται. 2.84 9Αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου. οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν.9 Ἐπαγγειλαμένου Θεοῦ τὸ κατοικτειρήσειν αὐτοὺς, καὶ τῶν σκυθρωπῶν τὴν ἐπί γε τὰ ἀμείνω μετάστασιν προαπηγγελ- κότος, ἐκ περιχαρείας ὁ Προφήτης μονονουχὶ καὶ ἀνασκιρτᾷ λέγων, ὡς οὐκ ἂν ἑτέρῳ τῳ πρέποι τὸ ἀνακομίσαι τὸν Ἰσ- ραὴλ, καὶ ἀπαλλάξαι δεσμῶν καὶ δουλείας, καὶ κατελεῆσαι συντετριμμένον, πλὴν ὅτι μόνῳ Θεῷ, τῷ πάντα εὐκόλως ἰσχύοντι κατορθοῦν, καὶ καταλεαίνοντι μὲν τὸ τραχὺ, κατα- στορνῦντι δὲ ὥσπερ τὸ ὑψοῦ τε καὶ ἄναντες, ᾧπερ ἂν λέγοιτο παρὰ παντὸς ἁγίου "Πάντα δύνασαι, καὶ οὐδέν σοι ἀδυνα- "τεῖ." εἶτά φησιν ὁ Προφήτης Οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν. εἰ γὰρ καὶ ἠ- πάτηται, φησὶν, ὁ Ἰσραὴλ, καὶ πρὸς πλάνησιν παρεκομίσθη καὶ ψευδολατρείας ἀλλοκότους, ἀλλ' ἦσθα σὺ πάλιν ὁ τῶν ὅλων Θεὸς, ὁ καὶ πάλαι πταίοντας κατοικτείρων ὡς ἅγιος, καὶ ἀνωλέθρους διατηρῶν, καὶ οὐκ ἐφιεὶς εἰσάπαν ἀπολέσθαι τὸν Ἰσραήλ. οὐκοῦν οὐ μακρὰν ἐλπίδος, ὅτι καὶ σωθήσεται καὶ τὰ σκυθρωπὰ παραδραμεῖται, κατοικτείροντός γε σου, καὶ τὰ πέρα λόγου κατανύοντος. ἔχαιρον δὲ καὶ οἱ ἅγιοι, τὴν ἐν ἐσχάτοις καιροῖς τοῦ Ἰσραὴλ σωτηρίαν ἀναμανθά- νοντες, προσῆγον δὲ καὶ λιτὰς, καὶ φωνὰς ἀνῆπτον χαριστη- ρίους καὶ ᾠδάς. καὶ γοῦν ὁ μακάριος ∆αυεὶδ τὴν ἐπ' αὐτοῖς ἐσομένην ἡμερότητα προεγνωκὼς διὰ τοῦ Πνεύματος, καὶ μονονουχὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνιεμένους ὁρῶν, 2.85 ψάλλει καί φησιν "Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρε- "ψας τὴν αἰχμαλωσίαν Ἰακώβ. ἀφῆκας τὰς ἀνομίας τῷ "λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν." 9Κύριε, εἰς κρῖμα τέταχας αὐτὸν, καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ. καθαρὸς ὁ ὄφθαλμός σου τοῦ μὴ ὁρᾶν πονηρὰ καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ.9 Ἔστι μὲν ὁ λόγος τῷ Προφήτῃ πάλιν· περὶ ὅτου δὲ ἄρα φησὶν ὡς εἴη τεταγμένος εἰς κρῖμα παρὰ Θεοῦ πολὺ λίαν ἀσυμφανές ἐστι. φέρε δὴ οὖν ἀναγκαίως πολυπραγμονοῦντες τὸν νοῦν τῶν εἰρημένων, ἐκεῖνα διασκεπτώμεθα. εἰ γὰρ λέ- γοιτο μὲν περὶ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ὡς εἰς κρῖμα τέτακται παρὰ Θεοῦ, φαμὲν ὅτι τέτακται πληρώσων τὸ κατά γε τῶν ἐξ Ἰσραὴλ ἐκβεβηκὸς ἄνωθεν κρῖμα, τουτέστι τὴν πόρθησ
Twelve Prophets Habakkuk Tomos 2 opening§habakkuk-t2-open
habakkuk-t2-openHabakkuk Tomos 2.
Habakkuk Tomos 2: prophet’s prayer-ode; joy in God CLOSEOUT.
Greek · §habakkuk-t2-open
ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ. Προσευχὴ Ἀμβακοὺμ τοῦ Προφήτου μετ' ὠδῆς. ∆ιαπεράνας εὖ μάλα τὸν ἐπὶ τῇ Βαβυλῶνι λόγον, καὶ ὅτι πικρὰς ἀποτιοῦσι δίκας οἱ καταδῃώσαντες μὲν τὴν ἁγίαν πόλιν, ἀποκομίσαντες δὲ τὸν Ἰσραὴλ αἰχμάλωτον διαρκέ- στατα προαναπεφωνηκὼς, εὐαφόρμως ἔρχεται πρὸς τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ ὡς ἐκ λυτρώσεως τῆς γεγενημένης ἐφ' ἑνὸς ἔθνους καὶ μερικῶς, παρακομίζει τὸν λόγον εἰς τὴν κατὰ πάντων καὶ γενικωτάτην, ὑφ' ἧς σέσωσται μὲν τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, σέσωσται δὲ οὐδὲν ἧττον ἡ σύμ- πασα γῆ. Κῦρος μὲν γὰρ ὁ Καμβύσου τῆς αἰχμαλωσίας ἀνῆκε τὸν Ἰσραὴλ, τὴν ἀλαζόνα καὶ θεομισῆ βασιλείαν καθελὼν, φημὶ δὲ δὴ τὴν Χαλδαίων. ἐξεικονισμὸς δὲ ἄρα καὶ ὑποτύπωσις τὸ δρώμενον ἦν τῶν διὰ Χριστοῦ κατωρ- θωμένων· ὃς πᾶσαν τὴν ἀνθρωπότητα δορίληπτον ὥσπερ εὑρὼν, καὶ ὑπὸ χεῖρα κάμνουσαν τὴν τυραννικήν· βεβασί- λευκε γὰρ ὥσπερ ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ σατανᾶς· ἀπ- 2.118 έφηνε μὲν ἐλευθέρους δεσμῶν τε καὶ πόνων, καὶ αὐτῆς δὲ τῆς ἐκτόπου δουλείας ἀνεὶς, ἀνεκόμισεν ὥσπερ εἰς τὴν ἁγίαν πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλήμ. γεγόναμεν γὰρ, κατὰ τὸ γεγραμμένον, "συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ "Θεοῦ" καὶ πατρίδα λοιπὸν ἐπεγραψάμεθα τὸν οὐρανόν. κατατεθηπὼς δὴ οὖν ὁ Προφήτης τοῦ μυστηρίου τὴν δύνα- μιν, καὶ τὴν ἄφραστόν τε καὶ θεοπρεπῆ τῆς μετὰ σαρκὸς ἐπιδημίας τοῦ Μονογενοῦς οἰκονομίαν ὑπεραγάμενος, ποιεῖται τὴν προσευχὴν, ὡς ἐν ᾠδῆς τρόπῳ, κατ' ἐκεῖνό που πάντως τὸ διὰ φωνῆς τοῦ ∆αυείδ "Ἡ γλῶσσά μου μελετήσει τὴν "δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου." 9Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.9 Νοοῖτο δ' ἂν ὁ λόγος καὶ πρὸς αὐτὸν, εἴπερ ἕλοιτό τις, γεγονὼς τὸν τῶν ὅλων Πατέρα καὶ Θεὸν, ὡς ἀποκαλύπτοντα τὸν Υἱὸν, ἀκοήν τε τὴν περὶ αὐτοῦ διατρανοῦντα διὰ τοῦ Πνεύματος· ἢ καὶ πρὸς αὐτὸν εἰκότως τὸν ἐνανθρωπήσαντα Λόγον. καὶ εἰ μέν τις λέγοι πρὸς τὸν Πατέρα γενέσθαι τυχὸν, τοιόνδε τι συνήσομεν Ὦ τῶν ὅλων ∆έσποτα, φησὶ, τὴν δοθεῖσαν ἀποκάλυψιν, ἤγουν ἀκοὴν τὴν περὶ τοῦ σοῦ γεννήματος κατατέθηπά τοι· φρικτὰ γάρ ἐστι, καὶ πέρα λόγου τὰ διηγήματα, καὶ τῆς οἰκονομίας ὁ τρόπος παντὸς ἂν εἴη λοιπὸν ἐπέκεινα νοῦ· εἰ δὲ δὴ λεπτὸν ἐνιεὶς τῆς καρδίας τὸν ὀφθαλμὸν τὴν τῶν σῶν ἔργων καταθρήσαιμι δύναμιν, ἔκ- στασις ἔσται τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. βλέποντος δὲ τοῦ λόγου πρὸς τὸν Υἱὸν, οὐδὲν ἧττον προσβαλοῦμεν κατὰ τοιόνδε τινὰ τρόπον Ὦ Κύριε καὶ κατάρχων τῶν ὅλων, 2.119 κἂν εἰ καὶ γένονας σὰρξ, τὴν περὶ σοῦ δεξάμενος ἀκοὴν, ἤγουν ἄκουσμά τε καὶ ἀποκάλυψιν, εἰς δέος ἐμπέπτωκα. καταπέπληγμαι δὲ, καὶ σφόδρα εἰκότως, τὴν τοῦ πράγμα- τος ὑπερβολήν. μανθάνω γὰρ, ὅτι ἐν μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν ὁτιοῦν ὑπάρχων τῷ γεγεννηκότι, σαυτὸν μὲν καθήσεις εἰς ἑκούσιον κένωσιν, γενήσῃ δὲ καθ' ἡμᾶς ἄνθρω- πος ἐκ γυναικὸς, καὶ τὴν τῆς δουλείας ἀνατλήσῃ μορφὴν, καὶ Θεὸν μεθ' ἡμῶν ἐπιγράψῃ τὸν σεαυτοῦ Πατέρα, ὑπήκοος δὲ γενήσῃ, καὶ "μέχρι θανάτου, θανάτου δὲ σταυροῦ." εἰσα- κήκοα τοίνυν τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. εὐηγγελίσω γὰρ τυφλοῖς ἀνάβλεψιν, ἐκή- ρυξας αἰχμαλώτοις ἄφεσιν, ἰάσω τοὺς συντετριμμένους τὴν 330 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καρδίαν, ἐπέστρεψας τὸ πλανώμενον, κατέδησας τὸ συντε- τριμμένον, φῶς γέγονας τοῖς ἐν σκότει, θύρα καὶ ὁδὸς εἰς ζωὴν καὶ ἁγιασμὸν, γέγονας εἰρήνη, συνείρων διὰ τῆς πίστεως εἰς ἕνα λαὸν τούς τε ἐκ περιτομῆς, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν, γέγονας "λίθος ἀκρογωνιαῖος, ἐκλεκτὸς, ἔντιμος·" κατεκτήσω τὴν οἰκουμένην τῷ Θεῷ καὶ Πατρὶ, ἠλευθέρωσας ἁμαρτιῶν τοὺς ἐξ ἀσθενείας ἑαλωκότας, ἐξείλου χειρὸς διαβολικῆς, τῇ τῆς υἱοθεσίας χάριτι κατελαμπρύνθη τὸ δοῦλον, οὐρανοῦ πολίτης ὁ ἐκ γῆς γέγονεν ἄνθρωπος· ἀξιάκουστον δὲ πρὸς τούτοις κἀκεῖνο, οἶμαί
Habakkuk Tomos 2 rem early§habakkuk-t2-rem-early
habakkuk-t2-rem-earlyRem early: Habakkuk Tomos 2; historia and theoria toward Christ.
Greek · §habakkuk-t2-rem-early
που· ὁ γὰρ πάντα ζωογονῶν, ὑπο- μεμένηκας μεθ' ἡμῶν τὸν τῆς σαρκὸς θάνατον. πλὴν γέ- γονας "πρωτότοκος ἐκ νεκρῶν," καὶ ἀπαρχὴ τῶν κεκοιμη- μένων, καὶ πρωτόλειον ἀνθρωπότητος ἀνακομισθείσης εἰς ἀφθαρσίαν. ἀνεβίως γὰρ ὡς Θεὸς, τὸ σκληρὸν καὶ δυσάν- τητον πατήσας θηρίον, τουτέστι τὸν θάνατον, παρέλυσας 2.120 τῆς ἀρχαίας ἀρᾶς ἐκείνης τὴν δύναμιν. πέπαυται δὲ ἐν σοί τε καὶ διὰ σοῦ τό "Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ," καθ' ἡμῶν εἰρημένον. 9Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ.9 Κατὰ διαφόρους τρόπους ἡρμήνευται τοῦτό τισι. καὶ ὁ μὲν ἔφη, δύο κεκλῆσθαι ζῷα τὸ Πνεῦμα καὶ τὸν Υἱὸν, ὧν καὶ ἐν μέσῳ γινώσκεσθαι τὸν Θεὸν καὶ Πατέρα. ἀμαθὲς δὲ οἶμαι τὸ τῇδε νοεῖν, καὶ πολὺ τὸ εὔηθες ἔχον. τίς γὰρ ὁ φάναι τολμῶν, ὅτι ζῷόν ἐστιν ἡ ζωὴ, τουτέστιν, ὁ Υἱὸς ἤτοι τὸ Πνεῦμα τὸ Ἅγιον; ζωὴ γὰρ μᾶλλον τὸ ζωοποιοῦν, ζῷον δὲ δὴ τὸ τῆς παρ' ἑτέρου μετέχον ζωῆς. ἄτοπον δὲ καὶ ἑτέρως μέσον ὥσπερ ἀμφοῖν νοεῖσθαι τὸν Πατέρα, ὅς γε καὶ πρῶτος ὀνομάζεται κατά γε τὴν σύνταξιν τῆς ὁμολογίας τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος. καὶ οὐ δήπου φαμὲν, ὡς προτεταγμένος κατὰ τὴν κλήσιν τοῦ τε Υἱοῦ καὶ τοῦ Πνεύματος, προὐφέστηκεν αὐτῶν· λῆρος γὰρ τοῦτο καὶ ψευδοέπεια· διακείμεθα δὲ μᾶλλον καὶ πεπιστεύκαμεν, ὅτι καὶ συναΐδιον ἔχει τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, καὶ ἦν, ὅ ἐστιν, οὐ δίχα τοῦ ἰδίου Πνεύματος, ἀλλ' ἅμα τε Θεὸς νοεῖται ὁ Πατὴρ, καὶ συνεισβέβηκεν εὐθὺς ἡ ὕπαρξις τοῦ δι' ὅν ἐστι Πατὴρ, καὶ αὐτὸ δὲ τὸ θεῖον αὐτοῦ καὶ ἅγιον Πνεῦμα. ἐπειδὴ δὲ πηγή τις ὥσπερ ἐστὶ τοῦ ἰδίου γεννή- ματος, οἰκονομικῶς προωνόμασται. ὅπως οὖν ἔσται μέσος Υἱοῦ καὶ Πνεύματος, ἐννοεῖν οὐκ ἔχω. ἀλλ' ἐροῦσιν ἴσως, κατά γε τὸ εἰκὸς, ὡς ἐν τόπῳ χρῆναι νοεῖσθαι τὸ μέσον. 2.121 ἀλλὰ καὶ τοῦτο ἄτοπον. οὐ γὰρ ἐν τόπῳ τὸ θεῖον, ὅτι μήτε ἐν ποσῷ, μήτε μὴν κατὰ σῶμά ἐστιν. Ἕτεροι δὲ αὖ δύο ζῷα εἰρήκασι, τήν τε νέαν καὶ τὴν παλαιὰν διαθήκην, ὧν ἐν μέσῳ γινώσκεται ὁ Χριστός. ἐν δὲ τοῖς τοιούτοις θεωρήμασιν οἶμον ἴτω τις, ἣν ἂν βούλοιτο καθ' ἑαυτόν· ἡμεῖς δὲ ἅπαξ τὸν λόγον εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον περιτρέποντες, νομικὴν ποιησόμεθα τὴν τῶν νοη- μάτων ἀφήγησιν. γέγονε τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἱλαστήριον διὰ τῆς πίστεως· ἐδόκει γὰρ ὧδε φρο- νεῖν τε καὶ λέγειν καὶ τῷ θεσπεσίῳ Παύλῳ· ἀπηλλάγμεθα γὰρ δι' αὐτοῦ παντὸς αἰτιάματος, ἵλεώ τε καὶ εὐάντητον ἐσχήκαμεν τὸν Πατέρα. καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης "Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. "καὶ ἐάν τις δὲ ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πα- "τέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι "περὶ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, "ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου." ἐπειδὴ δὲ ἦσαν τύποι τῶν ἐσομένων κατὰ ἀλήθειαν τὰ πάλαι δι' αἰνιγμάτων ἀνα- τυπούμενα, φέρε τι λέγωμεν τὸν ἐν τῇ ἁγίᾳ σκηνῇ γεγονότα παρὰ τοῦ Πατρὸς ἱλαστήριον δεικνύοντες τὸν Υἱόν. προσ- τέταχε τοίνυν ὁ τῶν ὅλων Θεὸς κιβωτὸν γενέσθαι καὶ λυχνίαν, καὶ μέντοι καὶ τράπεζαν ἐν τῇ ἁγίᾳ σκηνῇ· εἶτα πρὸς τούτοις ἱλαστήριον ἐκ χρυσοῦ καὶ πορφύρας καὶ βύσ- σου κεκλωσμένης καὶ κοκκίνου διανενησμένου, καὶ τοῦτο ἐπὶ τεσσάρων αἰρόμενον στύλων ἐπεκρέματο τῇ ἁγίᾳ κιβωτῷ· εἶτα δύο Χερουβὶμ εἰς δέξιόν τε καὶ εὐώνυμον ἐκ χρυσοῦ 2.122 πεποιημένα περιειστήκει τὸ ἱλαστήριον, τὰ πρόσωπα πρὸς αὐτὸ συντείνοντα. αἴνιγμα δὲ ἦν τὸ χρῆμα πάλιν μυστηρίου τοῦ κατὰ Χριστόν. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, καίτοι Θεὸς καὶ Κύριος τῶν ὅλων ὑπάρχων, ὡς ἐκ Θεοῦ καὶ Πατρὸς 331 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πεφηνὼς κατὰ φύσιν. ἀλλ' εἰ καὶ γέγονε σὰρξ, καὶ τέθειται παρὰ τοῦ Πατρὸς ἱλαστήριον, οὐκ ἀποβέβληκεν ὅπερ ἦν, τουτέστι, τὸ εἶναι Θεός· ἀλλ' ἔστι καὶ οὕτως ἐν ἐξουσίᾳ καὶ δόξῃ τῇ θεοπρεπεῖ, καὶ πάλιν αὐτὸν περιεστᾶσιν αἱ ἄνω δυνάμεις, τὰς αὐταῖς συντεταγμένας ἀποπεραίνουσαι λειτουργίας. ταύτῃτοι τὰ Χερουβὶμ περιεστᾶσι τὸ ἱλαστή- ριον, καὶ πρὸς αὐτὸ βλέπουσι διὰ παντός. ἔθος γὰρ ταῖς ἄνω δυνάμεσιν, ἁγίαις οὔσαις καὶ πανάγνοις, ἀεὶ κατασκέπτεσθαι τὰ Θεοῦ, καὶ εἰς αὐτὸν βλέπειν, καὶ εἰς τὰ αὐτῷ δοκοῦντα καὶ φίλα τετράφθαι διὰ παντός. γνωσθήσῃ δὴ οὖν, ὦ ∆έσ- ποτα, φησὶ, τίς ἔσῃ, καθ' ἡμᾶς γεγονώς· ὅτι γὰρ ἱλαστήριον, ὡς ἐκ παραδείγματος τοῦ ἐν τῇ ἁγίᾳ σκηνῇ, γνωσθήσῃ σαφῶς. ἕστηκας γὰρ ἐν μέσῳ δύο ζῴων, τουτέστι, τῶν Χερουβὶμ, καὶ ὄνομά σοι, τὸ ἱλαστήριον. καὶ ἀληθὴς ὁ λόγος· ὡς γὰρ αὐτός φησιν ὁ Χριστός "Οὐκ ἀπέστειλεν ὁ Πατὴρ "τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον· ἀλλ' ἵνα "σωθῇ ὁ κόσμος δι' αὐτοῦ." 9Ἐν τῷ ἐγγίζειν τὰ ἔτη, ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ.9 Προκεχρησμῴδηκε μὲν ὁ νόμος τὸ Χριστοῦ μυστήριον· καὶ μὴν καὶ ὁ τῶν ἁγίων προφητῶν προανεκεκράγει χορός· 2.123 συμβάλλοντες δὲ χρησίμως τοῖς πάλαι περὶ αὐτοῦ γεγραμ- μένοις τὰ ἐν καιρῷ τῆς ἐπιδημίας συμβεβηκότα τε καὶ κατωρ- θωμένα, βεβαιοτέρους ἡμᾶς εἰς τὴν ἐπ' αὐτῷ πίστιν προκα- θιστᾶσιν οἱ μυσταγωγοὶ ποικίλως, καὶ αὐτοὺς δὲ πλειστάκις εὑρήσομεν τὸν οἰκεῖον ἐντεῦθεν ἐμπεδοῦντας νοῦν· ὁποῖον ἐστὶν ἐκεῖνο τὸ διὰ φωνῆς εὐαγγελιστῶν. ἐκβέβληκε μὲν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τοὺς βόας, καὶ τὰς τραπέζας ἀνέτρεψε τῶν κολλυβιστῶν, "Καὶ ποιήσας φραγέλλιον "ἐκ σχοινίων πάντας ἐξέβαλε, λέγων Μὴ ποιεῖτε τὸν οἶκον "τοῦ Πατρός μου οἶκον ἐμπορίου·" καὶ τί τὸ ἐντεῦθεν; "̓Εμνήσθησαν, φησὶν, οἱ μαθηταὶ αὐτοῦ, ὅτι ἦν γεγραμ- "μένον Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με." οἰηθέντι δέ ποτε τῷ Ἰωσὴφ τὴν μνηστευθεῖσαν αὐτῷ διεφθάρθαι παρ- θένον, ἐθέλοντί τε λάθρα ἀπολῦσαι αὐτὴν, "Ὤφθη, φησὶν, "ἄγγελος Κυρίου κατ' ὄναρ λέγων Ἰωσὴφ υἱὸς ∆αυεὶδ, μὴ "φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ "ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν Ἁγίου. τέξεται δὲ "υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ "σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ." εἶτα λόγιον ἱερὸν παρεκόμιζε πρὸς πληροφορίαν· ἔφη γὰρ πάλιν ὡδί "Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ "τοῦ προφήτου λέγοντος Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει "καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ- "μανουήλ." εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν Ἐμμανουὴλ ἐκ τῶν τοῖς προφήταις προεπηγγελμένων τὴν ἐφ' ἑαυτῷ κρατύνοντα πίστιν, ἀξιοῦντά τε δι' αὐτῶν ἤδη τῶν πραγμάτων ἐπιγινώ- 2.124 σκεσθαι, καὶ τοῖς ἤδη προειρημένοις τὴν τῶν ἀποτελεσμάτων συμφέροντας ἔκβασιν, ἐνδοιάζειν οὐδαμῶς ὡς αὐτὸς εἴη λοιπὸν, ὁ διὰ νόμου καὶ προφητῶν προκεκηρυγμένος. ἧκον μὲν γὰρ πρὸς αὐτόν τινες τῶν Ἰωάννου μαθητῶν, φιλοπευ- στοῦντες καὶ λέγοντες "Ἰωάννης ὁ Βαπτιστὴς ἀπέστειλεν "ἡμᾶς λέγων Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;" ὁ δὲ, καίτοι λέγειν ἐξόν Ἐγὼ καὶ οὐχ ἕτερος, ἐπὶ τὴν ἀρχαίαν αὐτοὺς ἀναπείθει προάγγελσιν ἀναφοιτῆσαι λέγων "Πορευ- "θέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ "ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ "κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελί- "ζονται, καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν "ἐμοί." ἀτρεκὲς οὖν ὅτι, καθά φησιν ὁ Προφήτης, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, καὶ ὅτι κατὰ καιροὺς τοὺς πάλαι προωρισμένους ὡς ἐν θελήσει τε καὶ βουλῇ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀνεδείχθη Χριστός. ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς ἐπέφανεν ἡμῖν, ἐπεγνώσθη τε καὶ ὡμολόγηται, καθά- περ ἀμέλει καὶ πρό γε τῶν ἄλλων ὁ Ναθαναὴλ ἀνακεκράγει λέγων "Ῥαββὶ σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ "̓Ισραήλ." ἐπεγνώσθη δὴ οὖν ἐν τῷ ἐγγίζειν τὰ ἔτη, του- τέστιν, ὡς ἐν τῷ καιρῷ τῆς μετὰ σαρκὸς οἰκονομίας. ἐπεγ- νώσθη τε παρά τε
Habakkuk Tomos 2 rem mid§habakkuk-t2-rem-mid
habakkuk-t2-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §habakkuk-t2-rem-mid
332 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἁγίων καὶ ἁπάσης ἤδη λοιπὸν τῆς ὑπ' οὐρανόν. ἐγνώκαμεν γὰρ τὸν ἐν μέσῳ δύο ζῴων, ἱλαστή- ριον ὡς ἐν αἰνίγμασι νομικοῖς προανατυπούμενον, τουτέστι, Χριστόν. 9 Ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ.9 2.125 Προσκέκρουκεν ἡ ἀνθρώπου φύσις τῷ ∆ημιουργῷ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὃς ὀλίγου παντελῶς ἠξίωσε λό- γου τὴν δοθεῖσαν ἐντολήν. τοιγάρτοι καὶ τεταράγμεθα καὶ διολώλαμεν, ἀρᾷ καὶ δίκῃ περιπεσόντες οἱ δείλαιοι, καὶ θανάτῳ κεκρατήμεθα παροργισθέντος Θεοῦ· ἤκουε γὰρ ὁ προπάτωρ Ἀδὰμ, ὡς ῥίζα τοῦ γένους "Γῆ εἶ, καὶ εἰς γῆν "ἀπελεύσῃ." πλὴν οὐ μέχρι παντὸς περιεῖδεν ἡμᾶς ὁ ∆η- μιουργὸς, ἀλλὰ κατηλέησεν ὡς Θεός. εἰ γὰρ καὶ "Κατέπιεν "ὁ θάνατος ἰσχύσας" κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ἀλλὰ "πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· "τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς." κατήρ- γηται γὰρ ἐν Χριστῷ τοῦ θανάτου τὸ κράτος, ἀνῃρημένης τῆς ἁμαρτίας, ἐφ' ᾗ καὶ ὠνειδίσμεθα· "Κύριος γὰρ ἐμνήσθη "ἡμῶν, καὶ ἠλέησεν ἡμᾶς," καθὰ καὶ ὁ θεσπέσιος ἀνα- μέλπει ∆αυείδ. ἀνεκόμισε γὰρ ἡμᾶς εἰς ἀφθαρσίαν καὶ ζωὴν, καίτοι τεταραγμένους, καθάπερ ἔφην ἀρτίως, ἀπόγε τῆς θείας ὀργῆς, ὡς καὶ ἐν ἐκλείψει γενέσθαι τοῦ Πνεύ- ματος, τουτέστιν, ἐν ἀποθέσει τε καὶ ἀποβολῇ τῆς ψυχῆς· πράττεται γὰρ οὕτως ἐν ἡμῖν ὁ θάνατος. ὅτι δὲ καταδεδικάσ- μεθα μὲν τῷ θανάτῳ προσκεκρουκότες Θεῷ, σεσώσμεθα δὲ πάλιν ἠλεημένοι, πιστώσεται λέγων ὁ μακάριος ∆αυεὶδ πρὸς τὸν τῶν ὅλων ∆ημιουργόν "Ἀποστρέψαντος δὲ σοῦ τὸ πρό- "σωπον ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψου- "σιν. ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ "ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." πεπονθότες μὲν γὰρ τὴν ἀποστροφὴν διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὑπεστρέψαμεν εἰς τὸν χοῦν ἐξ οὗπερ καὶ γεγόναμεν. ἐπειδὴ δὲ πάλιν ἐν Χριστῷ καὶ διὰ Χριστοῦ τὸ θεῖον πεπλουτήκαμεν Πνεῦμα, 2.126 τῆς αὐτοῦ φύσεως γεγονότες μέτοχοι, κατὰ τὰς γραφὰς, ἀνεστοιχειώμεθα πρὸς τὸ ἐν ἀρχαῖς, καὶ κεκαινουργήμεθα καὶ σεσώσμεθα. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ αὐτὸς ἡμῖν ὁ θεῖος γέγραφε Παῦλος, ὅτι πάντα τὰ "ἐν Χριστῷ καινὴ κτίσις, "καὶ τὰ ἀρχαῖα παρῆλθε, ἰδοὺ γέγονε τὰ πάντα καινά." οὐκοῦν τεταράγμεθα μὲν ἐξ ἀρχῆς, τὰ ἐκ τῆς θείας ἀνα- τλάντες ὀργῆς. ἐπειδὴ δὲ ἐγγιζόντων τῶν ἐτῶν ἐπεγνώσθη Χριστὸς, ἀνεδείχθη δὲ κατὰ τοὺς πάλαι προωρισμένους και- ροὺς, ἐμνήσθη λοιπὸν ἐλέους. δεδικαιώμεθα γὰρ οὐ "ἐξ "ἔργων νόμου," κατὰ τὰς γραφὰς, ἀλλ' οὐδὲ "ἐξ ἔργων τῶν "ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ "αὐτοῦ ἔλεος." 9Ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατα- σκίου δασέως.9 ∆ιττὴν ἔχει θεωρίαν τῶν προκειμένων ὁ νοῦς, καὶ δὴ ἐροῦμεν τὰ ἐπ' αὐτοῖς ὡς ἔνι· ἑρμηνεύεται γὰρ Θαιμὰν ὁ νότος· ἔστι δὲ νοτιωτάτη λίαν ἡ ἔρημος Φαρὰν, οὗ καὶ ὁ Χωρὴβ ὄρος εἶναι λέγεται, ἔνθα παρέστησεν ὁ Μωυσῆς τῷ Θεῷ τοὺς ἐξ Ἰσραὴλ τῶν πρακτέων τοὺς ὁριστὰς ὁρίζοντι νόμους. οὐκοῦν μίαν μὲν τοῖς προκειμένοις ἐφαρμόζοντες ἔννοιαν, ἐκεῖνό φαμεν· ἥξει φησὶν ὁ Θεὸς ἐκ Θαιμὰν, ἐξ ὄρους Φαρὰν ἤτοι Χωρὴβ, τουτέστιν, ὁ πάλαι κατὰ τὴν νοτιωτάτην ἔρημον ἐν τῷ ὄρει Χωρὴβ ὀφθεὶς τοῖς πατράσιν ἐν εἴδει πυρὸς, αὐτὸς ὁ πάλαι λαλήσας τὸν νόμον, ἥξει, καὶ μετὰ σαρκὸς ὀφθήσεται καθ' ἡμᾶς, ἐν τάξει προφήτου καὶ μεσί- 2.127 του· καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μωυσῆς, πρὸς ὃν εἴρηται παρὰ Θεοῦ "Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν "ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς "τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν "ἐντείλωμαι αὐτῷ." εἰ δὲ δὴ βούλοιτό τις τοῖς γεγραμ- μένοις προσβαλεῖν καὶ καθ' ἕτερον τρόπον, ἔστι καὶ οὕτως. Θαιμὰν, ὡς ἔφην, τὴν νοτιωτάτην ἔρημον ἀπεκάλουν. φασὶ τοιγαροῦν ἐν τοῖς ὅτι μάλιστα νοτιωτάτοις τῆς Ἰουδαίας μέρεσι κεῖσθαι τὴν Βηθλεὲμ, ἐν ᾗ ὁ Χριστὸς γεγέννηται· εἴρηται γάρ που πρὸς αὐτὴν διὰ φωνῆς προφήτου "Καὶ σὺ "Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν "χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὃς ποι- "μανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ." οὐκοῦν ὁ Θεὸς ἐκ 333 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Θαιμὰν ἥξει, τουτέστιν, ἐκ Βηθλεὲμ τῆς πρὸς νότον. ὁ γὰρ φύσει τε καὶ ἀληθῶς Θεὸς ὁ Μονογενὴς τοῦ Πατρὸς Λόγος καθ' ἡμᾶς γεγονὼς, γεγέννηται διὰ γυναικὸς ἐν τῇ Βηθλεέμ. ἐπειδὴ δὲ ἔθος τῇ θείᾳ γραφῇ, τοῖς τῶν ὀρέων περιφανεστέροις ἔσθ' ὅτε τὴν τῶν Ἰουδαίων παρεικάζειν Συναγωγὴν, διάτοι τὸ πλείστοις τε ὅσοις καὶ εὐκλεεστάτοις ἀνδράσιν ὁρᾶσθαι κατάκομον, ταύτῃτοι καὶ νῦν τῷ ὄρει Φαρὰν ἐξομοιοῖ, λέγων, ὡς ἐξ ὄρους ἥξει κατασκίου δασέος· κατάσκιον δὲ καὶ δασὺ τὸ ὄρος φησὶ διὰ τοὺς πατέρας ἐξ ὧν γενεαλογεῖται Χριστός. ἔστι γοῦν ἀκοῦσαι σαφῶς τοῦ μὲν μακαρίου Λουκᾶ τὸν τῆς γενεαλογίας ἐκλογισμὸν ἀναφέροντος ἐξ Ἰωσὴφ ἐπὶ τὸν Ἀδὰμ, Ματθαίου γεμὴν ἐκ ∆αυείδ τε καὶ Ἁβραὰμ κατα-κομίζοντος πάλιν στοιχηδὸν, ὡς ἔφην, ἐπὶ τὸν Ἰωσήφ. ὄρος 2.128 οὖν δασὺ καὶ κατάσκιον ἡ Συναγωγὴ, πολλοὺς ἐνεγκοῦσα κατὰ καιρὸν τοὺς ἐξ ὧν ἀνέφυ Χριστός. ὅτι γάρ ἐστιν ἐξ Ἰουδαίων, πῶς ἔστιν ἀμφιβάλλειν; γεγέννηται γὰρ ἐξ αἵ- ματος Ἁβραὰμ καὶ ∆αυεὶδ, κατά γε τὴν σάρκα φημὶ, καὶ αὐτὸς δέ που φησὶ περὶ ἑαυτοῦ "Ὅτι ἡ σωτηρία ἐκ τῶν "̓Ιουδαίων ἐστίν." 9Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.9 Γέγονε μὲν γὰρ ἱλαστήριον διὰ πίστεως τοῖς ἐπὶ τῆς γῆς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ὅτε πέφηνε καθ' ἡμᾶς καὶ ἐν δούλου μορφῇ, τουτέστιν, ἄνθρωπος. ἔδοξε δέ πως ταύτης ἕνεκα τῆς αἰτίας καὶ αὐτῶν μειονεκτεῖσθαι τῶν ἁγίων ἀγ- γέλων, καὶ τῆς ἐκείνων εὐκλείας ἰέναι κατόπιν· ἀλλ' ἦν ἀνωτάτω πάλιν ὡς Θεός. καὶ πιστώσεται λέγων ὁ σοφώ- τατος Παῦλος "Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττω- "μένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ "καὶ τιμῇ ἐστεφανωμένον." ἐπειδὴ γὰρ γέγονεν "ὑπήκοος "μέχρι θανάτου, θανάτου δὲ σταυροῦ" ταύτῃτοι· καθὰ γέγραφε πάλιν ὁ αὐτός· "ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ "ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ "ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων "καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι "Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." ἀλη- θεύσει δὴ οὖν ὁ Προφήτης λέγων Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. οἱ μὲν γὰρ τὴν ἁγίαν οἰκοῦντες πόλιν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτώμενοι, 2.129 "Πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελ- "λόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν·" ὁ δὲ τοῖς τῆς θεότητος ἐνίδρυται θώκοις· καὶ οὐδενὶ μὲν ἐκείνων εἴρηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός "Υἱός μου εἶ σὺ," τὸν δὲ καὶ Υἱὸν ὁμολογεῖ καὶ ἀγαπητὸν ὀνομάζει, καὶ σύνεδρον ἔχει συνυμνούμενόν τε καὶ συμπροσκυνούμενον. ἔφη γὰρ πάλιν ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ "Ὅταν δὲ πάλιν "εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ "προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ." οὐκοῦν κἂν εἰ γέγονεν ἱλαστήριον κατηγμένος εἰς ἀνθρωπότητα δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ ὑπὲρ πᾶ- σαν κτίσιν, ὁρατὴν δὴ λέγω καὶ ἀόρατον. καλύπτει γὰρ οὕτως οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔσται δὲ πλήρης καὶ ἡ γῆ τῆς αἰνέσεως αὐτοῦ. τοῦτο καὶ αὐτὰ διακέκραγεν ἐναργῶς τὰ ἅγια Σεραφὶμ, τὸν θεῖον αὐτοῦ περιεστῶτα θρόνον, καὶ ταῖς εὐφημίαις ὡς Κύρ
Habakkuk Tomos 2 rem close CLOSEOUT§habakkuk-t2-rem-close
habakkuk-t2-rem-closeRem CLOSEOUT: Habakkuk Tomos 2 CLOSEOUT.
Greek · §habakkuk-t2-rem-close
ιον Σαβαὼθ καὶ τῶν ὅλων Θεὸν εὖ μάλα καταγεραίροντα· πλήρη γὰρ φάσκουσι τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο λέγειν, ὅτι μεγάλη καὶ ὑπερτελὴς ἡ ἀρετὴ τοῦ Χριστοῦ, ὡς καὶ αὐτοὺς καλύψαι τοὺς οὐρανοὺς, εἰ ἐν μεγέθει νοοῖτο τῷ μετρητῷ, πιθανὸν εἰσδέξεται νοῦν· ἔφη γάρ που καὶ ὁ μακά- ριος ∆αυείδ "Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ "ἀλήθειά σου ἕως τῶν νεφελῶν," τὸ τῆς χρηστότητος ἐπηρ- μένον καὶ τῆς ἀληθείας τὴν ὑπεροχὴν ὡς ἐν ποσότητι τῇ κατὰ σῶμα καὶ κατὰ τόπους σημαίνων. 9Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται.9 2.130 Ὅτι φωτιῶν ἀφίκηται τοὺς ἐν σκότει τὸ διὰ πίστεως ἱλαστήριον, τουτέστι, Χριστὸς, σαφὲς ἂν γένοιτο καὶ διὰ φωνῆς τῶν ἁγίων προφητῶν. ὁ μὲν γὰρ ἔφασκε "Χώρα "Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ οἱ τὴν παρα- "λίαν κατοικοῦντες Γαλιλαία τῶν ἐθνῶν, ὁ 334 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. λαὸς ὁ καθή- "μενος ἐν σκότει, εἶδε φῶς μέγα·" ὁ δὲ "Φωτίζου, φωτίζου "̔Ιερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς καὶ ἡ δόξα Κυρίου ἐπὶ "σὲ ἀνατέταλκε," μεμαρτύρηκε δὲ καὶ αὐτὸς ὁ Θεὸς καὶ Πατὴρ οὕτω λέγων "∆ιὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ "̔Ιερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιο- "σύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται." δικαιοσύνη γὰρ καὶ σωτήριον ὁ Χριστὸς, "ὃς ἐγενήθη ἡμῖν "σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύ- "τρωσις," κατὰ τὰς γραφάς. οὐκοῦν οἷάπερ ἐν σκότει βαδί- ζουσι λαμπὰς ἡμῖν ἀνεδείχθη ὁ Χριστὸς, διὰ παιδεύσεως εὐαγγελικῆς τῆς ἀρχαίας ἐκείνης ἀπαλλάττων ἀχλύος, ἣν ταῖς ἡμετέραις διανοίαις ἐνιεὶς ὁ πάντων ἐχθρὸς, καταθρεῖν οὐκ ἠφίει τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, οὔτε μὴν τὴν τῆς εὐσεβείας καὶ ζωῆς κατασκέπτεσθαι τρίβον. τὸ τοίνυν φέγγος, ὅπερ ἡμῖν ἔδειξεν ὁ Χριστὸς, ὡς φῶς ἔσται, τουτέστιν, οὐκ ἀμυδρὸν οὐδὲ οἷον ἀσθενὲς, καθάπερ ἀμέλει τὸ διὰ Μωυσέως· ἐν αἰνίγμασι γὰρ καὶ σκιαῖς ὁ νόμος· ἀλλ' ὡς φῶς καθαρὸν καὶ ἀμιγὲς ἀχλύος, καὶ εἰς νοῦν καὶ καρδίαν εἰσδυόμενον, καὶ τὴν νοητὴν ἡμῖν ἐναστράπτον αὐγὴν, καὶ τὴν τῆς ἀκιβδήλου γνώσεως ἐνοικίζον ἀκτῖνα. 9Κέρατα ἐν χερσὶν αὐτοῦ.9 Τὸ κέρας ἀεὶ λαμβάνεται παρὰ ταῖς θεοπνεύστοις γραφαῖς 2.131 ἢ εἰς βασιλείαν καὶ δύναμιν, ἤγουν εἰς ὑπεροψίαν. καὶ τοῦτο διδάσκει ὁ μακάριος ∆αυεὶδ λέγων "Εἶπα τοῖς παρανομοῦσι "Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι Μὴ ὑψοῦτε κέρας· "μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ "τοῦ Θεοῦ ἀδικίαν." "ὑπέρογκα γὰρ ματαιότητος ῥήματα "φθεγγόμενοί" τινες, κατὰ τὸ γεγραμμένον, ἀδικίαν κατὰ τοῦ Θεοῦ λαλοῦσι, τῶν περὶ αὐτοῦ δογμάτων παρασημαί- νοντες τὴν ὀρθότητα, ἢ καὶ καθ' ἕτερον ὁντινοῦν περιυβρίζοντες τρόπον. ∆υνάμεως δὲ σημαντικὸν τὸ κέρας, ὅταν λέγηται περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἀναδείξαντος ἡμῖν τὸν Υἱόν· "ἤγειρε κέρας "σωτηρίας ἡμῖν," καὶ πάλιν "Τὸ κέρας αὐτοῦ ὑψωθήσεται "ἐν δόξῃ." ἐν εὐκλείᾳ δὲ πάντα τὰ ἐν δυνάμει Χριστοῦ παραδόξως κατωρθωμένα. ἀφῖκται δὴ οὖν ὁ Μονογενὴς ἐν εἴδει μὲν τῷ καθ' ἡμᾶς, καὶ ὅσον ἧκεν εἰς σάρκα καὶ ἀνθρω- πότητα, τῆς ἐν ἡμῖν ἀσθενείας ὑπομένων τὴν δόκησιν· πλὴν ἐν χερσὶν ὡς Θεὸς ἔχων πάντα τὰ κέρατα, τουτέστι, πάσας τὰς βασιλείας, κατὰ πᾶσαν τὴν δύναμιν τῶν ἀντικειμένων ἐνεργειῶν. τὸ δὲ ἐν χερσὶν ὅταν λέγωμεν, τὸ ἐν ἐξουσίᾳ λέγομεν. καὶ γοῦν πρὸς Θεὸν δεδιδάγμεθα λέγειν ἐν προσευ- χαῖς, "Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου." ὅτι δὲ ὑπενήνεκ- ται τῷ Χριστῷ πᾶσα δύναμις διαβολικὴ, καὶ τὰ καλούμενα κέρατα, τουτέστιν, αἱ κατὰ πόλεις τε καὶ χώρας τῶν ἀκαθάρ- των πνευμάτων τυραννίδες· διεμερίσαντο γὰρ τὴν σύμ- 2.132 πασαν γῆν· πῶς ἂν ἐνδοιάσειέ τις; τὰ μὲν γὰρ ἐπ' ἐξουσίᾳ τῶν ἀνθρώπων ἐξήλαυνε, τὰ δὲ προσῄεσαν "καὶ παρεκάλουν "αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν." γέγραπται γὰρ οὕτως παρὰ τοῖς ἁγίοις Εὐαγγελισταῖς. ὅτι δὲ τῆς καθ' ἡμῶν τυραννίδος καὶ αὐτὸν ἀπεσόβησε τὸν τῶν ἀκαθάρτων πνευμάτων ἐπιστάτην, τουτέστι τὸν σατανᾶν, ἀκονιτὶ καταθρήσομεν, αὐτοῦ λέγοντος τοῦ Χριστοῦ "Νῦν "κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου "ἐκβληθήσεται ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς πάντας "ἑλκύσω πρὸς ἐμαυτόν." οὐκοῦν κἂν εἰ γέγονεν ἄνθρωπος, ἀλλ' οὖν ἐν χερσὶ, τουτέστιν ἐν ἐξουσίᾳ, τὰς τῶν ἀντικει- μένων δυνάμεων ἔχει τυραννίδας ἤτοι βασιλείας ἤγουν καὶ δυνάμεις. εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο νοεῖν ἀπεριεργότερον, ὡς ἐν χερσὶν ἔχει κέρατα Χριστὸς, τουτέστιν, ἄμαχόν τε καὶ ἀκαταγώνιστον τὴν ἰσχὺν, καὶ οὓς ἂν ἕλοιτο τῶν ἐχθρῶν κεραΐζουσαν εὐκόλως καὶ καταδῃοῦσαν εὐχερῶς, καὶ οἷον μόσχου δίκην ἀφορήτως ἐπιθρώσκουσαν, συνήσει πάλιν ὀρθῶς. 9Καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.9 ∆ύο ταῦτα κατορθώσων ἀφίκετο Χριστὸς, καθελεῖν μὲν τοὺς δι' ἐναντίας, οἳ πᾶσαν ἐπλάνησαν τὴν ὑπ' οὐρανόν· ἀπεκόμισαν γὰρ τοῦ κτίσαντος Θεοῦ, τὴν αὐτῷ καὶ μόνῳ πρεπωδεστάτην κλέπτοντες δόξαν, καὶ ταῖς σφῶν αὐτῶν 335 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀνάπτοντες κεφαλαῖς· ἀνασώσειν δὲ τοὺς ἠπατημένους καὶ δυσδιάφυκτον ἀληθῶς ὑπομείναντας πλεονεξίαν. ἀλλ' ὅτι 2.133 μὲν τὰ ἐκείνων οἴχεται καὶ κατηφάνισται παντελῶς, ἐδί- δαξεν εἰπών "Κέρατα ἐν χερσὶν αὐτοῦ," τὰ καταστρέφοντα δηλονότι τὰ ἐκείνων κράτη, καὶ οἷον ἐκκεραΐζοντα τὴν ὑπερο- ψίαν. ὅτι δὲ ἔμελλεν ἀνασώζειν ἡμᾶς, προσαποδείκνυσι λέγων Ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. σεσώσμεθα γὰρ "οὐκ ἐξ ἔργων δικαιοσύνης, ἃ ἐποιήσαμεν" αὐτοὶ, οὐκ ἐξ αὐχημάτων νομικῶν· τετελείωκε γὰρ ὁ νόμος οὐδένα· ἀλλ' ἐξ ἡμερότητος τοῦ Θεοῦ καὶ Πατρὸς, κραταιὰν, τουτέστιν ἰσχυρὰν καὶ μεγάλην, θέντος τὴν ὑπὲρ ἡμῶν ἀγάπησιν τοῦ Υἱοῦ. "Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς καὶ Πατὴρ τὸν κόσμον, "ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ "πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." σεσώσμεθα δὴ οὖν ἐξ ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ αὐτοῦ τοῦ Υἱοῦ τὸν ὑπὲρ ἡμῶν ἀνατλάντος θάνατον· εἰ καὶ ἀνεβίω πάλιν, καταργήσας μὲν τὸ τῆς φθορᾶς κράτος, ἀποστήσας δὲ ἡμῶν τὴν ἁμαρτίαν. τοιγάρτοι καὶ ἔφασκε "Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν "αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ." κραταιὰ τοιγαροῦν ἀλη- θῶς ἡ ἀγάπησις τῆς ἰσχύος τοῦ Θεοῦ καὶ Πατρὸς, δι' ἧς καὶ θανάτου καὶ ἁμαρτίας καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξῃρήμεθα. 9Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος.9 Προβαδιεῖται, φησὶν, αὐτοῦ προάγγελσις καὶ προαναπτή- σεται θρῦλος, καὶ πολὺς ἔσται λόγος περὶ αὐτοῦ. ἅμα τε γὰρ ἐκ τῆς ἁγίας παρθένου γεγέννηται Χριστὸς, καὶ ἧκον εὐθὺς ἐξ 2.134 ἀνατολῶν οἱ Μάγοι, μονονουχὶ καταγγέλλοντος αὐτοῖς τὴν γέννησιν οἰκονομικῶς τοῦ παραδόξως ὀφθέντος κατὰ τὸν οὐρανὸν ἀστέρος. ἐπειδὴ δὲ προβαίνοντος τοῦ καιροῦ καὶ σημείων ἤρξατο καὶ τῶν παραδόξων ἐργάτης εἶναι, τότε "ἐξ- ῆλθεν ἡ ἀκοὴ αὐτοῦ," καθά φησιν ὁ εὐαγγελιστὴς, "εἰς ὅλην "τὴν Συρίαν." ἄλλως τε καὶ διαβόητος γέγονεν ἐν πάσῃ ἀληθῶς τῇ ὑπ' οὐρανόν. τίς γὰρ ἠγνόηκε τὴν δόξαν Χριστοῦ; ποῖον ἔθνος, ἢ χώρα τῆς ἐνούσης αὐτῷ ἰσχύος μεμένηκεν ἀνήκοον ἢ ἀπείρατον; ὡς γὰρ αὐτὸς ἔφη πάλιν, κεκήρυκται τὸ εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη, καὶ περιπεφοίτηκεν ἡλίου δί
Twelve Prophets Haggai opening opening§haggai-open-open
haggai-open-openHaggai opening.
Haggai: rebuild the house; the Desire of nations is Christ.
Greek · §haggai-open-open
ΑΓΓΑΙΟΝ ΤΗΣ Ἀγγαίου προφητείας τὸν σκοπὸν ἐφ' ἑτέροις τισὶ γεγονότα καταθρήσαιμεν ἂν, καὶ οὐκ ἐφ' οἷς ἂν οἴοιτό τις τοὺς παρὰ τῶν ἑτέρων γεγενῆσθαι λόγους. Ὠσηὲ μὲν γὰρ ὁ θεσπέσιος καὶ μὴν καὶ οἱ καθεξῆς, μέχρι Σοφονίου, τὰ τοῖς Ἰουδαίοις κατὰ καιροὺς συμβησόμενα προαπήγγελον, καὶ ὡς ὅσον οὐδέπω παρεσομένων αὐτοῖς τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἐκδειματοῦν ἐπεχείρουν τὸν Ἰσραὴλ, ἄνω τε καὶ κάτω τὰς τῶν πολεμίων φάλαγγας ὀνομάζοντες, τὰς τῶν πόλεων ἀναστάσεις, τοὺς ἐμπρησμοὺς, τὰς διαρπαγὰς, καὶ ἁπάσης δὲ τῆς χώρας τὴν δῄωσιν τοῖς καταφρονεῖν ᾑρημένοις χρησί- μως προαπαγγέλλοντες. ᾤοντο γὰρ, ὅτι κἂν εἰ μὴ ἕλοιντο πληροῦν ὡς ἐξ ἀγαθῆς διανοίας τὸ ἁνδάνον Θεῷ, καὶ τῶν εἰς τὸ ἄμεινον ἔχεσθαι σπουδασμάτων, ἀλλ' οὖν ἔσεσθαι τοιούτους τὸ τῆς συμφορᾶς μέγεθος ὑποφρίττοντας. Ἀγ- γαῖος γεμὴν ὡς τετελεσμένων ἤδη τῶν τῆς αἰχμαλωσίας 2.242 καιρῶν, καὶ εἰς τὴν ἁγίαν πόλιν ἀνακομισθέντος τοῦ Ἰσραὴλ 2.242 ἐκ τῆς Περσῶν τε καὶ Μήδων, ποιεῖται τοὺς λόγους, ἐπ' αἰτίαις τοιαύταις. ἀνῆκε μὲν γὰρ αὐτοὺς τῆς αἰχμαλωσίας ὁ Κῦρος, καὶ ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς οἴκαδέ τε ἰέναι προστέταχε, καὶ τὸν θεῖον αὖθις ἀναδείμασθαι νεὼν, τὸν ἔν γε τοῖς Ἱεροσολύμοις, καὶ προσέτι τούτῳ καὶ αὐτὴν, εἰ ἕλοιντο, διατειχίζειν τὴν πόλιν. οὗ δὴ γεγονότος, καὶ ἐν πρώταις ὄντος καταβολαῖς τοῦ ναοῦ, διαπεφθονηκότες τῶν ἐν Σαμαρείᾳ τινὲς, Βήλεμός τε καὶ οἱ ἀμφ' αὐτὸν, κατα- γεγράφασι τῶν ἐξ Ἰσραὴλ, τὴν εἰς τοὺς κρατοῦντας τῶν Βαβυλωνίων εὔνοιαν ὑποπλαττόμενοι, φιλοπόλεμόν τε καὶ δυσάντητον γενέσθαι λέγοντες τὴν Ἱερουσαλὴμ, καὶ αὐτοῖς δὲ τοῖς Περσῶν βασιλεῦσιν ἀφόρητον. εἶτα πείθουσι προσ- τάξαι κατηρεμεῖν Ἰουδαίους, καὶ μήτε τὸν νεὼν ἐγείρειν ἔτι, μήτε μὴν τῆς εἰς τὴν πόλιν ἔχεσθαι φιλεργίας. ὀλίγου δὲ μεταξὺ διελάσαντος χρόνου, διαδέχεται τὴν βασιλείαν ὁ ∆αρεῖος, καὶ ἦν μὲν ἔτος αὐτῷ τῆς βασιλείας δεύτερον. ἐπειδὴ δὲ τῶν ἐν Βαβυλῶνί τινες Ἰουδαίων προσπίπτοντες ἐλιπάρουν ἀνεῖναι λοιπὸν τὸν θεῖον ἐγεῖραι νεὼν, προσέτατ- τεν ὁ ∆αρεῖος, γέγραφε δὲ τοῖς ἀνὰ πᾶσαν τὴν Φοινίκην διέπουσι τὰς ἀρχὰς, μήτε ἐξείργειν Ἰουδαίους, εἰ ἀνορθοῦν ἕλοιντο τὸν ναόν· ἀλλὰ γὰρ καὶ χρημάτων ἐπιδαψιλεύεσθαι χορηγίαν, καὶ τὰς ἐν τῷ Λιβάνῳ κέδρους κατακομίζεσθαι παρ' αὐτῶν ἀπαρεμποδίστως ἐᾶν, ὡς ἂν οὐδενὸς ἐνδέοντος τῶν εἰς τὴν χρείαν αὐτοῖς, ἀποπεραίνοιτο λοιπὸν εὐκόλως τὰ 2.243 εἰς τιμήν τε καὶ δόξαν τοῦ πάντων κρατοῦντος Θεοῦ. εἰρη- μένης δὲ τῆς ἱστορίας λεπτῶς καὶ σαφῶς ἐν τῇ πρώτῃ τοῦ Ἔσδρα συγγραφῇ, περιττὸν οἶμαί που 377 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τὸ ἰσχνολογεῖν ἐν τούτοις εἰς τὸ παρόν. οὐκοῦν ἐπειδήπερ ἐξὸν ἤδη πονεῖν τοῖς ἐξ Ἰσραὴλ, καὶ τὸν θεῖον ἐργάσασθαι νεὼν, ἀποπληροῦν τε θυσίας καὶ λιτὰς, καὶ τοῖς κατὰ νόμον ἔθεσι πολιτεύεσθαι, κατημέλουν οἱ ἐξ Ἰσραὴλ, εὖ τιθέντες ἕκαστοι τὰ οἰκεῖα, καὶ ἐπί γε τό σφισιν αὐτοῖς ἡδύ τε καὶ φίλον ὁλοτρόπως ἐκ- νενευκότες, καὶ ἐν σμικρῷ κομιδῇ ποιούμενοι λόγῳ τὰ εἰς δόξαν Θεοῦ, κατῃκίζοντο πάλιν, Θεοῦ πλήττοντος, πολέμῳ μὲν οὐχὶ, λιμοῖς δὲ μᾶλλον καὶ ἀκαρπίαις καὶ κτηνῶν κατα- φθοραῖς. ἀμείνους γὰρ ἤθελεν ἀποτελεῖν, οὐ ταῖς ἰσοῤῥόποις τῶν πταισμάτων ποιναῖς ὑποφέρων· ἀλλ' ὁμοῦ μὲν ὡς κεκμηκότας ἐλεῶν, ὁμοῦ δὲ πάλιν ὡς ἐξ ἀγάπης ἐπανορθῶν. αὕτη τῆς Ἀγγαίου προφητείας ὡς ἐν ὀλίγοις ἡ πρόφασις. μέμικται δὲ ὁ λόγος, καὶ τοῖς πεπραγμένοις τε καὶ εἰρημένοις ἱστορικῶς ἡ μυστική τε καὶ ἐσωτάτη καὶ πρέπουσα τοῖς πνευματικοῖς ἐγκέχωσται θεωρία. 9Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων.9 Φθάσας ἔφην, ὡς ἦν εὐάφορμος τοῖς ἐξ Ἰσραὴλ ἡ ἐπί γε τῷ ναῷ ῥᾳθυμία, παρῃρημένης αὐτῶν τῆς ἐξουσίας, καὶ διεφθονηκότων εἰς τοῦτο τῶν ἐν Σαμαρείᾳ, πλείστην τε ὅσην τῆς Ἱερουσα
Haggai opening rem early§haggai-open-rem-early
haggai-open-rem-earlyRem early: Haggai opening; historia and theoria toward Christ.
Greek · §haggai-open-rem-early
λὴμ πεποιημένων τὴν κατάῤῥησιν παρά γε τοῖς 2.244 τὰ Περσῶν ἰθύνουσι κράτη. ∆αρείου γεμὴν ἔτος ἤδη τρί- βοντος ἐν τῇ βασιλείᾳ δεύτερον, εἶτα τῆς φιλεργίας αὐτοῖς ἀπαραπόδιστόν τε καὶ ἐλευθέραν ἀνέντος τὴν ἐξουσίαν, καὶ δρᾶν τὸ δοκοῦν ἐπιτεταχότος, καὶ ὁσίων ἔχεσθαι σπουδασμά- των, προσαπονείμαντος δὲ καὶ χρημάτων πόρους, εὐάφορμον μὲν οὐκ ἔτι τὸ ῥᾳθυμεῖν, ἀλλ' ἔξω παντὸς ἐφαίνετο λόγου, καὶ ἀπίθανον ἔχον κομιδῇ τὴν σκῆψιν. γίνεται τοίνυν ὁ λόγος ἐν χειρὶ Ἀγγαίου· τὸ δὲ ἐν χειρὶ νοήσεις, ἀντὶ τοῦ, διαχειρίζοντος, ἤγουν διακονουμένου τοῖς παρὰ Θεοῦ λόγοις, καὶ τὴν τῆς προφητείας λειτουργίαν ἐκπράττοντος. ἐπιση- μαίνεται δὲ χρησίμως καὶ αὐτοὺς τοὺς χρόνους, καθ' οὓς ὁ ∆αρεῖος τὰ τοιάδε προστέταχε, προαποτέμνων, ὡς ἔφην, τῶν ἐξ Ἰσραὴλ τὰς ἐπί γε τῷ ῥᾳθυμεῖν ἑλέσθαι πάλιν ἀσυνέτους εὑρεσιλογίας. 9Εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων Τάδε λέγει Κύριος Παντοκράτωρ Ὁ λαὸς οὗτος λέγουσιν Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.9 Σαλαθιὴλ γέγονεν Ἰεχονίου παῖς, ἐκ φυλῆς ὄντος καὶ αἵματος τοῦ ∆αυείδ. τούτου τοίνυν τὴν βασιλίδα διέποντος ἀρχὴν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰούδαν, πεπόρθηται μὲν ἡ πόλις, ἀπῴχετο δὲ καὶ πᾶς ὁ Ἰσραὴλ αἰχμάλωτος, κατεμπιπράντος τὸ τηνικάδε τοῦ Ναβουχοδονόσορ καὶ αὐτὸν τὸν θεῖον ναὸν, εἴληπτο δὲ καὶ αὐτὸς Ἰεχονίας, καὶ ὁμοῦ τοῖς ἄλλοις αἰχμάλωτος ἦν. γέγονε δὲ Σαλαθιὴλ υἱὸς Ζοροβάβελ. 2.245 τοιγάρτοι καὶ ὑπονοστήσαντος τοῦ Ἰσραὴλ ἐν τοῖς Ἱεροσο-λύμοις, ἅτε δὴ καὶ ἐξ αἵματος ὢν τῆς τὸ βασιλεύειν λαχούσης φυλῆς, βεβασίλευκεν ἐπὶ τὸν Ἰούδαν. Ἰησοῦς γεμὴν ἐκ φυλῆς τε καὶ αἵματος ὢν τοῦ Λευὶ, καὶ ὡς ἐκ ῥίζης τοῦ Ἀαρὼν, τὴν ἐξῃρημένην τῶν ἄλλων καὶ ἀπόλεκτον ἀνῆπτο τιμὴν, καὶ μέγας ἦν ἱερεύς. οὕτω γὰρ ὁ νόμος τὸν τῶν ἱερῶν ταγμάτων ἡγεῖσθαι λαχόντα κατωνόμαζε λέγων, μὴ δεῖν ἀνεῖσθαι φυγῆς τοὺς ἐν ταῖς πόλεσι τῶν φυγαδευτηρίων· ἀλλ' ἔνθαπερ ἂν εἶεν ἕκαστοι, μένειν αὐτοῦ, "ἕως οὗ ἀποθάνῃ "ὁ ἱερεὺς ὁ μέγας," τουτέστιν, ὁ ἀρχιερεύς. γέγονε τοίνυν ὁ λόγος πρὸς ἄμφω, τόν τε βασιλέα φημὶ καὶ τὸν τῶν ἱερῶν ταγμάτων προεστηκότα. αὐτοὺς γὰρ ἦν καὶ εἰκὸς τοῖς ἄλ- λοις ἅπασι περιαγγεῖλαι τὸ χρησμῳδούμενον. οὐκ ἠγνοηκόσι δὲ, οἶμαι, τὰς τῶν λαῶν σκήψεις, ἀπαγγεῖλαι προστέταχεν ὁ τῶν ὅλων Θεός· ἀλλ' οἷον ἐπιμειδιῶν ἀναπίπτουσιν οὐκ ἐν καιρῷ πρὸς τὸ ῥᾴθυμον, καὶ ὧν ἦν εἰκὸς ἐσπουδασμένην ποιεῖσθαι φροντίδα, τούτων αὐτῶν οὐ μετρίως ἠφειδηκόσιν. ἦν γὰρ ἄμεινον ἐννοεῖν ὡς, εἴπερ ἦν αὐτοῖς ἐν προὐργιαιτέρῳ λόγῳ τὰ τοῦ Θεοῦ, πάντως που καὶ τῇ παρ' αὐτοῦ φειδοῖ καὶ χάριτι πρὸς τὸ εὖ ἔχειν διακρατούμενοι, διήγαγον ἂν ἐν εὐημερίαις καὶ πλούτῳ, καὶ ἀμφιλαφῶς ἔχοντες τὰ ζωαρκῆ. οὐκοῦν οἱονεί πως 378 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐπιμαρτύρεται διὰ τῆς τοῦ Προφήτου φωνῆς, ὡς ἀνοσίως ἠμεληκότα τὸν Ἰσραὴλ τῶν ὅτι μάλιστα χρησίμων αὐτῷ καὶ εἰς δόξαν ὁρώντων Θεοῦ. περιστέλ- λοντες γὰρ, καθάπερ οἴονται κατὰ σφᾶς αὐτοὺς, εὐπροσώποις εὑρεσιλογίαις τὰ ἐγκλήματα, οὔπω παρεῖναί φασι τὸν καιρὸν τοῦ ἀναδείμασθαι τὸν ναὸν Κυρίου· ἀλλ' ὅ γε τοῦ δρᾶν ἐθέλειν 2.246 ὀρθῶς ἀεὶ πάρεστι καιρὸς, καὶ τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσι τὰ εἰς δόξαν Θεοῦ τελοῦντα πληροῦν, ἐν ἐξουσίᾳ διαπαντός. εἰ δὲ δὴ καὶ τὸ ἀπεῖργον καὶ ἀντιτετάχθαι δοκοῦν οἴχοιτό πως ἐκποδὼν, τότε δὴ παγχάλεπος ἀληθῶς ἡ ἀνάβλησις, καὶ ὄκνου λοιπὸν ἐγκλήματα καὶ τῆς εἰς ἄκρον ἀφιλεργίας, οἵπερ ἂν γένοιντο περὶ τούτου λόγοι. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ ∆αυείδ "Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους "πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις." 9Καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ Προφήτου λέγων Εἰ καιρὸς ὑμῖν μέν ἐστι, τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλο- στάθμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται.9 ∆εύτερος χρηματισμὸς παρὰ Θεοῦ πρὸς Ἀγγαῖον ἐλέγχῳ σαφεῖ κατακρίνων τὸν Ἰσραὴλ, καὶ τῆς τοῦ Θεοῦ δόξης ἐν ἀμείνοσι τιθέντα δεικνύων τὰ εἰς ἰδίαν ἀνάπαυλαν καὶ τρυ- φήν. ἆρα γὰρ, φησὶν, οὔπω μὲν ἐνέστηκεν ὁ καιρὸς τοῦ χρῆναι τιμᾶσθαι τὸν τῶν ὅλων Θεὸν ἐγηγερμένου τοῦ ναοῦ, ἥκει δὲ τὰ ὑμῶν εἰς τοῦτο πράγματα καιροῦ τε καὶ δόξης, ὡς ἐντρυφᾶν μὲν ἑστίαις πλουσίως κατεσκευασμέναις, καὶ κοιλοστάθμοις αὐλαῖς ἐναβρύνεσθαι; εἶτα ὑμῖν οὐ φορτικὸν καὶ δύσοιστον εἶναι δοκεῖ, περιυβρισμένον οὕτως ἀτίμως ὁρᾶν τὸν νεὼν, ἀνατετραμμένον τε καὶ ἐν ὄψει τῇ λίαν ἀκαλ- λεστάτῃ, καὶ μονονουχὶ κατακεκραγότα τῆς Βαβυλωνίων ἀνοσιότητος καὶ τῶν ἀρχαίων ἐκείνων ἐμπρησμῶν; καίτοι πῶς οὐκ ἄμεινον εὖ ἔχοντα βλέπειν καὶ ἐν ὄψει τῇ πρώτῃ; 2.247 μετὸν γὰρ οὕτω λοιπὸν καὶ καταθύειν Θεῷ, καὶ τὰς ὑπὲρ ὧν ἂν ἕλοισθε ποιεῖν λιτάς. κοιλοστάθμους δὲ οἴκους, φησὶν, ὧν ἂν αἱ φλιαὶ, ἤτοι τῶν θυρῶν οἱ σταθμοὶ, σιδήρῳ διακοι- λαίνοιντο, περιορυττόντων οἶμαί που τεκτόνων αὐτοὺς, καὶ τὰ ἀπό γε τῆς σφῶν εὐτεχνίας ἐγχαραττόντων δαιδάλματα. τρυφώντων δὲ ἤδη τὸ χρῆμα σημεῖον, καὶ πλούτῳ λοιπὸν ἐναβρυνομένων. τὸ γάρτοι χρείας ἐπέκεινα καὶ φιλότιμον οὕτω περὶ τὰς τῶν οἴκων κατασκευὰς, ἀπόδειξις ἂν γένοιτο, καὶ μάλα σαφὴς, τῆς τῶν χρημάτων ἀμφιλαφείας. Πάνδεινον οὖν ἀληθῶς, καὶ ἀπροφάσιστον ἔχον τὴν ἁμαρτίαν, εἰ ἐν δευτέροις ποιοίμεθα τὰ τοῦ Θεοῦ καὶ τῶν ἀνθρωπίνων ὕστερα. 9Καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν. ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα· ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν· ἐπίετε καὶ οὐκ εἰς μέθην· περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς· καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.9 Ἠφειδηκότες, ὡς ἔφην, τῶν προὐργιαιτέρων οἱ ἐξ Ἰσραὴλ, καὶ τῶν εἰς δόξαν Θεοῦ κατημεληκότες, ἐτράποντο μὲν εἰς φροντίδας τὰς ἐπί γε σφίσιν αὐτοῖς, οἴκους ἀνιστάντες πολυ- τελῶς κατεσκευασμένους· εἶτα λέγοντες ἀμαθῶς "Οὐχ ἥκει "ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου." ἐπειδὴ γὰρ ἦν ἀναγκαῖον προσάγειν αὐτοὺς τὰ εἰς τὴν τοῦ θείου ναοῦ κατα- σκευὴν, εἶτα τοῦτο δρᾶν οὐκ ἤθελον, ταύτῃτοι χρημάτων ἔνδειαν προϊσχόμενοι, χρῆναι μὲν ἔφασκον προσυναγείρειν 2.248 αὐτοὺς, καὶ οἱονεὶ προαποτρίβεσθαι τὴν πτωχείαν, γηπονοῦν- τας τέως, ἤγουν ἐμπορευομένους, ἢ θρεμμάτων ἀγέλας συνα- γηγερκότας, ἤγουν ἕτερόν τι τῶν τοιούτων ἐπιτηδεύοντας. ἀλλ' ἦν ἄμεινον ἐπιθαρσῆσαι Θεῷ, τῷ καὶ ἐξ ἀμηχάνων εὑρίσκοντι μηχανὰς, καὶ πλουτίζειν ἰσχύοντι καὶ γηπονοῦντας εὐλογεῖν, καὶ τὰς τῶν ὁσίων πορισμῶν ἀνευρεύνοντα τρίβους. ἐπειδὴ δὲ τῶν εἰς εὐσέβειαν ἀμοιρήσαντες λογισμῶν, καὶ τῆς ἄνωθεν εὐμενείας ἀποπεπτώκασι, κατ' οὐδένα τρόπον πεπραχό- τες δεξιῶς, ταύτῃτοί φησιν ἀναγκαίως Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν. ὅμοιον ὡς εἰ λέγοι Κατανοήσατε λεπτῶς, ποίας ἐβαδίσατε τοῦ βίου τρίβους, ἢ τί τῶν εἰς φιλοκερδείαν 379 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐπιτηδεύσαντες, ἐπράξατε κατ' εὐχήν. ἐσπεί- ρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα. ἀλλ' ἦν ἄμεινον, εὐλο- γοῦντος Θεοῦ σπείρειν μὲν ὀλίγα, συγκομίζεσθαι δὲ πολλά. ἐπειδὴ δὲ ἀπῆν ὅπερ ἦν ἀναγκ
Haggai opening rem mid§haggai-open-rem-mid
haggai-open-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §haggai-open-rem-mid
αῖον, πολλοὶ μὲν οἱ κόποι, βραχεῖς δὲ λίαν οἱ καρποί. ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν. πάνδεινον τοῦτο, καὶ τῆς ἐσχάτης ἐνδείας τε ὁμοῦ καὶ ταλαιπωρίας ἀπόδειξιν ἔχον, εἰ πολλὰ μὲν τὰ ἐσπαρμένα, καρποὶ δὲ τοσοῦτοι, ὥστε τοῖς πεπονηκόσι λιμοῦ κατηρτῆσ- θαι δίκην, καὶ κόρου κατόπιν ἰέναι τὰς τροφάς. ἐπίετε καὶ οὐκ εἰς μέθην. οὐ γὰρ ἦν εὔβοτρυς ἀμπελών. συγκατηῤ- ῥώστησε δὲ τοῖς ληΐοις καὶ τὰ λίαν εὐκληματοῦντα τῶν ξύλων. περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, λοιμοῦ τάχα που καὶ ταῖς οἰῶν ἀγέλαις ἐνσκήψαντος, ὡς ἐν ἐνδείᾳ γενέσθαι περιβλημάτων καὶ τοὺς πολλὰ κεκτημένους. ἀλλὰ καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον. σημαίνει δὲ διὰ τούτων τοὺς ἐμπορικὸν ἔχοντας ἐπιτήδευμα, οἳ τρόπον τινὰ τοὺς τῆς ἐμπορίας μισθοὺς συλλέγουσι, 2.249 πλεονασμοὺς ἑκάστῳ τῶν ἠγορασμένων ἐπιῤῥιπτοῦντες ἀεὶ, καὶ ταῖς τῶν τιμημάτων προσθήκαις ἁδρὰ ποιοῦντες τὰ βαλάντια. ἀλλ' ἦν οὐδὲ τούτοις τὸ ἀπόνασθαι, φησὶν, τῆς φιλοκερδείας. ζημίαις γὰρ τάχα που καὶ ναυαγίοις ἀδοκήτοις περιπίπτοντες, οὐδὲν διαφέρειν ἐδόκουν τῶν ἀργύριον ἱέντων εἰς δεσμὸν τετρυπημένον. ἄμεινον οὖν ἄρα καὶ σοφὸν τὸ εὐλογεῖσθαι ζητεῖν ὑπὸ τοῦ πάντα ἡμῖν ὀρέγοντος Θεοῦ. προσγένοιτο δ' ἂν καὶ τοῦτο ῥᾳδίως τοῖς τὰ αὐτοῦ φρονεῖν ᾑρημένοις, καὶ τὰ εἰς δόξαν αὐτοῦ τῶν ἰδίων προτετιμηκόσιν. οὕτω που καὶ αὐτὸς ἡμῖν εἴρηκεν ὁ Σωτήρ "Μὴ μεριμνᾶτε "τῇ ψυχῇ ὑμῶν τί φάγητε, καὶ τῷ σώματι ὑμῶν τί ἐνδύ- "σεσθε. ζητεῖτε δὲ μᾶλλον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ "τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται "ὑμῖν." ∆ιαρκῆ δὲ οἶμαι τῆς ἱστορίας ἐχούσης ἐφ' ἑαυτῇ τὴν ἀφήγησιν, φέρε τοῖς πνευματικοῖς θεωρήμασιν ἐνιέντες τὸν νοῦν, ἐκεῖνο καταθρήσωμεν, ὅτι τῆς καθόλου καὶ γενικωτάτης οἰκονομίας τῆς διὰ Χριστοῦ γεγενημένης τύπος ἂν εἶεν, καὶ μάλα σαφὴς, τὰ τοῖς Ἰουδαίοις συμβεβηκότα. οἱ μὲν γὰρ ἦσαν ἐν Βαβυλῶνι τῷ τῆς ἀβουλήτου δουλείας κατηχθισ- μένοι ζυγῷ, καὶ δίκας ἐκτίνυντες τῶν σφισιν ἡμαρτημένων· ταύτης τε ἕνεκεν τῆς αἰτίας τεθειμένοι τε καὶ πράττοντες ὑπὸ χεῖρας ἐχθρῶν, λελύτρωνται δὲ κατὰ καιροὺς Θεοῦ κατοικτεί- ροντος, καὶ οἴκαδε πάλιν ἀνεκομίζοντο, καὶ τὴν ἁγίαν κατῳ- κήκασι γῆν, ἡγουμένων τε καὶ προεστηκότων Ζοροβάβελ τε καὶ Ἰησοῦ. καὶ ∆αρεῖος μὲν, καίτοι ταῖς τῶν εἰδώλων λατρείαις ἔτι προσκείμενος, ὅτι χρὴ τὸν θεῖον ἀναδείμασθαι 2.250 νεὼν ὁρᾶται προστεταχὼς, ξύλα τε προσεπιδοὺς τὰ ἐκ τοῦ Λιβάνου καὶ χρημάτων πόρους· οἱ δὲ ὀκνηροὶ καὶ βραδεῖς ἦσαν ἔτι περὶ τὸ χρῆναι πληροῦν τὰ θυμήρη Θεῷ. ἡλίσκοντο δὲ καὶ προφασισταὶ λέγοντες Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκο- δομῆσαι τὸν οἶκον Κυρίου. ὑπέστρωτο δὲ καὶ ἡ σύμπασα γῆ τῷ πεπλανηκότι καὶ τυραννήσαντι σατανᾷ, καὶ ἦν αἰχμάλωτος, σεσαγηνευμένη πρὸς τοῦτο διὰ τῆς ἁμαρτίας, καὶ ὑπό γε τοῦ μὴ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καὶ τῶν ὅλων ∆ημιουργόν. ἀλλ' ἐξείλετο Θεὸς ἐν Χριστῷ τὰ τῆς δουλειας διαῤῥήξας δεσμά. δι' αὐτοῦ γὰρ πεποδηγήμεθα, καὶ διατριβὰς ἀφέντες τὰς παρ' ἐχθροῖς, καὶ τὴν πολύθεον πλάνησιν οἷά τινα γῆν ἀλλοφύλων ἀπολε- λοιπότες, ἀνεδράμομεν εἰς Σιὼν, τὴν νοητὴν δηλονότι, του- τέστι τὴν Ἐκκλησίαν. Ἄθρει γὰρ ὅπως ἡμῖν ὡς ἐν Ἰησοῦ τε καὶ Ζοροβάβελ διαγράφεται Χριστός. ἦν μὲν γὰρ, ὡς ἔφην, ὁ Ζοροβάβελ ἐκ τῆς Ἰούδα φυλῆς. ἀνατέταλκε δὲ ἐξ αὐτῆς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. τοιγάρτοι καὶ βεβασίλευκεν ἐπὶ τὸν Ἰσραήλ. οὕτω γάρ που φησὶ διὰ φωνῆς τοῦ ∆αυείδ "Ἐγὼ "δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον "αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου." ἦν δὲ δὴ καὶ ὁ Ἰησοῦς ἐκ φυλῆς τε καὶ αἵματος τοῦ Λευὶ, κατωνόμαστο δὲ καὶ μέγας ἱερεύς· γέγονε δὲ καὶ ἡμῶν ἀρχιερεὺς ὁ Χριστὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργῶν, ὡς ἄμωμον ἱερεῖον, ὡς ἀμνὸν ἀληθινὸν εἰς ὀσμὴν εὐωδίας ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί. πιστώσεται δέ πως τὸν ἐπὶ τῷδε 380 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. λόγον ἰσχνοεπεῖν ἑλο- μένοις καὶ αὐτὴ τῶν ὀνομάτων ἡ διασάφησις, ἤγουν ἑρμηνεία. 2.251 δηλοῖ μὲν γὰρ ὁ Ζοροβάβελ Ῥύσις μετατεθειμένη· Σαλαθιὴλ γεμὴν Ἔκκλισις Θεοῦ. ἔφη δέ που καὶ ὁ Χριστός "Ἰδοὺ "ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χει- "μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν." ἔστι μὲν γὰρ ὁμολο- γουμένως αὐτὸς ὁ χειμάῤῥους τῆς τρυφῆς, καὶ οἷον τῆς εἰρήνης ἡ ῥύσις. ἀλλ' ἐκκέκλικεν εἰς ἡμᾶς, καὶ μονονουχὶ μετατέθειται καταλελοιπὼς τὸν Ἰσραήλ. κεχώρηκε δὲ, ὡς ἔφην, εἰς τοὺς ἐξ ἐθνῶν κεκλημένους, τοῖς ἄνωθεν καὶ πνευ- ματικοῖς ἀγαθοῖς ἀμφιλαφῆ τὴν χύσιν εὖ μάλα δωρούμενος. Ἰησοῦς δὲ πάλιν "ἰαὼ σωτηρίαν" ὑποδηλοῖ, καὶ μὴν καὶ Ἰωσεδὲκ "ἰαὼ δικαιοσύνην·" ἰαὼ δὲ ἐστὶν ὁ τῶν ὅλων Θεός. γέγονε δὲ ἡμῖν ὁ Χριστὸς σωτηρία τε καὶ δικαιοσύνη παρὰ τοῦ Θεοῦ καὶ Πατρός. σεσώσμεθα γὰρ ἐν αὐτῷ τὸ τοῦ θανάτου φυγόντες λίνον, καὶ δεδικαιώμεθα διὰ πίστεως, τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν ἀποσεισάμενοι. οὐκοῦν· ἀνακομιῶ γὰρ αὖθις εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον· βασιλέα μὲν αὐτὸν ἐν τῷ Ζοροβάβελ, ἀρχιερέα γεμὴν ὡς ἔν γε τῷ Ἰησοῦ καταθρήσομεν. πλὴν ὁράτω πάλιν ὁ χρηστομαθὴς τὸ τῶν Ἰουδαίων ἀναπεπτωκὸς εἰς τὸ ῥᾴθυμον καὶ εἰς τὸ ἑλέσθαι πονεῖν τὰ πρὸς σύστασιν τοῦ θείου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας Χριστοῦ· προσεπαθρείτω δὲ τούτοις καὶ τὸ πρόθυμον τῶν ἐθνῶν, καὶ τὸ πολὺ λίαν διεγηγερμένον εἰς φιλεργίας. ∆αρεῖος μὲν γὰρ, ὡς ἔφην, ἐγείρεσθαί τε προσ- τέταχε τὸν νεὼν, καὶ τὰ εἰς δόξαν πληροῦσθαι τοῦ πάντων κρατοῦντος Θεοῦ· οἱ δὲ ἦσαν ὀκνηροὶ καὶ ἀφιλεργέστατοι, καὶ τῶν ἁνδανόντων Θεῷ τὰ οἰκεῖα προτιθέντες, καὶ πολὺ 2.252 λίαν διανενευκότες ἐπὶ τὰ γεωδέστερα. οἴκους γάρ φησι κατεσκεύαζον κοιλοστάθμους. τοιγάρτοι φησὶν ὁ θεσπέσιος ∆αυείδ περὶ τῶν ἐθνῶν "Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσή- "κουσας Κύριε· τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε "τὸ οὖς σου." ἑτοιμότεροι γὰρ εἰς τὸ πιστεύειν οἱ ἐξ ἐθνῶν, ὀκνηροὶ δὲ λίαν οἱ ἐξ Ἰσραήλ. ἴδοις δ' ἂν ὅ φημι καὶ ἐν εὐαγγελικοῖς συγγράμμασιν, ἤτοι παραβολαῖς. ἔτρεχον μὲν γὰρ οἱ δειπνοκλήτορες, συναγείροντες εἰς τοὺς γάμους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν, ἐπλάττοντο δὲ "προφάσεις ἐν ἁμαρτίαις." ὁ μὲν γὰρ ἔφασκεν "Ἀγρὸν ἠγόρασα·" ὁ δέ "Γυναῖκα "ἔγημα·" ᾤχοντο δὲ καὶ ἕτεροι πρὸς τὴν ἐμπορίαν αὐτῶν. οὐκοῦν κέκληνται καὶ εἰσέδραμον εἰς τοὺς γάμους οἱ ἐν ταῖς ὁδοῖς, οἱ παρὰ τοῖς φραγμοῖς ηὑρημένοι, καὶ γεγόνασιν ἀληθῶς οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. οὕτω καὶ ἔφασκεν ὁ Χριστὸς διὰ φωνῆς ∆αυεὶδ περί τε τῶν ἐξ αἵματος Ἰσραὴλ καὶ τῶν ἐθνῶν "Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν "ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ "ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων "αὐτῶν." 9Τάδε λέγει Κύριος παντοκράτωρ Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν· ἀνάβητε ἐπὶ τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξα- σθήσομαι, εἶπε Κύριος. ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένετο ὀλίγα· καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά.9 2.253 Συχνὴν ποιεῖται τὴν ὑπόμνησιν, συντελοῦν τὸ χρῆμα εἰς ὄνησιν εἰδὼς τοῖς ἀκροωμένοις. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισί "Τὰ αὐτὰ γράφειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, "ὑμῖν δὲ ἀσφαλές." κατανοήσατε τοίνυν φησὶν εἰς τὰς ἑαυ- τῶν ὁδοὺς, ἃς πεποίησθε νῦν. ποῖαι δὲ αὗται, διατρανοῖ παραχρῆμα Ἐπεβλέψατε εἰς πολλὰ καὶ ἐγένετο ὀλίγα, καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά. ἀφημαρτήκασι μὲν γὰρ ἐλπίδος τῆς ἐπί γε φημὶ τῷ ἑλέσθαι γηπονεῖν. μακροὺς γὰρ ἱδρῶτας δεδαπανηκότες, ὀλίγα μόλις συνεκο- μίσαντο. πλὴν ἐστέρηνται καὶ τούτων· ἐκπεφύσηνται γὰρ, τουτέστιν, γεγόνασιν ἑτέρων, καὶ ἥκιστα μὲν αὐτοῖς, δεδα- πάνηνται δὲ μᾶλλον τοῖς πλεονεκτεῖν εἰωθόσιν. εἰκαῖον οὖν ἄρα τὸ σπούδασμα καὶ ὁ πόνος αὐτοῖς, ὅτι μὴ μ
Haggai opening rem close CLOSEOUT§haggai-open-rem-close
haggai-open-rem-closeRem CLOSEOUT: Haggai opening CLOSEOUT.
Greek · §haggai-open-rem-close
ᾶλλον ἀπο- περαίνειν ἤθελον τὸ τῷ ∆εσπότῃ δοκοῦν, καὶ τῆς εἰς τὰ ἀμείνω φιλεργίας τὴν εἰς τὰ αἰσχίω καὶ γεωδέστερα προὐρ- γιαιτέραν ἐποιοῦντο φροντίδα. ἆρ' οὖν ἀνουθέτητον ἀφῆκε τὸν Ἰσραὴλ, οὐ 381 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. παρέδειξε τοῖς πεπλανημένοις τῆς ἐπανορ- θώσεως τὴν ὁδόν; καὶ μὴν καὶ τοῦτο καταθρήσομεν εὐθὺς γεγονός. ἔφη γὰρ ὅτι Ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον καὶ ἐνδοξασθήσομαι πάλιν ἐν αὐτῷ, καὶ εὐδοκήσω, τουτέστι, προσδέξομαί τε καὶ ἐπαινέσω τὰς τῶν εἰς τοῦτο πεπονηκότων σπουδάς τε καὶ προθυμίας. Καλὸν οὖν ἄρα καὶ ἁνδάνον τῷ Θεῷ τὸ ἐπείγεσθαι πληροῦν τὰ ὅσαπερ ἂν φαίνοιντο χρήσιμά τε καὶ ἀναγ- καῖα πρὸς σύστασιν τῆς Ἐκκλησίας καὶ πρὸς οἰκοδο- μὴν αὐτῆς. δράσομεν δὲ τοῦτο, καὶ λίαν ἐμφρόνως, 2.254 οἷον ὕλην χρειωδεστάτην συλλέγοντες, καὶ ὡς ἐκ δρυμοῦ κόπτοντες ξύλα τὰ ἐν τῇ θεοπνεύστῳ γραφῇ πνευματικὰ θεωρήματα· δι' ὧν ἄν τις ἀσφαλῆ καὶ ἐρηρεισμένην ποι- ήσαιτο τὴν ἐπὶ Θεῷ δόξαν ἤτοι διάληψιν, καὶ εὖ ἔχοντα καὶ πεποιημένον ἐξόχως ἀποφανεῖ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον· ἀποκομιεῖ δὲ πρὸς τούτῳ καὶ εἰς εἴδησιν ἀκριβῆ τῆς πνευματικῆς εὐτεχνίας, καὶ τῆς ἐν ἤθει καὶ τρόποις νοου- μένης ἐπιεικείας. διά τοι τούτων οἰκοδομεῖσθαί φαμεν τὸν οἶκον τοῦ Θεοῦ καὶ τῆς Ἐκκλησίας πράττεσθαι σύστασιν. Ἐρῶ δὲ πρὸς τούτοις, ὅτι καὶ ἕκαστος ἡμῶν ναὸς ἂν νοοῖτο καὶ οἶκος Θεοῦ. κατῴκηκε γὰρ ἐν ἡμῖν Χριστὸς διὰ τοῦ Πνεύματος· καὶ ἐσμὲν ναοὶ Θεοῦ ζῶντος, κατὰ τὰς γραφάς. οὐκοῦν καὶ ἕκαστος ἡμῶν οἰκοδομείτω τὴν ἑαυτοῦ καρδίαν διὰ πίστεως ὀρθῆς, αὐτὸν ἐχέτω θεμέλιον τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, τὸν ἔντιμον ἀληθῶς· προσεπαγέτω δὲ τούτοις καὶ ὕλην ἑτέραν, τὴν ὑπακοὴν δὴ λέγω, καὶ τὸ εἰς πᾶν ὁτιοῦν εὐήνιον, τὴν ἀνδρείαν, τὴν ὑπομονὴν, τὴν ἐγκράτειαν. συναρμολογούμενοι γὰρ οὕτω "διὰ πάσης ἁφῆς "τῆς ἐπιχορηγίας," "εἰς ναὸν ἅγιον ἀναβησόμεθα καὶ εἰς κα- "τοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι." οἱ δὲ βραδεῖς εἰς πίστιν, ἢ καὶ πιστεύσαντες μὲν, ὀκνηροὶ δέ πως ἔτι πρὸς ἀπόστασιν τὴν ἐκ παθῶν τε καὶ ἁμαρτίας καὶ φιληδονίας κοσμικῆς, δι' αὐτὸ δὴ τοῦτο μονονουχὶ καὶ κεκράγασιν "Οὐχ ἥκει ὁ "καιρὸς τοῦ οἰκοδομήσαι τὸν οἶκον Κυρίου·" ταύτῃτοι καὶ περιπίπτουσι ταῖς τῶν οὐρανίων ἀγαθῶν ἐνδείαις, καὶ νοηταῖς ἀκαρπίαις, καταφθίνοντος ἐν αὐτοῖς τοῦ νοῦ, καθάπερ τινὸς γῆς, ὡς μήτε σῖτον ἔχειν, τουτέστιν ἰσχὺν, μήτε μὴν οἶνον, 2.255 ὅ ἐστιν εὐφροσύνης σύμβολον. γέγραπται γὰρ ὅτι "ἄρτος "στηρίζει καρδίαν ἀνθρώπου· καὶ οἶνος εὐφραίνει καρδίαν "ἀνθρώπου." 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ Ἀνθ' ὧν ὁ οἶκός μου ἐστὶν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς ἐφ' ὑμᾶς. καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ἐπὶ πάντα ὅσα ἐκφέρει ἡ γῆ καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν.9 Οὐκ ἐᾷ τῶν θείων καταῤῥᾳθυμοῦντας ἐκτόπως ποιεῖσθαι τὰ σφῶν ἐν ἀμείνοσι, καὶ τῶν εἰς δόξαν αὐτοῦ προτάττειν τὰ γεωδέστερα· ἀναπείθει δὲ μᾶλλον ἐννοεῖν, ὡς εἰ μὴ κέοιτο καλῶς τὰ ἀσυγκρίτως ὑπερκείμενα, οὐδ' ἂν τοῖς μείοσιν ἕποιτο τὸ εὖ κεῖσθαι πώποτε, καὶ ἐν οἷς εἶναι βε- βούληνται. ταύτῃτοί φησιν Ἀνθ' ὧν ὁ οἶκός μου ἐστὶν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, διὰ τοῦτο συμβήσεται τοῦτό τε κἀκεῖνο, δι' ὧν ἂν εὐθὺς κατα- φθίνοιτο τὰ ἐν ἀγροῖς, οὐρανοῦ μὲν δρόσον οὐ καθιέντος ἔτι, γῆς δὲ τὴν οἰκείαν ἀνακοπτούσης ἰσχὺν, καὶ μὴν καὶ ῥομ- φαίας ἤγουν ὀργῆς ἐπενηνεγμένης, ληΐοις τε ὁμοῦ καὶ ἀμπέ- λοις συναυαινομένης ἐλαίας, καταβοσκομένης τε πρὸς τούτοις ἀνθρώπους τε καὶ κτήνη. Οὐκοῦν τοῖς ὀκνοῦσιν ἀποπληροῦν τὰ εἰς δόξαν Θεοῦ, καὶ τὰ δι' ὧν ἂν ὁρῷτο συνεστηκὼς ὁ οἶκος αὐτοῦ, τουτ- 2.256 έστιν ἡ Ἐκκλησία, οὔτ' ἂν δρόσος γένοιτο πνευματικὸς, τουτέστι παράκλησις ἡ ἐξ οὐρανοῦ ψυχὰς καὶ καρδίας καταπιαίνουσα· οὔτε μὴν ἡ ἀπὸ γῆς εὐκαρπία, τουτέστι, τὰ διὰ σώματος κατορθώματα· οὐ σῖτος, οὐκ οἶνος, οὐκ ἐλαίου χρῆσις. ἀνίσχυες γὰρ πάντη τε καὶ πάντως ἔσονται, καὶ τοῦ κατευφραίνεσθαι μακρὰν, καταπιανθεῖεν δ' ἂν οὐδα- μῶς ἐλαίῳ τῷ νοητῷ τῷ τῆς ἀγαλλιάσεως, καὶ 382 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἁπαξαπλῶς ἄγευστοι καὶ ἀμέτοχοι τῆς εὐλογίας ἀπομενοῦσι τῆς διὰ Χριστοῦ· καὶ πρός γε δὴ τούτοις ὑπενεχθήσονται τῇ ῥομφαίᾳ, καὶ ἄμισθον παντελῶς ὑπομενοῦσι πόνον, κἂν εἴ τις αὐτοῖς ἐπιεικείας ἐπιτηδεύοιτο τρόπος. στεφανοῦται γὰρ οὐδεὶς, "ἐὰν "μὴ νομίμως ἀθλήσῃ," κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἡγώ- μεθα περισπούδαστον καὶ τῶν ὅτι μάλιστα σεπτῶν τὴν εἰς τὰ ἀμείνω σπουδήν· τετάχθω δὲ καὶ τὰ καθ' ἡμᾶς ἐν μείονι λόγῳ, καὶ ἴτω κατόπιν τῶν εἰς δόξαν Θεοῦ. καὶ οὐχὶ δὴ μόνον ἑστίαι, καὶ χρῆματα, καὶ τὰ εἰς δόξαν κενὴν, ἀλλὰ γὰρ καὶ γένη, καὶ ἀδελφοὶ, καὶ πατέρες. οὕτω γάρ που φησὶ καὶ ὁ Χριστός "Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, "οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ "ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν "αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος." 9Καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ὁ ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ πάντες οἱ κατά- λοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ τῶν λόγων Ἀγγαίου τοῦ προφήτου, καθότι ἐξαπέστειλεν αὐτὸν 2.257 Κύριος ὁ Θεὸς αὐτῶν πρὸς αὐτοὺς, καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου Κυρίου.9 Ὅτι μὴ μάτην ποιεῖται τὰς ἀπειλὰς, χρῆμά τε ἐστὶν οὐκ ἀνόνητον τοῖς ῥᾳθυμεῖν εἰωθόσιν ὁ φόβος, κατίδοι τις ἂν κἀντεῦθεν εὐκόλως. ἰδοὺ γὰρ ἰδοὺ τῶν θείων ἐπείπερ ἐπύ- θοντο λόγων, τρέπονται παραχρῆμα πρὸς φιλεργίαν, εἴκουσί τε λοιπὸν τοῖς καθηγεῖσθαι λαχοῦσι, Ζοροβάβελ τέ φημι καὶ Ἰησοῦς, διὰ πλείστης τε ὅσης αἰδοῦς τὰς τοῦ προφήτου ποιοῦνται φωνὰς, καὶ δεδυσώπηνται τὴν ἀποστολὴν, καίτοι πάλαι κομιδῇ σμικρῶν ἀξιοῦντες τὸ χρῆμα λόγων. οὐκοῦν ἀληθὲς καὶ δι' αὐτῶν ὁρᾶται τῶν πραγμάτων ὅτι "Ὃν "ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα- "δέχεται." μετατάττει γὰρ ἔσθ' ὅτε πρὸς τὰ ἀμείνω τὸν νοῦν τὸ τοῦ κολάζεσθαι δεῖμα· καὶ τῶν σκυθρωπῶν ἡ ἔφοδος εἰς τὸν θεῖον ἡμᾶς μεθορμίζει φόβον· καὶ ἔστιν ἀτρεκὲς, τὸ ἐν βιβλίῳ παροιμιῶν, ὅτι "Ὁ φοβούμενος τὸν "Κύριον οὗτος ὑγιαίνει," καὶ πάλιν "Φόβος Κυρίου εἰς "ζωὴν ἀνδρί." καὶ ὁμοίως ἡ σοφία "Φόβος Κυρίου δόξα "καὶ καύχημα·" καὶ "Φόβος Κυρίου τέρψει καρδίαν, καὶ "δώσει πρὸς τούτοις εὐφροσύνην καὶ χαρὰν καὶ μακρο- "ημέρευσιν." θέα δὲ ὅπως ἡμέρως τε ἡμᾶς καὶ ὡς ἂν αὐτῷ πρέποι πλήττει Θεός. οὐ γὰρ εὐθὺς τοῖς ἀνθρωπίνοις σώ- μασιν ἐπάγει τὰ ἐξ ὀργῆς, καταπτοεῖ δὲ μᾶλλον τοῖς ἔξωθεν καὶ ὀλίγοις δείμασι, καὶ ταῖς τῶν ἐδωδίμων ζημίαις μεταποιεῖ πρὸς τὸ ἄμεινον καὶ πρὸς τὸ ἑλέσθαι λοιπὸν ἐργάζεσθαι τὰ αὐτοῦ. 2.258 9Καὶ εἶπεν Ἀγγαῖος ὁ ἄγγελος Κυρίου τῷ λαῷ Ἐγώ εἰμι μεθ' ὑμῶν, λέγει Κύριος.9 Ὅρα ταῖς εἰς τὰ ἀμείνω μεταστάσεσι παρομαρτοῦσαν εὐθὺς τὴν φιλανθρωπίαν. συμμεθίσταται γὰρ οἱονεί
Twelve Prophets Hosea prologue opening§hosea-prol-open
hosea-prol-openHosea prologue.
Preface: why add another exposition of the holy prophets after others.
Greek · §hosea-prol-open
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗ ΟΙΗΘΕΙΗ μὲν ἄν τις περιττὸν εἶναί πως καὶ εἰκαιόβουλον. καὶ οὔτι που σφόδρα τῶν ἀναγκαίων εἰς ὄνησιν, καὶ πολλοῖς ἤδη προειρημένα μονονουχὶ καὶ ἀνασκαλεύειν ἐπιχειρεῖν, καὶ τοῖς τῶν προλαβόντων πόνοις ἐπεισφέρειν ἑτέρους· καίτοι καὶ λίαν ἀποχρώντως ἐχόντων ἐκείνων εἴς γε τὸ δύνασθαι διατρανοῦν εὖ μάλα τὰς τῶν ἁγίων προ- φητῶν συγγραφάς· ἐγὼ δὲ τὸ χρῆμα φαίην ἂν οὐχ ὧδε ἔχειν· πολλοῦ τε καὶ δεῖ. μεμνήσομαι γὰρ ἐπιφωνοῦντος τοῦ Παύλου τοῖς παρ' αὐτοῦ μυσταγωγουμένοις "Τὰ αὐτὰ "λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές." Ἄθρει δὲ ὅπως ἐστὶν ἀληθὴς ὁ λόγος. εἰ γάρ τι προκέοιτο τῶν ἀναγκαίων εἰς εἴδησιν, εἶτα πολλοὶ καὶ παρὰ πολλῶν ἐπ' αὐτῷ δὴ τούτῳ γένοιντο λόγοι, βλάβος μὲν ἔσται τὸ σύμπαν οὐδέν· ὀνήσειε δ' ἂν ὅτι μάλιστά γε τοῖς ἀκρο- ωμένοις. εἰ μὲν γὰρ ἀλλήλοις συμβαίνοντας ποιοῖντο τοὺς λόγους οἱ διερμηνεύειν εἰωθότες, ἀσφαλεστέρα που πάντως τοῖς φιλακροάμοσιν εἰσκρίνεται γνῶσις· εἰ δὲ δή τι φαί- 1.2 νοιτο τὸ ἐφ' ἑκάστῳ καινοπρεπὲς καὶ τὸ τῷ δεῖνι τυχὸν οὐ σφόδρα διεγνωσμένον ὀρθῶς καὶ ἀνεπιλήπτως, εἰ ἐπὶ νοῦν ἥκοι τὸν ἑτέρου, τί τὸ λυποῦν; μᾶλλον δὲ, πῶς οὐκ ἄμεινον ἀμφιλαφῆ καὶ εὐκρινεστέραν τὴν τῶν νοημάτων γίνεσθαι παράθεσιν; οὐκοῦν, κἂν εἰ πολλοὶ γεγράφασι πρὸ ἡμῶν, τὰ ἐν τοῖς ἁγίοις προφήταις διερμηνεύοντες, οὐχὶ ταύτης ἕνεκεν τῆς αἰτίας σιωπήσομεν· διωσόμεθα δὲ μᾶλλον ὡς ἀδρανῆ τὸν ὄκνον, καὶ ἥνπερ ἂν καὶ ἡμῖν αὐτοῖς ἐπιδοίη χάριν ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, ταύτην καὶ ἑτέροις φανερὰν καταστήσομεν, μεμνημένοι λέγοντος τοῦ Χριστοῦ, "∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε." Ἀρχόμενος τοίνυν τῆς εἰς τὸν μακάριον προφήτην Ὠσηὲ σαφοῦς ἑρμηνείας, ἐκεῖνα προεκθήσομαι καὶ περὶ τῆς τῶν ἄλλων προφητῶν συγγραφῆς. ἔθος γὰρ ἅπασιν, οὓς ἂν ἕκαστοι ποιοῖντο λόγους μεταπλάττειν εὐκόλως ἐπὶ τὸ δοκοῦν τῷ Ἁγίῳ Πνεύματι, ὥς ποτε μὲν ἐκ τῆς ἱστορίας, ἤτοι τῶν αἰσθητῶν καὶ οἱονεί πως ἐν ὄψει κειμένων καὶ γεγονότων πραγμάτων, ἀναφοιτᾶν εὐκόλως εἰς τὰ ἐσώτατα καὶ πνευματικά· ὅτε δὲ αὖ καθικνεῖσθαι πάλιν, καὶ πολὺ δ
Hosea prologue rem early§hosea-prol-rem-early
hosea-prol-rem-earlyRem early: Preface: why add another exposition of the holy prophets after others.
Greek · §hosea-prol-rem-early
ὴ λίαν ἀσυμφανῶς, ἐπὶ τὰ ἐν αἰσθήσει πράγματα· πλείστη δὲ ὅση παρ' αὐτοῖς καὶ ἡ τῶν προσώπων ἐπεισφορὰ, σχετ- λιασμοί τε καὶ ἀναφωνήσεις, καὶ τῶν ἤδη παρῳχηκότων ἡ μνήμη, καὶ τῶν ἐσομένων προάγγελσις. δεῖ δὴ οὖν ἕκαστα σαφῶς φιλοκρινοῦντας ὡς ἔνι, τὴν τῶν νοημάτων τάξιν καὶ τὴν τῶν προσώπων διαφορὰν ἀναγκαίως ἐπιτηρεῖν· σαφὴς γὰρ οὕτως ἡμῖν καὶ ἀσύγχυτος, καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένος ἔσται που πάντως ὁ λόγος. χρῆναι δὲ ὑπο- λαμβάνω, προαφηγήσασθαί τινα τῶν συμβεβηκότων τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἵνα μὴ ταράττοιτο τῶν ἐντευξομένων ὁ νοῦς, ποτὲ μὲν ἀκούων Ἐφραὶμ καὶ Ἰσραὴλ καὶ μέν τοι καὶ Σαμάρειαν, Ἰούδαν τε αὖ καὶ Βενιαμῖν· πλείστη γὰρ ὅση 1.3 τῶν τοιούτων ὀνομάτων παρὰ τοῖς ἁγίοις προφήταις ἡ μνήμη. Ἵνα τοίνυν εἰδεῖεν ἕκαστα σαφῶς, ἀκουόντων ὅτι τὴν τοῦ πατρὸς βασιλείαν περιέπων κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ὁ Σολομῶν, ἀνεδείματο μὲν τῷ Θεῷ τὸν δια- βόητον ἐκεῖνον καὶ ἀξιάγαστον νεών· ἀλλὰ καίτοι λίαν γεγονὼς διαπρεπὴς διά τε πλούτου λαμπρότητα καὶ περιου- σίαν χρημάτων, εἰς γῆρας ἐληλακὼς, διά τοι τὴν εἰς γυναῖ- κας αἰδῶ προσκέκρουκε τῷ Θεῶ. καὶ ποῖος αὐτῷ γέγονε πλημμελείας ὁ τρόπος, τὸ ἱερὸν ἡμῖν ἀφηγήσεται γράμμα· ἔχει γὰρ οὕτως "Καὶ ὁ βασιλεὺς ἔλαβε γυναῖκας ἀλλοτρίας, "καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, Ἀμμανίτιδας, Σύ- "ρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμοῤῥαίας, ἐκ τῶν ἐθνῶν "ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς 1 Ἰσραὴλ Οὐκ εἰσελεύσεσθε "εἰς αὐτοὺς καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, ἵνα μὴ "ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω τῶν εἰδώλων αὐτῶν· "εἰς αὐτὰς ἐκολλήθη Σολομῶν τοῦ ἀγαπῆσαι· καὶ ἦσαν "αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τρια- "κόσιαι· καὶ ἐγενήθη ἐν τῷ καιρῷ γήρως Σολομῶν καὶ "ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ "ὀπίσω θεῶν ἑτέρων· καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία "μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία ∆αυεὶδ τοῦ "πατρὸς αὐτοῦ. καὶ ἐπορεύθη Σολομῶν ὀπίσω τῆς Ἀστάρ- "της βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ Βάαλ εἰδώλου "υἱῶν Ἀμών. καὶ ἐποίησε Σολομῶν τὸ πονηρὸν ἐνώπιον "Κυρίου, καὶ οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς ∆αυεὶδ ὁ "πατὴρ αὐτοῦ. τότε ᾠκοδόμησε Σολομῶν ὑψηλὸν τῷ "Χαμὼς εἰδώλῳ Μωὰβ, καὶ τῷ Βάαλ εἰδώλῳ υἱῶν Ἀμὼν, "καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων. καὶ οὕτως "ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ "ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. καὶ ὀργίσθη "θυμῷ Κύριος ἐπὶ Σολομῶν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ 1.4 "ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς, καὶ "ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ παράπαν "μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων· καὶ φυλάξαι καὶ "ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ
Hosea prologue rem mid§hosea-prol-rem-mid
hosea-prol-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §hosea-prol-rem-mid
κτό- πων πλημμελημάτων τὸ δυσαχθέστερον; ἢ πῶς οὐ πέρα λόγου παντὸς, ἀλογῆσαι μὲν τιμῆς καὶ ἀγάπης τῆς εἰς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, τὸ δὲ αὐτῷ καὶ μόνῳ προσὸν ἀξίωμα καὶ τῶν δαιμονίων ἀπονέμειν ἀγέλαις, μᾶλλον δὲ λίθοις ἀνάπτειν καὶ ξύλοις; ἐπειδὴ δὲ ἥλω πεφρονηκώς τε καὶ δράσας ἃ μηδὲ θέμις εἰπεῖν, καὶ τοῖς οὕτως αἰσχροῖς πλημμελήμασιν ἔνοχος γεγονὼς κατεφω- ρᾶτο, λοιπὸν ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός "Ἀνθ' ὧν "ἐγένετο ταῦτα μετὰ σοῦ, καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς "μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαῤῥήσ- "σων διαῤῥήξω τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσω "αὐτὴν τῷ δούλῳ σου. πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω "αὐτὰ, διὰ ∆αυεὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου "λήψομαι αὐτήν. πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· "σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου, διὰ ∆αυεὶδ τὸν δοῦλόν "μου, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην." Ἐπειδὴ γὰρ, ὡς ἔφην, τῆς εἰς γυναῖκας ἐπιθυμίας ἡττώμενος, καίτοι σοφὸς ὢν ἄγαν ὁ Σολομῶν, μονονουχὶ καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἐγχειρημάτων δύναμιν τὴν τοῦ Θεοῦ βασι- λείαν διέῤῥηξεν, εἰδώλοις ἀνάπτων τὴν αὐτῷ καὶ μόνῳ πρε- πωδεστάτην τιμήν τε καὶ δόξαν, ταύτῃ τοι, καὶ μάλα εἰκότως, διαῤῥηγνύναι Θεὸς ἐπηπείλει τὴν βασιλείαν αὐτοῦ, τοῖς ἴσοις ἀντιλυπῶν, κατὰ τὸ ἐν τῷ προφήτῃ γεγραμμένον Ἰεζεκιήλ 1.5 "Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου "ἀνταποδοθήσεται εἰς κεφαλήν σου." Ἐπειδὴ δὲ ἀπεβίω Σολομῶν, κέκληται πρὸς βασιλείαν ὁ ἐξ αὐτοῦ, τουτέστιν, ὁ Ῥοβοάμ. τότε δὴ τότε κατασχίζεται λοιπὸν ὁ Ἰσραὴλ, καὶ ἀποφοιτῶσι μὲν τῶν Ἱεροσολύμων αἱ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραΐμ. κατελογίζοντο γὰρ εἰς μίαν φυλὴν οἱ ἐξ Ἰωσὴφ γεγονότες υἱοὶ Ἐφραΐμ τε καὶ Μανασσῆς, τοῦτο τοῦ προπάτορος Ἰακὼβ κρατεῖν ἐθελή-σαντος. εἴρηται γὰρ πρὸς τὸν Ἰωσήφ "Νῦν οὖν οἱ δύο υἱοί "σου, οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, πρὸ τοῦ ἐλθεῖν με πρὸς "σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆ, ὡς καὶ "̔Ρουβὴμ καὶ Συμεὼν, ἔσονταί μοι." Οὐκοῦν αἱ μὲν δέκα φυλαὶ, καὶ τὸ ἥμισυ τῆς μιᾶς τουτέστιν ὁ Ἐφραῒμ, ἀπῴχοντο μὲν εἰς τὴν Σαμάρειαν, ἔξω δὲ τῆς Ῥοβοὰμ γεγό- νασι βασιλείας· ἀπομεμενήκασι δὲ ἐν τοῖς Ἱεροσολύμοις οἱ ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμίν. ἐπειδὴ δὲ ἀβασίλευτοί τε καὶ ἀστρατήγητοι μένοντες οἱ ἐν Σαμαρείᾳ τὰς ἐκ τοῦ Ῥο- βοὰμ ἐφόδους ὑπώπτευον, καὶ ἑαυτοὺς δὴ μάλα τοῖς φιλτάτοις συνδιόλλυσθαι προσεδόκων, μεταπέμπονται τὸν Ἱεροβοάμ· οἰκέτης δὲ οὗτος ἦν Σολομῶνος ἀποδρὰς εἰς Αἴγυπτον πρὸς Σουσακεὶμ βασιλέα· καὶ δὴ καὶ ἐλθόντα κεχειροτονήκασιν εὐθὺς εἰς ἡγούμενον, καὶ σκήπτρῳ τῆς βασιλείας τετιμήκασι τὸν 2 ἀλιτήριον. καὶ ἦν Ἱεροβοὰμ ἐξ ὄρους καὶ φυλῆ
Hosea prologue rem close CLOSEOUT§hosea-prol-rem-close
hosea-prol-rem-closeRem CLOSEOUT: Hosea prologue CLOSEOUT.
Greek · §hosea-prol-rem-close
ὶ ἐν βεβαίῳ μενεῖ, τῆς τῶν χειροτονησάντων γνώμης οὐ μεθισταμένης εἰς ἑτέραν τινὰ βουλήν τε καὶ σκέψιν. εἶτα δεδιὼς μὴ ἄρα πως τῆς ἐν νόμῳ λατρείας, καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις ἐπιτελουμένων ἑορτῶν εἰς ἀνάμνησιν ἐνεχθεὶς ὁ Ἰσραὴλ, παλινδρομεῖν ἕλοιτο εἰς τὸ ἐν ἀρχαῖς, καὶ τοῖς Ῥοβοὰμ 1.6 ὑπενεχθείη ζυγοῖς, δύο δαμάλεις ἐργάζεται χρυσᾶς, καὶ πρὸς τὸ ἐν Αἰγύπτῳ σέβας ἀναβιβάζων τὸν Ἰσραὴλ, ἐκέλευε προσκυνεῖν αὐταῖς, καὶ ὁλοκαυτοῦν. "Καὶ ἀπέθετο," φησὶ, "τὴν μὲν εἰς Γάλγαλα, τὴν δὲ εἰς ∆άν·" πόλεις δὲ αὗται περιφανέστεραι τῶν ἄλλων, αἳ ἦσαν ἐν χώρᾳ Σαμαρειτῶν. Οὐκοῦν διττὴ γέγονε τῶν δέκα φυλῶν ἡ ἀπόστασις, καὶ τοῦ ἡμίσους φυλῆς Ἐφραΐμ. ἐξῴχοντο γὰρ, οὐχὶ μόνον τῶν Ἱεροσολύμων, ἀλλὰ καὶ αὐτῆς τῆς εἰς Θεὸν εὐσεβείας, δαμάλεσι προσκυνοῦντες χρυσαῖς, θύοντές τε καὶ λατρεύ- οντες "τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν," καθὰ γέγραπται. οἱ δέ γε ἀπομεμενηκότες ἐν τοῖς Ἱεροσολύμοις, Ἰούδας τέ φημι καὶ Βενιαμὶν, αἰδῶ μέν τινα καὶ λόγον τῶν διὰ Μωυσέως ἐποιοῦντο θεσπισμάτων. ἔθυον γὰρ ἐν τῷ ναῷ· πλὴν οὐχ ὁλοτρόπως τῆς εἰς Θεὸν ἀγάπης ἐξείχοντο, κατε- μερίζοντο δὲ καὶ αὐτοὶ πρὸς ἀπόστασιν. ἔθυον γὰρ εἰδώ- λοις "ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου "ἀλσώδους," κατὰ τὴν τοῦ προφήτου φωνήν. ὅταν τοίνυν ἀκούῃς τῶν ἁγίων προφητῶν ὀνομαζόντων τὸν Ἰσραὴλ ἤτοι τὸν Ἐφραῒμ, τότε δή μοι νόει τοὺς ἐν τῇ Σαμαρείᾳ· ὅταν δὲ τὸν Ἰούδαν καὶ Βενιαμὶν, τοὺς ἀπομείναντας ἐν Ἱεροσολύμοις. ἦσαν δὲ καὶ προφῆται παρ' αὐτοῖς, ἀδιακρίτως περί τε τῶν ἐν τῇ Σαμαρείᾳ, καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις προφητεύ- οντες· καὶ οἱ μὲν ἐν τοῖς Ἱεροσολύμοις, οἱ δὲ τὴν Σαμαρειτῶν οἰκοῦντες χώραν, τοὺς παρὰ Θεοῦ τοῖς ἀκροωμένοις διεκόμιζον λόγους. Ἰστέον δὲ, ὅτι μετὰ τὸ ἀποῤῥαγῆναι τῶν Ἱεροσολύ- μων τὰς δέκα φυλὰς καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, ἰδίοις ἐχρῶντο βασιλεῦσι καὶ οἱ ἐν τῇ Σαμαρείᾳ καὶ οἱ ἐν τοῖς Ἱεροσολύμοις. καὶ τοῦτο κεκράτηκεν ἄχρι καιροῦ τῆς τελευ- ταίας αἰχμαλωσίας, ὅτε καὶ ὑπενόστησαν ἐν Ἱεροσολύμοις, Κύρου κεκρατηκότος, καὶ ἀνέντος αὐτοῖς τὴν ἀποδρομὴν, 1.7 καθηγουμένου μὲν Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἱερατεύοντος δὲ Ἰησοῦ τοῦ Ἰωσεδέκ. τότε καὶτὸν ναὸν ἀνεδείμαντο, καὶ ὑπὸ μίαν γεγόνασιν ἀρχὴν, καὶ κατῳκήκασιν ἐν Ἱεροσολύμοις, διχονοίας ἁπάσης ἐξῃρημένης. ὅσαι δὲ κατὰ καιροὺς αἰχμαλωσίαι γεγόνασιν ἀνὰ μέρος τῶν δέκα φυλῶν, καὶ μέν τοι καὶ τοῦ ἡμίσεος φυλῆς Ἐφραῒμ, καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις, Ἰούδα τέ φημι καὶ Βενιαμὶν, προιὼν ὁ λόγος ἐπιδείξει σαφῶς. ἀνάγραπτοι δὲ γεγόνασιν ἀναγκαίως καὶ οἱ χρόνοι, καθ' οὓς ἕκαστος τῶν ἁγίων λελά- ληκε προφητῶν, ἵν' εἰδείημεν ἀκριβῶς ἐν ποί
Twelve Prophets Hosea Tomos 1 opening§hosea-t1-open
hosea-t1-openHosea Tomos 1.
Hosea Tomos 1: the prophet’s word and Israel’s history toward Christ.
Greek · §hosea-t1-open
ΤΟΜΟΣ ΠΡΩΤΟΣ. 9Λόγος Κυρίου ὃς ἐγενήθη πρὸς Ὠσηὲ τὸν τοῦ Βεηρὶ ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ.9 Προφητεύει τοίνυν ὁ μακάριος Ὠσηὲ ἐν ἡμέραις Ὀζίου καὶ Ἰωαύαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, καὶ ἐἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ. καὶ ὁ μὲνχρόνος τῆς προφητείας μέχρι τούτου νοεῖται λαβὼν τὴν παράτασιν. χρὴ δὲ οἶμαι τὰ ἐφ' ἑκάστῳ λοιπὸν ἀφη- γεῖσθαι σαφῶς, ὡς ἂν ἔχωμεν ἐννοεῖν, καθάπερ ἤδη προεῖπον, ὁποῖοί τινες οἱ τοιοίδε γεγόνασι, πότερον ἀγαθοί τε καὶ εὖνοι πρὸς Θεὸν, ἤγουν ἀπονενευκότες ἐπὶ τὸ μὴ οὕτως ἔχον· καὶ τίνα τὰ ἐφ' ἑκάστοις συμβεβηκότα, τοῖς τε ἐν τῇ Σαμαρείᾳ, καὶ τοῖς ἐν τοῖς Ἱεροσολύμοις. 3 εἰσόμεθα γὰρ ὧδε. καὶ λίαν εὐκόλως, ὅποι περ ἂν βλέπῃ τῆς προφητείας ὁ σκοπός. Τελευταῖος μὲν οὖν ὠνόμασται Ἱεροβοὰμ ὁ τοῦ Ἰωὰς, βασιλεὺς Ἰσραήλ· γέγονε δὲ πρὸ Ἀζαρίου, τοῦ καὶ Ὀζίου.ἰστέον δὲ, ὅτι ἕτερος ἡμῖν παρὰ τὸν πρῶτον ἐστὶν, ὃς ἐν καιροῖς γέγονε τῆς βασιλείας Ῥοβοὰμ, υἱοῦ Σολομῶνος· πλὴν ἰσότροπος ἐκείνῳ καὶ εἰς ἀσέβειαν ἐμφερής. γέγραπ- ται γὰρ ὡδὶ περὶ αὐτοῦ "Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμα-"σίου υἱοῦ Ἰωὰς βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἱεροβοὰμ"υἱὸς Ἰωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ, τεσσαράκοντα καὶ ἓν "ἔτος. καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, οὐκ "ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς "ἐξήμαρτε τὸν Ἰσραήλ." ὁρᾷς, ὅπως ζηλωτὴς τῶν ἐκείνου 1.9 γέγονε τρόπων, τὴν ἴσην ὥσπερ ἁμαξιτὸν ἐρχόμενος, καὶ οἱονεὶ κατὰ πόδας τῆς ἐκείνου δυσσεβείας ἐλθών; εἶτα, τί φησι τὸ γράμμα τὸ ἱερόν; "Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ "τοῦ Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ, ἐβασίλευσεν Ἀζαρίας"υἱὸς Ἀμασίου βασιλέως Ἰούδα, ὃς ἑκκαίδεκα ἐτῶν ἦν, ἐν "τῷ βασιλεύειν αὐτόν, καὶ δύο καὶ πεντήκοντα ἔτη "ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ "̔Ιεχελία ἐξ Ἱερουσαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφ- "θαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀμασίας ὁ "πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς "ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. καὶ ἥψατο Κύριος "τοῦ βασιλέως, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου "αὐτοῦ." Εὐσεβὴς μὲν καὶ φιλόθεος ὁ Ὀζίας, πλὴν οὐχ ὁλοτρ
Hosea Tomos 1 rem early§hosea-t1-rem-early
hosea-t1-rem-earlyRem early: Hosea Tomos 1: the prophet’s word and Israel’s history toward Christ.
Greek · §hosea-t1-rem-early
όπως· οὐ γὰρ περιεῖλε τὰ ὑψηλὰ, φησὶν, ἀλλ' ἐθυ- μίων ἐν αὐτοῖς καὶ τοῖς δαιμονίοις προσῆγον θυσίας οἱ πλα- νώμενοι. εἶτα παρενεχθεὶς Ἀζαρίας, ἤγουν ὁ Ὀζίας, εἰς ἐκτόπους ἐννοίας, ᾠήθη πρέπειν τῇ τῆς βασιλείας δόξῃ καὶ τὸ χρῆναι πληροῦν τὰ νενομισμένα τῷ Θεῷ, καὶ λειτουργίας ἀντέχεσθαι τῆς ἱερᾶς· καὶ δὴ καὶ τέθυκε δι' ἑαυτοῦ, τῶν διὰ Μωυσέως ἀλογήσας νόμων. ἐπειδὴ δὲ ἀναβέβηκεν εἰς τὴν οὐδαμόθεν αὐτῷ πρέπουσαν λειτουργίαν, φημὶ δὴ τὴν ἱερὰν, "Ηψατο, φησὶ, Κύριος αὐτοῦ, καὶ ἦν λελεπρωμένος ἕως "ἡμέρας θανάτου." ἀκάθαρτος μὲν οὖν κατὰ νόμους ὁ λεπρός, καὶ ἀπεπέμποντο τῆς παρεμβολῆς οἱ τῷ τοιῷδε πάθει κατειλημμένοι. ἔφη γάρ ποτε Θεὸς πρὸς τὸν ἱερο- φάντην Μωυσέα "Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποσ- "τειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ γονοῤῥυῆ, "καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ." ἐπετιμᾶτο δὲ τῇ νόσῳ, τετολμηκὼς ἃ μὴ θέμις, καὶ ἀτιμίαν τοῦ βασιλέως κατεψη- φίσατο Θεὸς τὴν ἱερὰν ἁρπάσαντος δόξαν. Ἐπειδὴ δὲ τῆς προφητείας ἡ δύναμις οὐκ εἰς μόνον βλέπει 1.10 τὸν Ἰούδαν, τουτέστι, τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ἔρχεται δὲ 1.10 καὶ ἐπὶ τὸν Ἰσραὴλ, τουτέστι, τὰς δέκα φυλὰς τὰς ἐν τῇ Σαμαρείᾳ, φέρε λέγωμεν ἀναγκαίως τοὺς ἐπ' αὐτὸν βεβασι- λευκότας ἐν ἡμέραις Ἀζαρίου, τοῦ καὶ Ὀζίου, καὶ ποίαις αὐτοὺς συμβέβηκεν ἐναλῶναι συμφοραῖς κατηῤῥωστηκότας ἐκτόπως τὴν βέβηλον εἰδωλολατρείαν. ἤδη τοίνυν εἰκοστὸν καὶ ὄγδοον ἔτος ἐν τῷ βασιλεύειν ἔχοντος Ὀζίου, τοῦ καὶ Ἀζαρίου, Ἀζαρίας ἕτερος, [τοῦ] Ἱεροβοὰμ, βεβασίλευκεν ἐπὶτὸν Ἰσραὴλ μῆνας ἕξ. ἐπειδὴ δὲ καὶ αὐτὸς ἐν ὁδῷ πεπό- ρευται τοῦ πατρὸς, καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, δέδοταί τισι τῶν οἰκείων εἰς σφαγὴν, καὶ δὴ καὶ διόλλυται. προϊόντος δὲ τοῦ καιροῦ λοιπὸν, ἐν ἔτει τρια- κοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας Ὀζίου, χρίεται πάλιν ἐπὶ τὸν Ἰσραὴλ ὁ Σελούμ, καὶ βεβασίλευκε μηνὸς ἡμέρας· ἀνῄ- ρηται γὰρ εὐθὺς ὑπὸ Μαναῒμ υἱοῦ Γαζῆ τοῦ ἐκ Θερσίν. ἐπεσημήνατο δὲ τὸ γράμμα τὸ ἱερὸν, ὅτι γεγόνασιν υἱοὶ, καὶ ἐξ αἵματος ἦσαν ἀμφότεροι τοῦ Ἰηοῦ, ὃς ἀπέκτεινε τὸν Ἀχαὰβ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν Ἰεζάβελ, ᾧ καὶ ὑπέ-σχετο ὁ Θεὸς, λέγων "Υἱοὶ τέταρτοι καθήσονται ἐπὶ τοῦ "θρόνου σου." βεβασίλευκε τοίνυν ὁ Μαναῒμ ἐπὶ τὸν Ἰσραὴλ, ἀπεκτονὼς τὸν Σελούμ. "Καὶ ἐποίησε, φησὶ, τὸ "πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν "ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ." βασιλεύοντος δὲ αὐτοῦ, φημὶ δὴ τοῦ Μαναῒμ, καὶ Θεῷ προσκρούοντος, διὰ τὸ προ[σ]κεῖσθαι λίαν ταῖς τῶν εἰδώλων ψευδολατρείαις, καταστρατεύεται τῆς Σαμαρείας Φούλας βασιλεὺς 4 Ἀσσυρίων· ὃν ἀμύνασθαι τοῖς ὅπλοις οὐκ ἔχων ὁ Μαναῒμ, πολλοῖς ἀναπείθει χρήμασιν
Hosea Tomos 1 rem mid§hosea-t1-rem-mid
hosea-t1-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §hosea-t1-rem-mid
ι πάντα πράττεσθαι πρὸς ἡμῶν; Ἀλλ' ἐρεῖς, ὅτι τοῖς θείοις εἴκοντες νεύμασιν, ἔδρων τὰ τοιάδε τοτηνικάδε. τί δὲ, εἰπέ μοι, φρονεῖν ἄξιον περὶ τοῦ μακαρίου Ὠσηέ; ἆρα γὰρ αὐτόκλητος πρὸς γυναῖκα πόρνην ἔρχεται, καὶ ποιεῖται σύνοικον τὴν οὕτως αἰσχρὰν, ἢ προστέτακται παρὰ Θεοῦ; τεθαύμακα δὲ οὐδὲν ἧττον ἐκεῖνο τοῦ κατασκώπτειν ἐθέλοντος τὰ ἐπ' αὐτῷ γεγραμμένα, καὶ τῆς ἱστορίας τὸ ἀτερπὲς διασύρειν ἀποτολμήσαντος. ἀναιρῶν γὰρ τὸ χρῆμα διὰ τὸ ἄτοπον, διϊσχυριζόμενός τε καὶ μάλα σαφῶς, ὡς οὐ πόρνῃ γυναικὶ κεκοινώνηκεν ὁ προφήτης, ἀλλ' ἐκ- πορνευσάσαις ψυχαῖς ὁ θεῖος ἔσθ' ὅτε συνάπτεται Λόγος, οὐ νενόηκε κατὰ τὸ εἰκὸς, οἵῳ περιπέπτωκεν ὕθλῳ. σεμ- νότερον γὰρ, ὡς ἔοικε, τὸν προφήτην εἶναι γοῦν βούλεται τοῦ παναγίου Θεοῦ. ἢ γὰρ οὐκ ἐν ἴσῳ λόγῳ φαίη τις ἂν, εἰπέ μοι, καὶ τὸ πονηρᾷ γυναικὶ τὸν προφήτην συνάπτεσθαι, καὶ τὸ ἀκαθάρτῳ ψυχῇ κοινωνεῖν ἑλέσθαι τὸν τοῦ Θεοῦ Λόγον; ἀλλ' οἶμαι τὸ μεταξὺ παντελῶς οὐδέν. ἢ τοίνυν συναναιρούντων ἐκείνῳ καὶ τοῦτο διὰ τὸ ἄτοπον, ἤγουν ἐφιέντων κατόπιν τῆς θείας βουλῆς ἔρχεσθαι τὰ ἀνθρώ- πινα. χρῆναι δὲ οἶμαι καί τι τῶν εὐαγγελικῶν παραθεῖναι γραμμάτων. συνανεκλίθη τελώναις καὶ ἁμαρτωλοῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἀλλ' ἐπῃτιῶντο πάλιν οἱ φιλεγκλήμονες Φαρισαῖοι, καὶ τοῖς ἁγίοις προσήεσαν μαθη- ταῖς ἀναφανδὸν, λέγοντες "∆ιατί μετὰ ἀνθρώπων ἁμαρ- "τωλῶν ὁ διδάσκαλος ὑμῶν ἐσθίει καὶ πίνει;" τί οὖν πρὸς ταῦτα ὁ Χριστός; "Οὐ χρείαν, φησὶν, ἔχουσιν οἱ "ἰσχύοντες ἰατρῶν, ἀλλ' οἱ κακῶς ἔχοντες." ὅτι μὲν οὖν καὶ μεμολυσμένους καὶ ἐκνενιμμένους οὔπω τὴν ἁμαρτίαν ἐξ 1.22 ἀμετρήτου φιλανθρωπίας προσίεται Θεὸς, ἐνδοιάσῃ τις ἂν οὐδαμῶς. χρῆναι δὲ δεῖ μάλιστα τῆς κατὰ τὸν μακάριον Ὠσηὲ γενομένης ἱστορίας μὴ καθορίζειν τὸ ἀκαλλὲς γρα- φούσης ἡμῖν ἐφ' ἑαυτῆς παγκάλως, ὅτι βδελυροῖς καὶ ἀκα- θάρτοις οὖσιν ἔτι, τὴν παρ' ἑαυτοῦ πνευματικὴν κοινωνίαν ὁ θεῖος ἡμῖν χαρίζεται Λόγος. Ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν μακάριον Ὠσηέ Βάδιζε, λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας. δέχεται δὲ τὴν Γόμερ, οὐχ ἡδυπαθείας εὕρεμα τὸ χρῆμα ποιούμενος, ἀλλ' ὑπακοῆς καὶ διακονίας ἔργον ἀπο- πληρῶν, καὶ ὑπηρέτης τοῦ τύπου γινόμενος, ὃν αὐτὸν δὴ μάλα ἐροῦμεν, ἐν τοῖς σαρκικοῖς καὶ γεωδεστέροις διαμορφοῦντες, ὡς ἔνι, τὰ πνευματικά. αἰτιῷτο δ' ἂν οἶμαί τις οὐκ ἐν κόσμῳ λοιπὸν τὸν τοῦ προφήτου σκοπόν. τὸ γὰρ ἑλέσθαι γαμεῖν, καὶ γυναίῳ συνάπτεσθαι, καὶ τέκνων ἐρᾷν, ὁ τῆς θεοπνεύστου γραφῆς οὐκ ἐξείργει λόγος· μᾶλλον δὲ μώμου καὶ 9 διαβολῆς ἀπαλλάττει πανταχοῦ· "Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη "ἀμίαντος," κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· ἐφεῖτο δὲ τοῖς ἐθέλο
Hosea Tomos 1 rem close CLOSEOUT§hosea-t1-rem-close
hosea-t1-rem-closeRem CLOSEOUT: Hosea Tomos 1 CLOSEOUT.
Greek · §hosea-t1-rem-close
ἐσχάτην αὐτοὺς ἀθλιότητα κατολισθεῖν, καὶ δύσοιστον ἀληθῶς ἀνατλῆναι συμφοράν. Θεοῦ γὰρ ἀνθεστηκότος, οὐδαμόθεν ἂν γένοιτο τοῖς παθοῦσιν ἡ ὄνησις. "Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;" φησίν· καὶ ᾗ φησὶν ὁ προφήτης, "Τὴν χεῖρα τὴν ὑψηλὴν "τίς ἀποστρέψει;" ἢ τίς ἐλεήσει τὸν διὰ τῆς ἄνωθεν ψήφου καταδεδικασμένον; πάντα γὰρ τοῖς θείοις ἕπεται νεύμασι. καὶ ὅπερ ἂν ἕλοιτο κατορθοῦν ὁ ∆εσπότης, τοῦτο ἀμελλητὶ πάντη τε καὶ πάντως διαπεραίνεται, συνεργαζομένης αὐτῷ τῆς κτίσεως, καὶ ταῖς τοῦ κρατοῦντος ἀκολουθούσης ψήφοις. οὕτω κεκόλακεν Αἰγυπτίους, μεταστοιχειουμένων τῶν ὑδά- των εἰς αἷμα, καὶ τῆς αἰθάλης εἰς σκνῖπας, καὶ ἀφορήτου χαλάζης καθιεμένης, μικροῦ δὲ καὶ τριημέρου καταχεομένου σκότους, καὶ τῶν ἄλλων ἁπάντων αὐτοῖς ἐπενηνεγμένων. οὐκοῦν ὄνομα τῷ κορίῳ τὸ Οὐκ ἠλεημένη, χρησίμως τε καὶ ἀναγκαίως· ἵνα τὴν αἰτίαν τοῦ πράγματος φιλοπευστοῦντες ἀεὶ, καὶ δὴ καὶ μανθάνοντες οἱ τὸ τηνικάδε διὰ τῆς πολυθέου πλάνης προσκεκρουκότες Θεῷ, φρονεῖν τε καὶ δρᾷν ἀναπεί- 1.33 θοιντο τὰ ἀμείνω καὶ πρεπωδέστερα, λοιπόν τε μεταφοιτή- σειαν πρὸς τὸ ἑλέσθαι σωφρόνως, κἂν γοῦν τοῖς δευτέροις ἀποσείεσθαι τὴν ὀργὴν, εὐμενῆ καὶ πρᾷον ἐφ' ἑαυτοῖς κατα- στήσαντες λελυπημένον τὸν τῶν ὅλων Θεόν. ἔοικε δὲ πάλιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις ὑποδηλοῦν λόγος τὰς γεγενημένας αἰχμαλωσίας τοῦ Ἰσραὴλ, ὑπό τε τοῦ Θεγλα- φαλασὰρ, καὶ μέντοι Σαλμανασὰρ βασιλέων Ἀσσυρίων, οἳ μετῴκισαν ἐκ Σαμαρείας τὸν Ἰσραὴλ εἰς τὰ ὅρια Περσῶν καὶ Μήδων, τὰς ἐν τῇ Σαμαρείᾳ καταδῃώσαντες πόλεις. ἀλλ' οὐκ ἂν ταῖς οὕτω δειναῖς περιπεπτώκασι συμφοραῖς, ἐπαμύνειν αὐτοῖς ἐθέλοντος Θεοῦ· μᾶλλον δὲ, μὴ οἱονεί πως καὶ ἀντεξάγοντος καὶ ἐν τάξει πολεμίων ἀνθεστηκότος. ἔφη γὰρ ἐναργῶς, ὅτι Ἀντιτασσόμενος ἀντιτάξομαι αὐ- τοῖς. ἐλεήσειν δὲ τοὺς υἱοὺς Ἰούδα κατεπαγγέλλεται, καὶ σώσειν αὐτοὺς, οὐ πολέμου νόμῳ· τοῦτο γὰρ τὸ, οὐκ ἐν ἅρμασιν, οὐδὲ ἐν ἵπποις· ὃ δὴ καὶ τετέλεσται, τοῦ Σενα- χηρεὶμ περιέχοντος κύκλῳ τὴν Ἱερουσαλὴμ, ὅτε καὶ τῆς θείας δόξης κατεφλυάρει Ῥαψάκης, ὡς οὐκ ἂν ἰσχύσειεν εἰπὼν ἀνασῶσαι Θεὸς τήν τε Ἱερουσαλὴμ, καὶ τοὺς ἐν αὐτῇ· προεκόμιζε δὲ εἰς ἀπόδειξιν τοῦ πάντητε καὶ πάντως ἁλώ- σεσθαι καὶ αὐτοὺς, τὸ μὴ δεδυνῆσθαι τοὺς ἐν Σαμαρείᾳ θεοὺς ἐξελέσθαι τοὺς ἑαυτῶν, ἀλλ' ἐσώζετο παραδόξως ὁ Ἰούδας, τουτέστιν αἱ τὴν Ἱερουσαλὴμ οἰκοῦσαι δύο φυλαί. "̓Εξῆλθε γὰρ ἄγγελος Κυρίου, 14 φησὶν, καὶ ἀνεῖλεν ἐκ τῆς "παρεμβολῆς τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ, ἑκατὸν ὀγδοήκοντα "πέντε χιλιάδας." ᾖδόν τε οὕτως οἱ σεσωσμένοι· καὶ τῆς ἐπ' αὐτοῖς γεγενημένης μεγαλουργίας τοὺς τρόπους ἀφη- γοῦντο, λέγοντες "Οὗτοι ἐν ἅρμασι, καὶ οὗτο
Twelve Prophets Hosea Tomos 2 opening§hosea-t2-open
hosea-t2-openHosea Tomos 2.
Hosea Tomos 2: continued Hosea oracles; historia and theoria.
Greek · §hosea-t2-open
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ. Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς.Προειρηκὼς ὅτι καὶ ἀπόβλητος ἔσται δικαίως ὁ Ἰσραὴλ, κεκλήσεται δὲ πρὸς τούτῳ καὶ Οὐ λαός· καὶ μὴν ὅτι καὶ ἡ πληθὺς ἡ κυριοκτόνος ἔσται δήπου πάντως Οὐκ ἠλεημένη, καὶ σφόδρα εἰκότως· εἶτα τούτοις ἐπενεγκὼν, καὶ οὐκ εἰς μακρὰν, τὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐσομένην ἐπιστροφὴν διὰ πίστεως εἰς Χριστὸν, διά γε τοῦ φάναι, "Καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ "ἐπιτοαυτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν," ἅπασάν τε ἀπ' ἀρχῆς μέχρι τέλους τὴν οἰκονομίαν ἀφηγησάμενος, μέτεισι λοιπὸν ἐν τούτοις ἐπὶ τὸ γυμνοῦν τὰ ἐγκλήματα τῶν ὁσίως ἀποβεβλημένων, καὶ τὰ ἐφ' οἷς αὐτοὺς ἐκεῖνα παθεῖν συμβέβηκεν εἰς μέσον ἄγει σαφῶς. τοιγάρτοι φησὶ πρὸς τοὺς ἠλεημένους μὲν καὶ εἰσδεδεγμένους καὶ εἰς λαὸν γεγονό- τας Θεοῦ, πλὴν οἷά τινος πόρνης ἐκπεφυκότας τῆς Συνα- γωγῆς, Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε. εἰ γὰρ δὴ βούλεσθε, φησὶν, ἀναμαθεῖν τὰς αἰτίας, ἐφ' αἷς οὐ λαός μου, καὶ οὐκ ἠλεημένη γεγόνατέ τε καὶ κέκλησθε κατά γε τοὺς χρόνους τοὺς πρὸ τῆς ἐπιστροφῆς, οὐκ ἐμὲ γεγονότα περὶ ὑμᾶς ἀπηνῆ καὶ ὀλίγωρον εἰς φιλοστοργίαν εὑρήσετε· κρίθητε δὲ πρὸς τὴν ἑαυτῶν μητέρα, ὅτι μὴ σέσωκεν ἀγάπης 1.46 τῆς εἰς ἐμὲ τὸ γνήσιον, ἠρνήσατο δὲ τὴν οἰκειότητα· καὶ ὀλίγου παντελῶς ἠξίωσε λόγου τῆς πρὸς ἐμὲ πνευματικῆς κοινωνίας τὴν καθαρότητα· οὐκ ἠθέλησέ τε τοὺς τῶν ἐμῶν θελημάτων ὠδίνειν καρπούς. αὕτη γέγονεν οὐ γυνή μου, κἀγὼ διὰ τοῦτο λοιπὸν οὐκ ἀνὴρ αὐτῆς· οὐκ ἐμοὶ τέτοκεν ὑμᾶς, ἀλλ' ἑτέροις· ἦ γὰρ ἂν ἐπέγνων τοὺς ἐμούς· οὐ βραδὺς εἰς ἔλεον ὁ φύσει πατήρ, ὀκνεῖ δὲ εἶναι χρηστὸς ἐπὶ νόθῃ γονῇ. καὶ ταῦτα μὲν ἴσως φαίη τις ἂν ὡς ἐκ προσώπου τοῦ Θεοῦ· λογιεῖται δὲ αὖ, καὶ περινοήσει καλῶς, ὅτι τετραμ- μένης τῆς Συναγωγῆς εἰς ἀποστασίαν τὴν ἀπὸ Θεοῦ, καὶ τὴν τῶν δαιμόνων λατρείαν ἀνθῃρημένης, μόνον δὲ οὐχὶ πόρνης δίκην ἁπλούσης αὐτο
Hosea Tomos 2 rem early§hosea-t2-rem-early
hosea-t2-rem-earlyRem early: Hosea Tomos 2: continued Hosea oracles; historia and theoria.
Greek · §hosea-t2-rem-early
ῖς τὰ σκέλη, γεγόνασιν οἱ ἐξ αὐτῆς οὔτε φιλόθεοι καθαρῶς καὶ ἐρηρεισμένως, οὔτε μὴν ἐπιεικεῖς τοὺς τρόπους· ἐντεθραμμένοι δὲ μᾶλλον τοῖς ἤθεσι τῶν γεγεννηκότων, ἀφυλάκτως ᾔεσαν ἐπὶ τὰ λυποῦντα Θεόν· τοῦτο μὲν θύοντες τῷ Βάαλ, καὶ ταῖς δαμάλεσι ταῖς 19 χρυσαῖς· τοῦτο δὲ καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας ἀπερισκέπτως διάττον- τες. αἰτιάσονται δὴ οὖν, καὶ σφόδρα εἰκότως, τὴν ἑαυτῶν μητέρα, καὶ οὐχὶ δὴ μᾶλλον τὸν φιλάρετόν τε καὶ πάναγνον ἀληθῶς ∆εσπότην, ὃς σύνοικον ἔχειν οὐκ ἀξιοῖ τὴν πεπορνευ- μένην. νοητὸς δὲ πάντως τῆς πορνείας ὁ τρόπος, κἂν εἰ λαλοῖτο σωματικῶς. 9Καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς, ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν, καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡμέραι γενέσεως αὐτῆς.9 Τοῖς ἀπὸ γνώμης ἰδίας οὐκ ἐπιστρέφουσι πρὸς Θεὸν, οὔτε μὴν ἀνεχομένοις τὰ αὐτῷ δοκοῦντα πληροῦν, ἀλλὰ τῆς οὐκ οἶδ' ὅπως τετιμημένης αὐτοῖς φαυλότητος ἀπρὶξ ἡμμένοις, 1.47 ποινὴ καὶ κόλασις ἐπινοεῖται τις, ἐφ' ὅπερ ἦν ἄμεινον ἐξ ἰδίας φέρεσθαι γνώμης, ἐπ' αὐτὸ δὴ τοῦτο μετατιθεῖσα λοιπὸν, ὡς ἐξ ἀνάγκης καὶ φόβου. ὅνπερ γὰρ τρόπον τῶν ἐν τοῖς σώμασι τραυμάτων τὰ δυσχερῆ καὶ δυσμεταχείριστα, κἂν εἰ μὴ ταῖς τῶν φαρμάκων δυνάμεσιν εἴκοντα δέχοιντό τινα τὴν εἰς τὸ ἄμεινον μετατροπὴν, ἢ σιδήρῳ τέμνεται, τῆς τῶν ἰατρῶν ἐμπειρίας εἰς τοῦτον καλούσης τῆς ἐπικουρίας τὸν τρόπον, ἤγουν νικᾶται πυρί· οὕτω καὶ ἀνθρώπου ψυχὴ πολὺ διανεύσασα πρὸς ἀπόστασιν τὴν ἐξ ἀγαθῶν, κἂν εἰ μὴ ταῖς τῶν νουθετούντων εἴκοι φωναῖς, μήτε μὴν ἕλοιτο μετα- φοιτᾶν ἐκ τῶν αἰσχιόνων ἐπὶ τὸ ἄμεινον, νικᾶται ταῖς δίκαις, καὶ τοῖς τῆς κολάσεως ἐναλοῦσα βρόχοις, ἀναγκαίαν ποιεῖται τὴν ἐπιστροφήν· ὁποῖόν ἐστι τὸ διὰ φωνῆς Ἱερεμίου "Πόνῳ "καὶ μάστιγι παιδευθήσῃ Ἱερουσαλήμ." ψάλλει δέ τι τοιοῦτον καὶ ὁ θεσπέσιος ∆αυεὶδ περὶ τῶν ἠγαπηκότων τὸ πολὺ δὴ λίαν ἄγεσθαι πρὸς τὸ πλημμελεῖν, "Ἐν κημῷ καὶ "χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων "πρὸς σέ." τὰ γάρ τοι σκληρά τε καὶ ἀστοιχείωτα τῶν ἀλόγων ζώων χαλινοῖς περιτρέπουσιν εἰς τὸ εὖ ἔχειν δοκοῦν οἱ πωλοδαμνεῖν εἰωθότες· οὕτω καὶ Θεὸς χρησίμως προσφέ- ρεται τοῖς σφόδρα φιλαμαρτήμοσιν. οὐκοῦν συνεβούλευον μὲν τῇ Συναγωγῇ προφῆται καὶ δίκαιοι τῆς τῶν εἰδώλων ἀποφοιτῆσαι λατρείας, καὶ τῆς οὐκ οἶδ' ὅθεν ἐξηυρημένης ἀποσχέσθαι πλάνης. καὶ οὐ μέχρι τούτων· ἀλλὰ καὶ αὐτὸς ἠπείλει Θεὸς ἐπιθήσειν αὐτοῖς τὰ πάντων αἴσχιστα τῶν κακῶν, εἰ μὴ ἕλοιντο παλινδρομεῖν εἰς τὸ φρονεῖν τε καὶ δρᾶν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα. οἱ δὲ ἦσαν ἔτι δεινοί τε
Hosea Tomos 2 rem mid§hosea-t2-rem-mid
hosea-t2-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §hosea-t2-rem-mid
ς τοῦ προφήτου πάλιν ἀντεφέροντο λόγοις, καὶ δὴ καὶ ἔφασκον ἀναιδῶς "Τὸν λόγον 25 ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ "ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθά σου, ὅτι ποιοῦσαι ποιή- "σομεν πάντα τὸν λόγον ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος "ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ "σπονδὰς, καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ "οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ἰούδα "καὶ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγε- "νόμεθα χρηστοὶ, καὶ κακὰ οὐκ εἴδομεν. καὶ ὡς διελίπομεν "θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες "ἡμεῖς, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν θυμῷ ἐξελίπομεν." συνίης οὖν ὅπως μονονουχὶ καὶ ἀντέκτισιν τοῦ πεπλανῆσθαι φησὶν ἐσχηκέναι τὰ ζωαρκῆ, καὶ πρός γε δὴ τούτῳ τὸ εὐημερεῖν; ἀφανιῶ τοιγαροῦν φησὶν ἃ εἶπε Μισθώματά μου ταῦτά ἐστιν, ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου, καὶ θήσομαι αὐτὰ εἰς 1.61 μαρτύριον. καταμαρτυρήσει γὰρ ὥσπερ τῆς τοῦ Ἰσραὴλ μοχθηρίας ἀφῃρημένα ταυτὶ, καὶ τὴν δίκην αὐτοῖς ἐπισημο- τέραν ἐργάσεται, καὶ καταφανῆ ποιήσει τὴν ὀργήν. ἔδεται δὲ αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ἑρπετὰ τῆς γῆς. νοοῖτο δ' ἂν οὐ καθ' ἕνα ταυτὶ δὴ τρόπον, τριχῆ δὲ μᾶλλον τὰ ἐκ τοῦ σημαινομένου ληφθή- σεται. ἢ γὰρ ἐκεῖνο φησὶν, ὅτι θηρίων ἔσται τροφὴ τὰ ἐν ἀγροῖς, ὡς οὐκ ὄντος ἔτι τοῦ κατοικοῦντος τὴν γῆν, διὰ τοῦ τὸ πλείστους μὲν ὅσους οἴκων τε καὶ πόλεων ἐκσεσοβημένους ἀποδραμεῖν οὐχ ἑκόντας εἰς Βαβυλῶνα καὶ Μήδους, δεδα- πανῆσθαι δὲ τῷ πολέμῳ καὶ ἑτέρους ὅσους, ὡς ὑπὸ μόνων ἤδη τῶν θηρίων τε καὶ ἑρπετῶν τῶν Σαμαρειτῶν οἰκεῖσθαι χώραν, ἤγουν ἐκεῖνο πάλιν, ὅτι τῆς χώρας τὴν εὐκαρπίαν οἷά τινες θῆρες οἱ Βαβυλώνιοι θοινήσονται, τῶν ἐνοικούντων τὴν γῆν ταῖς τετειχισμέναις τῶν πόλεων ἐνισχημένων, καὶ οὐδὲ ὅσον εἰπεῖν ἐπέκεινα πυλῶν ἰέναι τολμώντων, καίτοι κατα- φθείροντος τοῦ λιμοῦ. Εἰ δέ τῳ δοκεῖ συνιέναι πνευματικῶς, καὶ δι' ἑτέρας ἂν ἴοι τρίβου. ἀμπελῶνι μὲν γὰρ καὶ συκῇ παρεικαστέον εὖ μάλα τὴν διὰ νόμου παίδευσιν ἀποκομίζουσαν εἰς Χριστόν. παι- δαγωγεῖ γὰρ εἰς τοῦτο κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. καὶ ἄμπελος μὲν εὐφρασίας ἂν νοοῖτο σύμβολον, γλυκύτητος δὲ συκῆ. ὅτι δὲ ψυχῇ φιλοθέῳ γλυκὺς ἀληθῶς ὁ τοῦ Θεοῦ νόμος καὶ κατευφραίνειν εἰδὼς, πῶς ἂν ἐνδοιάσειέ τις; οὐκοῦν ἀμέτοχος μὲν ὁ Ἰσραὴλ ἀπομεμένηκεν ἀναγκαίως τῶν ἄνωθεν καὶ πνευματικῶν ἀγαθῶν· δέδονται δὲ πρὸς μετάληψιν τοῖς οἱονεὶ θηρίοις τε καὶ ἑρπετοῖς, φημὶ δὴ τοῖς ἐξ ἐθνῶν, οἳ πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ὀλίγα διενεγκεῖν θηρῶν τε καὶ ἑρπετῶν ἰοβόλων ὑπονοηθεῖεν ἂν, διὰ τὴν σκαιότητα τῶν τρόπων. πλὴν οὐ μεμενήκασιν ἐν τούτοις, ἀκολουθεῖν ᾑρημένοι λέγο
Hosea Tomos 2 rem close CLOSEOUT§hosea-t2-rem-close
hosea-t2-rem-closeRem CLOSEOUT: Hosea Tomos 2 CLOSEOUT.
Greek · §hosea-t2-rem-close
εοῦ Πατρὸς Λόγος ἄνθρωπος γεγονὼς καθ' ἡμᾶς, ἑαυτῷ παρέστησε τὴν ἐκκλησίαν, καὶ "τοὺς δύο "λαοὺς ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ "ἀποκαταλλάσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι πρὸς "τὸν πατέρα," κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Ἢ καὶ καθ' ἕτερον, εἰ βούλει, τρόπον ἐκδέξῃ τὸ εἰρημένον. ἐμνηστεύετο γὰρ, ὡς ἔφην, ἐν Αἰγύπτῳ ποτὲ τὴν τῶν 1.75 Ἰουδαίων Συναγωγήν· ἀλλ' οἱονείπως ἑτέρῳ μᾶλλον, οὐχ ἑαυτῷ, φημὶ δὴ τῷ θεσπεσίῳ Μωυσεῖ, πρὸς ὃν ἔφη που "Βάδιζε κατάβηθι τὸ τάχος ἐντεῦθεν· ἠνόμησε γὰρ ὁ λαός "σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου." ἀκούεις ὅπως Μωυσεῖ προσνενέμηκε τὴν μεμνηστευμένην, ἤτοι τὸν λαὸν, οὔπω τῆς οἰκειότητος ἀξιῶν τῆς πρὸς ἑαυτόν· οὐ γὰρ ἱκανὸς, ὡς ἔφην, ὁ νόμος ἤτοι Μωυσῆς, συνάψαι καθαρῶς τε καὶ ὁλοτρόπως Θεῷ· τετήρητο γὰρ ὡς κατορθωμάτων ἄριστον καὶ θεοπρεπὲς ἀληθῶς τῷ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων, του- τέστι Χριστῷ, δι' οὗ καὶ ἐν ᾧ πρὸς Θεὸν ἑνούμεθα. καὶ γάρ ἐστιν "αὐτὸς ἡ εἰρήνη ἡμῶν," κατὰ τὰς γραφὰς, ὁ τὴν μεταξὺ κειμένην ἐξελὼν ἁμαρτίαν, καὶ καθαροὺς ἡμᾶς καὶ ἐκνενιμμένους καὶ ἡγιασμένους τῷ πνεύματι συνάψας ἑαυτῷ, καὶ δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. 9Καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοῖς καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον.9 Ἐξηγεῖται σαφῶς τίς ἂν γένοιτο τῆς συναφείας ὁ τρόπος, καὶ διὰ ποίων ἂν ἴοι πραγμάτων τῆς οἰκονομίας τὸ μυστήριον. ἐν δικαιοσύνῃ γὰρ ἔσται φησὶ καὶ ἐν κρίματι καὶ μέντοι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοῖς. τίς οὖν ἄρα ἐστὶν ἡ δικαιο- σύνη, τί δὲ τὸ κρίμα, καὶ μὴν καὶ τὸ ἔλεος, εἰπεῖν, ὡς ἔοικεν, ἀναγκαῖον. οὐκοῦν πεπλεονεκτήμεθα μὲν οἱ τάλανες, διαρ- πάζοντος ἡμᾶς ὡς θηρὸς ἀγρίου τοῦ σατανᾶ, καὶ ἀποφέροντος μὲν εἰς πλάνησιν, ἐνιέντος δὲ κατὰ τὸ αὐτῷ δοκοῦν τοῖς τῆς ἁμαρτίας βόθροις, οὐδὲν ἑαυτοῖς ἐπαμύνειν ἰσχύοντας. παγ- χάλεπος γὰρ καὶ βιαιότατος ἀληθῶς καὶ ἀνθρωποκτόνος ὁ θήρ. ἐπειδὴ δὲ εἰς τοῦτο ταλαιπωρίας κατεκομίσθη τὰ 1.76 ἀνθρώπινα, συχνὰς ἐποιοῦντο τὰς λιτὰς πρὸς τὸν ἐπαμύνειν δυνάμενον οἱ μακάριοι προφῆται, καὶ τὸ κοινὸν τῆς ἀνθρω- πότητος μονονουχὶ προσωπεῖον ἑαυτοῖς περιπλάττοντες, συλλήπτορα καὶ ἐπαρωγὸν ἐξ οὐρανῶν ἀφικέσθαι παρε- κάλουν τὸν Υἱόν. ἔφη γοῦν ὁ θεσπέσιος ∆αυείδ, "Ἀνάστα "ὁ Θεὸς, κρίνον τὴν γῆν·" καὶ πάλιν "Ὁ Θεὸς, ἐν τῷ "ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς "με." ἔκρινε τοίνυν ἐν δικαιοσύνῃ ὁ Θεὸς, καὶ σέσωκε μὲν τοὺς ἠδικημένους, τὸν δὲ μιαιφόνον καὶ ἀλιτήριον ἀπεσόβησε σατανᾶν, καὶ τῆς καθ' ἡμῶν ἀπεώσατο πλεονεξίας, καὶ τὴν ἀλαζόνα καὶ οὐκ εὐάντητον τῶν δαιμονίων καθεῖλεν ἀρχήν. καὶ τοῦ
Twelve Prophets Hosea Tomos 3 opening§hosea-t3-open
hosea-t3-openHosea Tomos 3.
Hosea Tomos 3: further Hosea exposition toward the mystery of Christ.
Greek · §hosea-t3-open
ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΤΡΙΤΟΣ. Ἀκούσατε λόγον Κυρίου οἱ υἱοὶ Ἰσραὴλ διότι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία ἐκκέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ' αἵμασι μίσγουσιν.9 Ἀναγκαῖον ἡμᾶς διατρανοῦν ἐθέλοντας τῶν προκειμένων τὸν νοῦν, μονονουχὶ παλινάγρετα ποιεῖσθαι τὰ ἐν ἀρχαῖς, καὶ ὅλον ὥσπερ ἀναμηρύσασθαι τῆς προφητείας τὸν σκοπόν. οὐκοῦν, ὡς ἔνι, καὶ ἐν βραχέσι συνενεγκὼν, ἐκεῖνό φημι. γέγονε μὲν γὰρ "ἀρχὴ λόγου Κυρίου ἐν Ὠσηέ." διερ- μηνεύοντες δὲ τὰ τοιάδε, πρὸς τὸν μακάριον προφήτην Ὠσηὲ τοὺς παρὰ Θεοῦ γενέσθαι λόγους εἰκότως ἐλέγομεν, οἱονεὶ μυσταγωγοῦντος αὐτὸν, καὶ τὰ ἐσόμενα προαναφω- νοῦντος διά τε τύπων καὶ λόγων. ταύτῃτοι παρελαμβάνετο μὲν ἐν ἀρχαῖς ἡ Γόμερ, ἔτικτε δὲ τόν τε Οὐ λαός μου, καὶ τὴν Οὐκ ἠλεημένην. εἶτα μετ' ἐκείνην προσελήφθη δευτέρα μοιχαλίς τε καὶ πονηρὰ, καὶ τὰ ἐφ' ἑκάστῳ τούτων λεπτῶς τε καὶ ἀκριβῶς ὁ προφήτης, ὡς ἔφην, ἐξεπαιδεύετο. ὡς οὖν ἀποχρῶσαν τοῦ μυστηρίου τὴν δύναμιν συναγηγερκὼς ἐν ἑαυτῷ, ἄρχεται λοιπὸν τοῖς ἐξ αἵματος Ἰσραὴλ προανα- φωνεῖν τὰ μέλλοντα, καὶ τῆς ὅσον οὐδέπω παρεσομένης 1.91 αὐτοῖς συμφορᾶς ἐναργῆ ποιεῖσθαι τὴν πρόφασιν, καὶ τὰ ἐφ' οἷς λελύπηται Θεὸς, εὖ μάλα διατρανοῦν, ἵν' εἰδεῖεν οἱ κολαζόμενοι παθόντες ἐν δίκῃ τὰ ὅσαπερ ἂν συμβαίη παθεῖν αὐτούς. ἐπειδὴ γὰρ ἔμελλον ἁλώσεσθαι μὲν ὑπ' ἐχθρῶν, εἰς γέλωτα δὲ προκεῖσθαι λοιπὸν τοῖς ἀρίστην ἔχουσι περὶ αὐτῶν τὴν δόξαν, καὶ τῶν ἄλλων ἁπάντων ἐθνῶν δυσ- αλώτατον ὑπάρχειν οἰομένοις τὸν Ἰσραὴλ, ἵνα μὴ νομίσειαν κατὰ σφᾶς αὐτοὺς τὴν ἐπαμύνουσάν τε καὶ σώζουσαν ἀτονῆσαι χεῖρα, μεταγινώσκοιεν δὲ μᾶλλον, ἕλοιντό τε πρὸς τὰ ἀμείνω παλινδρομεῖν, ἐννοοῦντες ὅτι προσκεκρούκασιν ἀμαθαίνοντες τῷ σώζειν εἰδότι, ταύτῃτοι καὶ πεπτώκασιν ὑπὸ θείαν ὀργὴν, ἀναγκαίως αὐτοῖς καὶ πρό γε τῶν ἔσεσθαι προσδοκωμένων προαπαγγέλλει τὰ ἐγκλήματα, καί φησιν Ἀκούσατε λόγον Κυρίου οἱ υἱοὶ Ἰσραὴλ ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν. κρίνεται δὲ πρὸς ἀνθρώπους Θεὸς, ἐλέγχων, οὐ δικαζόμενος, καὶ παρατιθεὶς τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσι γυμνὰ τὰ ἐγκλήματα, κατ' ἐκεῖνό που τάχα τὸ ἐν ψαλμοῖς ὑμνούμενον "Ἐλέγξω σε, "καὶ παραστήσω κατὰ πρόσωπόν σου" τὰς ἀν
Hosea Tomos 3 rem early§hosea-t3-rem-early
hosea-t3-rem-earlyRem early: Hosea Tomos 3: further Hosea exposition toward the mystery of Christ.
Greek · §hosea-t3-rem-early
ομίας σου, ἵνα μὴ μάτην αὐτοῖς ἐπενηνέχθαι φάσκωσι τὴν ὀργὴν, ἀλλ' ὡς ἐν ὀφλήματος τάξει λοιπὸν, καὶ τοῖς τὰ μέγιστα πλημμελεῖν εἰωθόσιν ὡς ἐξ ἀνάγκης συμβαίνουσαν. τί δέ φησιν ὁ κρινό- μενος, ἤτοι διελέγχων; Οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. τὸ μὲν οὖν ἀλήθειαν μὴ εἶναι λέγειν, ὑπεμφήνειεν ἂν καὶ μάλα εἰκότως, ὅτι πολλὴ παρὰ πᾶσι κατ' ἐκεῖνο καιροῦ γέγονεν ἡ συκοφαντία, ψευδορκία τε καὶ ἀπάτη καὶ δόλος, τὰ πάντων αἴσχιστα τῶν κακῶν· ὅτι δὲ ἦσαν ἀφιλάλληλοί τε καὶ ἀφιλικτίρμονες, ἄτεγκτοί τε καὶ ἀτεράμονες, καὶ τὸν νοῦν ἀπεσκληκότες, ὑποσημήνειεν 1.92 ἂν τὸ μὴ εἶναι ἔλεος· ὅτι δὲ φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, καὶ τοῖς ψευδωνύμοις θεοῖς ὁλοτρόπως προσκείμενοι, σαφηνιεῖ πάλιν ἐπίγνωσιν Θεοῦ μὴ εἶναι λέγων ἐπὶ τῆς γῆς. ἄλλως τε πρέποι ἂν εἰκότως τοῖς ταῖς οὕτω δειναῖς ἀτοπίαις ἐνισχη- μένοις, καὶ τὸ δοκεῖν ἤδη πως μηδὲ εἰδέναι Θεόν· εἴπερ εἰδέναι φαμὲν αὐτὸν φρονοῦντες ὀρθῶς 38 τοὺς τοῖς θείοις αὐτοῦ θελή- μασιν ἑπομένους. προσεπάγει δὲ τούτοις, ὅτι ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ' αἵμασι μίσγουσιν. ἀκούεις ὅπως εἰς λῆξιν ἥκασι παντὸς κακοῦ, καὶ ἀνοσίων ἐγχειρημάτων ἐπέκεινα λοιπὸν, οἱ περὶ ὧν ὁ λόγος, τῶν ἄγαν ἐκτοπωτάτων οὐδὲν ἐῶντες ἀνεπιτήδευτον; καὶ τὸ ἔτι τούτου παραλογώτερον, αἵματα ἐφ' αἵμασι μίσγουσί φησι. σημεῖον δ' ἂν γένοιτο καὶ τοῦτο σαφὲς, τοῦ μήτε ἀνοκωχὴν παρεισκρίνεσθαι τοῖς κακοῖς, μήτε μὴν ἐν μεταγνώσει τῶν τετολμημένων γενέσθαι τοὺς δεδρακότας· συνεχῆ δὲ ὥσπερ, καὶ ἐπάλληλον παρα- τετάσθαι τὴν ἁμαρτίαν. Ἀλλὰ ταυτὶ μὲν εἰρήσθω πρὸς διασάφησιν τὴν προχει- ροτέραν. ἔοικε δὲ πάλιν ὁ μακάριος προφήτης μυστικωτέραν ποιεῖσθαι ἡμῖν τὴν ἀφήγησιν, καὶ καταιτιᾶσθαι τὸν Ἰσραὴλ ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις, καὶ μιαιφονίαις ταῖς εἰς αὐτὸν καὶ ἁγίους. κρίσις γὰρ τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦν- τας τὴν γῆν. ἀνθ' ὅτου, καὶ ἐπὶ τίσιν; ἐπεφάνη γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ ἀπεστάλη, καθά φησιν αὐτὸς, "εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ," ἵνα φωτίσῃ τῇ διὰ Πνεύματος δᾳδουχίᾳ τοὺς ἐσκοτισμένους, ἵνα τῆς νομικῆς ἀπαλλάξας σκιᾶς, τοῖς τῆς ἀληθοῦς λατρείας ἐμβιβάσῃ τρόποις, ἵνα δικαιώσας τῇ πίστει τοὺς ταῖς ἁμαρ- τίαις ἐνειλημμένους, συνάψῃ δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. ἀλλ' οὐκ ἐδόκει φρονεῖν ὀρθῶς τοῖς ἐξ Ἰσραήλ· τὸν γὰρ ἐπὶ 1.93 τούτοις ἐξ οὐρανῶν ἀφιγμένον ἐκβεβλήκασιν, ἀπεδοκίμασαν, οὐκ ἠθέλησαν ἔχειν παρ' ἑαυτοῖς τὴν ἀλήθειαν, τὸ ἔλεος, τὴν ἐπίγνωσιν τοῦ Θεοῦ καὶ Πατρός. ὅτι γὰρ ἀλήθειά τε ἐστὶ καὶ ἔλεος ὁ Χριστὸς, οὐ μακρῶν οἶμαι δεήσει πρὸς ἀπόδειξιν λόγων, ἀποχ
Hosea Tomos 3 rem mid§hosea-t3-rem-mid
hosea-t3-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §hosea-t3-rem-mid
ῶς δηλονότι πολιτευόμενοι, καὶ ἐννομωτάτην ἔχοντες ζωὴν, καὶ τὰ τοῖς ἱερεῦσι πρέποντα φρονεῖν τε καὶ δρᾶν ὅτι μάλιστα διεσπουδακότες. ἱκανὸς γὰρ ὁ τοιοῦτος ἀνασῶσαι λαοὺς καὶ Θεῷ προσκεκρουκότας, καὶ νόμον ἠδικηκότας. ἀλλ' οἱ πρὸς τοῦτο παρειλημμένοι, φησὶ, συγκατώλισθον τοῖς ἄλλοις. ταύτῃτοι δικαίως ἀργήσει τὰ ἱερὰ, πεπαύσεται τὸ ἀπόλεκτον καὶ τίμιον γένος, ἔσται ὁ λαὸς ὡς ὁ ἱερεύς. κείσεται γὰρ οὐδὲν ἔτι τὸ μεταξὺ λαοῦ τε καὶ ἱερέως. καὶ τοῦτο ἦν ἄρα τὸ, "Τὴν δόξαν αὐτῶν εἰς "ἀτιμίαν θήσομαι." 9Καὶ ἐκδικήσω ἐπ' αὐτὸν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ.9 Ὁδοὺς μὲν, ὡς ἔοικε, τὰς ὡς ἐν ἔργοις πορείας λέγει· διαβούλια δὲ αὖ, τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. ἐπειδὴ τοίνυν, φησὶ, πεπόρευται μὲν οὐκ ὀρθῶς, τῆς εὐθείας 1.104 ἐκνενευκὼς, καὶ ἁπάσης ὥσπερ ἀνοσιότητος ἐλάσας τρίβον, ἐβουλεύσατο δὲ τὰ πάντων αἴσχιστα τε καὶ ἐκτοπώτατα, τὸν μὲν τῶν ὅλων ἀτιμάσας Θεὸν, ἀποκλίνας δὲ καὶ αὐτὸς εἰς τὸ λατρεύειν εἰδώλοις, ἐκδικήσω ἐπ' αὐτὸν, τουτέστι, τὴν τοῖς πλημμελήμασιν ἰσοστάθμως ἔχουσαν ἐποίσω δίκην ὅτι δὲ τοῖς ἀποφοιτῶσι τῆς εἰς Θεὸν ἀγάπης τὸ ἐν παντὶ γενέσθαι κακῷ πάντητε καὶ πάντως συμβήσεται, πῶς ἐστιν ἀμφιβαλεῖν; οὔτε γὰρ ὀρθήν τε καὶ ἀμώμητον διελάσει τρίβον, οὔτ' ἂν σοφὰ βουλεύσαιτό ποτε, τὴν θείαν οὐκ ἔχων ἐπικουροῦσαν αὐτῷ σοφίαν τε καὶ δύναμιν. 9Καὶ φάγονται, καὶ οὐ μὴ ἐμπλησθῶσιν· ἐπόρνευσαν καὶ οὐ μὴ κατευθυνθῶσιν.9 Τετήρηκε πάλιν τοῖς ἐξ αἵματος Ἰσραὴλ τὸ κατάλειμμα. ὅτι γὰρ οὐκ εἰσάπαν οἰχήσεται τοῖς ἱερεῦσι τὸ χρῆμα, δια- τρανοῖ λέγων· ὅτι φάγονται μὲν, πλὴν οὐ μὴ ἐμπλησθῶσιν. εἴτε γὰρ τὰς ἀρχαίας ἐκείνας τοῦ Ἰσραὴλ μεταναστάσεις καὶ αἰχμαλωσίας ἐννοήσειέ τις, εἴτ' οὖν τὴν ἐπὶ Χριστῷ διὰ τῆς τῶν Ῥωμαίων χειρὸς τῆς Ἰουδαίας ἐρήμωσιν, ἐν λει- ψάνοις εὑρήσει τετηρημένον αὐτόν τε τὸν Ἰσραὴλ, καὶ τὴν κατὰ νόμον λατρείαν. ἀποκομισθέντων γὰρ τὸ τηνικάδε διά τε τοῦ Σαλμανασὰρ, καὶ τοῦ Θεγλαφαλασὰρ εἰς Ἀσσυ- ρίους καὶ Μήδους, οὐδὲν ἧττον οἱ βραχεῖς καὶ ὀλιγοστοὶ καὶ περιλελειμμένοι τῶν ἐξ Ἰσραὴλ προσῆγον τοῖς ἱερεῦσι τὰ νενομισμένα, τοῖς κατὰ χεῖρα τιμῶντες· καὶ οὐκ ἔξω τῶν ἐν ἔθει γινόμενοι παντελῶς. κατὰ τὸν ἴσον δὲ τρόπον, καὶ ἐν τῷ λοίσθῳ πολέμῳ, τῷ ἐπὶ Καίσαρος Αὐγούστου φημὶ, καταδῃωθείσης αὐτοῖς τῆς χώρας, ἐσκορπίσθησαν μὲν εἰς πάντα ἄνεμον, καὶ ἐν πάσῃ χώρᾳ τε καὶ πόλει· πλὴν ἔτι 1.105 μετρίως τὸ ἱερὸν καὶ ἀπόλεκτον τιμῶντες 44 γένος, προσ- ῆγον τὰ κατὰ δύναμιν· καί εἰσιν ἐν τούτοις ἔτι, καίτοι τῶν πάλαι θυσιῶν ἀνατετραμμένων· ἔξω γὰρ τῆς Ἱερουσαλὴμ γεγονόσι τὸ θύειν ἔτι παράνομον. φάγονται τοίνυν φησὶ καὶ οὐ μὴ ἐμπλησθῶσι, τουτέσ
Hosea Tomos 3 rem close CLOSEOUT§hosea-t3-rem-close
hosea-t3-rem-closeRem CLOSEOUT: Hosea Tomos 3 CLOSEOUT.
Greek · §hosea-t3-rem-close
υσιν ὀρθῶς, εἰς εἰκόνα καὶ ὑποτύπωσιν ἀρετῆς, καὶ σκανδάλου γεγόναμεν ἀφορμή. τί οὖν ὁ Χριστὸς; " Ος ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόν- "των εἰς ἐμὲ, φησὶ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος "ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ "πελάγει τῆς θαλάσσης." 9Ἀκούσατε ταῦτα οἱ ἱερεῖς, καὶ προσέχετε οἶκος Ἰσραὴλ, καὶ οἶκος τοῦ βασιλέως ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστὶ τὸ κρῖμα, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν.9 Προκατῃτιάσατο τὸν Ἰούδαν, ὡς πνεύματος συστροφὴν γεγονότα τῷ Ἰσραὴλ, κατάγε τὸν ἀρτίως ἡμῖν προειρημένον τρόπον· μεθίστησι δὲ λοιπὸν τὸν τῆς ἐπιπλήξεως λόγον 1.118 ἐπὶ τοὺς τῆς ἀπάτης καὶ τῆς πλάνης εὑρετὰς, καὶ τὴν τῆς ἀποπληξίας αὐτοῖς προξενήσαντας νόσον. οὗτοι δὲ ἦσαν οἱ ἱερεῖς οἱ ψευδώνυμοι, καὶ οὐκ ἐξ αἵματος τοῦ Λευὶ, ἀλλ' ὠνητὴν ἔχοντες τὴν ἱερωσύνην, καὶ χρήμασιν ἐκπριάμενοι τὸ δεῖν εἰδώλοις ἱερουργεῖν. γέγραπται γὰρ περὶ τοῦ Ἱεροβοὰμ, ὅτι "Ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο "ἱερεὺς τῶν ὑψηλῶν." ἕρπει δὴ οὖν εἰκότως ὁ λόγος ἐπ' αὐτούς τε τοὺς ἱερουργοὺς, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, συμπεριειλημμένου ταῖς αἰτίαις καὶ αὐτοῦ τοῦ Ἰσραήλ. οἱ μὲν γὰρ τὰ πρὸς σύστασιν τῆς εἰδωλολατρείας ἔφασκόν τε καὶ ἔδρων, βωμοὺς ἀνιστάντες, σπονδὰς καὶ θυσίας προσά- γοντες, καὶ τὴν τῆς ἀπωλείας τοῖς ἀπατωμένοις κατευρύνοντες τρίβον· εὑρεταὶ δὲ τῆς πλάνης οἱ βασιλεῖς. τοιγάρτοι φησὶ πρὸς αὐτοὺς, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ. σκοπιὰν δὲ λέγει τὴν ὑπό τε τῶν ἱερέων, εἴπερ ἦσαν ὄντως ἱερεῖς, καὶ ὑπ' αὐτῶν δὲ τῶν ἡγουμένων ἐπισκοπουμένην πληθύν· ἐφο- ρῶσι γὰρ αὐτοὶ τὸ ὑπήκοον· ἢ καὶ ἀφορῶνται παρὰ τῶν ὑπὸ χεῖρα, καὶ ὅποιπερ ἂν τοῖς κρατοῦσι δόξειε, παρατρέπουσι τὸ ὑπήκοον· ἕπεται δὲ τοῖς τῶν ἡγουμένων θελήμασι τὸ ὑπε- ζευγμένον. γεγόνατε τοίνυν, φησὶν, ὡς παγὶς τῇ ὑφ' ὑμῶν ἐπισκοπουμένῃ πληθύι, ἤτοι τῇ εἰς ὑμᾶς ἀφορώσῃ τυχόν. γεγόνατε δὲ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον. ὄρος δὲ τοῦτο περιφανέστατον ἐν τῇ Γαλιλαίᾳ κείμενον, πλείστην τε ὅσην καὶ ἀμφιλαφῆ τὴν ἄγραν ἔχον θηρίων τε καὶ πτηνῶν, διὰ τὸ ἦρθαι τε ὑψοῦ, καὶ καταδασύνεσθαι σφόδρα δρυμοῖς τε καὶ λόχμαις. 9Ἐγὼ δὲ παιδευτὴς ὑμῶν, ἐγὼ ἔγνων τὸν Ἐφραῒμ, καὶ Ἰσραὴλ οὐκ ἄπεστιν ἀπ' ἐμοῦ.9 Οἱ μὲν οὖν ἱερεῖς, καὶ μὴν καὶ οἱ ἐξ αἵματος τοῦ βασιλικοῦ, 1.119 λίνον καὶ πάγη καὶ θήρα γεγόνασι τοῖς λαοῖς, θυμιᾶν τοῖς δαίμοσιν ἐπιτάττοντες, καὶ πρό γε τῶν ἄλλων δρῶντες αὐτοὶ, καὶ φρονεῖν ἀναπείθοντες ἃ μὴ θέμις, καὶ τοῖς ἀνοσίως ἐξηυρημένοις πλάνης ἑτέρους προσεπάγοντες τρόπους, τὰ ὑψηλά φ
Twelve Prophets Hosea Tomos 4 opening§hosea-t4-open
hosea-t4-openHosea Tomos 4.
Hosea Tomos 4 oracles toward Christ.
Greek · §hosea-t4-open
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ. Καὶ εἶδεν Ἐφραῒμ τὴν νόσον αὐτοῦ, καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· καὶ ἐπορεύθη Ἐφραῒμ πρὸς Ἀσσυρίους, καὶ ἀπέστειλε πρέσβεις πρὸς βασιλέα Ἰαρεὶμ, καὶ αὐτὸς οὐκ ἠδυνήθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη. Θεοῦ γεγονότος ὡς ταραχῆς τῷ Ἐφραὶ̈μ, καὶ μὴν καὶ ὡς κέντρου τῷ οἴκῳ Ἰούδα, τεθέαται μὲν τὴν ἑαυτοῦ νόσον ἤτοι τὸ ἄναλκι καὶ τὸ ἀσθενὲς ὁ Ἐφραί̈μ· καὶ μὴν καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· συγκατεδῃοῦντο γὰρ, ὡς ἔφην, τοῖς ἐν Σαμαρείᾳ καὶ τὰ ὅρια τοῦ Βενιαμίν· εἶτα πρὸς τοῦτο ἀπειρηκὼς ὁ Ἐφραὶ̈μ, καὶ ἰδίαις δυνάμεσιν 55 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀντιφέρεσθαι τοῖς συμβεβη- κόσιν οὐκ ἔχων, οὔτε μὴν ἀποσείεσθαι τὰ ἐκ τοῦ πολέμου βλάβη δυνάμενος, προσκέκρουκε πάλιν τῷ πάντα ἰσχύοντι Θεῷ, οὐδὲ ἐν αὐταῖς, ἵν' οὕτως εἴπω, ταῖς μάστιξιν ἐννενοηκὼς τὸ συμφέρον· ἐνεστηκότος δὲ τοῦ καιροῦ, καθ' ὃν ἔδει μᾶλ- λον ἐπιστρέφειν πρὸς τὸν Θεὸν, τότε δὴ μάλιστα λυπεῖν ᾑρημένος καὶ ἀποφοιτῶν ἀγριώτερον. οὐκ ἠγνόει μὲν γὰρ τὸν ἁπάσης αὐτοῖς εὐκλείας καὶ χορηγὸν καὶ πρύτανιν, τὸν τοῦ δύνασθαι κρατεῖν τῶν ἀνθεστηκότων ἀεὶ δοτῆρα Θεόν· ἀλλ' οὐδενὸς ἠξίου τὸ χρῆμα λόγου, καίτοι τοῦ πανσόφου διακεκραγότος Μωυσέως "Κύριος συντρίβων πολέμους, 1.132 "Κύριος ὄνομα αὐτῷ," διδάσκοντός τε σαφῶς, ὡς δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ "∆ιώξεται εἷς χιλίους, καὶ δύο μετακινή- "σουσι μυριάδας." εἶτα, δέον παρ' αὐτοῦ δὴ καὶ μόνου τὴν συνήθη πάλιν ἐπικουρίαν αἰτεῖν, καὶ λιταῖς ἀναπείθειν ἐπ- αμύναι οἱ τὸν σώζοντα, πικρὰ κατὰ τῆς ἰδίας ἐσκέπτετο κεφαλῆς. ἐπρεσβεύετο γὰρ πρὸς ἀλλοφύλους, καὶ τὰς παρ' ἐχθρῶν συμμαχίας ἐκάλει, ἤγουν ἐπίοντα χρήμασιν ἀναπεί- θοντες τὸν Ἀσσύριον, ἀπηλλάχθαι τῶν ἐπηρτημένων ᾤοντο κακῶν. καὶ γοῦν βασιλεύοντος ἐν τῇ Σαμαρείᾳ τοῦ Μαναεὶμ, ἀνέβη Φουλὰ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὸν Ἰσραήλ· εἶτα χρή- μασιν αὐτὸν καὶ πρεσβείαις ἀνέπειθον ἀποσχέσθαι τῆς γῆς. τοῦτό ἐστι τὸ ἐπορεύθη Ἐφραῒμ πρὸς Ἀσσυρίους. Φακεὲ δὲ δὴ πάλιν ὁ τοῦ Ῥομελίου, βασιλεὺς Ἰσραὴλ,
Hosea Tomos 4 rem early§hosea-t4-rem-early
hosea-t4-rem-earlyRem early: Hosea Tomos 4 oracles toward Christ.
Greek · §hosea-t4-rem-early
κατεμισθοῦτό ποτε τὸν Ῥαασὼν βασιλέα Συρίων καὶ πεπολέμηκε τῷ Ἰούδᾳ καὶ τοῖς ἐκ φυλῆς Βενιαμὶν, βασιλεύοντος Ἄχαζ τοῦ Ἰωάθαμ υἱοῦ, ὃς δεδιὼς τὴν ἔφοδον, πρεσβείαις καὶ χρήμασιν ἀναπείθει τὸν Ἀσσύριον Θεγλαφαλασὰρ ἐπαμύναι τοῖς Ἱεροσολύμοις· ὁ δὲ τὴν ∆αμασκὸν κατὰ κράτος ἑλὼν, ἐκ μέσου καὶ αὐτὸν ἐποίει τὸν Ῥαασών. ἀλλ' εἰ καὶ πεπόρευταί φησι πρὸς Ἀσσυρίους ὁ Ἐφραῒμ, καὶ χρήμασιν ἐξεπρίατο καὶ λιταῖς τῆς ἐφόδου τὴν ἀνάβλησιν· κἂν εἰ ἀπέστειλε πρέσβεις Ἰούδας πρὸς βασιλέα Ἰαρεὶμ, τουτέστιν ἔκδικον ἤτοι ἐκδικητήν· τοῦτο γὰρ τὸ Ἰαρεὶμ σημαίνει· ἀλλ' οὐ νενικήκασι τὴν θείαν ὀργὴν, οὔτε μὴν περιέσονται Θεοῦ τῆς οὕτω δεινῆς ἀπο- στασίας ἐξαιτοῦντος δίκας. οὐ γὰρ ἴσχυσέ φησιν, ὁ χρή- 1.133 μασιν ἀναπεπεισμένος ἠρεμῆσαι βραχὺ, ἀλλ' οὐδὲ ἕτερός τις τῶν μεμισθοφορηκότων ἰάσασθαι ὑμᾶς· πεπαύσεται δὲ οὐ- δαμῶς τῆς ὀδύνης τὸ κέντρον. Πάνδεινον οὖν ἄρα τὸ μὴ σώζεσθαι μᾶλλον ἐπιθυμεῖν διὰ τῆς ἄνωθεν ἡμερότητος, ἐπιθαῤῥῆσαι δὲ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις· καίτοι βοῶντος τοῦ Πνεύματος διὰ μὲν φωνῆς τοῦ μακαρίου ∆αυείδ "Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ "πεποιθέναι ἐπ' ἄνθρωπον. ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον ἢ "ἐλπίζειν ἐπ' ἄρχοντας·" διὰ δὲ τοῦ προφήτου πάλιν Ἱερε- μίου "Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' "ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ "Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ, καὶ ἔσται ὡς ἡ ἀγριο- "μυρίκη ἡ ἐν τῇ ἐρήμῳ, ἣ οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά. "καὶ εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, "καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλον εὐθη- "νοῦν παρ' ὕδατι, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ, καὶ οὐ "μὴ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ' αὐτῷ "στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, "καὶ οὐ διαλείψει ποιοῦν καρπόν." ἄμεινον οὖν ἄρα προσ- οικειοῦσθαι Θεῷ, καὶ τὸ σοφὸν ἐκεῖνο λέγειν ἐξ ἀγαθῆς διανοίας· "Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου "ἐξεζήτησα." 9∆ιότι ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραῒμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσιν.9 Ἐναργῆ καθίστησι τὴν αἰτίαν δι' ἣν ὤνησαν μὲν οὐδὲν 1.134 οἱ τῷ Ἐφραῒμ ἐπαμύνοντες, οὐ διαπεπαύσεται δὲ τὰ τῆς ὀδύνης αὐτοῖς. ἐγὼ γάρ εἰμι φησὶν ὡς πάνθηρ τῷ Ἐφραῒμ καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα. πρόδηλον οὖν ὅτι, Θεοῦ παρα- λύοντος, ὁ σώσων οὐδείς· "Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς "ἀποστρέψει;" κατὰ τὸ γεγραμμένον. ὅτι δὲ καὶ ἡμερό- τητος ἁπάσης ἐξῃρημένης, τὰ ἐπ' αὐτοῖς γενέσθαι συμβέ- βηκεν, ὑπέφηνεν αἰνιγματωδῶς, τοῖς ὅτι μάλιστα δεινοῖς 56 Επιτρέπεται η ελεύθερη
Hosea Tomos 4 rem mid§hosea-t4-rem-mid
hosea-t4-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §hosea-t4-rem-mid
ὕδωρ, τουτέστι πάλιν 1.146 συγχύσεως ἀφορμὴ τοῖς ἀγελαίοις γεγόνασιν. ὕδατι γὰρ παρεικάζειν ἔθος τῇ ἁγίᾳ γραφῇ τὴν ἀμέτρητον τῶν ἀνθρώ- πων πληθύν. 61 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ γοῦν πολυανδρούσης ἄγαν τῆς Βαβυλωνίων, καὶ Νινευὶ, φησὶν, "Ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς," ἀντὶ τοῦ, ὡς κολυμβήθρα πλήρης ὑδάτων, οὕτω τὸ πλῆθος αὐτῆς. Ἢ καὶ καθ' ἕτερον τρόπον ἐτάραττον ὕδωρ, τεθολωμένην ὥσπερ τινὰ καὶ ἰλυώδη διδασκαλίαν τοῖς προσιοῦσι προ- θέντες, καὶ τὸν τῶν ἀκεραιοτέρων παχύνοντες νοῦν· ἐδίδασκον γὰρ εἴδωλα προσκυνεῖν. καὶ γοῦν διὰ φωνῆς Ἰεζεκιὴλ ᾐτιᾶτο πάλιν αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, καὶ ὡς πρὸς κριοὺς καὶ τῆς ἀγέλης καθηγητὰς, προσεφώνει λέγων, "Καὶ ὑμεῖς "πρόβατα, τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ διακρινῶ ἀναμέσον "προβάτου καὶ προβάτου, καὶ κριῶν καὶ τράγων. καὶ οὐχ "ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατά- "λοιπα τῆς νομῆς κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν; καὶ τὸ "καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν "ἐταράσσετε; καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν "ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν "ὑμῶν ἔπινον." νομομαθεῖς γὰρ ὄντες οἱ ἐξ αἵματος Λευῒ, καὶ καλλίστην ὥσπερ νομὴν, λεπτόν τε καὶ διειδὲς ἔχοντες ὕδωρ, τὴν διὰ Μωυσέως παίδευσιν οὐκ ἀνικάνως ἔχουσαν ποδηγεῖν εἰς ἀλήθειαν, κατεπάτουν τρόπον τινὰ τὴν νομήν· συνετάραττον δὲ καὶ τὸ ὕδωρ, παχεῖάν τινα καὶ ἰλυώδη καὶ γεώδους ἀκαθαρσίας ἔμπλεων παρατιθέντες διδασκαλίαν, τοῖς ἐν τάξει προβάτων ἀκολουθοῦσιν αὐτοῖς ὡς κριοῖς. ἐγκαλοῦν- ται τοίνυν οἱ τῆς Γαλαὰδ πολῖται καὶ οἰκήτορες, ὡς ταράτ- τοντες ὕδωρ, ἐλέγχονται δὲ καὶ ὡς ἰσχὺν ἔχοντες ἀνδρὸς πειρατοῦ. πῶς δ' ἂν καὶ τοῦτο ἡμᾶς συνιέναι πρέποι, σαφὲς κατα- στήσομεν, τὰ ἐφεξῆς ἑρμηνεύοντες. 1.147 9Ἔκρυψαν ἱερεῖς ὁδὸν Κυρίου, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ οἴκῳ Ἰσραήλ. εἶδον φρικώδη ἐκεῖ, πορνείαν τοῦ Ἐφραῒμ, ἐμιάνθη Ἰσραὴλ καὶ Ἰούδας.9 Ἱστοριῶν ἔσθ' ὅτε τινῶν ὁ τῶν ἁγίων προφητῶν δια- μέμνηται λόγος, ἃς εἴπερ τις ἕλοιτο σιωπᾶν, οὐδ' ἂν δύνοιτο διατρανοῦν τῶν εἰρημένων τὸν νοῦν. χρὴ τοιγαροῦν ὄκνου μὲν εἶναι κρείττονας τοὺς τὰ τοιάδε σαφῶς διερμηνεύειν ἐθέλοντας, πανταχόθεν δὲ τοῖς ἀκροωμένοις τὸ τελοῦν εἰς ὄνησιν ἐξεργάζεσθαι φιλεῖν. Ταύτῃτοι καὶ νῦν ἐπί τι τοιοῦτον ἥξομεν. Σίκιμα τοίνυν πολίχνη τίς ἐστιν ἐπέκεινα τῶν Ἰορδάνου ναμάτων, γείτων τε καὶ ὅμορος τῇ Γαλαὰδ, ἣν τοῖς ἐξ αἵματος τοῦ Λευῒ δεδόσθαι προείπομεν, διανέμοντος τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ Ναυῆ. συμβέβηκε τοίνυν, ἑορτῆς οὔσης ἁγίας, τῆς κατὰ νόμον σκηνοπηγίας φημὶ, ὅτε πάντας παν
Hosea Tomos 4 rem close CLOSEOUT§hosea-t4-rem-close
hosea-t4-rem-closeRem CLOSEOUT: Hosea Tomos 4 CLOSEOUT.
Greek · §hosea-t4-rem-close
ημμένους ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ, ὡς οὐδὲν ἄμεινον τῶν ὑπὸ χεῖρα καὶ ἀγελαίων φρονεῖν εἰωθότας· ἀλλ' εἰς ἅπαντα αὐτοῖς συνθέοντάς τε καὶ συναποφερομένους εὐ- κόλως, καίτοι δέον, ὡς ἡγουμένους, ποδηγεῖν εἰς τὸ ἀγαθὸν, καὶ ὑψηλοτέραις διασκέψεσι τὸ τελοῦν αὐτοῖς εἰς σωτηρίαν ὁρᾶν. ἀλλὰ τοῦτο μὲν οὐκ ἔδρων· συνανεφύροντο δὲ τοῖς ὄχλοις, μίαν οἱ πάντες καὶ ἴσην ἀῤῥωστοῦντες τὴν ἀβουλίαν, καὶ πρός γε τούτῳ τὸ ἔμμονον εἰς φαυλότητα, καὶ ἀμεταποίη- τον τῆς γνώμης οὐ μεθιεμένης παντελῶς ὧν ἂν ἕλοιτο δρᾶν, κἂν εἰ ὀλέθρου πρόξενα καὶ ἀπωλείας αὐτοῖς ὑπάρχει ταυτί. ἐγκρυφίαν δὴ οὖν οὐ μεταστρεφόμενον γεγενῆσθαί φησι τὸν Ἐφραῒμ, ὡς ἐξ εἰκόνος ἤγουν παραδείγματος τῶν ἐπὶ λίθοις ὀπτωμένων ἄρτων, οὓς εἰ μή τις μεταστρέφοι, πάσα δήπως ἀνάγκη καταφρύττεσθαί τε, καὶ ἀχρείους ὁρᾶσθαι λοιπὸν, καὶ τῇ τῆς φλογὸς ἀφθονίᾳ ζημιοῦσθαι τὸ ἐδώδιμον. 9Κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἔγνω· καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω.9 Ἀλλοτρίους ὀνομάζει τοὺς ἀλλοφύλους καὶ ἑτερογενεῖς, 1.160 Πέρσας δὴ λέγω, καὶ τοὺς ὁμόρους αὐτοῖς καὶ γείτονας Μωαβίτας καὶ Ἰδουμαίους, καὶ τὰ Σύρων ἔθνη, οἳ μονονουχὶ κατεδηδόκασι τὸν Ἐφραΐμ. ἐπειδὴ γὰρ ἄρτον αὐτὸν ἐγκρυ- φίαν ἔφη, μεμένηκεν ἐν τῇ τοῦ λόγου τροπῇ. ἰσχὺν δὲ αὐτοῦ φησὶ τὴν ἀριθμοῦ κρείττονα πληθύν· πολυανδροῦσα γὰρ λίαν ἡ φυλὴ μάλιστα τοῦ Ἐφραῒμ, καὶ ὑψηλὴν ἐπὶ τούτῳ τὴν ὀφρὺν ἀνατείνουσα, δεινὴ καὶ ἀνανταγώνιστος ᾤετό που καὶ αὐτοῖς ἔσεσθαι τοῖς Ἀσσυρίων καθηγηταῖς ἤτοι στρατηγοῖς. ἐπειδὴ δὲ παραγεγόνασι τὸν κατ' αὐτῶν ἀράμενοι πόλεμον, ἀκονιτὶ δεδαπάνηνται, καὶ ἤγοντο πρὸς αἰχμαλωσίαν. ἀλλ' οὐκ ἔγνω φησὶ, τουτέστιν, οὐκ ἐνενόησε τῆς συμφορᾶς τὴν αἰτίαν, καίτοι δέον αὐτὸν κἂν γοῦν διὰ τῶν συμβεβηκότων ἰέναι πρὸς αἴσθησιν. ὃ 67 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. γὰρ οὐχ ὁρᾶται, πολλάκις ἐκ προμηθείας ἐν ὀφθαλμοῖς ἱστᾶσιν αἱ πεῖραι. καὶ ἄμεινον μὲν τὸ κατασκέπτεσθαι τὸ συμφέρον, τὴν πείραν οὐκ ἀναμένοντας. εἰ δὲ δὴ τούτου γένοιτο καὶ ἀφαμαρτεῖν, ἀλλ' οὖν πεπονθόσι περιέσται λοιπὸν τὸ κἂν ἐξ αὐτῆς δύνασθαι νοεῖν τῆς πείρας τὸ ἀναγκαῖον καὶ ὀνησιφόρον. οὐκ ἔγνω τοίνυν φησὶν ὁ Ἐφραῒμ, καίτοι πεπολιωμένος, τουτέστι, μακροῦ διαγεγονότος χρόνου, καὶ οὐκ ἀνικάνως ἔχοντος εἰς τὸ παιδεῦσαι λοιπὸν καὶ ἀναπεῖσαι μαθεῖν, τίνα δὴ τρόπον αὐτοῖς τὰ τοιάδε συμβέβηκε. καὶ ὅτι προσ- κέκρουκε τῷ διασώζειν ἰσχύοντι, δεινοῖς καὶ ἀδοκήτοις ἐνώ- λισθον κακοῖς. 9Καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἐπέστρεψαν πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ οὐκ ἐξεζή- τησαν αὐτὸν ἐν π
Twelve Prophets Hosea Tomos 5 opening§hosea-t5-open
hosea-t5-openHosea Tomos 5.
Hosea Tomos 5 oracles; historia and theoria.
Greek · §hosea-t5-open
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ Κατεπόθη Ἰσραὴλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον, ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέθαλε καθ' ἑαυτὸν Ἐφραῒμ, δῶρα ἠγάπησε, διὰ τοῦτο παραδοθήσονται τοῖς ἔθνεσι. Καταπεπόσθαι φησὶ τὸν Ἰσραὴλ, ὡς οἰκτρὰν ὑπομείναντα ναυαγίαν, καὶ τοῖς τῶν ἰδίων ἁμαρτιῶν ἐναποπνιγέντα κύμασι, καὶ ὥσπερ τινὶ πέτρᾳ τοῖς ἐκ θείας ὀργῆς κινήμασι περιτεθραυσμένον. ἤγουν καὶ καθ' ἕτερον τρόπον, κατα- πεπόσθαι φησὶν αὐτὸν, ὡς ὑπὸ δεινοῦ καὶ ἀπλήστου δρά- κοντος, τοῦ Ναβουχοδονόσορ· ἔφη γὰρ ὧδε καὶ ἕτερος ἡμῖν τῶν ἁγίων προφητῶν, τὸ τοῦ Ἰσραὴλ πρόσωπον ἑαυτῷ περιτιθεὶς, δορικτήτου τε ὄντος ἤδη καὶ τοῖς ἑλοῦσι δουλεύ- οντος, "Κατέφαγέ με, ἐμερίσατό με, κατέλαβέ με σκότος "λεπτὸν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατέπιέ με "δράκων, ἔπλησε τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου." Ἀληθὲς δὲ καὶ ἑτέρως, ὡς καταῤῥοφεῖ τρόπον τινὰ τοὺς τῆς εἰς Θεὸν ἀγάπης ἐκπίπτοντας, καὶ ἰδίαν ποιεῖται τροφὴν ὁ πολυκέφαλος δράκων, ὃν καὶ ἡ τοῦ ψάλλοντος φωνὴ βρῶμα δεδόσθαι φησὶ λαοῖς τοῖς Αἰθίοψι. "Σὺ γάρ φησι, συν- "έθλασας τὴν κεφαλὴν τοῦ δράκοντος· ἔδωκας αὐτὸν "βρῶμα λαοῖς τοῖς Αἰθίοψιν." οἱ γὰρ μελάντατον ἔχοντες ἔν γε δή σφισιν αὐτοῖς καὶ ἀφεγγῆ τὸν νοῦν, Αἰθίοπες 1.174 εἰκότως καὶ νοοῖντ' ἂν καὶ λέγοιντο πρός τε ἡμῶν αὐτῶν, καὶ παρὰ Θεοῦ. οὗτοι τρέφουσι τὸν πολυκέφαλον δράκοντα, καὶ αὐτοὶ δὲ αὐτὸν σιτοῦνται πάλιν. Καταπέποται τοίνυν ὁ Ἰσραὴλ, καὶ γέγονεν ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον. ἀπενηνεγμένος γὰρ εἰς Ἀσσυρίους καὶ Μήδους, ἠχρειώθη παντελῶς, τὰ ἐκείνοις δοκοῦντα φρονεῖν τάχα που βεβιασμένος. ἤγουν, ὅτι γέγονε σκεῦος ἄχρηστον, ταύτῃτοι καὶ κατεπόθη, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, μετεφοί- τησεν εἰς τὰ ἔθνη. τοιοῦτο τί φησιν ὁ πάντων ∆εσπότης καὶ διὰ φωνῆς Ἱερεμίου περί τινος τῶν ἐν Σαμαρείᾳ βεβασι- λευκότων ἐπὶ τὸν Ἰσραήλ "Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος"οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἐξεῤῥίφη καὶ ἐξεβλήθη εἰς "γῆν ἣν οὐκ ᾔδει. γῆ γῆ, ἄκουε λόγον Κυρίου, γράψον τὸν "ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον." ἠχρειώθη τοίνυν ὁ Ἰσραήλ. ποία γὰρ χρεία ψυχῆς τῷ Θεῷ πλανωμένης, καὶ φιλαμαρτήμονος καὶ ἀποτρεχούσης εὐκόλως εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων καὶ εἰς, τὸ πάντων ἐπέκεινα τῶν
Hosea Tomos 5 rem early§hosea-t5-rem-early
hosea-t5-rem-earlyRem early: Hosea Tomos 5 oracles; historia and theoria.
Greek · §hosea-t5-rem-early
κα- κῶν, τῆς ὑπὸ Θεῷ δουλείας τὴν ἀποστροφήν; τίς οὖν ἡ αἰτία τοῦ τὰ τοιάδε πάσχειν τὸν Ἰσραήλ; ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους. μονονουχὶ γάρ φησιν, αὐτόμολοι δεδραμή- κασι πρὸς ἐχθρούς. πῶς ἢ τίνα τρόπον; δεδιότες γὰρ τὴν ἐκείνων ἔφοδον, οὐ τὴν Θεοῦ μᾶλλον ἐπικουρίαν ἐζήτουν μεταγινώσκοντες, δώροις δὲ μᾶλλον μεταπεπείκασι κατηρε- μῆσαι βραχύ. εἶτα τὴν τοιάνδε σκέψιν, ὡς εἰκαίαν αὐτοῖς ἐσομένην καὶ ἄχρηστον, διαγελᾷ τρόπον τινὰ, λέγων περὶ τῶν ἐκ φυλῆς Ἐφραῒμ βεβασιλευκότων, οἳ καὶ δῶρα πεπόμφασι τοῖς Ἀσσυρίων τυράννοις, ἀνέθαλε καθ' ἑαυτὸν Ἐφραΐμ. Ὅμοιον ὡς εἰ λέγοι· μέλλων ἐκκόπτεσθαι καθάπερ τι στέλεχος ὁ ἐκ φυλῆς Ἐφραῒμ 73 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. βεβασιλευκὼς, καὶ οἷον ὑπὸ 1.175 πυρὸς τῆς θείας ὀργῆς καταμαραίνεσθαι, ἀνέθαλε καθ' ἑαυ- τὸν, τουτέστιν, ἐμοῦ δίχα, καὶ σύμπνοιαν τὴν ἐμὴν οὐκ ἔχων, ᾠήθη φησὶν, ὅτι ζήσεται καὶ δώσει ῥίζαν εἰς βάθος, καὶ τῶν ἰδίων οὐκ ἀπολισθήσεται θρόνων. ἐξεπρίατο γὰρ πρόσκαιρόν τε καὶ ὀλίγην ἀνάβλησιν τοῦ κακοῦ, δῶρα ἀγα- πήσας· οὐ δέχεσθαι μᾶλλον, ἀλλὰ διδόναι. καὶ τί τὸ ἐντεῦ- θεν; ὄφελος μὲν οὐδὲν, παραδοθήσονται δὲ τοῖς ἔθνεσι, καὶ δι' αὐτῶν μάθοι τῶν συμβησομένων, ὡς οὐκ ἄν τις ἀναθάλοι καθ' ἑαυτόν· οὐδ' ἂν ὀνήσειε τοὺς Θεῷ προσκρούοντας τὸ δῶρα διδόναι τοῖς ἐχθροῖς. ὑποκείσονται γὰρ, καὶ οὐκ εἰς μακρὰν, τῇ δίκῃ. 9Νῦν εἰσδέξομαι αὐτοὺς, καὶ κοπάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας.9 Ἁπάσης, ὡς ἔπος εἰπεῖν, τῆς τοῦ Ἰσραὴλ φαυλότητος παραίτιοι γεγόνασιν οἱ ἐκ φυλῆς τοῦ Ἐφραῒμ ἐπ' αὐτοὺς βεβασιλευκότες. πρῶτος μὲν γὰρ ὁ ἐπάρατος Ἱεροβοὰμ τῆς ἀποστασίας γέγονεν εὑρετὴς, δαμάλεις αὐτοῖς ἀναστήσας χρυσᾶς, καὶ τῶν καλουμένων ὑψηλῶν, τουτέστι, τῶν ἐν ὄρεσι καὶ βουνοῖς τεμενῶν, καθιστὰς ἱερεῖς, τοὺς οὐκ ἐκ φυλῆς Λευῒ, ἀλλ' ὅσοι μᾶλλον "ἐπλήρουν τὴν χεῖρα αὐ- "τῶν," κατὰ τὸ γεγραμμένον. εἶτα μετ' ἐκεῖνον, τῶν Ἀσσυρίων προσδοκωμένων, ἐν καιρῷ τῆς βασιλείας Μα- ναεῒμ, πεπόμφασι χρήματα, πείθοντες ἀποσχέσθαι τῆς γῆς. Ταύτῃτοι δικαίως ἡ θεία γέγονεν ἀπειλὴ κατὰ τῆς βασι- λείας τῆς ἐκ φυλῆς Ἐφραῒμ γεγενημένης ἐπὶ τὸν Ἰσραήλ. Νῦν γὰρ αὐτοὺς εἰσδέξομαί φησιν, οὐχ ὡς τρόπον ἔχοντας ἀγαθὸν, οὐδὲ ὡς ἄριστα βιοῦν ἑλομένους, οὔτε μὴν τῆς κατὰ τὸν νόμον πολιτείας ἐφιεμένους, ἀλλ' ὡς παιδευτὴς, καὶ δίκας αἰτῶν, καὶ ὑπὸ κρίσιν ἤδη καλῶν. παρῆκα μὲν γὰρ ἐξ ἡμε- ρότητος εἰς ὑπέρθεσιν τὰ ἐκ θείας ὀργῆς, κατὰ τὸν ἤδη 1.176 παρῳχηκότα καιρὸν, ἀλλὰ νῦν αὐτοὺς εἰσδέξομαί φησιν, ἵνα τῇ τῶν δεινῶν πείρᾳ μανθάνωσι μόλις, ὅτι καὶ ὑπὸ ∆εσπότην εἰσὶ, καὶ τῆς ἐμῆς οὐκ ἔξω χειρός. ὅτι δὲ οὐκ εἰ
Hosea Tomos 5 rem mid§hosea-t5-rem-mid
hosea-t5-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §hosea-t5-rem-mid
μάζει. 1.189 9Ὑπὸ τοῦ πλήθους τῶν ἀδικιῶν σου ἐπληθύνθη μανία σου.9 Πλῆθος ἀδικίας φησὶν οἱονεὶ τὴν πολύτροπόν τε καὶ πολυειδῆ θρησκείαν τοῦ Ἰσραήλ. ἑνὶ μὲν γὰρ λόγῳ, πεπλάνηντο, καὶ πάντες ἦσαν εἰδωλολάτραι. πλὴν ἐμερί- ζοντο τοὺς τῆς πλανήσεως τρόπους, ἄλλοι τε ἄλλοις προσ- ῆγον τὰς τελετὰς, καὶ τοῖς προσιοῦσιν ἐποιοῦντο τὰς ψευ- δομαντείας. οἱ μὲν γὰρ ταῖς δαμάλεσιν ἐλάτρευον· οἱ δὲ τῷ Χαμὼς, εἰδώλῳ Μωάβ· ἕτεροι δὲ τῇ Ἀστάρτῃ. ἦσαν δὲ, οἳ καὶ τῷ Βάαλ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. ταύτῃτοι Θεὸς ἐπῃτιᾶτο λέγων διὰ φωνῆς Ἱερεμίου "Ὅτι κατὰ"ἀριθμὸν πόλεών σου ἦσαν θεοί σου Ἰούδα." ἑκάστη γὰρ πόλις τῶν παρ' αὐτοῖς ἴδιον ἔχειν ὡμολόγει θεόν. τοῦτο αὐτὸ πλῆθος ἀδικίας ὀνομάζει δικαίως. ἀδίκημα γὰρ ἀληθῶς καὶ ὕβρις εἰς Θεὸν, τὸ ἀποφοιτᾶν μὲν αὐτοῦ, προσκεῖσθαι δὲ ξύλοις τε καὶ λίθοις, καὶ "τοῖς 79 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἔργοις τῶν χειρῶν αὐτῶν," καθάπερ γέγραπται. μανίαν δὲ λέγει τὴν μαντείαν. οὐκοῦν ἐπειδήπερ πλῆθος ἀδικίας ηὕρηται ἐν σοί φησι, ταύτῃτοι καὶ παρὰ σοὶ πεπλήθυνται μανία, τουτέστιν ἡ ψευδομαντεία, ἑκάστου κατὰ τὸ εἰκὸς τῶν ψευδομάντεων ἴδιον ἔχοντος τρόπον, καθ' ὃν ἐμαντεύετο. ἔκτοπον οὖν ἄρα καὶ παρά- νομον καὶ βέβηλον ἀληθῶς, καὶ οὐκ ἀνικάνως ἔχον εἴς γε τὸ δύνασθαι λυπεῖν καὶ παροτρύναι δεινῶς τὸν τῶν ὅλων Θεὸν, τὸ ψευδοεπείαις προσκεῖσθαι φιλεῖν τῶν λαλεῖν εἰω- θότων τὰ "ἀπὸ καρδίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ "ἀπὸ στόματος Κυρίου." παραφυλακτέον δὴ οὖν Χρι- στιανοῖς τὸ πλημμέλημα. μόνοις γὰρ ἂν πρέποι τὸ τοιάδε νοσεῖν τοῖς τῶν δαιμόνων θεραπευταῖς. 1.190 9Σκοπὸς Ἐφραῒμ μετὰ Θεοῦ προφήτης, παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ.9 Σκοποὺς ὀνομάζειν ἔθος τῇ θείᾳ γραφῇ τοὺς τῶν λαῶν προεστηκότας καὶ προβεβλημένους, ὑψοῦ τε ἠρμένους διὰ τιμὴν, οἷς ἂν καὶ ἐνορῴη τις, εἰ δὴ βούλοιτο τὸν εὐθῆ τε καὶ ἀνεπίπληκτον διαζῆσαι βίον. καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεκιήλ "Υἱὲ ἀνθρώπου, σκοπὸν "δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός "μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρ' ἐμοῦ." ἔθος γὰρ τοῖς τοιοῖσδε σκοποῖς, οὐχὶ μόνον τοῖς παιδευομένοις πρὸς ὑποτύπωσιν ἀρετῆς ἤτοι πολιτείας συννόμου τὸν ἑαυτῶν προτιθέναι βίον, ἀλλὰ γὰρ καὶ εἰσηγεῖσθαι τὰ χρήσιμα, καὶ τὸ τῷ Θεῷ δοκοῦν διερμηνεύειν ὀρθῶς. ἀλλ' οἱ μὲν ὑπὸ σκοποὺς ὄντες ἀγαθοὺς, κατ' εὐθὺ τοῦ πρέποντος ἰόντες, ἐσώ- ζοντο· οἱ δὲ πονηροῖς καὶ φαύλοις ἀνδράσι τῆς ἑαυτῶν δια- νοίας προσνέμοντες τὴν ῥοπὴν, "πλανῶντές τε καὶ πλανώ- "μενοι" διετέλουν, καὶ ἁπάσης ἀγαθουργίας καὶ γνώσεως ἀληθοῦς ἐξῳκισμένον ἔχοντες νοῦν. τοῦτο πεπο
Hosea Tomos 5 rem close CLOSEOUT§hosea-t5-rem-close
hosea-t5-rem-closeRem CLOSEOUT: Hosea Tomos 5 CLOSEOUT.
Greek · §hosea-t5-rem-close
ρπίαν. ὅτι δὲ τοῖς ἀκάρποις ξύλοις τὸ ἀποκείρεσθαι πρέπει, καὶ αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ, τὴν καρπὸν οὐκ ἔχουσαν συκῆν ὡς ἐν εἴδει τῆς Ἰουδαίων Συναγωγῆς ἐκκόπτεσθαι δεῖν ἐπιτάττων· "̔Ινατί γάρ φησι καὶ τὴν γῆν καταργεῖ;" ἄκαρπος δὴ οὖν εὑρεθεὶς ὁ Ἰσραὴλ, φησὶν, ἐκκόπτοιτο ἂν εἰκότως· οὐ γὰρ ἐκδώσει καρπόν. ἀλλὰ κἂν εἰ τοῦτο γένοιτό φησιν, ἀπολῶ τὰ ἐξ αὐτῶν γενόμενα. καὶ τοῦτό ἐστι τὰ ἐπιθυμήματα τῆς κοιλίας αὐτῶν. Ἀναγκαῖον δὲ οἶμαι κἀκεῖνο περιαθρεῖν, τί τὸ χρῆμα τοῦ λόγου· διὰ τί δέ φησιν, ὅτι πάντες οἱ ἄρχοντες αὐτῶν ἀπει- θοῦντες; τί γὰρ ὅλως ἐδεῖτο τῆς τῶν ἀρχόντων ὑποταγῆς; 1.204 ἀναφορὰν οὖν ὁ λόγος ἔχει πρὸς ἱστορίαν τινὰ τῶν ἀρχαι- οτέρων. καὶ τίς δὴ αὕτη, πάλιν ἐρῶ. Μεμοσχοποίηκε κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ, ἀπόντος Μωυσέως· ἀναπεφοίτηκε γὰρ ἐν τῷ ὄρει Σινᾷ, τὸν νόμον ὑποδεξόμενος. 85 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. εἶτα κατελθὼν, λελύπηται σφόδρα πρὸς τὸ πλημμέλημα, συνέτριψε τὸν μόσχον, ἀγανακτοῦντα Θεὸν ἐδυσώπει τρόπον τινὰ τῇ ἰδίᾳ γνησιότητι καὶ ἀρετῇ. προσ- έπιπτε γὰρ καὶ ἐξελιπάρει λέγων "Εἰ μὲν ἀφῇς αὐτοῖς "τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς "βίβλου σου ταύτης, ἧς ἔγραψας." κατένευε δὲ τῷ προφήτῃ Θεὸς τὴν εἰς ἅπαντας ἡμερότητα, καὶ δὴ καὶ ἔφασκεν "Ἵλεως "αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου." ὁρᾶς ὅσον ὤνησε τὸν Ἰσραὴλ ἡ τοῦ προεστηκότος φιλοθεΐα, καὶ εἷς ὑπὲρ πάντων ἀρκέσας εἰς τὸ ἀναπεῖσαι Θεὸν, δι' ὑποταγήν τε καὶ εὐπείθειαν; αἰτιᾶται τοίνυν εἰκότως, ὡς ὁλοτρόπως ἐκκεκλικότα τὸν Ἰσ- ραήλ. εἶτα μὴ ἔχοντά τινα τῶν παρ' αὐτοῖς ἡγουμένων, τὸν ἐπιτιμῶντα τοῖς πταίουσι, τὸν ἀφιστάντα τῆς πλάνης, ἤγουν τῇ ἰδίᾳ λαμπρότητι τῇ κατὰ τρόπον καὶ ἀρετὴν ἀποστῆσαι δυνάμενον τὴν ὀργὴν, Θεοῦ παρακεκλημένου, καθάπερ ἀμέλει καὶ ἐν καιροῖς γέγονε τοῖς κατὰ Μωυσέα, τοιγάρτοι καὶ ἐξωσθήσονταί φησι καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσι. τοῦτο συνέβη παθεῖν αὐτοῖς καὶ τότε μὲν, ἀποκομισθεῖσιν εἰς Ἀσσυρίους, καὶ νῦν δὲ οὐδὲν ἧττον ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις κατεστυγημένοις. ἀνέστιοι γὰρ καὶ ἐπηλύται πανταχῆ, καὶ πόλιν οὐκ ἔχοντες οἱ ἐξ Ἰσραὴλ διατελοῦσιν ἐν κόσμῳ. "Λικμιῶ γὰρ αὐτοὺς εἰς πάντα "ἄνεμον," καὶ διὰ προφητῶν ἁγίων ἔφασκε Θεός. Εἰ τοίνυν ἐστὶ τῆς πρὸς Θεὸν οἰκειότητος φροντὶς ἡμῖν καὶ λόγος, ὑποφέρωμεν αὐτῷ τὸν αὐχένα, καὶ προσίωμεν ὡς ἐξ ἀγαθῆς εὐπειθείας λέγοντι τῷ Χριστῷ "∆εῦτε πρός με 1.205 "πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω "ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς." ἐσόμεθα γὰρ οὕτως ἔγκαρποί τε καὶ ἀπλῆγες, οὐκ αὐαινομένης ἡμῖν τῆς ῥίζης, οὐ καρποῦ πίπτοντος εἰς τὸ μηδὲν, οὐ πλανῆ
Twelve Prophets Hosea Tomos 6 opening§hosea-t6-open
hosea-t6-openHosea Tomos 6.
Hosea Tomos 6 oracles toward the mystery of Christ.
Greek · §hosea-t6-open
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ. 9Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ζητήσατε τὸν Κύριον ἕως οὗ ἔλθῃ γεννήματα δικαιοσύνης ὑμῖν.9 ∆ιττὸς ἀείπως ἐστὶν ὁ τῆς παραινέσεως τρόπος. ἢ γὰρ ἐξηγούμενοι τὴν τοῖς ἐθέλουσι ῥᾳθυμεῖν ἐπικεισομένην κό- λασιν μετασοβεῖν εἰθίσμεθα καὶ μάλα γοργῶς ἐπὶ τὸ βιοῦν ἑλέσθαι λαμπρῶς· ἢ τὰς τοῖς ἐπιεικέσιν ηὐτρεπισμένας τιμὰς ἀπαγγέλλοντες προθυμοτέρους ἀποτελοῦμεν τοὺς παι- δευομένους ἐπὶ τὸ δεῖν ἰέναι λοιπὸν πρὸς τὴν ἀμείνω τε καὶ ἐννομωτάτην ζωήν. τοιοῦτόν τι καὶ νῦν ὁ τῶν ὅλων Θεὸς ἐργάζεται. ἠπείλησε μὲν γὰρ τοῖς πεπλανημένοις τοὺς πολέ- μους, τὰς 91 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. συμφορὰς, τὴν εἰς ἀλλοφύλους ἀπαγωγὴν, τοὺς τῶν πόλεων ἐμπρησμοὺς, τῶν μαχομένων τὴν ἀγριότητα. πλὴν οὐ μέχρι τούτων τὸν τῆς παραινέσεως ἵστησι λόγον, ἀλλ' ἰδοὺ δὴ πάλιν, καὶ καθ' ἕτερον αὐτοὺς ὀνίνησι τρόπον, καὶ δὴ, μεθέντας τὸ ἄχρηστον καὶ ἁπάσης αὐτοῖς ταλαιπω- ρίας πρόξενον, τὸ ὅτι μάλιστα πεφυκὸς ὠφελεῖν ἀνθελέσθαι κελεύει, γηπόνοις ἐν ἴσῳ, σπείροντας μὲν εἰς δικαιοσύνην, τρυγῶντας δὲ καὶ εἰς καρπὸν ζωῆς. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος "Ὃ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερί- "σει." καὶ "Ὁ μὲν σπείρων φαῦλα, θερίσει κακὰ," κατὰ τὸ 1.220 γεγραμμένον· ὁ δὲ τῆς δικαιοσύνης ἐργάτης, σωτηρίας ἔσται καὶ ζωῆς ἔμπλεως, λαμπρὸς καὶ ἀξιοζήλωτος, καὶ οἶνον ἀπο- τρυγήσει "τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου." δεῖ δὲ πρὸς τούτῳ τοὺς ἐθέλοντας εὐδοκιμεῖν, εἰς νοῦν καὶ καρδίαν τὸ τῆς ἀληθοῦς γνώσεως εἰσοικίζεσθαι φῶς, οὐκ ἐχόντων αὐτὸ τῶν προσκυνούντων "τῇ κτίσει παρὰ τὸν κτίσαντα." πῶς δ' ἂν γένοιτο καλῶς τὸ δύνασθαι σπείρειν εἰς δικαιοσύνην, καὶ μὴν καὶ ἀποτρυγᾶν εἰς καρπὸν ζωῆς, καὶ τὸ λαμπρὸν τῆς γνώσεως εἰσδέχεσθαι φῶς, αὐτὸς ὑπέδειξε προστιθείς Ζητή- σατε τὸν Κύριον ἕως οὗ ἔλθῃ γεννήματα δικαιοσύνης ὑμῖν. ζητοῖτο δ' ἂν πρὸς ἡμῶν Θεὸς, οὐχὶ τοπικῶς· τοῦτο γὰρ εὔηθες, ἐπεὶ μὴ ἐν τόπῳ τὸ θεῖον· ἀλλ' ὡς ἐν διαθέσει ψυχῆς, καὶ νοῦ προθυμίαις εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων αὐτῷ διανενευκότος, καὶ εἰς εἴδησιν βλέποντος ὀρθὴν καὶ ἀπεξεσμένην, καὶ οὐδαμ
Hosea Tomos 6 rem early§hosea-t6-rem-early
hosea-t6-rem-earlyRem early: Hosea Tomos 6 oracles toward the mystery of Christ.
Greek · §hosea-t6-rem-early
όθεν ἔχουσαν τὸ ἐπιτιμᾶσθαι δεῖν. εὑρόντες γὰρ οὕτως αὐτὸν, καὶ τὴν τῶν ἑτέρων ἀγαθῶν κα- ταπλουτήσομεν κτῆσιν. ἢ οὐκ ἀληθεύει Χριστὸς, ὅταν λέγῃ "Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν;" ἀλλ' ἔστιν οἶμαι τουτὶ τοῖς ὀρθὰ φρονεῖν εἰωθόσιν οὐδαμόθεν ἀμφίβολον. κτῆσις γὰρ ἡμῖν αὕτη παντὸς ἀγαθοῦ μετὰ Θεοῦ, καὶ διὰ Θεοῦ, καὶ παρὰ Θεοῦ. Εἴποι δ' ἄν τις, καὶ μάλα εἰκότως, οὐχὶ μόνοις τοῖς τῶν εἰδώλων θεραπευταῖς, τὸ σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην καὶ τὰ τούτοις ἐφεξῆς, ἀλλὰ γὰρ καὶ τοῖς τῆς ὀρθῆς πίστεως ἀποτρέχουσι, προσκειμένοις δὲ μᾶλλον "πνεύμασι πλάνης, "ἐν ὑποκρίσει δαιμονίων, κεκαυτηριασμένοις τὴν συνείδη- "σιν," ὡς γοῦν ὁ σοφώτατος γράφει Παῦλος. οὗτοι σπεί- ρουσι μὲν τοῖς εἰς γνῶσιν καὶ φιλομάθειαν ἐγκείμενοι πόνοις· πλὴν οὐκ εἰς ἔργα δικαιοσύνης, ἀλλ' εἰς ἀδικίαν καὶ ἀσέβειαν "Πλανῶντες καὶ πλανώμενοι," καὶ "Τύπτοντες ἀσθενοῦσαν 1.221 "τὴν συνείδησιν τῶν ἀδελφῶν, ὑπὲρ ὧν Χριστὸς ἀπέθανε." τρυγῶσι δὴ οὖν οὐκ εἰς καρπὸν ζωῆς· πόθεν; ἀλλ' εἰς κόλασίν τε καὶ κρίσιν. καὶ γοῦν ἔφασκεν ὁ Χριστὸς, ὅτι "Ὃς δ' "ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων "εἰς ἐμὲ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ "τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς "θαλάσσης." οὐκοῦν ἀγαπάτωσαν τὴν ἀλήθειαν· τοῦτό ἐστι τὸ τῆς γνώσεως φῶς· οὕτω ζητεῖται Θεός· ἐντεῦθεν αὐτοῖς καρποὶ μὲν δικαιοσύνης ἀνατελοῦσιν εἰς ζωήν· τρυγη- θήσεται δὲ καὶ οἶνος, οὐ σωματικὸς, νοητὸς δὲ μᾶλλον καὶ διὰ Πνεύματος, ὃς καὶ καρδίαν εὐφραίνει καὶ νοῦν. 9Ἵνα τί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγή- σατε, ἐφάγετε καρπὸν ψευδῆ; ὅτι ἤλπισας ἐν τοῖς ἁρμασί σου, ἐν πλήθει δυνάμεώς σου, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται.9 Αἰτιᾶται πάλιν, ὡς ἀπό γε τῆς εἰς τὸ φαῦλον ἡδονῆς ἐφ' οἷς ἥκιστα ἐχρῆν κατηρεμεῖν ἑλομένους, ἀβουλότατά τε σεσιγηκότας, ἐφ' οἷς ἦν εἰκὸς οὐ μετρίως λυπεῖσθαι Θεόν. δέον γὰρ, φησὶ, παντὶ σθένει διωθουμένους τὴν εἰς ἐμὲ δυσσέβειαν καὶ τοῖς τὰ αἰσχρὰ συμβουλεύουσι ἐπιτιμᾶν, τοῦτό τε δρῶντας ἐν παντὶ γενέσθαι καλῷ, σεσιγήκασι, παρεδέξαντο τοὺς τῆς πλανήσεως τρόπους· οὐκ ἦν ἐν αὐ- τοῖς ὁ τοῖς ἐκεῖνα καινοτομοῦσιν ἀνθεστηκώς, οὐκ ἀντιτιθεὶς τὰ ἐκ νόμου, καὶ εἰς ἀνάμνησιν ἀποφέρων τῶν τεθεσπισμέ- νων. γέγραπται γάρ "Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν "ἐμοῦ·" καὶ πάλιν "Οὐ ποιήσεις σαυτῷ εἴδωλον." ἀλλ' ὀλίγος αὐτοῖς παντελῶς ὁ περὶ τούτων ἦν λόγος. σεσιγή- 1.222 κασι γὰρ, τιμῶντες τὴν ἀσέβειαν, τουτέστι τὴν ἀπόστασιν. 92 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. οὐκοῦν τετρυγήκ
Hosea Tomos 6 rem mid§hosea-t6-rem-mid
hosea-t6-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §hosea-t6-rem-mid
ίσ- θησαν, ἐλεεινοί τε καὶ δοῦλοι, καὶ ἐν τάξει δορικτήτων, ὅτι τοὺς ὑπὸ χεῖρα πεπλανήκασι, καὶ γεγόνασι παγὶς τοῖς, εἴπερ ἤθελον αὐτοὶ, καὶ διάττειν δυναμένοις τὴν ἐπ' εὐθύ. καθη- γεῖται γὰρ ἀεὶ τῶν ὑπεστρωμένων τὸ ἡγούμενον. ἔσονται δὴ οὖν ταπεινοὶ καὶ ἀπεῤῥιμμένοι, καίτοι πλείστην ὅσην ἐσχηκότες τὴν δόξαν. πρόσεστι γὰρ πάντως τοῖς τῆς βασιλείας θώκοις τὸ εὐκλεές. ἀλλ' οὐκ ἂν ὑψώσειεν αὐτοὺς ὁ Θεός. πέπαυται γὰρ, ὡς ἔφην ἤδη πλειστάκις, ἡ τοῦ Ἐφραῒμ βασιλεία. Παραφυλακτέον δὴ οὖν ἡμῖν μάλιστα τοῖς ἐν Χριστῷ, τὴν εἰς τὰ φαῦλα ῥοπὴν, ἀνασειράζοντος μάλιστα τοῦ Θεοῦ· ἢ εἰ μὴ τοῦτο δρῴημεν, ἑκόντες αὐτοὶ τὸν τοῦ διαβόλου ζυγὸν ἑαυτοῖς ἐπιθήσομεν, μονονουχὶ καὶ ἀποκρεμάμενοι τῆς εἰς αὐτὸν ἀγάπης, ὅλῃ τε βαδίζοντες προθυμίᾳ πρὸς τὸ ὑπ' αὐτῷ γενέσθαι λοιπὸν, καὶ τὰ αὐτῷ δοκοῦντα πληροῦν. ἀλλ' εἰ τοῦτο γένοιτο, παροξυνοῦμεν Θεὸν, οὕτω τε λοιπὸν ἐσόμεθα ταπεινοὶ, χθαμαλὸν καὶ πεπατημένον ἔχοντες νοῦν, Θεοῦ παραλύοντος, καὶ ταῖς εἰς τὸ ἀγαθὸν ἀνδρείαις ἀνορ- θοῦν ἡμᾶς οὐκ ἀνεχομένου. 9Τί σε διαθῶ Ἐφραΐμ; ὑπερασπιῶ σου Ἰσραήλ; τί σε διαθῶ; ὡς Ἀδαμὰ θήσομαί σε καὶ ὡς Σεβοείμ. μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου· οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλει- 1.235 φθῆναι τὸν Ἐφραῒμ, διότι Θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος.9 Προεισήγαγε τὰς μέμψεις, ὑποδεικνὺς ὅτι πάντη τε καὶ πάντως αὐτοῖς τομωτάτην ἔδει λοιπὸν ἐπιφέρεσθαι τὴν ὀργὴν ἀνόσια πεπραχόσι, καὶ ἐπέκεινα μέτρου κατὰ Θεοῦ δεδυσ- σεβηκόσιν, ὡς μηδεμιᾶς ἔτι φειδοῦς αὐτοῖς περιλελεῖφθαι τρόπον. ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἡμερότητος πηγὴ καὶ γένε- σις, ἀνακόπτει τὸ κίνημα, οὐχ ὡς παραλόγως γεγονότι τυχὸν ἐκ λογισμοῦ τοῦ κρείττονος ἐπιτιμῶν· οὐ γὰρ ἂν ἁμάρτοι ποτὲ τῶν αὐτῇ πρεπωδεστάτων ἐννοιῶν ἢ πράξεων ἡ θεία τε καὶ ἄφραστος φύσις· ἀπείργων δὲ ὥσπερ τὸ κατ' ἀξίαν, καὶ κατακωλύων ἐξ ἡμερότητος τὸ ὅτι μάλιστα πρέπον αὐτοῖς, τουτέστι, τὴν εἰσάπαν ἀπώλειαν, καὶ τὸ ἐκ ῥίζης ὥσπερ αὐτῆς ἀναβοθρεύεσθαι δεῖν. ταύτῃτοί φησι Τί σε διαθῶ; ποίᾳ, φησὶν, ὁδῷ χρήσομαι τὰ κατά σε συντιθείς; ὑπερ- ασπιῶ σου καὶ ἐπαμυνῶ πάλιν, καὶ δυσκαταμάχητον ἀπο- δείξω τοῖς ἐπιβουλεύειν ἐθέλουσιν; εἶτα πῶς τοῦτο γενή- σεται; πρέποι γὰρ ἂν τὸ κολάζεσθαι μᾶλλον ἢ εὐημερεῖν, τοῖς τὰ δεινὰ κατὰ Θεοῦ δεδρακόσιν. οὐκοῦν ἀπονέμων τὸ πρὸς ἀξίαν, καὶ ἰσοστάθμους τοῖς πλημμελήμασι τοῖς σοῖς ὁρίζων δίκας, ὡς Ἀδαμὰ θήσομαί σε καὶ ὡς Σεβοείμ· πόλεις δὲ αὗται Σοδομιτικαὶ, ἃς μέχρις αὐτῶν κατεδήδοκε βάθρων τὸ καταιβάσιον πῦρ. ἀλλ' οὐδὲ τοῦτο δράσω, φησὶ, καίτοι γενέσθαι δικαίως ὀφεῖλον. ὑπερθήσο
Hosea Tomos 6 rem close CLOSEOUT§hosea-t6-rem-close
hosea-t6-rem-closeRem CLOSEOUT: Hosea Tomos 6 CLOSEOUT.
Greek · §hosea-t6-rem-close
κ ἐρυθριᾶτε, φησίν. ἐπειδὴ δὲ ἦν τοιοῦτος ὁ Ἰακὼβ, ταύ- τῃτοι καὶ Κύριος Παντοκράτωρ ἔσται μνημόσυνον αὐτῷ. σώ- ζεται γὰρ ἐν μνήμαις Θεοῦ, ἔχει τε ἀειθαλῆ τὴν εὔκλειαν. δοξάζει γὰρ ὁ Θεὸς τοὺς ἀγαπῶντας αὐτόν. Οὐκοῦν· ἐρῶ γάρ τι πάλιν τῶν εἰς ὄνησιν ἀναγκαίων· κατακρινοῦσιν ἡμᾶς τῶν πατέρων αἱ δόξαι, μὴ τὰ ἶσα φρονεῖν ἑλομένους αὐτοῖς, καὶ διὰ τῶν ὁμοίων κατακαλλύ- νεσθαι τρόπων τε καὶ σπουδασμάτων. κατακριθησόμεθα δὲ, οὐχ ὡς εἰς μόνας ἠδικηκότες τὰς ἑαυτῶν 103 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ψυχὰς, ἀλλ' οἱονεί- πως καὶ ταῖς τῶν πατέρων εὐκλείαις ἐπιβουλεύσαντες, καὶ προγονικὴν εὐγένειαν καταισχύναντες. 9Καὶ σὺ ἐν Θεῷ σου ἐπιστρέψεις, ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διὰ παντός.9 Ἀπειλῇ κεκέρασται τῆς χάριτος ἡ ὑπόσχεσις. ἀπειλοῦντος γὰρ μᾶλλον, ἢ ὑπισχνουμένου καθαρῶς εἰς τὸ παρὸν ὁ λόγος· πλὴν ἐξ ἀγάπης ἡ ἀπειλὴ, καὶ καλοῦντος εἰς ὀρθότητα λο- γισμῶν, καὶ εἰς ἔφεσιν εὐκοσμίας τὸ χρησμῴδημα. ἦν μὲν γάρ φησι σοφὸς καὶ πανάριστος ὁ θεσπέσιος Ἰακὼβ, καὶ γνώμης ἰδίας ἔχων καρπὸν τὸ θεοφιλές. ἀλλ' οὐκ ἐμιμήσω μὲν τὸν πατέρα. πλὴν ἐπιστρέψεις ἐν Θεῷ σου καὶ σὺ, του- τέστι, κἂν ἐξίτηλος ᾖς καὶ ἀποστάτης καὶ ὑβριστὴς, ἀλλ' οὖν ἐπανήξεις, καὶ οὐχ ἑκὼν, εἰς τὸ ἑλέσθαι βιοῦν ὀρθῶς. ἐπανήξεις δὲ παιδευόμενος ἐν Θεῷ, τουτέστι, διὰ Θεοῦ. καὶ ἐπειδή σε λογισμὸς οὐ πέπεικεν ἀγαθὸς ἐπ' ὀρθὴν ἰέναι 1.249 τρίβον, καὶ ἀγαπῆσαι φρονεῖν ἃ δεῖ, περιγενήσεταί σου πάντη τε καὶ πάντως ἡ μάστιξ, μεταθήσει γοργῶς πρὸς τὴν τοῦ συμφέροντος αἵρεσίν τε καὶ γνῶσιν. ταυτὶ μὲν οὖν ἡμῖν, καθάπερ ὑπολαμβάνω, κατασημήνειεν ἂν εἰκότως τὸ Καὶ σὺ ἐν Θεῷ σου ἐπιστρέψεις, ἀπειλὴν ἔχον, ὡς ἔφην, χρησταῖς ὑποσχέσεσιν εὖ μάλα κεκερασμένην. εἶτα λοιπὸν, ὡς ἤδη μαστιζομένῳ, καὶ ἐν αὐτῷ γεγονότι τῷ πλήττεσθαι, Θεὸς ἐπιφωνεῖ Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός. ὥσπερ γὰρ εἴ τις δεσπότης οἰκέτῃ παιδευομένῳ, καὶ ἐν αὐτῷ τῷ μαστίζεσθαι γεγονότι, λέγοι μετὰ φειδοῦς τε ἅμα καὶ ἀγανακτήσεως Σώφρων ἔσο καὶ εὐπειθὴς, καὶ μὴ καταφρόνει δεσποτικῶν ἐνταλμάτων· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς τυπτομένῳ τρό- πον τινὰ τῷ Ἐφραῒμ, καὶ ταῖς τοῦ πολέμου συμφοραῖς ἐκπαιδευομένῳ φησίν Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός. ὅμοιον ὡς εἰ λέγοι τυχόν Ταύτης ἕνεκα τῆς αἰτίας ἴσθι πληττόμενος, ὅτι μὴ ἐφυλάξω μηδὲ τετίμηκας τὰ ἐμοὶ φίλα καὶ ἠγαπημένα. τὸ μὲν οὖν ἔλεος τὴν ἀγάπην δηλοῖ· ἀγάπη δὲ νόμου πλήρωσις, "Τῷ "γὰρ πλησίον κακὸν οὐκ ἐργάζεται," κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. τὸ δὲ κρῖμα τὴ
Twelve Prophets Hosea Tomos 7 opening§hosea-t7-open
hosea-t7-openHosea Tomos 7.
Hosea Tomos 7 closing stretch of Hosea.
Greek · §hosea-t7-open
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒ∆ΟΜΟΣ. 9Ἐγὼ δὲ Κύριος ὁ Θεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν.9 Ἐλέγχεταί πως ἀεὶ τῆς ψευδοδοξίας τὸ ἀκαλλὲς, τῆς ἀληθοῦς γνώσεως εἰς μέσον ἐνηνεγμένης, καὶ οἱονεὶ φωτὸς ἀναλάμποντος ὡς ἐν νυκτί τε καὶ σκότῳ, τοῦ πρὸς ὀρθότητα λογισμῶν παιδαγωγοῦντος λόγου. ὅτι τοίνυν τῆς ἁπασῶν ἐσχάτης ἀναπιμπλάμενοι δυσβουλίας, καὶ λογισμῶν ἀθλιό- τητος εἰς λῆξιν ἰόντες τὴν ἀνωτάτω, χώνευμά τε καὶ τεκτό- νων ἔργα τετιμήκασιν οἱ ἐξ Ἰσραὴλ, τὸν ἀληθῶς καὶ φύσει παρατρέχοντες Θεὸν, ἀπελέγχει λέγων, ὡς εἴη μὲν αὐτὸς ὁ στερεῶν οὐρανὸν, διαπηξάμενος δὲ καὶ γῆν, καὶ τῶν ἄστρων ὁ ποιητής. κατονειδίζει δὲ, ὅτι παρέντες ὡς ἕωλον τὸ διὰ τῶν γεγονότων δύνασθαι τὴν τοῦ πεποιηκότος δόξαν ἀναμα- θεῖν, πρόφασιν αὐτὰ τῆς οἰκείας πεποίηνται πλάνης. ἀλλ' οὐ διὰ τοῦτο γεγόνασιν, ἵνα τὴν θείαν ἀδικῶσι δόξαν, ἐν ὑπολήψει θεῶν εἰλημμένα τοῖς ἐπὶ γῆς, ἀλλ' ἵνα, ὡς ἔφη τὸ γράμμα τὸ ἱερὸν, "ἀπὸ μεγέθους καὶ καλλονῆς κτισμάτων "ἀναλόγως" ἀναθρώσκοι τῶν συνιέντων ὁ νοῦς εἰς κατάληψιν 1.264 τὴν ἐνδεχομένην τῆς τοῦ πεποιηκότος δυνάμεώς τε καὶ τέχνης. 109 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. οὐκοῦν οὐ παρέδειξε τὴν κτίσιν ἡμῖν ὁ ∆ημιουργὸς, ἵνα προσ- κυνῆται πρὸς ἡμῶν. καὶ γοῦν καὶ προδιεμαρτύρατο λέγων διὰ Μωυσέως "Καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν "τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα "τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς "καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι "τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ." οἱ δὲ τὰ ἐκνεμη- θέντα πρὸς καιρῶν ἐπίδειξιν καὶ ἐν φωστήρων τάξει κατ- ερραμμένα, θεοὺς ὠνόμαζον καὶ προσκυνεῖν ἀπετόλμων, καὶ τὰ ἔτι τούτων αἰσχίονα ζητοῦντες οἱ δείλαιοι, χώνευμά τε καὶ ξύλα τετιμήκασιν ὡς θεοὺς, τὴν χαλκουργῶν καὶ τεκτό- νων προσκυνοῦντες τέχνην. 9Καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σώζων οὐκ ἔστι πάρεξ ἐμοῦ. ἐγὼ ἐποίμαινόν σε ἐν τ
Hosea Tomos 7 rem early§hosea-t7-rem-early
hosea-t7-rem-earlyRem early: Hosea Tomos 7 closing stretch of Hosea.
Greek · §hosea-t7-rem-early
ῇ ἐρήμῳ, ἐν γῇ ἀοικήτῳ, κατὰ τὰς νομὰς αὐτῶν.9 Πολὺς ἐν τούτοις τῆς ἀναισθησίας ὁ ἔλεγχος, καὶ τέθεινται στοιχηδὸν τῆς ἐπικουρίας οἱ τρόποι, τῆς ἀχαριστίας τῶν ἐξ Ἰσραὴλ καταδεικνύντες τὸ μέγεθος. ἐλέγχει δὲ, οὐκ ἠγνοη- κότας, ὥς γε οἶμαι· πόθεν; ἀλλ' ὡς ἐκ πολλῆς ἄγαν σκαιό- τητος καὶ λογισμοῦ νενευκότος εἰς ἀναισθησίαν, μονονουχὶ καὶ εἰς λήθην ὑπενηνεγμένους, ὧν ἔδει μεμνῆσθαι διαπαντός. ὁ μὲν γὰρ ἐπάρατος Ἱεροβοὰμ, τὰς δαμάλεις αὐτοῖς ἀνα- στήσας, ἔφασκεν "Οὗτοι οἱ θεοί σου Ἰσραὴλ οἵτινες "ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου·" οἱ δὲ, καίτοι γινώ- σκοντες ὅτι μὴ ἑτέρου τινὸς, ἀλλὰ Θεοῦ, κατόρθωσις ἦν τὸ χρῆμα αὐτοῖς, χειροκμήτοις δαμάλεσι προσῆγον τὰ χαρισ- τήρια, καὶ αὐταῖς ἀνάπτειν, οὐκ οἶδ' ὅπως, ἀλλήλους ἀνέπει- 1.265 θον τῶν θείων κατορθωμάτων τὴν ὑπεροχήν. οὐκοῦν ὡς ἐξ οἴνου Σοδόμων μεμεθυσμένους μονονουχὶ διανύττει λέγων ὅτι τε αὐτὸς εἴη σαφῶς ὁ καὶ "ἐξ οἴκου δουλείας" ἐξενεγ- κὼν, καὶ προστεταχὼς διὰ Μωυσέως, ὡς "Οὐκ ἔσονταί σοι "θεοὶ ἕτεροι πλὴν ἐμοῦ," καὶ ὅτι μόνος αὐτὸς ὁ σώζων ἐστὶ καὶ ἀνιδρωτὶ κατορθῶν πᾶν ὅπερ βούλοιτο, αὐτὸς ὁ τροφο- φορήσας κατὰ τὴν ἔρημον, καὶ ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ πηγὰς μὲν ὑδάτων ἀνεὶς, καθιεὶς δὲ τὸ μάννα, καὶ ἄρτον ἀγγέλων καὶ ἐξ οὐρανοῦ δωρούμενος, καὶ ὡς ἐν τάξει ποιμένος ἀγαθοῦ καταβόσκων εἰς εὐθυμίαν, κατὰ τὰς νομὰς αὐτῶν ἤτοι τὰς ἀπάρσεις. ἀνενδεεῖς γὰρ ἦσαν παντὸς ἀγαθοῦ κατὰ τὴν ἔρημον οἱ ἐξ Ἰσραὴλ, καίτοι τόπους ἐκ τόπων ἀεὶ μεταμείβοντες, καὶ ἐν γῇ τραχείᾳ καὶ ἀκάρπῳ καταυλιζόμενοι. Χρὴ δὴ οὖν ἄρα μεμνῆσθαι διὰ παντὸς, ὧν ἂν ἔχοιμεν παρὰ Θεοῦ, καὶ τὴν ἐπὶ τούτοις λήθην ὡς ἀποτάτω ποιεῖσθαι φιλεῖν τῆς ἑαυτῶν διανοίας, ὡς ὀλέθρου πρόξενον, καὶ παρο- τρύνον εἰς ἀγανάκτησιν τὸν ἁπάσης ἡμῖν εὐημερίας δοτῆρα Θεόν. ὁ γὰρ ἀχάριστος ὡς βλάσφημος, κατά γε τὸ ὑπό του σοφῶς εἰρημένον. 9Καὶ ἐνεπλήσθησαν εἰς πλησμονὴν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐ- τῶν· ἕνεκα τούτου ἐπελάθοντό μου.9 Ὥσπερ οἱ τῶν ἰατρῶν ἐμπειρότατοι τὰς τῶν νοσημάτων εὖ μάλα περιαθροῦντες αἰτίας, τοῖς ἀπὸ τῆς τέχνης ἐπικου- ρήμασιν ἀνακόπτειν ἐπείγονται· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς εἰς νοῦν ἔσω καὶ καρδίαν ὁρῶν, τὰς τῶν ἐν ἡμῖν παθῶν αἰτίας περιεργάζεται, οὕτω τε λοιπὸν 1.266 τοῖς καθήκουσι περιστέλλει φαρμάκοις τὸν ἀῤῥωστήσαντα νοῦν. αἰτιᾶται τοίνυν τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐκ τῆς ἄγαν εὐημερίας πρὸς λήθην ἐνηνεγμένους τοῦ πάντα αὐτοῖς χορη- γοῦντος τὰ ζωαρκῆ καὶ τὰ ὅσαπερ ἂν φαίνοιτο κατα- λαμπρύνειν εἰδότα· καίτοι προηγορευκότος τοῦ νόμου σαφῶς "Πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου, τοῦ μὴ "φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίμα
Hosea Tomos 7 rem mid§hosea-t7-rem-mid
hosea-t7-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §hosea-t7-rem-mid
Αἰγύπτου καλεῖν ἐπικουρίαν αὐτοῖς. ἀλλ' ἥλω ψυχρὰ καὶ ἀνόνητα καὶ δράσας καὶ βουλευσάμενος. τίς δὴ οὖν ἄρα, φησὶν, ἐξελεῖ- ταί σε τοῦ μὴ παθεῖν τὰς ἀνηκέστους συμφοράς; οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων. τῶν γὰρ σῶν τέκνων συντριβομένων φησὶν οὐδ' ἂν αὐτὸς ὑπο- σταίη· ληφθήσεται γὰρ δοῦλός τε καὶ αἰχμάλωτος ὁμοῦ τοῖς ἄλλοις· βαδιεῖται πρὸς Ἀσσυρίους. σοφὸς οὖν ὁ ψάλλων "Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος." παρ' αὐτοῦ γὰρ πᾶσα δύναμις, καὶ σωτηρία πᾶσα· καὶ σώζων οὐκ ἔστι πάρεξ αὐτοῦ. 9Ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς, ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;9 Τὰ ἐκ θυμοῦ λαλήσας τοῖς ἡμαρτηκόσι, καὶ τὰ ἐκ λύπης 1.272 ἐσόμενα προαπηγγελκὼς, ἀναπεφοίτηκε πάλιν εἰς θεοπρεπῆ τε ἡμερότητα, καὶ ὅτι μὴ εἰσάπαν τὸ ἐπὶ γῆς ἀπέστραπται γένος, μήτε μὴν ἀνῆκεν εἰς καταφθορὰν ἀχάλινόν τε καὶ ἀτελεύτητον, ἀλλ' ἔσται τις κατὰ καιροὺς φειδὼ καὶ ἀνά- κλησις εἰς τὸ ἀπ' ἀρχῆς ἐν Χριστῷ, καταμεμήνυκε προστι- θεὶς, ὡς ῥύσεται μὲν ἐκ χειρὸς ᾅδου, καὶ ἐκ θανάτου λυτρώσεται, δῆλον δὲ, ὅτι τοὺς ὑπ' αὐτὸν γεγονότας, διὰ τὴν εἰσποιητὸν ἁμαρτίαν, καὶ τὴν ἐν ἀρχαῖς τοῦ Ἀδὰμ παράβασιν. πεποίη- ται γὰρ ἡ τοιάδε πάλιν ὑπόσχεσις, οὐχὶ μόνῳ τῷ Ἐφραῒμ, ἤγουν τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἅπασι δὲ μᾶλλον τοῖς ἐπὶ τῆς γῆς. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "Οὐκ Ἰου- "δαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν. δεδικαίωκε γὰρ "περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως." λελύτρωται γὰρ ἡμᾶς ἐκ χειρὸς ᾅδου, τουτέστιν, ἐκ τῆς τοῦ θανάτου καταδυναστείας, καὶ ὁ τῆς λυτρώσεως τρόπος ὁ Χριστοῦ νοεῖται θάνατος. ἀνέτλη γὰρ ἑκὼν τὴν ὑπὲρ ἡμῶν ἐπὶ ξύλου σφαγὴν, καὶ τεθριάμβευκεν ἀρχὰς καὶ ἐξουσίας, προσηλώσας αὐτῷ τὸ καθ' ἡμῶν χειρόγραφον. τότε γὰρ τότε "καὶ πᾶσα μὲν ἀνομία τὸ ἑαυτῆς ἐνέφραξε στόμα·" κατήργηται δὲ καὶ τὸ τοῦ θανάτου κράτος, ἐξῃρημένης τῆς ἁμαρτίας· αὕτη γάρ ἐστιν ἡ τοῦ θανάτου νίκη, καὶ τὸ κέντρον τοῦ ᾅδου. οὕτω καὶ ὁ σοφὸς ἡμῖν ἡρμήνευσε Παῦλος. ἔφη γὰρ, ὅτι "Τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρτία, ἡ "δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος." οὐκοῦν τῆς ἁπάντων ἁμαρτίας ἀνῃρημένης ἐν Χριστῷ, φαίημεν ἂν εἰκότως καὶ ἡμεῖς αὐτοί Ποῦ ἡ νίκη σου θάνατε; που τὸ κέντρον σου ᾅδη; "Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς Ἰησοῦς ὁ "ἀποθανὼν" ὑπὲρ ἡμῶν, μᾶλλον δὲ "δοὺς ἑαυτὸν ἀντίλυτρον "ὑπὲρ πάντων," εἷς ὁ πάντων ἀξιώτερος, δι' οὗ καὶ ἐν ᾧ πεπλουτήκαμεν τὸ ἀναφοιτῆσαι πάλιν εἰς ἀφθαρσίαν. 1.273 9Παράκλησις κέκρυπται ἐξ ὀφθαλμῶν μου; διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ.9 Ἀναγνωσόμεθα τοῦ προκειμένου τὸν πρῶτον στίχον κατ' ἐπερώτ
Hosea Tomos 7 rem close CLOSEOUT§hosea-t7-rem-close
hosea-t7-rem-closeRem CLOSEOUT: Hosea Tomos 7 CLOSEOUT — Hosea arc sealed toward Joel.
Greek · §hosea-t7-rem-close
χρήμασι τοὺς τῶν Αἰγυπτίων ἱπποτοξότας, ἤγουν τοὺς τῆς ἐν πολέμοις ἱππικῆς ἐπιστήμονας. ταύτῃτοι καὶ ἤκουον Θεοῦ λέγοντος ἐναργῶς "Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον "ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἐφ' ἅρμασιν·" ἐγελῶντο δὲ, καὶ μάλα δικαίως, προασπιστὴν ποιεῖσθαι σπουδάζοντες "Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεὸν, 115 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἵππων "σάρκας," κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἀποφοιτᾶν ἐπαγ- γέλλονται καὶ τοῦ λατρεύειν εἰδώλοις καὶ τοῦ τὰς ἐλπίδας ἐπ' ἀνθρώποις ἔχειν ἔτι. ἐπανόρθωσις δὲ αὕτη τῶν ἤδη προεπταισμένων, καλοῦσα πρὸς ἡμερότητα τὸν τῶν ὅλων ∆ημιουργὸν, τὸν διὰ φωνῆς Προφήτου λέγοντα "Ἀποσ-"τροφῇ ἀποστρέψατε ἀπὸ τῶν ἀνομιῶν ὑμῶν, οἶκος τοῦ "̓Ισραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας." 1.279 9Ὁ ἐν σοὶ, ἐλεήσει ὀρφανόν.9 Αὕτη τοῦ Προφήτου φωνὴ προτρέποντος εἰς μετάγνωσιν, καὶ τοῦ ∆εσπότου τὴν γαληνότητα καθιστάντος ἐναργῆ, καὶ τὸν ὄκνον ὑποτεμνομένου τοῦ μεταγινώσκειν ἐθέλοντος. μὴ γὰρ ἐνδοιάσῃς, φησὶν, ὦ Ἰσραὴλ, ὅτι τεύξῃ τῶν κατ' εὐχὴν, εἰ προσκομίσειας τὴν μετάγνωσιν. ὁ γὰρ ἐν σοὶ Θεὸς ἐλεεῖν οἶδε καὶ κατοικτείρειν ὀρφανούς. οὕτω που φησὶ καὶ ὁ θεσπέσιος ∆αυείδ "Ὀρφανὸν καὶ χήραν ἀναλήψεται," ἐξ ἑνὸς οἶμαι πράγματος, ἤγουν ἐκ προσώπων τῶν ὅτι μάλιστα κατελεεῖσθαι πεφυκότων, τῆς θείας τε καὶ ἀποῤῥήτου φύσεως καταδεικνὺς τὸ φιλάνθρωπον. εἰ δὲ δὴ βούλοιτό τις τῆς ὀρφανίας τὸ χρῆμα καὶ αὐτῷ καταγράφειν τῷ Ἰσραήλ· ἀπώλισθε γὰρ μονονουχὶ Πατρὸς τοῦ Θεοῦ, καίτοι λέγοντος ἐναργῶς "Υἱὸς πρωτότοκός μου Ἰσραήλ·" φαίην ἂν ἔγωγε καὶ τῇδε νοεῖν ὀρθῶς. ∆εῖ δὴ οὖν ἄρα τεθαῤῥηκότας ὡς ἀγαθός τε ἐστὶ καὶ πρόχειρος εἰς φιλανθρωπίαν ὁ τῶν ὅλων ∆εσπότης, ἀοκνό- τατα μετανοεῖν, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπανορθώσεσι, τὰς τῶν ἤδη προεπταισμένων ἀπολύειν αἰτίας. 9Ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, διότι ἀπέστρεψεν ἡ ὀργή μου ἀπ' αὐτῶν.9 Εἰσκεκόμισται γείτων εὐθὺς, μόνον δὲ οὐχὶ καὶ ἀγχίθυρος, ὁ παρὰ Θεοῦ λόγος, ἰᾶσθαί τε τοὺς ἠσθενηκότας ὑπισχνου- μένου, καὶ ὁμολόγως ἀγαπᾶν, τουτέστιν, ὁμολογουμένως καὶ ἀκρύπτως ἤδη λοιπὸν ἐνεργοῦντα φαίνεσθαι τὰ ἐκ φειδοῦς καὶ ἀγάπης, καὶ τὴν παντὸς ἐπίδοσιν ἀγαθοῦ. δηλοῖ δὲ πρὸς 1.280 τούτοις, ὅτι καὶ τῆς εἰς αὐτοὺς κατέληξεν ὀργῆς, καὶ τῆς αὐτῷ φιλητῆς οὐκ ἀποδημήσει φιλανθρωπίας. ἔοικε δὲ πάλιν ὁ λόγος ἡμῖν ἐν τούτοις, οὐ μόνης διαμεμνῆσθαι τῆς τῶν ἐξ αἵματος Ἰσραὴλ ἐπιστροφῆς, συνεισκομίζειν δὲ μᾶλλον καὶ τὴν τῶν ἐθνῶν κλῆσιν· ὅτι μὴ "πάντες οἱ "ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ·" καταλογίζονται δὲ μᾶλλον εἰς τέκνα οἱ ἀκολουθοῦντες "τοῖς ἴχνεσι τῆς ἐ
Twelve Prophets Joel opening opening§joel-open-open
joel-open-openJoel opening.
Joel prologue and oracles; the Day of the Lord toward Christ.
Greek · §joel-open-open
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ. 1 ΠΡΟΦΗΤΕΥΕΙ μὲν ὁ θεσπέσιος Ἰωὴλ ἐν χρόνοις, ὡς ἔοικε, καθ' οὓς ἂν νοοῖντο καὶ οἱ πρὸ αὐτοῦ τεταγμένοι, τὸν Ὠσηὲ δέ φημι, καὶ μέντοι καὶ τὸν Ἀμώς. δοκεῖ γὰρ Ἑβραίοις οὐ μετά γε τὸν Μιχαίαν, ἀλλ' ἐκείνοις αὐτὸν συντετάχθαι δεῖν. καταγορεύει δὲ, ὥς γε μοι φαίνεται, τῶν ἐξ Ἰσραὴλ, καὶ πλείστην ὅσην αὐτῶν ποιεῖται καταβοὴν, ὡς εἰς τοῦτο λοιπὸν ἀγερωχίας ἱγμένων ἀποπληξίας τε καὶ ἀναλγησίας, ὡς ὑπὸ μηδενὸς τὸ παράπαν ἀνακόπτεσθαι τῶν κακῶν, μήτε μὴν ταῖς οὕτω συχναῖς, μονονουχὶ δὲ καὶ στοιχηδὸν ἐπενηνεγμένοις, συμφοραῖς ἡττᾶσθαι 118 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. φιλεῖν, καί- τοι χρόνου μηδενὸς παρεισδεδυκότος, καθ' ὃν ἂν φαίνοιτό τις ἀνάπνευσις τοῦ κακοῦ, κἂν γοῦν βραχεῖα, γεγενημένη. εὑρήσομεν δὲ καὶ τὸν μακάριον προφήτην Ἡσαΐαν διὰ τῶν ἴσων ἐρχόμενον λόγων. ἔφη γάρ "Καὶ ἐθυμώθη ὀργῇ "Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν "χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς· καὶ παρω- "ξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς "κοπρία ἐν μέσῳ ὁδοῦ. ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη 1.288 "ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή." συνίης, ὅπως τοῦτό τε κἀκεῖνο πεπόνθασι, καὶ ἡ τοῦ παίον- τος χεὶρ ἀπομεμένηκεν ὑψηλὴ, ὡς ὅσον οὐδέπω καὶ ἑτέρας ἐποίσουσα πληγὰς αὐτοῖς. ὅνπερ γὰρ τρόπον τὰ δυσίατα τῶν παθῶν οὐ μιᾶς ἔσθ' ὅτε δεῖται τῆς τομῆς, ἀλλ' ἔτι πλειόνων· οὕτω καὶ ὁ ἀνθρώπινος νοῦς εἰς λῆξιν ἥκων ἀν- αλγησίας συχνοτέρας δεῖται πληγῆς, ἀνακομιζούσης μόλις εἴς γε τὸ δύνασθαι λοιπὸν ἀναμαθεῖν ἐπείγεσθαι τὸ τελοῦν εἰς ὄνησιν. ἔοικε τοίνυν ὁ μακάριος προφήτης Ἰωὴλ, ὡς ἐπὶ πλείσταις ἤδη πληγαῖς ἀνουθετήτου μεμενηκότος τοῦ Ἰσ- ραὴλ, ποιεῖσθαι σοφῶς τὴν ἐπίπληξιν, συμβουλεύειν τε ἅμα τὰ αἰσχίω μεθέντας μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ ἁνδάνον Θεῷ. προσεπάγει γεμὴν καὶ τῶν ὅτι μάλιστα φιλτάτων αὐ- τοῖς τὴν ὑπόσχεσιν, εἴπερ ἕλοιντο μετανοεῖν· καὶ ὅτι χρηστῷ καὶ ἡμερωτάτῳ περιτεύξονται τῷ ∆εσπότῃ δίδωσι θαῤῥεῖν. οὗτος μὲν οὖν τῆς ὅλης αὐτοῦ προφητείας ὁ σκοπός· ἕκαστα δὲ τῶν ἐφ' ἑξῆς ἀνὰ μέρος ἐροῦμεν, ταῖς τῶν προκειμένων θεωρίαις ἑπόμενοι. 9Λόγος Κυρίου ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ.9 Λόγον Κυρίου γε
Joel opening rem early§joel-open-rem-early
joel-open-rem-earlyRem early: Joel prologue and oracles; the Day of the Lord toward Christ.
Greek · §joel-open-rem-early
γενῆσθαι φησὶ πρὸς ἑαυτὸν ὁ Προφήτης, ἵνα τῇ προφητείᾳ τὴν πίστιν προσνέμωμεν, ἀραρότως δια- κείμενοι καὶ τεθαῤῥηκότες, ὅτι πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα. πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ λέ- γων καὶ αὐτὸς ὁ Σωτήρ "Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσον- "ται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι." χρῆμα γὰρ οὐχὶ 1.289 ψευδοεπὲς ἡ ἀλήθεια, καὶ ὅπερ ἂν λέγοι ὁ Θεὸς, ἀτρεκὲς ἔσται πάντως. αὐτὸς γάρ ἐστιν ὁ "ἱστῶν ῥήματα παιδὸς "αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων." οὐκοῦν εὐτεχνέστατα καὶ σοφῶς ἐξαιτεῖ τὴν πίστιν τοὺς ἀκροωμένους, ὅτι μὴ κατά τινας εἴη ψευδοεπὴς, ἤγουν ἐκ καρδίας τὸ δοκοῦν ἀναφέρων, ἀλλ' ἐκ στόματος Κυρίου λαλῶν ἐν πνεύματι, σαφέστατα διειπών. πρόσκειται δὲ ἀναγκαίως ὁ Βαθουὴλ, ἵνα μή τις ἕτερος παρ' αὐτὸν νοοῖτο τὸν Ἰωήλ. πολλοὶ μὲν γὰρ ἴσως, μᾶλλον δὲ καὶ ἀναμ- φιλόγως τῇ τοιᾷδε κλήσει κατωνομάζοντο· γεγόνασι δὲ οὐ πάντες ἐκ Βαθουήλ. ἀσφαλείας δὴ οὖν, ὡς ἐγῷμαι, χάριν προσεπενήνεκται πάλιν ὁ Βαθουήλ. 9Ἀκούσατε δὴ ταῦτα οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν γῆν· εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν, ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν; ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν.9 Ἀναφέρει πρὸς ἀρχαιότητα καιρῶν τε καὶ μνήμης τοὺς γεγηρακότας, καὶ διενθυμεῖσθαι προστέταχε, πότε δὴ ἄρα, καὶ ἐπὶ τίσι τὰ ἴσα τεθέανται, τοῖς αὐτῶν πατράσιν ἤγουν τοῖς ἔτι κατόπιν, ἐκ θείας ὀργῆς ἐπενηνεγμένα, ἀναλογίζεσθαί τε δεῖν ἔφη λοιπὸν, εἰ μὴ ξένα καὶ ἀήθη τὰ διηγήματα, καὶ οὐδενί πω τάχα τῶν πάλαι διεγνωσμένα· συνιέναι γεμὴν εὖ μάλα καὶ τοὺς ἑτέρους προσήκειν, φησὶν, εἰ τοιαῦτα γέγονεν ἐπ' αὐτῶν· ἔσεσθαι δὲ καὶ ὑπόθεσιν ἀτελευτήτων διηγημάτων οὐκ εἰς μίαν διήκουσαν, οὔτε μὴν εἰς δύο καὶ τρεῖς γενεὰς, 1.290 διεκπαίουσαν δὲ μᾶλλον, καὶ εἰς τὸ ἐπέκεινα πολύ. ὥσπερ γὰρ εἶναί φαμεν ἀξιάκουστα τοῖς πολλοῖς τὰ λαμπρὰ τῶν διηγημάτων, καὶ οἷς ἂν ἕποιτο τυχὸν καὶ τὸ ἐφήδεσθαι δεῖν· οὕτως ἀξιομνημόνευτά πως εἶναι δοκεῖ καὶ τὰ εἰς λῆξιν ἥκοντα συμφορᾶς τε καὶ παθῶν. μονονουχὶ γὰρ κατα- βιάζεταί πως καὶ τὰ τοιάδε τὴν λήθην, καὶ φορτικωτέραν ἔχοντα τὴν προσβολὴν ἐκ πολλῆς ἄγαν ἀναισχυντίας ἀξιοῖ μνημονεύεσθαι, καὶ ταῖς τῶν ἡδίστων δόξαις φιλονεικεῖ· ἔχει δὲ ὥσπερ τὰ χρηστὰ τὴν μνήμην οὐκ ἀκερδῆ, οὕτως οἶμαί που καὶ τὰ σκαιά τε καὶ 119 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. σκυθρωπά. τὰ μὲν γὰρ εἰς ἔφεσιν ἀρετῆς παραθήγει τοὺς ἀκροωμένους· τὰ δὲ πρὸ ἐφόδου τὴν τῶν κακῶν πεῖραν παραιτεῖσθαι διδάσκει· καὶ δι' ὧν ἕτεροι τετιμώρη
Joel opening rem mid§joel-open-rem-mid
joel-open-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §joel-open-rem-mid
ς.9 Γράφεται δὴ πάλιν ἀστείως ἡμῖν τοῦ πολέμου τὸ σχῆμα. εἴη δ' ἂν καὶ ἐπ' ἀμφοῖν ἀληθὲς, κἂν εἰ ἐπ' ἀκρίδος καὶ βρούχου νοοῖτο τυχὸν, κἂν εἰ ἐπ' αὐτῶν ἕλοιτό τις τῶν Βαβυλωνίων. ὡς γὰρ ἤδη τοῦ πολέμου βεβηκότος εἴσω θυρῶν, καὶ μονονουχὶ περιηγγελμένου κατὰ πᾶσαν γῆν Σιὼν, ἤγουν ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, καὶ θορύβου καὶ δειμάτων ἀναπλησθήσεσθαι τὰ πάντα φησίν. πάρεστι γὰρ ἡμέρα Κυρίου, τουτέστιν, οὐκέτι προαγόρευσις τὸ χρῆμα μόνον, ἀλλ' ἐν ὄψει τὰ πάθη, καὶ ἐν αὐταῖς γεγόνασι ταῖς πείραις τῶν πάλαι προηγγελμένων, οὓς ἦν ἄμεινον παρὰ πολὺ μεταφοιτᾶν ἑλέσθαι πρὸς τὰ βελτίω, καὶ πρὸ ἐφόδου καὶ παρουσίας τὴν τῶν κακῶν ἀποσείεσθαι πεῖραν. οὐκοῦν ἀναδύεσθαι πρὸς μετάγνωσιν οὐκ ἐᾷ, μεθιέντας δὲ ὥσπερ τὸ τῆς γνώμης ἀναπεπτωκὸς καὶ τὸ ῥᾴθυμον, εἰς φιλεργίας ἰέναι κελεύει γοργῶς, καὶ ἐπί γε τὸ βούλεσθαί σφισιν αὐ- τοῖς ἐπαμύναι γενικῶς, Θεῷ δηλονότι προσθέοντας, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀφανίζοντας τὰ ἐγκλήματα ταῖς τῶν ἀμεινόνων ἐναγωγαῖς. ταύτῃτοί φησιν ἐγγὺς εἶναι τὴν ἡμέραν Κυρίου, καθ' ἣν ἔσονται μὲν ὡς ἐν ὁμίχλῃ καὶ σκότῳ, τὸν ἐκ τῆς ἀκρίδος δεδιότες λιμὸν, ἤγουν τὴν ἐκ τῶν Ἀσσυρίων ἐπηρτημένην αὐτοῖς ἀθλιότητα καὶ καταφοράν. 9Ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος, καὶ μετ' αὐτὸν οὐ προστε- θήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν. τὰ ἔμπροσθεν αὐτοῦ πῦρ 1.315 ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παρά- δεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὀπίσω αὐτοῦ πεδίον ἀφανισμοῦ, καὶ ἀνασωζόμενος οὐκ ἔστιν αὐτῷ.9 Ὄρθρον ἔοικεν ἀποκαλεῖν ἢ τὴν ἐν ὄρθρῳ δρόσον, ἣ ἐπειδὰν ὅλως καταχέηται τῶν ὀρῶν, ἀφίησιν οὐδὲν τῶν ἐν αὐτοῖς ἀκατάδευστον· ἤγουν τὰς πρώτας ἡλίου βολὰς, καὶ τοῦ τῆς ἡμέρας φωτὸς τὴν εὐθύς τε καὶ ἐν ἀρχαῖς ἀνάλαμψιν, ἣ ταῖς τῶν ὀρέων κορυφαῖς καὶ πρό γε τῶν ἄλλων μονονουχὶ καὶ ἐνευρύνεται, καὶ κατερυθαίνει βουνούς. οὕτως ἔσεσθαί φησιν ἐπὶ τὰ ὄρη τὸν λαὸν τὸν ἰσχυρὸν, ἀκρίδας τυχὸν, ἤγουν, ἐξ ὁμοιότητος τῆς ἀπ' αὐτῶν, τὸν Ἀσσύριον ὡς ἐν πληθύϊ νοούμενον ἀπαραβλήτῳ λοιπόν· ὅμοιος γὰρ αὐτῷ φησὶν οὔτε γέγονεν ἀπὸ τοῦ αἰῶνος, οὔτε μὴν ἔσται ποτέ. ἐπειδὴ δὲ ταῖς τῶν ἀκρίδων ἐμβολαῖς δαπανᾶται μὲν τὸ παρεμπίπτον εὐθὺς, εἰ δὲ δήπου τι καὶ περιλειφθὲν τυχῇ, ἔργον ἐστὶ καὶ αὐτὸ τῶν ἑπομένων ταῖς πρώταις· πῦρ ἀναλίσκον ἔφη τὰ ἔμπροσθεν αὐτοῦ, φλόγα δὲ ἀναπτομένην τὰ κατόπιν καὶ ἑπόμενα. τοῦτο δὲ αὐτὸ δράσειεν ἂν οἶμαί που καὶ πολεμίων στρατός. ἕψονται γὰρ πάντως ταῖς τῶν φθασάντων ἀγερωχίαις ὁμοῦ καὶ ἀφειδίαις καὶ οἱ κατόπιν ἰόντες βραχύ· ποιήσονται δὲ τὴν γῆν ὡς τρυφῆς παράδεισον, ἄρδην ἀποκείροντες, καὶ ἐν
Joel opening rem close CLOSEOUT§joel-open-rem-close
joel-open-rem-closeRem CLOSEOUT: Joel opening CLOSEOUT.
Greek · §joel-open-rem-close
ἐν Χριστῷ διὰ πίστεως "Γράφω ὑμῖν πατέρες, "ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς. γράφω ὑμῖν νεανίσκοι, ὅτι "ἰσχυροί ἐστε καὶ νενικήκατε τὸν πονηρόν." ἐπαγγέλλεται δὴ οὖν τὴν χύσιν τοῦ Ἁγίου Πνεύματος τοῖς δουλεύουσιν αὐτῷ. τίνες δ' ἂν οἱ τοιοίδε πάλιν; ἢ ἐκεῖνοι πάντως οἳ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ὑποφέρουσι τὸν αὐχένα τῆς διανοίας, τῆς μὲν ἐν τύπῳ λατρείας ἀποφοιτήσαντες, Ἑλ- ληνικῆς δὲ ἀπάτης ἀποπεπαυμένοι, κατὰ τὸν λέγοντα; 9Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα 138 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. ὁ ἥλιος μεταστρα- φήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.9 Ἐπὶ ταῖς τῶν Ἰουδαίων δυσσεβείαις, ταῖς εἰς Χριστὸν δηλονότι γεγενημέναις, καὶ αὐτὴ τῶν στοιχείων δεδυσφόρη- κεν ἡ φύσις, κατωλοφύρατο δὲ ὥσπερ ἡ κτίσις, ὑβρισμένον ὁρῶσα τὸν ἑαυτῆς ∆εσπότην, καὶ ὁ μὲν θεῖος ναὸς μονονουχὶ καὶ ἀσχάλλων τοῖς πενθοῦσιν ἐν ἴσῳ, περιεῤῥήγνυτο· γέ- γραπται γὰρ, ὅτι "Τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ "ἄνωθεν ἕως κάτω·" ὁ ἥλιος δὲ τὸ οἰκεῖον ἀνακόψας σέλας καὶ τὴν ἀκτῖνα συνενεγκὼν, οὐκ ἠξίου φαίνειν ἔτι τοῖς ἐπὶ τῆς γῆς. ἐποίει γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας 1.342 ἐνάτης, ἐσχίζοντο δὲ καὶ αἱ πέτραι, τάχα δέ που καὶ περὶ τὸν τῆς σελήνης κύκλον ἐπράττετό τι τῶν ἀσυνήθων, ὡς δοκεῖν εἰς αἷμα μεταπεποιῆσθαι καὶ αὐτήν. σεσίγηται μὲν οὖν τὸ τοιόνδε παρὰ τοῖς ἁγίοις Εὐαγγελισταῖς, ἀξιόχρεως γεμὴν ἡ πίστις ἐκ τῆς προφητείας. ὅτι δὲ τοῖς τοῦ ∆η- μιουργοῦ νεύμασιν οὐκ ἐν ἡλίῳ μόνῳ τὰ σημεῖα γέγονεν, ἀλλ' οἷον ὅλη πρὸς τὸ ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετα- κεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο Θεοῦ λέγοντος διὰ φωνῆς Ἡσαΐου "Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ "θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ." οὐρανὸν δὲ ὅταν λέγῃ, πάντα που πάντως φησὶ τὰ ἐν οὐρανῷ καὶ οἷον σάκκῳ τῷ σκότει καταμφίεσαι, πενθοῦντά τε καὶ ἀλγοῦντα, καὶ ὥσπερ διακεκραγότα τῷ σχήματι. σημεῖα μὲν οὖν ἐν οὐρανῷ ταυτὶ φαίην ἄν· τὰ δέ γε εἰς γῆν αἷμά τε καὶ πῦρ, καὶ ἀτμὶς καπνοῦ καταδηλώσειεν ἂν οἶμαι που τὰς τῶν Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός. αἵματι γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατεῤῥαίνετο χώρα. ἔμελλε δὲ ὁμοῦ ταῖς πό- λεσι καταπίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεὼς, οἶκοί τε καπνίζεσθαι κατασεσεισμένοι. ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ ἐπιφανοῦς, καθ' ἣν ἅπασι τὸ θεῖον προ- κείσεται βῆμα Χριστοῦ διδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμβήσεται, διαμεμήνυκεν 1.343 εἰπὼν πρὶν ἐλθεῖν τὴν ἡμέρ
Twelve Prophets Jonah opening opening§jonah-open-open
jonah-open-openJonah opening.
Jonah: flight, fish, Nineveh’s repentance; Christ greater than Jonah.
Greek · §jonah-open-open
ΙΩΝΑΝ. Ὁ ΘΕΣΠΕΣΙΟΣ Ἰωνᾶς πατρὸς μὲν ἐξέφυ τοῦ Ἀμαθὶ, ὥρμητο γεμὴν ἐκ Γεθχοβέρ· πολίχνιον δὲ τοῦτο τῆς Ἰου- δαίων γῆς, ἤτοι κώμη, κατά γε τὸν εἰκότα λόγον. ἔοικε δὲ τοὺς τῆς προφητείας πεποιῆσθαι λόγους κατ' ἐκεῖνον τὸν καιρὸν, καθ' ὃν καὶ οἱ πρὸ αὐτοῦ Ὠσηέ τε φημὶ καὶ Ἀμὼς καὶ Μιχαίας καὶ οἱ λοιποί. πλεῖστα δὲ ὅσα τοῖς Ἰουδαίων δήμοις κατίδοι τις ἂν αὐτὸν κεχρησμῳδηκότα, καὶ τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύσαντα λόγους, καὶ τὰ ἐσόμενα σαφῶς προαπηγγελκότα. ἔγγραφος μὲν οὖν τῆς παρ' αὐτοῦ προφητείας λόγος ἕτερος οὐδεὶς παρὰ τοῦτόν ἐστιν. ὅτι δὲ διατετέλεκε ταῖς Ἰουδαίων ἀγέλαις τὰ κατὰ καιροὺς ἐσόμενα προαναφωνῶν, μεμαρτύρηκεν ἡ θεόπνευστος γραφή. ἐν γὰρ τῇ τετάρτῃ τῶν βασιλειῶν ποιεῖται μὲν τοὺς λόγους τὸ γράμμα τὸ ἱερὸν περὶ τοῦ Ἱεροβοὰμ, οὐχὶ δὴ τοῦ πρώτου καὶ ἐν ἀρχαῖς, ὃς ἦν τοῦ Ναβὰτ, ὃς καὶ ἐξήμαρτε τὸν Ἰσ- ραὴλ, καθὰ γέγραπται, δαμάλεσι δηλονότι ταῖς χρυσαῖς 1.561 προσκυνεῖν ἀναπείσας, ἀλλ' ἑτέρου πάλιν Ἱεροβοὰμ μετὰ πολλοὺς γεγονότος· τίνα δὲ προανήγγειλεν ὁ μακάριος Ἰωνᾶς, διεσάφησε λέγον "Οὗτος ἀπέστησε τὸ ὅριον Ἰσ-"ραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, "κατὰ τὸ ῥῆμα Κυρίου Θεοῦ Ἰσραὴλ, ὃ ἐλάλησεν ἐν χειρὶ "δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφητοῦ τοῦ ἐκ "Γεθχοβέρ. ὅτι ἐπεῖδε Κύριος ἐπὶ τὴν ταπείνωσιν Ἰσραὴλ "πικρὰν σφόδρα· καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπα- "νισμένους καὶ ἐγκαταλελειμμένους· καὶ οὐκ ἦν ὁ βοηθῶν "τῷ Ἰσραήλ· καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ "σπέρμα ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς ἐκ "χειρὸς Ἱεροβοὰμ υἱοῦ Ἰωάς." τὸ δὲ ἐκ χειρός φησιν ἀντὶ τοῦ διὰ χειρός. Ἱεροβοὰμ γὰρ, ὡς ἔφην, ὁ τοῦ Ἰωὰς πεπο-λέμηκε πρὸς τοὺς ἀλλοφύλους, καὶ πόλεις διηρπασμένας τῆς Ἰουδαίων γῆς ὑφ' ἑαυτὸν πεποίηται πάλιν, καὶ βεβοήθηκεν οὐ μετρίως τοῖς ἐξ Ἰσραὴλ, Θεοῦ προασπίζοντος καὶ δια- σώζειν ἐθέλοντος, καίτοι πρὸς λῆξιν ἥκοντας τῆς ἁπασῶν ἐσχάτης ταλαιπωρίας. οὐκοῦν γεγόνασι μὲν καὶ ἕτεροι προ- φητείας λόγοι κατὰ καιροὺς τῷ μακαρίῳ Ἰωνᾷ, ἀναγέγραπται δὲ τὰ περὶ αὐτοῦ νυνὶ χρησίμως τε καὶ οἰκονομικῶς. ἀξιά- κουστον γὰρ τὸ χρῆμα, τὸ διακηρύξαι φημὶ Νινευίταις, καὶ παθεῖν τὰ μεταξύ. καταγράφει δέ πως ὡς ἐν σκιαῖς καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ μυστήριον. καὶ γοῦν αὐτὸς ἔφη Χριστὸς Ἰουδαίοις προσλαλῶν "Γενεὰ πονηρὰ "καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται "αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. ὥσπερ γὰρ "ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς 1.562 "νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ "τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας." Οὐκοῦν ἐξεικονίζεται μὲν καὶ διαπλάττεταί πως ἡμῖν ὡς ἔν γε τοῖς κατὰ τὸν θεσπέσιον Ἰωνᾶν τὸ Χριστοῦ μυστήριον. πλὴν ἐκεῖνο τοῖς ἐντευξομένοις εἰπεῖν οἰήσομαι δεῖν. ὅτε θεω- ρίας πνευματικῆς διαμορφοῦται λόγος, προκειμένου προσώ- που, καὶ παραληφθέντος εἰς ὑποτύπωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, δοκιμάζειν ἀναγκαῖον τὸν σοφόν τε καὶ ἐπιστήμονα, τίνα μὲν ἀκόλουθον ὡς ἄχρηστα ποιεῖσθαι τῷ προκειμένῳ σκοπῷ, τίνα δὲ δὴ αὖ χρήσιμά τε καὶ ἀναγκαῖα, καὶ ὠφελεῖν ὅτι μάλιστα πεφυκότα τοὺς ἀκροωμένους. οἷον φέρε εἰπεῖν· προκείσθω Μωυσῆς ὁ μακάριος, ὃς παρέστησε μὲν τὸν Ἰσραὴλ τῷ Θεῷ ὑπὸ τὸ ὄρος τὸ Σινᾶ, γέγονε δὲ μεσίτης Θεοῦ καὶ ἀνθρώπων. δεδιότες γὰρ οἱ ἐξ Ἰσραὴλ ἐλιπάρουν λέγοντες "Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω "πρὸς ἡμᾶς ὁ Θεὸς, μήποτε ἀποθάνωμεν." ἀλλ' ὅτι τὸ χρῆμα τὴν διὰ Χριστοῦ μεσιτείαν προανετύπου 221 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. σαφῶς αὐ- τὸς ἐδίδαξεν ὁ Θεὸς καὶ Πατὴρ οὕτω λέγων "Ὀρθῶς πάντα "ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελ- "φῶν αὐτῶν ὥσπερ σὲ," μεσιτεύοντα δηλονότι καὶ παρι- στάντα τῷ Θεῷ τὸ ἀνθρώπινον γένος καὶ ἀπαγγέλλοντα τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόῤῥητον βούλη
Jonah opening rem early§jonah-open-rem-early
jonah-open-rem-earlyRem early: Jonah opening; historia and theoria toward Christ.
Greek · §jonah-open-rem-early
σιν. "Θήσω γὰρ τοὺς λόγους μου εἰς τὸ στόμα αὐ- "τοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι." παρελήφθη δὴ οὖν ὁ θεσπέσιος Μωυσῆς εἰς τύπον Χριστοῦ, ἀλλ' οὐ πάντα τὰ Μωυσέως καὶ αὐτῷ προσάψομεν, ἵνα μή τι τῶν ἀτόπων δρῶντές τε ὁμοῦ καὶ λέγοντες ἁλισκοίμεθα. ὡμολόγει μὲν γὰρ ὁ Μωυσῆς, ὅτι τε ἰσχνόφωνος εἴη καὶ βραδύγλωσσος καὶ ἀνικάνως ἔχων εἰς ἀποστολήν· ἔφασκε 1.563 γὰρ ὅτι "Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι· καὶ οὐκ "εὔλαλος πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης οὐδὲ ἀφ' οὗ "ἤρξω λαλεῖν τῷ θεράποντί σου·" παρεκάλει δὲ λέγων· "∆έομαι Κύριε προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστε- "λεῖς." ἀλλ' οὐ βραδύγλωσσος ὁ Χριστὸς, οὔτε μὴν ἰσχνόφωνος κατ' ἐκεῖνον, ἀλλ' ἔστιν αὐτὸς ἡ μεγάλη σάλπιγξ. οὕτω γὰρ αὐτὸν ὁ μακάριος προφήτης Ἡσαΐας ὠνόμαζε, λέγων "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι "τῇ σάλπιγγι τῇ μεγάλῃ." περιαγγέλλεται γὰρ τοῦ Σω- τῆρος ὁ λόγος, καὶ ἀκουστὸς γέγονε τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανόν. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ἔφη ∆αυείδ "Θεὸς "θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν "ἡλίου μέχρι δυσμῶν." Οὐκοῦν μεσιτεύει μὲν ὁ Μωυσῆς εἰς τύπον Χριστοῦ, βραδυστομεῖ δὲ οὐκ ἔτι δεικνύων τὸν τύπον ἐν ἑαυτῷ. παρελήφθη πάλιν ὁ μακάριος Ἀαρὼν εἰς ὑποτύπωσιν τοῦ Ἐμμανουὴλ, τοῖς τῆς ἀρχιερωσύνης κατεστεμμένος αὐχή- μασι, καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰστρέχων, καὶ στολὴν ἐκείνην ἠμφιεσμένος τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον. ἀλλ' οὐ πάντα πάλιν τὰ αὐτοῦ Χριστῷ περιθήσομεν· οὐδὲ γὰρ ἦν ἀμώμητος παντελῶς· ἐπετιμᾶτο γάρ ποτε, καταλαλήσας Μωυσέως ὁμοῦ τῇ Μαρίᾳ. ἦν δὲ καὶ ἑτέρως οὐκ ἀνεύθυνος, μεμοσχοποιηκότος κατὰ τὴν ἔρημον τοῦ Ἰσραήλ. οὐ πάντα δὴ οὖν τὰ ὡς ἐν γράμμασί τε καὶ τύποις ταῖς πνευματικαῖς θεωρίαις χρήσιμα, ἀλλ' εἰ πρόσωπον εἰσφέροιτό τινος ἀνατυποῦντος ἡμῖν ἐφ' ἑαυτῷ τὸν Χριστὸν, παριππεύσομεν εἰκότως τὰ ἀνθρώπινα, μόνοις δὲ τοῖς ἀναγκαίοις ἐφιζήσομεν, πανταχῆ περιτρέποντες τὸ ὠφελεῖν πεφυκὸς εἰς τὸν τοῦ προκειμένου σκοπόν. οὕτω γὰρ δὴ καὶ ἐπὶ τοῦ θεσπεσίου 1.564 συνήσομεν Ἰωνᾶ. διαμορφοῖ γὰρ ὥσπερ ἡμῖν τὸ Χριστοῦ μυστήριον. Πλὴν οὐ πάντα τὰ συμβεβηκότα αὐτῷ νοοῖτ' ἂν εἰς τοῦτο χρήσιμά τε καὶ ἀναγκαῖα· οἷον, ἀπεστάλη κηρύξαι τοῖς Νινευίταις, ἀλλ' ἐζήτησε φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν· ἀπέσταλται καὶ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς διακηρύξων τοῖς ἔθνεσιν, ἀλλ' οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν, οὔτε μὴν ἐζήτησε φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός. παρεκάλει τοὺς ἐμπλέοντας ὁ Προφήτης λέγων "Ἄρατέ με καὶ ἐμβάλετε εἰς "τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ὑμῶν·" κατ- επόθη καὶ ὑπὸ τοῦ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ, καὶ πεπλήρωκε τὴν διακο- νίαν· λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος Θεοῦ τοὺς ἀπὸ τῆς Νινευί. ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον· ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἀνεβίω τε αὖ, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν ἀρχήν· ἐνετέλλετο γὰρ τοῖς μαθηταῖς μαθητεύειν "πάντα "τὰ ἔθνη· καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς "καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος." πλὴν οὐ λελύ- πηται σωζομένους ὁρῶν εἰς μετάγνωσιν, καθάπερ ἀμέλει καὶ ὁ μακάριος Ἰωνᾶς. οὐκοῦν εἰ μὴ πάντα τῆς ἱστορίας τὸν λόγον εἰς τὸν τῆς πνευματικῆς θεωρίας περιτρέψομεν σκο- πὸν, αἰτιάσθω μηδείς. ὥσπερ γὰρ αἱ μέλιτται λειμῶνάς τε καὶ ἄνθη περιϊπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσι πρὸς τὴν τῶν κηρίων κατασκευὴν, οὕτω καὶ ὁ σοφὸς ἐξηγητὴς τὴν ἁγίαν καὶ θεόπνευστον ἀνερευνώμενος γραφὴν, τὸ 222 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τελοῦν εἰς διασάφησιν τῶν τοῦ Χριστοῦ μυστηρίων ἀεὶ συλλέγων 1.565 καὶ συντιθεὶς, εὐφυᾶ τε καὶ ἀνεπίπληκτον ἀποτελέσει τὸν λόγον. ἐντεῦθεν οὖν ἡμῖν ἀρκτέον τῆς ἐξηγήσεως. 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ λέγων Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ.9 Τὴν Ἰωνᾶ προφητείας διακονίαν τε καὶ ἀποστολὴν ἐν- νενοηκὼς, φαίη τις ἂν καὶ μάλα εἰκότως ἐπὶ καιροῦ, τὸ διὰ τῆς τοῦ μακαρίου Παύλου φωνῆς ὑμνούμενον "Ἢ Ἰου-"δαίων ὁ Θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, "εἴπερ εἷς ὁ Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ "ἀκροβυστίαν διὰ τῆς πίστεως." πείρᾳ δὲ τοῦτο μεμαθη- κὼς καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Πέτρος, ἀναπεφώνηκε λέ- γων "Ἐπ' ἀλήθειας καταλαμβάνομεν, ὅτι οὐκ ἔστι προσω- "πολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος "αὐτὸν καὶ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι." δεδη- μιούργηκε μὲν γὰρ αὐτὸς γῆν τε καὶ οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτοῖς, πεποίηκε δὲ τὸν ἄνθρωπον ἐν ἀρχαῖς κατ' ἰδίαν εἰκόνα καὶ καθ' ὁμοίωσιν, ἵνα τῶν εἰς ἀρετὴν σπουδασμάτων ἐχόμενος διαβιῴη λαμπρῶς ἐν ἁγιότητι καὶ μακαρισμῷ, καὶ τῶν αὐτοῦ χαρισμάτων πλουσίαν ἔχοι τὴν μέθεξιν. εἶτα παρεκομίσθη πρὸς ἁμαρτίαν, τοῖς τοῦ διαβόλου κακουρ- γήμασι πεφενακισμένος· ταύτῃτοι καὶ γέγονεν ἐπάρατος καὶ ὑπὸ φθοράν. προώριστο μὲν οὖν καὶ προέγνωστο πρὸ καταβολῆς κόσμου Χριστὸς εἰς τὴν τῶν ὅλων ἐπανόρθωσιν. εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ "Ἀνακεφαλαιώσασθαι τὰ 1.566 "πάντα ἐν αὐτῷ, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς." ἀλλ' ἐφυλάττετο μὲν τὰ τοιάδε τῶν κατορθωμάτων γεγονότι καθ' ἡμᾶς τῷ Μονογενεῖ, καὶ ἐπιλάμψαντι τῷ κόσμῳ μετὰ σαρκός. ὅτι δὲ τὴν ὑπέρ γε τῶν πεπλανημένων φροντίδα, καὶ πρὸ τῶν τῆς ἐπιδημίας καιρῶν ἀναγκαίαν ἐποιεῖτο Θεὸς, καὶ τοῖς ἐξ ἀμαθίας ὠλισθηκόσιν ἐχαρίζετο τὴν ἐπίσκεψιν, καὶ διὰ πραγμάτων ἠθέλησε πληροφορεῖν. ταύτῃτοι προσ- τέταχε τῷ μακαρίῳ Προφήτῃ βαδίζειν εἰς Νινευί. Περσικὴ δὲ πόλις ἡ Νινευὶ πρὸς ἀκτῖνα κειμένη, καὶ διαβόητος, καὶ, ὥς φησιν ὁ προφήτης Ἱερεμίας "Γῆ τῶν γλυπτῶν "ἐστι." πλεῖσται μὲν γὰρ ὅσαι τῆς Ἰουδαίων ἦσαν ὅμοροι πόλεις, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκείμεναι. "Τύρος "τε γὰρ καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαῖα ἀλλοφύλων" προσ- εκύνουν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀναριθμήτων παρ' αὐτοῖς δαιμονίων ἕδη τε ἦσαν καὶ βωμοὶ καὶ τεμένη. Τί οὖν, εἰπέ μοι, τὰς ἐκ τῶν γειτόνων παραδραμὼν ἀποστέλλει τὸν Προφήτην εἰς Νινευὶ τὴν ἀπωτάτω κειμένην, ἐν ᾗ μάλιστα, καθάπερ ἤδη προεῖπον, πληθὺς ἦν ἀγρία διανενευκότων ἀσχέτως ἐπὶ τὸ χρῆναι προσκυνεῖν ἡλίῳ καὶ ἄστροις καὶ πυρί; ἀνεπτόητο γὰρ καὶ πέρα λόγου παντὸς εἰς θεομισῆ γοητείαν. εἴρηται γὰρ πρὸς αὐτὴν διὰ τῆς Ἱερεμίου φωνῆς "Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρ- "μάκων." οἶμαι δὴ οὖν ἔγωγε τὸν πάντα εἰδότα Θεὸν βεβουλῆσθαι χρησίμως καὶ αὐτοῖς ἐπιδεῖξαι τοῖς ἀρχαιο- τέροις, ὅτι καὶ οἱ λίαν ἐξεστηκότες καὶ τοῖς τῆς πλανήσεως βρόχοις ἐνειλημμένοι, σαγηνευθήσονται μὲν κατὰ καιροὺς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, κἂν εἶεν σφόδρα δεινοί τε καὶ ἀτεράμονες καὶ πολὺ λίαν κεχωρηκότες εἰς τὸ ἐξήνιον. ἔχει γὰρ οὐκ ἀνικάνως ὁ τοῦ Θεοῦ λόγος, εἴς γε τὸ δύνασθαι 1.567 διαθρέψαι νοῦν, καὶ ἀναπεῖσαι μαθεῖν τὰ δι' ὧν ἂν γένοιτο σοφός. ἀκούσῃ δὲ λέγοντος πρὸς Ἱερεμίαν, ποτὲ μὲν ὅτι "̓Ιδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ "τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς·" ποτὲ δὲ αὖ "Οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει Κύριος, "καὶ ὡς πέλεκυς κόπτων πέτραν;" ἐπέμπετο δὴ οὖν πρὸς Νινευίτας οὐ μάτην ὁ θεσπέσιος Ἰωνᾶς, ἀλλ' ἵνα τις γένοιτο προαπόδειξις τῆς ἐνούσης ἡμερότητος τῷ Θεῷ, καὶ δοθησο- μένης κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς ἐξ ἀμαθίας πεπλανη- μένοις. ὁμοῦ δὲ καὶ εἰς κατάκρισιν τῷ Ἰσραὴλ τὸ δρώμενον ἦν· ἠλέγχετο γὰρ ὡς δυσάγωγος, ὡς ἀπειθὴς, ὡς ὀλίγα πεφροντικὼς τῶν τοῦ Θεοῦ νόμων. Νινευῖται μὲν γὰρ ἑνὸς προφήτου διακηρύξαντος ἀμελλητὶ μεταπλά
Jonah opening rem mid§jonah-open-rem-mid
jonah-open-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §jonah-open-rem-mid
ττονται 223 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πρὸς τὸ δεῖν ἑλέσθαι μετανοεῖν, καίτοι πλείστην ὅσην κατηῤῥωστηκό- τες τὴν πλάνησιν· οἱ δὲ Μωυσέως καὶ προφητῶν ἀλογή- σαντες, καὶ αὐτοῦ καταπεφρονήκασι τοῦ πάντων ἡμῶν Σω- τῆρος Χριστοῦ, καίτοι ταῖς διδασκαλίαις προσεπάγοντος τὰς τερατουργίας, δι' ὧν ἦν εἰκὸς ἀναπείθεσθαι, καὶ μάλα ῥᾳδίως, ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος, ἅπασαν μὲν ἀνασώ- σων τὴν ὑπ' οὐρανὸν, πρὸ δέ γε τῶν ἄλλων ἁπάντων αὐτούς. ὅτι δὲ τὸ χρῆμα τοῖς ἐξ Ἰσραὴλ εἰς ἐλέγχου δύναμιν εἴη ἂν, καὶ μάλα εἰκότως, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός "Ἄνδρες "Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς "ταύτης καὶ κατακρινοῦσιν αὐτὴν, ὅτι μετενόησαν εἰς τὸ "κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε." πῶς δὲ τὸ πλεῖον ἐν Χριστῷ παρὰ τὸν Ἰωνᾶν; ὁ μὲν γὰρ ἠπείλησε μόνον Νινευίταις τὴν καταστροφὴν, ὁ δέ γε Κύριος ἡμῶν 1.568 Ἰησοῦς ὁ Χριστὸς δι' ἀῤῥήτου τερατουργίας καταπλήττων ἐθαυμάζετο· ὁλκὸς δὲ πρὸς πίστιν ἀείπως ἐστὶ συντρέχον τῷ λόγῳ τὸ θαῦμα. οἰκονομικώτατα τοίνυν ἀποστέλλεται κηρύξων ὁ μακάριος Ἰωνᾶς τοῖς κατῳκηκόσι τὴν Νινευὶ ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρὸς τὸν τῶν ὅλων Θεόν. ἠγνόηκε μὲν γὰρ παντελῶς οὐδέν· εἰ δὲ δὴ κινοῖτο πρὸς ἐπίσκεψιν τῶν τισὶ πεπλημμελημένων, τότε καὶ ἀναβῆναί φησι πρὸς ἑαυτὸν τὴν ἐκ τῶν ἔργων καταβοήν. κριτὴς γάρ ἐστι τῶν ὅλων ὡς Θεός. καταβοῆσαι δὲ λέγεται καὶ τῆς τοῦ Καῒν μιαιφονίας τὸ Ἄβελ αἷμα, καὶ πόλεων δὲ τῶν ἐν Σοδόμοις τῆς αἰσχρουργίας ἡ ἀγριότης. 9Καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσεῖς ἐκ προσώπου Κυρίου, καὶ κατέβη εἰς Ἰόππην, καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσεῖς, καὶ ἔδωκε τὸ ναῦλον αὐτοῦ, καὶ ἐνέβη εἰς αὐτὸ, τοῦ πλεῦσαι μετ' αὐτῶν εἰς Θαρσεῖς ἐκ προσώπου Κυρίου.9 Ἰόππη μὲν οὖν Παλαιστίνης ἐστὶ πόλις, ἐπ' αὐτῇ θαλάσσῃ κειμένη· ἐπίνειον δὲ τῶν ἐπιτηδείων τοῖς ἐκ τῆς Ἰουδαίας ἐπὶ ναυτιλίαν ἰοῦσι καὶ εἰς πόλεις μάλιστα τὰς πρὸς ἠώ. κάτεισι δὴ οὖν ὁ Προφήτης, εἶτα πλοῖον ἀπαῖρον εἰς Θαρσεῖς καταλα- βών· προετέθειτο γὰρ τῇ νηῒ κατὰ τὸ εἰκὸς ὁ αὐτόθι δρόμος· ἐδίδου τὸ ναῦλον, καὶ συναπέπλει τοῖς ἄλλοις. Θαρσεῖς δέ φησι τοὺς νῦν καλουμένους Ταρσοὺς, ἤτοι Ταρσόν. τινὲς μὲν οὖν οἴονται πόλιν διὰ τούτου κατασημαίνεσθαι τὴν παρ' Αἰθίοψι καὶ Ἰνδοῖς, καὶ ἔστι μὲν ὁμολογουμένως παρ' ἐκεί-νοις Θαρσεῖς· ἡ γοῦν σύμπασα τῶν Ἰνδῶν διὰ τοῦ Θαρσεῖς σημαίνεται χώρα· πλὴν εἴς γε τὸ παρὸν οὐκ ἐκεῖνο οἶμαι 1.569 βούλεσθαι δηλοῦν τὸν λόγον· ὅτι τοῖς ἀποπλεῖν ἐθέλου- σιν ἐπὶ τὰ Ἰνδῶν ἔθνη, γένοιτ' ἂν εἰκότως οὐ διά γε τῆς Ἰόππης ὁ πλοῦς, ἀλλὰ διὰ θαλάσσης μᾶλλον τῆς Ἐρυθρᾶς, εἰ μὴ ἄρα τις οἴοιτο τυχὸν βεβουλῆσθαι τὸν Προφήτην διὰ Περσῶν τε καὶ Ἀσσυρίων εἰς Αἰθίοπας τοὺς ἐσωτάτω ποιεῖσθαι τὴν ἀποδρομήν. ἀλλ' ἠλίθιον οἶμαι τὸ χρῆμα παντελῶς· Θαρσεῖς δὴ οὖν ἔοικεν ἀποκαλεῖν, ὡς ἔφην, τοὺς νυνὶ Ταρσούς· Κιλίκων δὲ αὕτη πόλις, τὸ Κύδνου πίνουσα νᾶμα, καὶ εἰς αὐτοὺς τοὺς πρόποδας τοῦ Ταύρου κειμένη· ὄρος δὲ τοῦτο Κιλίκων παμμέγεθες. ἀπαίρει γοῦν ὁ Προ- φήτης, καὶ πρόφασις αὐτῷ τῆς ἀποδημίας τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ. ἐνταῦθα λοιπὸν οὐκ ἀζήτητος ἡμῖν ὁ λόγος, μᾶλλον δὲ τῆς φυγῆς ὁ τρόπος. οἶμαι δὴ οὖν ὅτι τὸ παραιτήσασθαι τὴν ἀποστολὴν καὶ οἱονεὶ κατοκνῆσαι τὴν διακονίαν, τοῦτό ἐστι τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ. Ἄπεισι δὲ εἰς Θαρσεῖς ἀνθ' ὅτου, καὶ ὅ, τι διεσκεμμένος, οὐκ ἔχω νοεῖν. εἰ μὴ ἄρα τις ἐκεῖνο καθ' ἑαυτὸν ἐννοήσειεν, ὅτι μικρά τις καὶ ἐν αὐτῷ, καθὰ καὶ ἐν τοῖς ἀρχαιοτέροις ἁγίοις ἡ περὶ Θεοῦ διάληψις ἦν· ᾤοντο γάρ τινες, μόνης τῆς Ἰουδαίων χώρας ἀνῆφθαι τὸ κράτος τὸν τῶν ὅλων Θεὸν, συστέλλεσθαι δὲ ὥσπερ ἐν αὐτῇ καὶ γῆς ἀπανίστασθαι τῆς ἑτέρας. καὶ γοῦν ὁ θεσπέσιος Ἰακὼβ ἀπεφοίτα μὲν κατὰ καιροὺς τῆς πατρῴας ἑστίας, ἠπείγετο δὲ πρὸς Λάβαν, καὶ εἰς τὴν μέσην τῶν ποταμῶν. εἶτα κατηυλίζετο μὲν ἐν χώρᾳ τινὶ, λίθον δὲ ὑποθεὶς τῇ κεφαλῇ κατὰ τὸ εἰωθὸς ἐκάθευδεν. εἶτα τὴν κλίμακα τεθέαται τὴν ἐκ γῆς διήκουσαν εἰς οὐρανὸν, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντάς τε καὶ καταβαί- νοντας δι' αὐτῆς, 224 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐπεστηριγμένον δὲ ἐν αὐτῇ τὸν Κύριον. 1.570 ἔφασκέ τε διαναστάς "Ὅτι ἔστι Θεὸς ἐν τῷ τόπῳ τούτῳ, "ἐγὼ δὲ οὐκ ᾔδειν." οἶμαι δὴ οὖν, ὅτι τοιοῦτόν τι καθ' ἑαυ- τὸν ἐννενοηκὼς καὶ ὁ μακάριος Προφήτης, τῆς μὲν Ἰουδαίας ἀπενοσφίζετο, ἀπεχώρει δὲ εἰς πόλεις τὰς Ἑλληνικάς. τοῦ δὲ κατοκνῆσαι τὴν πρόφασιν, καὶ μὴ προθύμως ἑλέσθαι πληροῦν τὴν διακονίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν αὐτοῦ λόγων. διεκήρυξε μὲν γὰρ ὕστερον ἀπελθών· ἐπειδὴ δὲ οὐκ ἐκβέ- βηκεν αὐτῷ τὰ τῆς προφητείας εἰς πέρας, λελύπηται σφόδρα, καὶ δὴ καὶ ἔφασκεν "Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι "ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν "εἰς Θαρσεῖς, διότι ἔγνων ὅτι 20σὺ20 εἶ ἐλεήμων καὶ οἰκτίρμων, "μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις· "καὶ νῦν, ∆έσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, "ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν." οὐκ ἠγνόησε μὲν γὰρ ὡς προφήτης τῆς διακονίας τὸ πέρας· ἐδεδίει γεμὴν μὴ ἄρα τῶν δι' αὐτοῦ κηρυγμάτων οὐκ ἐνηνεγμένων εἰς πέρας, ἀγνοή- σωσι μὲν Νινευῖται τοῦ κατοικτείραντος Θεοῦ τῆς χρηστό- τητα, διαχρήσωνται δὲ, καὶ ἀνέλωσιν αὐτὸν, ὡς βωμολόχον, ὡς ἀπατεῶνα καὶ ψευδοεπῆ, καὶ εἰκῇ πονεῖν αὐτοὺς ἀναπεπει- κότα. προαλὲς γὰρ ἀεὶ τὸ βάρβαρον εἰς ὀργὰς, καὶ λίαν ἑτοίμως ἀποταυρούμενον, κἂν εἰ μὴ πρόφασιν ἔχοι τῆς μανίας εὔλογον. 9Καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε συν- τριβῆναι. καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ' αὐτῶν.9 Κατεξανίσταται μὲν τῆς νεὼς τὸ κλυδώνιον, οἰκονομοῦντος Θεοῦ καὶ πνευμάτων ἀγρίαις ἐμβολαῖς διακυκῶντος τὴν 1.571 θάλασσαν· ἐμπίπτει δὲ τοῖς πλωτῆρσι τὸ δεῖμα, καὶ ὁ λόγος ἦν ἤδη περὶ τῶν ἐσχάτων αὐτοῖς, ἀποτριζούσης μὲν, κατὰ τὸ εἰκὸς, τῆς ὁλκάδος, μονονουχὶ δὲ καὶ ἀπειλούσης ἤδη πως, ὅτι δὴ μέλλοι συνθραύεσθαι. κέχρηται δὲ ταῖς ἐξ ἔθους ἐπικουρίαις ὁ τῶν ναυτῶν ὅμιλος, καὶ ἀποφορτίζει τὴν ναῦν, ὡς ἂν ὑψοῦ τε εἴη κυμάτων, εὐπετεστέρα δὲ οὕτω λοιπὸν ἐποχοῖτο τοῖς ὕδασι. μέγα δὲ πρὸς ἀπόδειξιν τοῦ χειμάζεσθαι, τὸ καὶ αὐτοὺς τοῖς δείμασι βεβλῆσθαι τοὺς ναυτίλους, καὶ σωτῆρας ἥκειν αὐτοῖς τοὺς ἰδίους θεοὺς ἐκ- τενέστατα παρακαλεῖν, ὡς ἀπεγνωκότας ἤδη τῆς σωτηρίας. 9Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδε καὶ ἔρεγχε. καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου, εἴπως δια- σώσει ὁ Θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.9 Ἁρμόσειεν ἂν ἥκιστά γε νήψεσι προφητικαῖς τὸ ῥᾴθυμον εἰς εὐχὰς, κινδύνων ἐπηρτημένων, καὶ τὸ ὑπτιοῦσθαι φιλεῖν, καλούντων εἰς πόνους καιροῦ καὶ πράγματος, ἐφ' ᾧπερ ἂν πρέποι μᾶλλον τὸν τῶν ὅλων ἐκμειλίσσεσθαι Θεόν. ὅθεν ἔστιν ἐννοεῖν, ὡς πρὸ χειμῶνος ὁ ὕπνος ἦν· εἰωθότος δὲ σφόδρα κατηρεμεῖν τὸ καὶ εἰς αὐτὴν καθικέσθαι τοῦ πλοίου τὴν κοίλην. φίλον γὰρ ἀεὶ τοῖς ἁ
Jonah opening rem close CLOSEOUT§jonah-open-rem-close
jonah-open-rem-closeRem CLOSEOUT: Jonah opening CLOSEOUT.
Greek · §jonah-open-rem-close
γίοις καὶ περισπούδαστον, τὸ τύρβης ἀποφοιτᾶν, καὶ ὄχλων ἀπονοσφίζεσθαι, καὶ διατε- λεῖν κατὰ μόνας, καθὰ καὶ ὁ θεσπέσιος προφήτης Ἱερεμίας "̓Αγαθὸν ἀνδρὶ, φησὶν, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ· "καθίσεται κατὰ μόνας, ὅτι ἦρεν ἐφ' ἑαυτῷ." ἀνακεκράγει δὲ πάλιν περὶ τῆς τῶν ἀπειθούντων πληθύος "Κύριε παντο- 1.572 "κράτορ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ παιζόντων αὐτῶν, ἀλλ' "ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου· κατὰ μόνας ἐκαθή- "μην, ὅτι πικρίας ἐνεπλήσθην." τὸ δέ γε ἱζῆσαι κατὰ μόνας, τὸν ἠρεμαῖον οἶμαί που κατασημαίνει βίον, καὶ τὸ ἀπαλλάτ- τεσθαι μερίμνης καὶ φροντίδος βιωτικῆς, καὶ τὸ μὴ ἀναμὶξ ἰέναι τοῖς ἄλλοις, οἱ τὴν φιλήδονον καὶ φιλόσαρκον τετιμή- κασι ζωήν. ἀπονυστάζει δὴ οὖν ὁ Προφήτης, οὐκ ἀφειδήσας τοῦ πρέποντος, ἀλλ', ὡς ἔφην ἤδη, πρὸ τῆς τῶν χειμώνων ἐμβολῆς. διανύττει γεμὴν ὁ πρωρεὺς, χρῆναι δὴ μᾶλλον εἰπὼν ἐπικαλεῖσθαι τὸν Θεὸν αὐτοῦ. λυπεῖ γὰρ ἀείπως τοὺς κινδυνεύοντας τὸ δοκεῖν ἀμείνους δειμάτων εἶναί τινας, καὶ οὐκ ἐν καιρῷ τιμῆσαι τὸ ῥᾴθυμον. 9Καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ 225 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ∆εῦτε βάλωμεν κλή- ρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. καὶ ἔβαλον κλήρους καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.9 Περιεργότατα μὲν οἱ πλωτῆρες καὶ ἀσύνηθές τι μελετῶσι καὶ ξένον, τὸ ἐπείγεσθαι κλήρῳ διαμαθεῖν τὸν ἐφ' ᾧ λελύπη- ται ὁ Θεός. πλὴν οἰκονομεῖται καὶ τοῦτο χρησίμως, ὡς ἂν γένοιτο καταφανὴς ὁ νομίσας δύνασθαι φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ· πίπτει γὰρ ὁ κλῆρος ἐπ' αὐτὸν, καὶ τὸν ἐκ τοῦ πράγματος ἔλεγχον ὑπομένων ὁρᾶται. ἐδεδίει γὰρ, κατὰ τὸ εἰκὸς, τῆς οἰκείας σκέψεως προαλεστέραν ποιεῖσθαι τὴν κατάῤῥησιν. καλὸν οὖν ἄρα καὶ σοφὸν τοῖς ἐθέλουσι τηρεῖν, τό "Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις σου." 9Καὶ εἶπαν πρὸς αὐτόν Ἀπάγγειλον ἡμῖν, τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν· τίς σου ἡ ἐργασία ἐστὶ, καὶ πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ; 1.573 καὶ εἶπε πρὸς αὐτούς ∆οῦλος Κυρίου ἐγώ εἰμι, καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν. καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας; διότι ἐπέγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.9 Φιλοπευστοῦσι χρησίμως, ὡς ἤδη μὲν κλήρῳ τὸν αἴτιον ἐπεγνωκότες, οὐ μὴν ἔχοντες σαφῶς διειδέναι τῆς πλημ- μελείας τὸν τρόπον. ἐπειδὴ δὲ ἦσαν εἰδωλολάτραι, ποῖον μὲν αὐτῷ τὸ ἐπιτήδευμα, ποῖα δὲ χώρα καὶ πόλις, καὶ ἐκ ποίων ἔρχεται λαῶν προστετάχασιν εἰπεῖν, ζητοῦντες οἶμαι μαθεῖν, ποίῳ προσκέκρουκε Θεῷ. ἴδιος γὰρ ἦν καὶ τῶν ἐμπλεόντων ἑκάστῳ, καὶ οὐχ εἷς ὁ πάντων Θεός. ᾤοντο δὲ, ὅτι τὸν λελυπημένον ἐπ' αὐτῷ θεραπεύσαντες δαίμονα, τὰ ἐκ τοῦ χειμῶνος ἀποκρούσονται βλάβη. ἐπειδὴ δὲ ὁ Προφήτης δοῦλον ἑαυτὸν ὠνόμαζε Θεοῦ τοῦ τεκτηναμένου γῆν τε καὶ οὐρανὸν, καὶ αὐτὸν ἔφη ποιεῖσθαι προσκυνητὸν, συνῆκαν εὐθὺς ὅτι πέφευγεν ἐκ προσώπου Θεοῦ. συνῆκαν δὲ ὅπως; ὅτι μὴ ἐξῆν Ἰουδαίοις τῆς ἐκνεμηθείσης αὐτοῖς ἀπονοσφί- ζεσθαι χώρας, μήτε μὴν ἀλλοφύλοις ἐπιφοιτᾶν, μήτε πό- λεσιν ἐμβάλλειν εἰδωλολατρεῖν εἰθισμέναις. μῶμος δὲ τὸ χρῆμα παρ' αὐτοῖς, καὶ οὐκ ἀνύποπτον εἰς ἀπόστασιν· ἐδόκει δὴ εἶναι καὶ ἔξω νόμου, καὶ τῶν ἐν αἰτίᾳ καὶ δίκῃ. καὶ γοῦν ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπολισθήσειν αὐτοῦ τῆς σωτηρίας, τῆς ὡς ἐν πίστει φημὶ, διεβεβαιοῦτο σαφῶς, εἰ μὴ ἕλοιντο καταδράττεσθαι παρόντος ἔτι καὶ ἐνδη- μοῦντος ἐν κόσμῳ· ἔφασκε γάρ "Ἔτι μικρὸν χρόνον μεθ' "ὑμῶν εἰμὶ, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. ζητήσετέ με 1.574 "καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε "ἐλθεῖν·" οἱ δὲ τὴν Ἰουδαίων ἀπόστασιν ἐπὶ τὰ ἔθνη κατονει- δίζοντες, ἔφασκον ἀμαθῶς "Ποῦ μέλλει οὗτος πορεύεσθαι "ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν "τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς " Ελληνας;" ὡς γὰρ ἐξίτηλόν τε καὶ ἔξω τριβῆς, καὶ συν- ηθείας ὡς ἀπωτάτω τοῖς παρ' αὐτοῖς, ὑπὸ μῶμον ἄγουσι τὸ τοῖς Ἑλλήνων ἀναφύρεσθαι δήμοις. ὅτι τοίνυν οὐ μεμένηκεν ἐν τοῖς τῆς Ἰουδαίας ὅροις, συνέπλει δὲ αὐτοῖς εἰς Ταρσοὺς, δέχονται τὰς ὑποψίας, διατεκμαίρονται δὲ ὅτι παραιτεῖται τάχα που καὶ τὴν ἐν νόμῳ ζωὴν, καὶ τοῖς τῶν Ἑλλήνων ἔθεσιν ἑαυτὸν ἐπιδοὺς, τὴν ὡς ἐκ προσώπου Θεοῦ μεμελέτηκε φυγήν. 9Καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσομεν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο, καὶ ἐξήγειρε μᾶλλον κλύδωνα. καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτούς Ἄρατέ με καὶ ἐμβάλετε εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ὑμῶν· διότι ἔγνωκα ἐγὼ, ὅτι δι' ἐμὲ ὁ κλύδων οὗτος ὁ μέγας ἐφ' ὑμᾶς ἐστιν.9 ∆εδίασι μὲν ἀγριαίνουσαν κατ' αὐτῶν οὐ φορητῶς τὴν θάλασσαν· καταπεφρίκασι δὲ οὐδὲν ἧττον τὸν τῶν Ἑβραίων Θεόν· οὐ γὰρ ἦσαν ἐν ἀγνοίᾳ τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ δόξης, καίπερ ὄντες ἀλλογενεῖς. ἐπειδὴ δὲ δοῦλον ἑαυτὸν ἔφη Θεοῦ, διαποροῦσι λοιπὸν καὶ μερίζονται τὰς γνώμας. ὀκνοῦσι μὲν γὰρ τὸν φόνον, ὑποβλεπόμενοι τὴν ὀργὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ. ἐπιθρωσκούσης δὲ τῆς θαλάσσης αὐτοῖς οὐ μεῖον ἢ πρὶν, ἀναγκαίαν τὴν ὑπέρ γε σφῶν αὐτῶν ποιοῦνται φροντίδα. ταύτῃτοι παρακαλοῦσιν εἰπεῖν τὸ, τί 226 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἂν γένοιτο παρ' αὐτῶν, καὶ κατευνασθήσεται μὲν 1.575 ὁ κλύδων, κατηρεμήσει δὲ καὶ τὸ κῦμα, καὶ τὸν ἐπὶ τοῖς ἐσχάτοις αὐτοὶ διαφεύξονται κίνδυνον. τί οὖν ὁ Προφήτης; ὁμολογεῖ τὸ πλημμέλημα, καὶ προσκεκρουκὼς αἰσχύνεται, καὶ τῆς ἑαυτοῦ δυσβουλίας καταψηφίζεται· Ἄρατέ με γάρ φησι καὶ ἐμβάλετε εἰς τὴν θάλασσαν. μονονουχὶ γὰρ τοῦ κατοκνῆσαι τὴν ἀποστολὴν ἐξαιτεῖσθαι παρ' αὐτῶν δεῖν ἔφη τὰς δίκας. ᾔδει γὰρ ὅτι σπένδεταί πως τῇ νηῒ τὸ κλυδώ- νιον, εἰ λάβοι τὸν ζητούμενον, καὶ καταλήξει τῆς μάχης ἡ θάλασσα, ἔχουσα λοιπὸν τὸν προσκεκρουκότα. 9Καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ὑποστρέψαι εἰς τὴν γῆν, καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ' αὐτούς. καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπον Μηδαμῶς Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ' ἡμᾶς αἷμα δίκαιον, ὅτι σὺ Κύριε ὃν τρόπον ἐβούλου πεποίηκας. καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἔβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.9 Ἑαυτοῦ μὲν τὸν θάνατον ὁ Προφήτης κατεψηφίζετο, καὶ τῷ κινδύνῳ τῆς ἰδίας ψυχῆς καταλύειν αὐτοὺς ἠξίου τὸ δεῖμα. οἱ δὲ ἦσαν ἔτι περιδεεῖς καὶ ὀκνηροὶ πρὸς μιαιφο- νίαν, δοῦλον δὲ ὄντα Θεοῦ σώζειν ἤθελον, καὶ ζῶντα δοῦναι τῇ χέρσῳ· οὕτω δὲ μᾶλλον ἀποφορτίσασθαι τὴν ὀργήν. ταύτῃτοι παρεβιάζοντο καὶ προσοκεῖλαι τὴν ναῦν, ἀλλ' ἦν τῶν ἐγχειρημάτων ἀνήνυτος ὁ σκοπὸς, ἄμαχον αὐτοῖς τὸ κῦμα διανιστάντος τοῦ πνεύματος, καὶ ἀγριωτέραις ὁρμαῖς καταθέοντος τῆς ὁλκάδος. ταύτῃτοι λοιπὸν ἐκμειλίσσονται μὲν διὰ προσευχῆς, συγγνώμονα δὲ παρακαλοῦσιν αὐτοῖς γε- 1.576 νέσθαι τὸν Θεὸν, οὐ φονᾶν ἐθέλουσιν, ἀλλ' ὡς τοῖς αὐτοῦ παραχωροῦσι κρίμασι, καταβιαζομένοις τε λοιπὸν πρὸς τὸ δοῦναι τῇ θαλάσσῃ τὸν Ἰωνᾶν, καὶ δὴ καὶ δεδώκασιν. ἡ δὲ λαβοῦσα, σπένδεται μόλις, ἁπλοῖ δὲ γαλήνην, καὶ δίδω
Twelve Prophets Malachi Tomos 1 opening§malachi-t1-open
malachi-t1-openMalachi Tomos 1.
Malachi Tomos 1: love for Jacob; pure offering among the nations.
Greek · §malachi-t1-open
ΤΟΜΟΣ ΠΡΩΤΟΣ. ΚΑΙ περὶ τῆς τοῦ Μαλαχίου προφητείας ὀλίγα προειπεῖν ἀναγκαῖον, διὰ τὸ τῶν ἐντευξομένων εὐμαθὲς, καὶ ὅπως ἂν εἰδεῖεν ἕκαστα τῶν παρ' αὐτῷ κειμένων. Πεπερασμένων τοιγαροῦν τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἀνεκομίζετο μὲν ἐκ τῆς Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν ὁ Ἰσραὴλ, καὶ εἰς τὴν ἁγίαν αὖθις ἀφίκετο πόλιν, τὸν τῆς δουλείας ζυγὸν ἀποφορτισάμενος· καὶ δὴ καὶ ὁ θεῖος ἐγή- γερτο ναὸς, ἐφεστηκότων τοῖς ἔργοις Ζοροβάβελ τε τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲτοῦ ἱερέως τοῦ μεγάλου. προεφήτευον δὲ κατ' ἐκεῖνο τοῦ καιροῦ τοῖς ἐκ τῆς αἰχμαλωσίας λελυτρωμένοις Ἀγγαῖός τε καὶ Ζαχαρίας, Ἕσδρα τε καὶ Νεεμίου συνόντων αὐτοῖς τῶν ἱερουργῶν. σύγχρονος δὲ τοῖς μνημονευθεῖσιν ἁγίοις προφή- ταις, ἢ ὀλίγῳ καὶ βραχὺ μετ' ἐκείνους καὶ ὁ θεσπέσιος γέγονε 2.546 Μαλαχίας, ὃς δὴ καλεῖται καὶ Ἄγγελος, διερμηνεύεται γὰρ ὧδε Μαλαχίας. Οὐ παραδεκτέον δὲ τούς τινων περὶ αὐτοῦ λόγους, οἳ μάτην ἐῤῥαψῳδήκασιν, ἄγγελον μὲν τὴν φύσιν οἰόμενοί τε καὶ λέγοντες, σεσωματῶσθαι γεμὴν κατὰ Θεοῦ βούλησιν καὶ ἐν προφήτου τάξει γενέσθαι τοῖς ἐξ Ἰσραήλ. εἴρηται γὰρ ἄγγελος, ὡς ἔφην, μάλιστα μὲν καὶ τοῦ ὀνόματος ταύτην ἔχοντος ἐφ' ἑαυτῷ τὴν ἑρμηνείαν· εἶτα ὅτι τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ λόγους ἀπαγγέλλων τοῖς ἐξ Ἰσραὴλ καλοῖτ' ἂν οὐκ ἀπιθάνως καὶ ἄγγελος. καὶ γοῦν αὐτὸς ὁ Προφήτης Μαλαχίας ἐν τοῖς ἐφεξῆς περὶ παντὸς ἱερέως φησίν "Ὅτι "χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν "ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου παντοκράτορός "ἐστι." περὶ δέ γε τοῦ Ἐμμανουὴλ ὁ προφήτης Ἡσαΐας "Καὶ θελήσουσι, φησὶν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παι- "δίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα "αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος." ὁρᾷς ὅτι τὸ ἀπαγγέλ- λειν ἑτέροις τὴν τῆς ἀνωτάτω φύσεως βούλησιν ὀνομάζεσθαι καὶ ἀγγέλους παρεσκεύασέ τινας, καίτοι κατὰ φύσιν οὐκ ὄντας ἀγγέλους; ἄνθρωποι μὲν γὰρ οἱ τὸν θεῖον ἡμῖν διερ- μηνεύοντες νόμον, τουτέστιν οἱ ἱερεῖς· Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱός. Ἄνθρωπος δὴ οὖν καθ' ἡμᾶς ὁ Προφήτης Μαλαχίας· σύμπας δὲ ὥσπερ αὐτῷ τῆς προφητείας ὁ σκοπὸς εἰς δύο ταῦτα συντείνεται. ἐγηγερμένου γὰρ τοῦ θείου ναοῦ, καιροῦ καλοῦντος εἰς ἱερουργίαν τοὺς προεστηκότας λαῶν, ἤτοι τοὺς ἐξ αἵματος τοῦ Λευὶ, ἐφιέντος δὲ ὥσπερ καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ πληροῦν, εἰ βούλοιντο, τὰς κατὰ νόμον εὐχὰς, ἐκέχρηντο μὲν ταῖς διὰ Μωυσέως ἐντολαῖς, οὐ μὴν ἀμω- 2.547 μήτως καὶ ἐπιεικῶς. προσεκόμιζον μὲν γὰρ εἰς θυσίαν οἱ λαοὶ τὰ συνήθη, πλὴν οὐ σφόδρα πεφροντισμένως, ὀκνηρῶς δὲ μᾶλλον καὶ κατημελημένως. τὰ γὰρ αἰσχίονα τῶν ἐν ποιμνίοις, ἄῤῥωστά τε καὶ ἀδόκιμα προσῆγον τῷ θυσια- στηρίῳ. προσεδέχοντο δὲ οἱ ἱερεῖς, μηκέτι μωμοσκοποῦντες κατὰ τὸν νόμον, μὴ χωλὸν ἢ ὠτότμητον ἢ κολοβόῤῥινον ἢ κολοβόκερκον ἢ ψωραγριῶν ἢ λειχῆνας ἔχον ἢ μονόρχες εἴη τὸ προσαχθέν. ἀπόβλητα γὰρ ὁ νόμος ἐποίει ταυτί· ὕβρις δὲ ἦν τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. κατημέλουν δὲ καὶ ἑτέρως οἱ ἱερεῖς καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς, οὐχὶ τὰ ἐκ νόμων ὀρθῶς εἰσηγούμενοι, καὶ παιδαγωγοῦντες ἀστείως εἰς τὸ τῷ Θεῷ δοκοῦν, ἀλλ' εἰς ἐκτόπους ἐξιτηλίας ἀπονεύειν ἐῶντες, καὶ τῆς εὐθείας ἔξω φέρεσθαι τρίβου. καὶ εἷς μὲν οὗτος τῆς ἐπι- πλήξεως τρόπος· ἕτερος δὲ πρὸς τούτῳ τοῖς ἐξ Ἰσραὴλ, ἐπ' αἰτίαις τοιαύταις. οἱ μὲν γὰρ ἐῤῥῶσθαι φράσαντες ταῖς εἰς γυναῖκας φιλοστοργίαις, εἶτα βιβλίον ἀποστασίου ῥιπτοῦντες αὐταῖς, καὶ ἐπ' οὐδενὶ τῶν ἀτόπων ἔσθ' ὅτε κατεγνωσμέναις, συνεπλέκοντο μὲν ἑτέραις, ᾤοντο δὲ, ὅτι κατ' οὐδένα τρόπον λυποῦσι Θεὸν, κἂν εἰ ἕλοιντο τοῦτο δρᾶν. ἕτεροι δὲ αὖ ταῖς τῶν ἀλλοφύλων ἐπεμαίνοντο θυγατράσι, καίτοι διακεκρα- γότος τοῦ νόμου σαφῶς "Τὴν θυγατέρα σου οὐ δώσεις τῷ "υἱῷ αὐτοῦ καὶ τὴν θυγάτερα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· "ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ πορευθεὶς λα- "τρεύσει θεοῖς 493 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χ
Malachi Tomos 1 rem early§malachi-t1-rem-early
malachi-t1-rem-earlyRem early: Malachi Tomos 1; historia and theoria toward Christ.
Greek · §malachi-t1-rem-early
ρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἑτέροις." γέγονε δὲ μακρὸς περὶ τούτου λόγος καὶ ἐν τοῖς τοῦ Ἕσδρα βιβλίοις. ὅθεν τινὲς αὐτὸν ὑπολαμβάνουσιν εἶναι τὸν Μαλαχίαν. ἔχει δὲ οὐχ οὕτως τὸ ἀληθές. καὶ τὰ μὲν τῆς ἐπιπλήξεως ἐν τούτοις· ἐν δέ γε τῷ τέλει τῆς προφητείας τὸν περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀνα- δείξεως ποιεῖται λόγον, ἅτε δὴ μελλούσης τὸ τηνικάδε 2.548 καθαρᾶς τε καὶ ἀναιμάκτου θυσίας προσκομίζεσθαι τῷ Θεῷ, καταλήγειν δὲ τὰ πάντων ἐγκλήματα, τῆς τε ἁμαρτίας ἀνῃρημένης, καὶ εἰς καινότητα ζωῆς ἀναμορφουμένων τῶν ἐπὶ τῆς γῆς· καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, τῶν ἀρχαίων παρῳχηκότων, κατὰ τὸ γεγραμμένον. 9Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ.9 Λῆμμά φησι τοῦ λόγου τῆς παρὰ Θεοῦ προφητείας οἱονεὶ τὴν λῆψιν. ἐδέχοντο γὰρ οἱ μακάριοι προφῆται διὰ τοῦ Ἁγίου Πνεύματος τῶν ἐσομένων τὴν γνῶσιν, τάς τε συμ- βουλὰς καὶ μὴν καὶ τὰς ἐπιπλήξεις ἐποιοῦντο πρός τινας, οὐκ ἐξ ἰδίας αὐτοὶ καρδίας, οὓς ἂν ἕλοιντο τυχὸν ἀνασπῶντες λόγους, ἢ ψευδοεποῦντες κατά τινας, διερμηνεύοντες δὲ τὰ παρὰ Θεοῦ, καὶ τοὺς ἄνωθεν τοῖς ἄλλοις καθαρῶς τε καὶ ἀμωμήτως διαπορθμεύοντες λόγους. οὐκοῦν τῆς προφητείας τὴν λῆψιν γενέσθαι φησὶ παρὰ Κυρίου. ὑπεμφαίνει δὲ διὰ τούτων, ὡς οὔτε προαγόρευσιν ἔχει τινὰ τῆς προφητείας ὁ λόγος μοχθηροῦ τε καὶ ἀνιαροῦ πράγματος ὡς συμβησο- μένου τοῖς ἐξ Ἰσραὴλ, οὔτε μὴν ἐπαίνους ὡς βεβιωκότων ὀρθῶς· ἐπίπληξιν δὲ μᾶλλον ἐπί τε ἱερέας καὶ λαούς. τὸ δέ ἐν χειρὶ ἀγγέλου αὐτοῦ τοιῶσδε νοήσεις· διαχειρίζοντος γὰρ ὥσπερ, ἤγουν ἐκπράττοντος, τὴν τῆς προφητείας διακονίαν τοῦ ἐπίκλην ἀγγέλου, τὸ λῆμμα γέγονεν ἐπὶ τὸν Ἰσραήλ. εἴρηται δὲ ἄγγελος ὁ Μαλαχίας δι' αἰτίας ἃς ἤδη προεῖπον. 9Θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν. ἠγάπησα ὑμᾶς, λέγει Κύριος.9 Οὐ πάρεργον ποιεῖσθαι προστάττει τῶν ῥηθησομένων τὴν 2.549 ἀκοὴν, ἐσπουδασμένως δὲ μᾶλλον καὶ ἐν πλείστῃ προσοχῇ καὶ κατανοήσει. διακεῖσθαι γὰρ ὧδε προσήκει τοὺς θείων μέλλοντας ἀκροᾶσθαι λόγων, ὧν ἔσται πλείστη τε ὅση καὶ μάλα ἀμφιλαφὴς ἡ ὄνησις, ὅταν εἰς αὐτὸν εἰσχέωνται τὸν νοῦν. ψάλλει γάρ που καὶ ὁ θεσπέσιος ∆αυείδ "Ἐν "τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω "σοι." ἔστι γάρ ἐστιν ἀκούοντά τινα μηδὲ ἀκοῦσαι δοκεῖν, εἰ μὴ ἅπτοιντο μὲν διανοίας οἱ λόγοι, ἀποπτάντες δὲ ὥσπερ τῆς τοῦ λέγοντος γλώττης, εἶτα μόνῃ προσαράξαντες τῇ τοῦ σώματος ἀκοῇ, εἰκαίοις ἐν ἴσῳ καταλογισθεῖεν κρυπτοῖς. τοιοῦτοί τινες ἦσαν οἱ περὶ ὧν ἔφη τις τῶν ἁγίων προφητῶν "̓Ιδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ "βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσι." παρεγγυᾷ τοιγαροῦν ἀναγκαίως ὁ Προφήτης λέγων Θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν, τουτέστιν, εἰς νοῦν ἔσω καὶ καρδίαν τοὺς θείους ἐναποτιθέμενοι λόγους, καὶ τῶν ἄνωθεν χρησμῳδη- μάτων συνέντες τὴν δύναμιν, συναινέσατε πάντως, ὡς ἠγά- πησα μὲν ὑμᾶς λέγει Κύριος, ἠξίωσα δὲ ἁπάσης ἡμερότητος καὶ φειδοῦς καὶ τῆς τοῖς ἀγαπωμένοις πρεπούσης φιλοτιμίας. τοῦτο δὲ αὖ κατονειδίζοντος μὲν εὖ μάλα, ὡς πονηρὰ ἀντὶ ἀγαθῶν ἀπέδοσαν αὐτῷ, καίτοι δέον, ὡς ἀγάπης ἠξιωμένους, ἀντευφραίνειν ταῖς ἐπιεικείαις καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἁνδανόντων αὐτῷ σπουδαῖς τε καὶ προθυμίαις. εἰ γάρ ἐστι τῶν ἀτόπων, τὸ μὴ βούλεσθαι τοῖς καθ' ἡμᾶς ἀποδιδόναι τὰς ἀμοιβὰς, τίς ἂν γένοιτο λόγος ἐπὶ Θεοῦ τοῦ πάντα ἡμῖν πλουσίως διανέμοντος τὰ πρὸς εὐθυμίαν, εἰ μὴ βού- 2.550 λοιτό τις αὐτῷ τῶν δεδωρημένων ἀντεκτίνειν τὰς ἀμοιβάς· εἰ καὶ ὅτι μάλιστα πρέποι ἂν ἐκεῖνο λέγειν τοῖς γε ἀληθῶς ἀρτίφροσι "Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν "ἀνταπέδωκεν ἡμῖν; 9Καὶ εἴπατε Ἐν τίνι ἠγάπησας ἡμᾶς; οὐκ ἀδελφὸς ἦν Ἡσαῦ τοῦ Ἰακὼβ, λέγει Κύριος, καὶ ἠγάπησα τὸν Ἰακὼβ, τὸν δὲ Ἡσαῦ ἐμίσησα, καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δώματα ἐρήμου;9 Πλήττονται μὲν Ἰουδαῖοι κατὰ καιροὺς τοῖς ἐκ θείας ὀργῆς συμβαίνουσι, πολυτρόπως δεδυσσεβηκότες. ἀπῴ- χοντο γὰρ εἰς αἰχμαλωσίαν, καταδῃωθείσης αὐτοῖς τῆς χώρας, οἴκων τε ἠρημωμένων, καὶ ὁμοῦ τῷ θείῳ ναῷ κατεμ- 494 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πρησθέντων τῶν Ἱεροσολύμων. πρόφασις δὲ τοῦ τὰ τοιάδε παθεῖν αὐτοὺς, τὸ ἀποφοιτᾶν ἑλέσθαι καὶ γνησιότητος τῆς πρὸς Θεὸν, καὶ ὀλίγου παντελῶς ἀξιῶσαι λόγου τὴν εἰς τὸν νόμον αἰδῶ. ἐπειδὴ τοίνυν ἀγαπῆσαι λέγοντος αὐτοὺς τοῦ Θεοῦ, καὶ σφόδρα γε, ἦν εἰκὸς τῶν ἐκ τῆς αἰχμαλωσίας διαμεμνῆσθαι κακῶν, φάναι τε οὕτω τυχὸν τό Ἐν τίνι ἠγά- πησας ἡμᾶς; οἰκονομικώτατα λίαν ὁ τῶν ὅλων Θεὸς παριπ- πεύει μὲν τὰ διὰ μέσου συμβεβηκότα, καὶ τὴν ἐπ' αὐτοῖς παρατρέχει διήγησιν, ἀνακομίζει γεμὴν τὴν τῆς ἀγάπης ἀπόδειξιν ἐπὶ τὴν τοῦ γένους ἀρχὴν, φημὶ δὴ τὸν Ἰακὼβ, ὃν ἀγαπῆσαι μὲν ἰσχυρίζεται, κατεστυγημένον δὲ πεποιῆσθαι τὸν Ἡσαῦ, καίτοι τοῖς τῆς φύσεως νόμοις εἰς ἀδελφότητα 2.551 τῷ τετιμημένῳ συνδούμενον. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "Μήπω γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν "ἢ φαῦλον," ἀπόλεκτον ἐποιεῖτο τὸν Ἰακὼβ, ἐξ οὗ τὸ τῶν Ἰουδαίων ἀνεφύη γένος, ἐκβέβληκε δὲ τὸν Ἡσαῦ. καὶ οὐ δήπου φαμὲν κατὰ πρόσκλισιν· οὐ γὰρ ἄδικος ὁ Θεὸς, οὔτε μὴν ἄνισον ἢ ἑτεραχθὲς τὸ ἐφ' ἑκάστῳ τῶν ἐπὶ τῆς γῆς διεξάγει κρῖμα· προεγνωκὼς δὲ ὡς Θεὸς τὰ παρ' ἀμφοῖν ἐσόμενα καὶ τὸν ἑκάστου τρόπον, ἀγάπης ἠξίου τὸν ἀμείνω τε καὶ ἱερώτερον. καθάπερ ἀμέλει καὶ τὸν μακάριον Ἱερεμίαν πρὶν ἐν κοιλίᾳ διαπλάσαι φησὶν ἐγνωκέναι, ἁγιάσαι τε πρὶν ἐξελθεῖν ἐκ μήτρας. ᾔδει γὰρ ᾔδει προφήτην ἐσόμενον καὶ ἐπιτηδείως ἔχοντα πρὸς ἀποστολὴν τὴν ἐπιοῦσαν τὸ δεῖν τῶν ἐσομένων ποιεῖσθαι τὴν προαγόρευσιν. οὕτω δὲ καὶ ἡμᾶς αὐτοὺς τοὺς ἐν πίστει δεδικαιωμένους ἡγιάσθαι φησὶν ὁ θεσπέσιος Παῦλος "Οὓς γὰρ προέγνω καὶ προώρισεν "ὁ Θεὸς καὶ Πατὴρ, συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ "αὐτοῦ," τούτους καλέσαι τε καὶ ἁγιάσαι λέγεται. οὐκοῦν κατὰ πρόγνωσιν ἠξίωτο μὲν ἀγάπης ὁ Ἰακὼβ, μεμίσηται δὲ δικαίως ὁ Ἡσαῦ. Ὦ τοίνυν, φησὶν, Ἰσραὴλ, ἠγάπησα μὲν ὑμᾶς. ψευδομυ- θήσαιμι γὰρ ἂν οὐδαμῶς, εἰ τοῦτο λέγοιμι πρὸς ὑμᾶς, εἴσεσθε δὲ μᾶλλον ὡς ἔστιν ὀρθός τε καὶ ἀληθὴς ὁ λόγος, εἰς τὴν τοῦ γένους ἀρχὴν ἀναφέροντες τῆς ἀγάπης τὸν τρόπον. ἄμφω μὲν γὰρ ἤστην ἐξ Ἰσαὰκ, ἀλλ' ἦν ἀγαθὸς τοὺς τρόπους, καὶ φιλόθεος Ἰακὼβ, ὁ γεμὴν ἕτερος σκληρὸς καὶ δυσάντητος καὶ ἕτοιμος εἰς βεβήλωσιν. ταύτῃτοι προσ- νένευκα τῷ Ἰακὼβ, καὶ τὸν μὲν ἐκνεμηθέντα τῷ Ἡσαῦ κατηφάνισα κλῆρον, ἔδωκά τε αὐτὸν εἰς ἐρήμωσιν. συγκε- κρότηκα δὲ τῇ παρ' ἐμαυτοῦ φειδοῖ τὸν τοῦ Ἰακὼβ, τουτέστιν 2.552 ὑμᾶς, ἤτοι τὴν χώραν, ἢν κατῳκήκατε. ἰστέον δὲ ὅτι διερ- μηνεύεται μὲν Ἡσαῦ ∆ρῦς· σκληρὸς δὲ καὶ ἀκαμπὴς, καὶ τοῖς ἐκ δρυὸς ξύλοις ὀλίγα παραχωρῶν ὁ Ἡσαῦ, ἀπεμπο- λήσας δὲ καὶ τὰ πρωτοτόκια βρώσεως ἕνεκα μιᾶς, ὠνόμασται δὴ καὶ Ἐδὼμ, ὅ ἐστι γήϊνος. ταύτῃτοι καὶ Ἰδουμαίαν κεκλῆσθαί φησι τὸ γράμμα τὸ ἱερὸν, τῶν ἐξ Ἡσαῦ γεγο- νότων τὴν χώραν, ἢν ἐχειρώσαντο κατὰ καιροὺς Ἰουδαῖοι, ἄβατόν τε καὶ ἀοίκητον ἀπέφηναν παντελῶς. καὶ τί ἂν βούλοιτο δηλοῦν τοῖς ἐξ Ἰσραὴλ τῆς προφητείας ὁ νοῦς; ἐκεῖνο οἶμαί που. τὸν μὲν γὰρ Ἰακὼβ ἀγαπῆσαί φησι, καὶ οὐχ ἑτέρου του χάριν, ἢ ὅτι γέγονεν ἀνὴρ "ἄπλαστος, "οἰκῶν οἰκίαν·" μεμισηκέναι δὲ τὸν Ἡσαῦ, γέγονε γὰρ γήϊνός τε καὶ "βέβηλος" κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. ἦν οὖν ἀναγκαῖον εἰδέναι τοὺς Ἰουδαίους, ὡς οὐκ ἂν συνέβη παθεῖν αὐτοὺς τὴν ἐρήμωσιν καὶ τὴν ἐκ τῆς ἐνεγκούσης εἰς ἀλλοφύλους ἀποδρομὴν, εἰ μεμίμηντο τὸν Ἰακώβ. ἐπειδὴ δὲ ζηλωταὶ καὶ ὁμότροποι γεγόνασι τοῦ Ἡσαῦ, καὶ τῆς ἐκείνου σκαιότητος ἰόντες κατ' ἴχνος κατε- φωρῶντο, λοιπὸν δέδονται τοῖς ἐχθροῖς. Εἰ δὲ δή τις βούλοιτο καὶ πνευματικὴν τοῖς εἰρημένοις ἐφαρμόσαι τὴν θεωρίαν, διανοείσθω σαφῶς, ὡς ὁ μὲν Ἰακὼβ διερμηνεύεται Πτερνιστής· τύπος δ' ἂν εἴη παντὸς
Malachi Tomos 1 rem mid§malachi-t1-rem-mid
malachi-t1-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §malachi-t1-rem-mid
τοῦ πτερνίζοντος ἁμαρτίαν. Ἡσαῦ δὲ, ὡς ἔφην, ∆ρῦς καὶ μέν- τοι Γήϊνος ὁ Ἐδώμ· τύπος δ' ἂν εἴη καὶ οὗτος παντὸς τοῦ μόνα φρονοῦντος τὰ ἐπὶ τῆς γῆς. ἀγαπᾷ τοίνυν ὁ Θεὸς τὸν πτερνιστὴν Ἰακὼβ, μεμίσηκε δὲ τὸν Ἡσαῦ τὸνἀκαμπῆ καὶ σκληρὸν, ἤτοι τὸν Ἐδὼμ, τουτέστι τὸν τοῖς γηΐνοις προσνενευκότα, καὶ τῶν πνευματικῶν ἀγαθῶν τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα φληνάφως ἀνθῃρημένον. 495 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τῶν οὕτω ζῆν εἰωθότων ἀφανιεῖ τὸν κλῆρον ὁ φιλάρετος ἡμῶν 2.553 Θεός. οὐ γάρ τοι βέβαια τὰ ἐπὶ τῆς γῆς, οὔτε μὴν ἀκλόνη- τον ἔχει τὴν στάσιν. ὅτι δὲ πεσεῖται πάντως, ὡς ἐν τύπῳ σαφηνιεῖ τῶν Ἰδουμαίων ὁ κλῆρος εἰσάπαν ἠρημωμένος. ἀλλ' ὅ γε Θεῷ προσκείμενος, ἀσφαλῆ καὶ ἐρηρεισμένην ἕξει τὴν ἐλπίδα, καὶ τῷ τῶν ἀγαθῶν δοτῆρι Θεῷ προσ- φωνήσει λέγων "Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου." 9∆ιότι ἐὰν εἴπῃ Ἡ Ἰδουμαία κατέστραπται, καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἠρημωμένας αὐτῆς· τάδε λέγει Κύριος παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσι, καὶ ἐγὼ κατα- στρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας, καὶ λαὸς ἐφ' ὅν παρατέτακται Κύριος ἕως αἰῶνος.9 ∆υσχερὴς μὲν λίαν ἡ τῆς λέξεως συνθήκη, πλὴν οὐκ ἄποπτος τῶν προκειμένων ὁ νοῦς. δέδωκα μὲν γὰρ ἐγὼ, φησὶ, τὴν Ἡσαῦ κληρονομίαν εἰς ἀφανισμὸν καὶ εἰς ἐρή- μωσιν, ὑμῶν τῶν ἐξ Ἰακὼβ ἐκπεπορθηκότων. ἐρεῖ δὲ ἴσως ὁ Ἰδουμαῖος Εἰ καὶ κατέστραπται παντελῶς καὶ εἰς λῆξιν ἥκει κακῶν ἣν κατῳκήκαμεν χώραν, ἀλλ' οὖν ἐπιστρέψαντες ἐγεροῦμεν μὲν τὰς ἠρημωμένας πόλεις τε καὶ κώμας, κατοι- κήσομεν δὲ αὐτὰς οἱ διασεσωσμένοι. τί οὖν πρὸς ταῦτά φησι; Τάδε λέγει Κύριος Αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ κατα- στρέψω. κεκλήσεται δὲ πάντως ἡ Ἰδουμαία Ὅρια ἀνομίας· ὡς διὰ πλείστην ὅσην ἁμαρτίαν κατεστραμμένη· καὶ λαὸς ἐφ' ὃν παρατέτακται Κύριος ἕως αἰῶνος. Ὁ μὲν οὖν τοῦ γράμματος νοῦς οὐχ ἕτερος οἶμαί τις παρὰ τοῦτόν ἐστι. προσθείην δ' ἂν, ὅτι τῶν τὸ σαρκικὸν καὶ γήϊνον ἐχόντων φρόνημα· γήϊνος γὰρ, ὡς ἔφην, ὁ Ἰδουμαῖος διερμηνεύεται· πάντη τε καὶ πάντως ὁ κλῆρος 2.554 πεσεῖται, Θεοῦ καταστρέφοντος· οὐ γὰρ ἔχει τὸ βέβαιον τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, οὔτε μὴν διηνεκῆ τὴν μέθεξιν. παριππεύει γὰρ τοὺς ἔχοντας πρόσκαιρος ἐπι- θυμία, καὶ ἐν ἴσῳ σκιᾷ μετατάττεται, ἢ θανάτῳ σβεσθέντος τινὸς, ἤγουν ἀδοκήτου συμφορᾶς ἐπενηνεγμένης. ἀλλ' εἰ καί τις ἕλοιτο τῶν νοητῶν Ἰδουμαίων τὸν ἑαυτοῦ κλῆρον οἰκοδομεῖν, ἢ πλοῦτον συλλέγων τὸν ἐξ ἀδικίας, ἢ τοῖς διακένοις δοξαρίοις ἐντρυφῶν, καὶ δυναστείαις ταῖς κατὰ τὸν βίον ἐναβρύνεσθαι θέλων, αὐτὸν εὑρήσει τὸν τῶν ὅλων Θεὸν μονονουχὶ καὶ ἀνθεστηκότα καὶ μαχόμενον. ὡς γὰρ ὁ θεσπέσιος γέγραφε μαθητής "Εἴ τις θέλει εἶναι φίλος τοῦ "κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται." οὐ πεπαύσεται γὰρ, ὡς ἔφην, τοῖς τὰ γήϊνα φρονεῖν ᾑρημένοις ἐναντιούμενος, ἀλλ' οὐδὲ τῆς πρὸς αὐτοὺς καταλήξει μάχης. μισεῖ γὰρ ἀεὶ τὸν ἀλιτήριον, καὶ ἀπόπεμπτον ποιεῖται τὸν φιλα- μαρτήμονα. 9Καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε Ἐμεγαλύνθη Κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ἰσραήλ.9 Ὅταν, φησὶ, τὴν τῶν πραγμάτων καταθρήσατε φύσιν, μονονουχὶ δὲ καὶ ἀναμύοντι νῷ κατίδητε σαφῶς ἅπερ ἔφην ἀρτίως, τότε δὴ πάντως ἐρεῖτε συγκαταβαίνοντες, ὅτι δεδόξα- σται καὶ ἐμεγαλύνθη Κύριος ἐν τοῖς ὁρίοις τοῦ Ἰσραήλ. οἱ μὲν γὰρ ἐξ Ἰακὼβ γεγονότες, τουτέστιν Ἰουδαῖοι, προσκε-κρουκότες, ὡς ἔφην, διὰ πλείστην ἀσέβειαν, ἔξοικοί τε γεγό- νασιν καὶ αἰχμάλωτοι καὶ ἁλώσιμοι τοῖς ἐχθροῖς. ἐπειδὴ δὲ πεπραχότας ἀθλίως καὶ ἀποχρώντως κεκολασμένους κατη- λέησεν ὁ Θεὸς, ἀνεκομίσθησαν εἰς τὸ ἀπ' ἀρχῆς, ἀνενεγ- 2.555 κόντων αὐτοῖς ἐπὶ τὸ ἄμεινον τῶν πραγμάτων. καὶ γέγονε μὲν ἐν εὐπαθείᾳ ἡ χώρα, κατῳκήκασι δὲ τὰς πόλεις, ἀνε- δείμαντο τὸν ναὸν, ἀνετείχισαν τὴν Ἱερουσαλὴμ, καὶ γεγό- νασι πάλιν ἐν τοῖς παρ' ἐλπίδα καὶ κατ' εὐχήν· ἡ δέ γε τῶν Ἰδουμαίων ἠρήμωται χώρα, καὶ μεμένηκεν ἐν κακοῖς, οὐκ ἀνασφήλασα πρὸς τὸ ἄμεινον. οὐκοῦν δεδόξασται Θεὸς ἐν τοῖς ὁρίοις Ἰσραήλ. Ἰστέον δὲ, ὅτι καὶ κατὰ τὸν ἐσώτατον νοῦν, κἂν εἰ ἐν προσκρούσει γένοιντό τινες τῶν εἰδότων Θεὸν, κἂν εἰ παι- δεύοιντο δι' ἁμαρτίας, ἀλλ' οὖν οὐκ εἰσάπαν αὐτοὺς ἀπο- λέσθαι συμβαίνει. κατοικτείρει δὲ Θεὸς παιδεύσας ἀρκούν- τως, καὶ ἀνακομίζει πάλιν πρὸς εὐθυμίαν. τοῖς δέ γε τὸ γήϊνον ἀγαπῶσι φρόνημα, καὶ εἰς μόνα βλέπουσι τὰ σαρκὸς, μάχεται διηνεκῶς καὶ τῆς ἐπ' αὐτοῖς ὀργῆς παρατενεῖ τοὺς χρόνους· "Κληθήσεται γὰρ αὐτοῖς, φησὶν, ὅρια ἀνόμων καὶ "λαὸς ἐφ' ὃν 496 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. παρατέτακται Κύριος ἕως τοῦ αἰῶνος." 9Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ φοβηθήσεται. καὶ εἰ πατὴρ ἐγώ εἰμι, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φοβούμενός με; λέγει Κύριος Παντο- κράτωρ.9 Ἔξω τοῦ καθήκοντος ἰόντας λόγου, καὶ ὧν ἥκιστα ἐχρῆν ἀφειδεῖν ᾑρημένους, ἀποφαίνει πανταχῆ. τοῖς μὲν γὰρ ἐπιεικέσι τῶν υἱῶν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ μετα- ποιεῖσθαι σφόδρα τῆς τοῦ φύσαντος δόξης, ἵνα καὶ εὐ- κλεεστάτου πατρὸς ὀνομάζηται τέκνον. εἰ δὲ δή τις εἴη καὶ οἰκέτης γνήσιος, περιφανῆ που πάντως καὶ διαβόητον 2.556 τὸν οἰκεῖον εὔξεται γενέσθαι δεσπότην, οὐκ ἄσημον εἶναι καὶ πεπατημένον. μεθέξει γὰρ οὕτω καὶ αὐτὸς τῆς ἔν γε τούτοις εὐημερίας, καύχημά τε τὸ χρῆμα ποιήσεται, καὶ θυμηδίας τῆς ἀνωτάτω λογιεῖται πρόφασιν. ὑμεῖς δὲ, φησὶν, ὡς πατέρα δοξάζειν ὀφείλοντες, δεδιέναι δὲ καὶ ὡς δεσπότην, κατ' ἄμφω τοῦ πρέποντος οὐ μετρίως διημαρτηκότες ἁλώ- σεσθε, μήτε ὡς πατρὶ τὴν δόξαν, μήτε μὴν ὡς δεσπότῃ τὸν φόβον ἀνάπτοντες. ποῦ γὰρ ἡ δόξα μου; ποῦ δὲ ὁ φόβος, εἰ μηδὲν τῶν εἰς δόξαν ὁρώντων τὴν ἐμὴν ἀνέχεσθε δρᾶν, μήτε μὴν τὸ κολάζεσθαι δεδιότες, τοῖς δεσποτικοῖς εἴκετε νόμοις; ἔφη τι τοιοῦτον καὶ διὰ φωνῆς Ἡσαΐου "Ἄκουε "οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν Υἱοὺς "ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν." Χρὴ τοίνυν ἡμᾶς τὰ εἰς δόξαν Θεοῦ ζητεῖν, καὶ μὴν καὶ ἐπείγεσθαι κατορθοῦν, τὸ γεγραμμένον εἰδότας "Ζῶ "ἐγὼ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ "ὁ ἐξουθενῶν με ἐξουδενωθήσεται." δοξασθήσεται δὲ πρὸς ἡμῶν ὡς πατὴρ ὁ τῶν ὅλων Θεὸς, οὐχὶ τὸ αὐτοῖς ἡμῖν ἡδύ τε καὶ φίλον ἀποπεραίνειν ἐσπουδακότων· ἀνατεθεικότων δὲ μᾶλλον αὐτῷ τὸν νοῦν καὶ τοῖς αὐτοῦ νεύμασιν ἑπομένων πανταχοῦ. φοβηθησόμεθα δὲ καὶ ὡς Κύριον, τὴν εἰς φαυλό- τητα ῥοπὴν ἀνακόπτοντες αἰδοῖ τοῦ προσκρούειν αὐτῷ, καὶ τὸν ἐπὶ τοῦ θείου βήματος εὐνοοῦντες ἔλεγχον. "Τοὺς γὰρ "πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος "τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, "πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον." 9Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου, καὶ εἴπατε Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου; προσάγοντες πρὸς τὸ θυσιαστήριόν 2.557 μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε Ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστι, καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα.9 Ἐπαιτιᾶται σφόδρα τῶν Ἰουδαίων τὸ ῥᾴθυμον, οἷς καὶ ὁ νόμος ἐπιφωνεῖ τό "Εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ." ἕψεται γὰρ ὡς ἐπίπαν ταῖς τῶν ἡγου
Malachi Tomos 1 rem close CLOSEOUT§malachi-t1-rem-close
malachi-t1-rem-closeRem CLOSEOUT: Malachi Tomos 1 CLOSEOUT.
Greek · §malachi-t1-rem-close
μένων ἐπιεικείαις ἡ ὑπὸ χεῖρα πληθὺς, ἀδικεῖται δὲ οὐ μετρίως, ὅταν ἴδῃ κατη- μεληκότας τῆς πρὸς Θεὸν αἰδοῦς. συγκαθίσταται γὰρ εὐθὺς καὶ συναῤῥωστεῖ τὸ ῥᾴθυμον εἰς εὐλάβειαν καὶ τῇ τῶν καθηγητῶν ὑπτιώσει συμπλάττεται. ὅτι δέ ἐστιν ἀληθὴς ὁ λόγος, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεός "Ὅτι οἱ "ποιμένες ἠφρονεύσαντο καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν, "διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν." οὐκοῦν ὡς ἐπίπαν οἱ τῶν θείων μυστηρίων ἱερουργοὶ πρό- φασις εὑρίσκονται τοῖς ἄλλοις εὐδοκίμου μὲν ζωῆς, εἴπερ ἕλοιντο διαβιοῦν ὀρθῶς, καὶ καθ' ὃν προσήκει τρόπον Θεῷ τὸ σέβας ἀνάπτειν· αἰσχρῶν δὲ καὶ βδελυρῶν ἐπιτηδευ- μάτων, εἰ πρό γε τῶν ἄλλων οὗτοι τὰ τοιάδε τῶν κακῶν εὑρίσκοιντο κατηῤῥωστηκότες. ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος τοῖς τελοῦσι διδασκαλίας ἐπεφώνει σοφῶς, ὅτι προσῆκεν αὐτοὺς τύπους γενέσθαι τοῖς ποιμνίοις. ὑμεῖς ἐστε τοίνυν, φησὶν, οἱ τοῖς τῆς ἱερωσύνης αὐχήμασι διαπρέποντες, οἱ φαυλιζοντες τὸ ὄνομά μου. κἂν εἰ βούλεσθε μαθεῖν τοῦ φαυλισμοῦ τὸν τρόπον, ἀκούσεσθε διακεκραγότος Ἐν τῷ προσφέρειν ὑμᾶς εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους. εἰ δὲ δὴ λέγοιτε καὶ πρὸς τοῦτο πάλιν Τίνα δὴ τρόπον ἠλισγήσαμεν αὐτούς; ἐρῶ πρὸς ὑμᾶς Ὡς οἴεσθε μὲν ἴσως, 2.558 μᾶλλον δὲ καὶ αὐτοῖς βοᾶτε πράγμασιν, ὅτι Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστὶ καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα. Ἐπειδὴ δὲ ἕκαστα τῶν εἰρημένων ἀναμηρύσασθαι χρὴ καὶ 497 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. διερμηνεῦσαι σαφῶς, φέρε λέγωμεν, τί ποτε ἄρα βού- λεται δηλοῦν ὁ ἄρτος ὁ ἠλισγημένος. ἠλισγημένον μὲν οὖν τὸν μεμολυσμένον καὶ ἀκάθαρτον ὀνομάζει. εἰδέναι δὲ ἀναγ- καῖον, ὅτι κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν ἐπὶ ταῖς τελου- μέναις θυσίαις καὶ ἄρτοι προσεκομίζοντο· πλὴν ἄζυμοί τε καὶ καθαροί· μόνην δὲ τὴν τῆς αἰνέσεως θυσίαν ἐπ' ἄρτοις ζυμίταις τελεῖσθαι προστέταχε. καὶ τίς ὁ περὶ τούτων μυστικὸς ἂν γένοιτο λόγος, ἀποχρώντως ἐν ἑτέροις εἰρή- καμεν· ἀφηγήσομαι δὲ καὶ νῦν ἐν ἐπιδρομῇ, ὡς ἂν μὴ δοκοίην ὀκνηρὸς εἶναί τις ἔν γε τοῖς οὕτω λυσιτελεστάτοις. οὐκοῦν ὁ μὲν ἄζυμος ἄρτος σημεῖον ἂν γένοιτο ζωῆς τῆς ἀζύμου καὶ καθαρᾶς. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐν πίστει δεδικαιωμένοις ἐπιστέλλει λέγων "Ὥστε ἑορτάζωμεν "μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, "ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας." καὶ πάλιν "̓Εκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, "καθὼς καί ἐστε ἄζυμοι." παρεγγυᾷ δὲ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις οὕτω λέγων "Προσέχετε ἀπὸ τῆς ζύμης τῶν "Φαρισαίων καὶ Σαδδουκαίων." οὐκοῦν καθαρᾶς καὶ ἡγιασ- μένης καὶ ἀζύμου ζωῆς σημεῖον ὁ ἄρτος. προσεκόμιζον τοίνυν ἀνθ' ἑαυτῶν ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς οἱ προσάγοντες ἄρτους τε ἀζύμους καὶ λαμβάνοντες καὶ ἄζυμα κατὰ τὸν νόμον. Ἐπειδὴ δὲ καὶ τοὺς ἔτι κατηχουμένους, καὶ οὔπω τὴν ἁμαρτίαν ἐκνενιμμένους διὰ τοῦ ἁγίου βαπτίσματος οὐκ ἐκπέμπομεν τῶν ἐκκλησιῶν δοξολογοῦντες Θεὸν, ποιούμεθα δὲ μᾶλλον κοινωνοὺς, τὴν τῆς αἰνέσεως πληροῦντες θυσίαν, 2.559 ταύτῃτοί φησι καὶ ὁ νόμος "ἐπ' ἄρτοις ζυμίταις" χρῆναι δρᾶν αὐτοὺς, ἄρτον ζυμίτην λέγων αἰνιγματωδῶς τὸν οὔπω κεκαθαρμένον, ὡς ἔφην, διὰ τοῦ ἁγίου βαπτίσματος, ἔχοντα δὲ ὥσπερ τινὰ ζύμην ἐν ἑαυτῷ τὰ τῆς ἀρχαίας φαυλότητος λείψανα. Ὑμεῖς οὖν φησιν οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου διὰ τὸ προσφέρειν εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγη- μένους. χρὴ τοιγαροῦν φροντίδα ποιεῖσθαι πολλὴν τοὺς τὴν θείαν ἔχοντας ἱερωσύνην, μὴ ἄρα τι δρῷτο τοιοῦτον ἐν ἐκκλησίαις· εἰδέναι τε, ὅτι ἡ μὲν ἀκριβὴς ἐπιτήρησις εὐφρανεῖ Θεὸν, καταλυπήσει δὲ λίαν τὸ ῥᾳθυμεῖν ἑλέσθαι καὶ ἀμελεῖν τῶν οὕτω σεπτῶν· ὅτι γὰρ οὐκ ἀζήμιον τοῖς ὑπτιουμένοις τὸ πρᾶγμα, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ἀκουόντων ἐκείνων Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου; φαύλισμα γὰρ ὥσπερ εἰς Θεὸν τῶν ἱερέων τὸ ῥᾴθυμον, καὶ εἰς τὴν αὐτῷ πρέπουσάν τε καὶ ὀφειλομένην δόξαν ἀναφέρεται τὸ πλημ- μέλημα. 9∆ιότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄῤῥωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεταί σε, εἰ λήψεται πρόσ- ωπόν σου, λέγει Κύριος Παντοκράτωρ.9 Μωμοσκοπεῖν τοῦ νόμου τὰ ἱερεῖα προστάττοντος, καὶ ἀπόβλητον μὲν ποιεῖσθαι τὰ ἔμπηρα, καθιεροῦν δὲ τὰ ἄμωμα, προσεκόμιζον τῷ θυσιαστηρίῳ κατ' ἐκεῖνο τοῦ καιροῦ χύδην καὶ ἀδιακρίτως, καὶ τῆς μὲν προσηκούσης τῷ Θεῷ δόξης ὀλίγος ἦν παντελῶς ὁ λόγος· φροντὶς δὲ λίαν ἐσπου- 2.560 δασμένη, τὸ πλεῖστά τε ὅσα συναγείρειν θύματα, καὶ κρεῶν ἀφθονίαν οἴκοι τε ἔχειν καὶ ἐν αὐτῇ που τάχα τῇ ἁγίᾳ σκηνῇ. ἆρ' οὖν, ὦ τοῦ νόμου φύλακες, εἰ προσάγει τις τυφλὸν εἰς θυσίαν, οὐ κακὸν τὸ θῦμα; εἰ δὲ δὴ καὶ χωλὸν ἢ ἄῤῥωστον, τὸν τῆς ἐμπηρίας διαφεύξεται μῶμον; οὐ γὰρ δὴ καὶ τὰ τοιάδε λογιεῖσθε κακὰ καὶ πρὸς θυσίαν οὐκ ἐπιτήδεια; ἀλλ' εἴπερ οἴεσθε κατὰ σφᾶς οὐχ ὧδε ἔχειν, ἀποφερέτω τις αὐτὰ ξένιον καὶ ἐν δώρου τάξει τῶν καθηγητῶν ἑνί. ἀλλ' οὐκ ἂν προσδέξαιτο φησὶν, οὐδ' ἂν τὸ τοῦ προσκομίζοντος πρόσωπον αἰδεσθεὶς, οἰστὸν τὸ χρῆμα ποιήσαιτο, χαλεπανεῖ δὲ λίαν ὡς ὑβρισμένος. Ἔστι τοίνυν τῶν ἄγαν ἐκτοπωτάτων, Θεῷ προσφέρειν ἀποτολμᾶν, ἃ μηδ' ἂν εἷς τῶν καθ' ὑμᾶς ἕλοιτο λαβεῖν· πολὺ δὲ τοῦτο παρ' ἡμῖν τὸ πλημμέλημα. εἰ γάρ τι μέλ- λοιμεν προσκομίζειν Θεῷ, ὧν ἂν ἔχοιμεν τὰ αἰσχίω καὶ δεύτερα ζητοῦμεν οἱ τάλανες, οὐκ ἐννοοῦντες, ὅτι τὴν Καῒν θυσίαν οὐκ ἐποιεῖτο δεκτὴν, ὅτι προσεκόμιζε μὲν ὀρθῶς, διεῖλε δὲ οὐκ ὀρθῶς, ἑαυτῷ μὲν τὰ πρῶτα καὶ 498 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐξαίρετα τετηρηκὼς, τιμᾶν δὲ νομίσας τοῖς δευτέροις Θεόν. ἀλλ' οὐ προσέσχεν αὐτοῦ ταῖς θυσίαις ὁ τῶν ὅλων Θεός. οὐ γὰρ λογιεῖται τιμὴν τῶν προσφερόντων τὸ ῥᾴθυμον. Ἀπαράδεκτα γεμὴν ὁ νόμος εἰς θυσίαν ἐποιεῖτο τὰ τυφλὰ τῶν θρεμμάτων, καὶ μὴν τὰ χωλά τε καὶ ἄῤῥωστα, τοῦ μὲν τυφλοῦ σημαίνοντος αἰνιγματωδῶς τοὺς τὸν θεῖον οὐκ ἔχοντας ὀφθαλμὸν ἐν καρδίᾳ· τοῦ δὲ χωλοῦ τοὺς οὐκ εἰδότας ὀρθο- ποδεῖν ἐν ἀγαθοεργίαις· τοῦ γεμὴν ἀῤῥώστου τοὺς μὴ λίαν εὐσθενῶς, ἐκλύτως δὲ ὥσπερ καὶ κατημελημένως τὴν ὑπὸ Θεοῦ πληροῦντας δουλείαν. ἔφη δέ που καὶ διὰ φωνῆς προφήτου "Οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς." χρὴ τοιγαροῦν ἡμᾶς πεφωτισμένον μὲν ἔχειν τὸν νοῦν, 2.561 ὀρθοποδοῦντα δὲ καὶ ἰσχύοντα. τότε γὰρ ἐσόμεθα δεκτοὶ τῷ Κυρίῳ καὶ ἱεροὶ παρὰ τῷ φιλανθρώπῳ Θεῷ. 9Καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ὑμῶν λέγει Κύριος Παντοκράτωρ, καὶ δεήθητε αὐτοῦ· ἐν χερσὶν ὑμῶν γέγονε ταῦτα· εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν, λέγει Κύριος Παντοκράτωρ.9 Καλεῖ πρὸς μετάγνωσιν τοὺς ἠσεβηκότας, καὶ τὴν ἐπὶ τοῖς πεπαρῳνημένοις ὀργὴν προαποσείσασθαι δεῖν εὖ μάλα φησὶ ταῖς εἰς τὰ ἀμείνω μεταβολαῖς. καὶ γάρ ἐστιν ἀγαθὸς καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους, καὶ ἰώμενος τὸ συντετριμ- μένον, καὶ ἐπιστρέφων τὸ πεπλανημένον. λέγων δὲ τό Ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ἡμῶν, ὑπεμφήνειεν ἂν, καὶ μάλα εἰκότως, ὡς ἀποστρέφεται Θεὸς τοὺς προσκρούειν αὐτῷ μὴ παραιτουμένους, καὶ ὅτι τῶν μὴ ζητούντω
Twelve Prophets Malachi Tomos 2 opening§malachi-t2-open
malachi-t2-openMalachi Tomos 2.
Malachi Tomos 2: messenger of the covenant; Elijah before the Day SERIES CLOSEOUT.
Greek · §malachi-t2-open
ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ. Οἱ παροξύνοντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶν, καὶ εἴπατε Ἐν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς Πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε, καὶ ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;9 Φθάσας ἔφην, ὡς οὐ καθ' ἕνα τρόπον, κατὰ πολλοὺς δὲ μᾶλλον ὁ τῶν ὅλων Θεὸς ἐπὶ τοὺς ἐξ αἵματος τοῦ Λευὶ κατεπικραίνετο. καὶ ταῖς τῶν ἱερουργῶν ῥᾳθυμίαις ἐπισκή- πτων ἔφασκε "Καὶ εἰσεφέρετε τὰ ἁρπάγματα καὶ τὰ χωλὰ "καὶ τὰ ἐνοχλούμενα," προσεπῆγεν δὲ τούτοις "Καὶ ἐλαμ- "βάνετε πρόσωπα ἐν νόμῳ." τιμῶντες γὰρ οὐ κατὰ τὸ εἰκὸς, καὶ δι' αἰδοῦς ἀκαίρου ποιούμενοι τῶν προσιόντων τινὰς, κατεδίκαζον οὐχ ὁσίως τοὺς ἀσθενεστέρους, καὶ πλεονεξίας ἐπῆγόν τισιν, οὐ τὰ δίκαια κρίνοντες, κατά γε τὸν νόμον, ἀλλ' ἑτεραχθῆ καὶ ἄνισον τὴν ψῆφον ἐκφέροντες· ἢ τάχα που καὶ διαρπάζοντες τοὺς οὐδαμόθεν αὐτῇ προσήκοντας κλήρους· ἐφηδόμενοι δὲ καὶ δωροδοκίαις, καὶ ταῖς τῆς ἱερω- 2.593 σύνης τιμαῖς κατακεχρημένοι, καὶ τῶν ὑπὸ χεῖρα κατεπαιρό- μενοι. ταύτην ἔχοντας τοῦ βίου τὴν ἀγωγὴν τὴν οὕτω δυσκλεᾶ καὶ ἐκνομωτάτην, καταθεώμενοί τινες τῶν τὰς ἀδι- κίας ὑπομεμενηκότων, μονονουχὶ καὶ τεθήπεσαν. οὐ γὰρ ἦν τις ἐπ' αὐτοῖς ἐπίπληξις παρὰ Θεοῦ, καὶ τὰ ἐξ ὀργῆς ἔσθ' ὅτε συμβαίνοντα τοῖς εἰωθόσι καταφρονεῖν· ἦσαν δὲ μᾶλλον ἐν εὐπαθείαις καὶ τρυφαῖς. πρὸς δὴ τὰ τοιαῦτα δεδυσφορηκότες, καὶ τὴν ἀσύγκριτον ἡμερότητα τοῦ Θεοῦ τάχα που λοιπὸν εἰς νοῦν ἔχειν οὐκ ἀνεχόμενοι, μονονουχὶ καὶ κατακεκράγασιν ἐκ μικροψυχίας λέγοντες Πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον αὐτοῦ καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, τουτέστι, τάχα που καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ ὁ τῶν πονηρῶν ἐργάτης· ἐφήδεται δὲ τοῖς οὕτως αἰσχρῶς διαβιοῦν ᾑρημένοις. εἰ γὰρ μὴ τοῦτο, φασὶν, ἀληθὲς, ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης; ἔδει γὰρ ἔδει τῆς δικαιοσύνης τὸν πρύτανιν μὴ τοσοῦτον ἀνεξικακῆσαι πλεονεκτοῦσιν ἱερουργοῖς, καὶ καταμιαίνουσι τὸ θυσιαστήριον, ἄδικά τε καὶ ἀνόσια καὶ τὰ ἔξω νόμου δρᾶν ὅτι μάλιστα διεσπου- δακόσι. καὶ ταυτὶ μὲν εἶεν ἂν τῆς ἐπισυμβάσης αὐτοῖς μικροψυχίας ἐγκλήματα. ἰστέον δὲ ὅτι, κατά γε τὴν τῶν προκειμένων δύναμιν, παροτρύνουσι τὸν Θεὸν οἱ ταῖς οὕτως ἀπαιδεύτοις κεχρημένοι φωναῖς. μονονουχὶ γὰρ καὶ ἐπιτιμᾶν ἐγνώκασιν ἀνεξικακοῦντι Θεῷ, περιμένοντί τε, καὶ μάλα χρηστῶς, τῶν πεπλανημένων τὴν ἐπιστροφὴν καὶ τῶν εἰς ἁμαρτίαν ὠλισθηκότων τὴν εἰς τὰ ἀμείνω μεταστροφήν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς ὀκνοῦσί τε καὶ ἀνα- δυομένοις ἔτι τὴν μετάγνωσιν ἐπετίμα λέγων "Ἢ 511 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῦ "πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς "μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ "Θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά 2.594 "σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν "ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ "Θεοῦ." οὐκοῦν προσκρούουσι μὲν πάντη τε καὶ πάντως οἱ ταῖς οὕτω ψυχραῖς ὀλιγοψυχίαις ἡττώμενοι καὶ ἀχάλινον ἐπὶ Θεῷ τὴν γλῶτταν ἀνέντες, ἔνοχοι δὲ πλημμελείας εἶεν ἂν οἱ τῆς ἀῤῥωστίας αὐτοῖς διδόντες τὰς ἀφορμάς. Χρὴ οὖν ἄρα διαζῆν ἁγίως καὶ ὀρθοποδεῖν ἐν Ἐκκλησίᾳ τοὺς ἀπολέκτους ἱερουργοὺς, ἤτοι τοὺς κεκλημένους εἰς ἱερω- σύνην. ἔσονται γὰρ οὕτως εἰς ὑποτύπωσιν εὐκοσμίας καὶ ἁπάσης ἀρετῆς τοῖς ὑπὸ χεῖρα λαοῖς, οἳ καὶ τὸν τῶν ὅλων καταγεραίρουσι Θεὸν, τῆς τῶν ἱερέων πολιτείας τὸ λαμπρὸν καὶ ἐξαίρετον καταθεώμενοι κάλλος. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς ὀρθῶς εἰρημένον "Λαμψάτω "τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ "καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν "ἐν τοῖς οὐρανοῖς." ὥσπερ γὰρ σκανδαλίζονται λαοὶ, ζῆν ἑλομένων ἐκτόπως τῶν ἱερουργῶν· οὕτω πλείστην τε ὅσην καὶ λίαν ἀμφιλαφῆ κερδανοῦσι τὴν ὄνησιν, εἰ δήπου θεάσαιντο πληροῦντας τὸ ἀγαθὸν, καὶ διαζῆν ῃ
Malachi Tomos 2 rem early§malachi-t2-rem-early
malachi-t2-rem-earlyRem early: Malachi Tomos 2; historia and theoria toward Christ.
Greek · §malachi-t2-rem-early
̔ρημένους ὡς ἀρέσκει Θεῷ. 9Ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε.9 Φασκόντων ἐκείνων Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης, εὐαφόρμως λίαν ἐπὶ τὸ Χριστοῦ μυστήριον ὁ τῆς προκει- 2.595 μένης ἡμῖν προφητείας μεταπεφοίτηκε λόγος. γέγονε γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουὴλ "δικαιοσύνη "τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις," καὶ ῥύπου παντὸς ἀποκάθαρσις, καὶ ἁμαρτιῶν ἀπόθεσις, καὶ τῶν αἰσχιόνων ἀποβολὴ, καὶ ὁδὸς εἰς τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ θύρα τις ὥσπερ καὶ ἀπαγωγὴ πρὸς ζωὴν αἰώνιον, πᾶσά τε δι' αὐτοῦ γέγονεν ἐπανόρθωσις, καὶ πλεονεξίας ἀνατροπὴ καὶ δικαιοσύνης εὕρεσις· καὶ τί γὰρ οὐχὶ τῶν τεθαυμασμένων δι' αὐτοῦ πεπλουτήκαμεν; ἰδοὺ τοίνυν φησὶν ἀποστελῶ τὸν ἄγ- γελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου. ἔοικε δὲ διὰ τούτων τῆς τοῦ ἁγίου Βαπτιστοῦ λειτουργίας ποιεῖσθαι προαναφώνησιν. ἔφη γάρ που καὶ αὐτὸς ὁ Χριστός "Οὗτός "ἐστι περὶ οὗ γέγραπται Ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν "μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου "ἔμπροσθέν σου." οὕτως ἡμῖν αὐτὸν καὶ ὁ θεσπέσιος Ἡσαΐας ἐσήμηνε λέγων "Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ "̔Ετοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους "τοῦ Θεοῦ ἡμῶν." οὗ δὴ γεγονότος, φησὶ, καὶ προδεδραμη- κότος βραχὺ τοῦ ἀγγέλλειν τὰ τοιάδε προστεταγμένου, Ἐξαίφνης ἥξει φησὶν εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε· διϊσχυρίζεται δὲ καὶ ὁ μακάριος Ἰωάννης, λέγων τοῖς ἐρχομένοις ἐπὶ τὸ τῆς μετανοίας βάπτισμα "Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται "δὲ ὀπίσω μου ἀνὴρ οὗ οὐκ εἰμὶ ἱκανὸς ἵνα κύψας λύσω "τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ· ἐκεῖνος ὑμᾶς βαπτίσει "ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί." συνίης οὖν, ὅπως κατόπιν εὐθὺς καὶ μονονουχὶ κατὰ πόδας τοῦ προαγγέλλοντος ἐβά- διζεν ὁ Χριστὸς, ἑαυτὸν ἐμφανῆ καθιστὰς τοῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ οἷον ἐξαίφνης καὶ ἀδοκήτως ἐπιφαινόμενος. 2.596 ἄγγελον γεμὴν ὠνομᾶσθαί φαμεν τὸν θεσπέσιον Βαπτιστὴν, οὐ διά γε τὴν φύσιν· γεγέννητο γὰρ ἐκ γυναικὸς, καὶ ἦν ἄνθρωπος καθ' ἡμᾶς· ἀλλ' ὅτι τὴν τοῦ τὰ τοιάδε διακηρύτ- τειν καὶ ἀπαγγέλλειν ἡμῖν ἐγκεχείρισται λειτουργίαν. οὐκοῦν ἀπὸ τοῦ πράγματος ἡ κλῆσις, καὶ οὐκ οὐσίας ἄγγελου ἔσται σημαντική. Ἥξειν γεμὴν αὐτὸν εἰς τὸν ναὸν αὐτοῦ φησιν, ἢ ὅτι γέγονε σὰρξ ὁ Λόγος, καὶ κατῴκησε, καθάπερ ἐν ναῷ, τῷ ἐκ τῆς ἁγίας παρθένου πανάγνῳ σώματι· ἤγουν ἀνθρώπῳ τελείῳ, τῷ ἐκ ψυχῆς λέγω καὶ σώματος, ἀμέσως τε καὶ οἰκονομικῶς ἡνῶσθαι πεπιστευμένῳ. ἢ ναὸν ἁπλῶς ὀνομάζει τὴν οἷον ἱερὰν καὶ ἀνακειμένην αὐτῷ πόλιν, δῆλον δὲ ὅτι τὴν Ἱερου- 512 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. σαλήμ· ἤγουν ὡς ἐν τύπῳ τῷ πρὸς ἐκείνην τὴν Ἐκκλησίαν. ἐποιεῖτο δὲ τῆς ἑαυτοῦ παρουσίας τὴν ἀνάῤῥησιν πολυτρόπως τερατουργῶν, "κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ "θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ," καθὰ γέγραπται. ἥξει τοίνυν φησὶν ὁ Κύριος ὃν ὑμεῖς ζητεῖτε, λέγοντες ἐκ μικροψυχίας "Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιο- "σύνης;" ἥξει δὲ διδάσκων τὰ ὑπὲρ νόμον καὶ τὰ ἐπέκεινα σκιᾶς καὶ τύπων. ἔσται γὰρ διαθήκης ἄγγελος τῆς πάλαι προηγγελμένης διὰ φωνῆς τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ που πρὸς τὸν ἱεροφάντην Μωυσέα "Προφήτην αὐτοῖς ἀνα- "στήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς "λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ "πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ." ὅτι δὲ καινῆς διαθήκης ἄγ- γελος ἦν ὁ Χριστὸς, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος Ἡσαΐας περὶ αὐτοῦ "Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμενην δόλῳ καὶ "ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν εἰ "ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς "καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται 2.597 "τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος," δῆλον δὲ ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρός. τοιγάρτοι καὶ ἔφασκεν "Ἀπ' "ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι "ἐντολὴν ἔδωκε τί εἴπω, καὶ τί λαλήσω." οὐ γὰρ ἦν ἀνθρώπινος τοῦ Σωτῆρος ὁ λόγος, ἀλλ' ὡς ἐκ Θεοῦ καὶ Πατρὸς δι' Υἱοῦ τοῦ κατὰ φύσιν γέγονε πρὸς ἡμᾶς· Λόγος γάρ ἐστι τοῦ γεγεννηκότος αὐτόν· καὶ πιστώσεται λέγων διὰ φωνῆς τοῦ ∆αυείδ "Ἐξηρεύξατο ἡ καρδία μου λόγον "ἀγαθόν." 9Ἰδοὺ ἔρχεται, λέγει Κύριος Παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;9 Ὅμοιον τούτῳ καὶ μάλα προσεοικὸς τὸ διὰ φωνῆς Ἡσαΐου "̓Ισχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα, "παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ "φοβεῖσθε· ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βρα- "χίων μετὰ κυρείας." ὡς γὰρ αὐτὸν δὴ μάλα παρεσόμενον, μᾶλλον δὲ καὶ ἤδη παρόντα καταδεικνὺς, ἀποφαίνεται σαφῶς, ὅτι καὶ ὁ τῆς ἐπιδημίας αὐτοῦ τῆς ἐν τῷδε τῷ κόσμῳ καιρὸς, οὐκ εἰς ἀνάβλησιν ἔσται μακράν. ὅτι δὲ τῆς οἰκονομίας ἡ δύναμις οὐκ εὐκαταφρόνητος ἔσται τισὶν, οὐδ' ἂν γένοιτο τοῖς ἀπειθοῦσιν οἰστὴ, διδάσκει λέγων Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; καὶ εἴσοδον μὲν ὀνομάζει τὴν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς εἰσβολὴν τοῦ Μονογενοῦς· ὀπτασίαν δὲ τὴν οἷον ἐμφάνειαν. ἄορατος γὰρ κατὰ φύσιν ὑπάρχων ὡς Θεὸς, γέγονεν ἐμ- φανὴς, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών. προανακεκράγει δὲ τοῦτο σαφῶς καὶ ὁ μελῳδὸς ἐν πνεύματι λέγων "Ὁ Θεὸς 2.598 "ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται." "Γέγονε γὰρ σὰρξ ὁ Λόγος," καθά φησιν ὁ θεσπέσιος Ἰω- άννης, "καὶ ἐσκήνωσεν ἐν ἡμῖν," καὶ ἐν δούλου γέγονε μορφῇ. καὶ "τοῖς μὲν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ" φορτικὸς μὲν οὐδαμῶς· γέγονε δὲ μᾶλλον ἤπιός τε καὶ πρᾶος, καὶ ζωῆς τῆς εἰς αἰῶνα δοτήρ. ἔφη δέ που περὶ αὐτοῦ καὶ ὁ Θεὸς καὶ Πατήρ "Ἰδοὺ συνήσει ὁ παῖς μου ὁ "ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, "οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντε- "θλασμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει· "ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν." πλὴν τοῖς ἀτιμάζουσι τὴν δι' αὐτοῦ σωτηρίαν, καὶ τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένοις, συνέβη παθεῖν τὰ πάντων αἴσχιστα τῶν κακῶν· διολώλασι γὰρ οἱ τάλανες. τοιγάρτοι καὶ ἔφασκε ταῖς Ἰουδαίων ἀγέλαις "Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ "πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀπο- "θανεῖσθε." ἔφη δέ που καὶ ὁ Ἰωάννης "Ὁ πιστεύων εἰς "αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι "μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ." προσ- εφώνει δὲ καὶ ὁ βαπτιστὴς τοῖς ἐξ Ἰσραήλ "Ἤδη δὲ καὶ ἡ "ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον "μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλ- "λεται." οὐκοῦν τοῖς μὲν ἀπειθοῦσιν ἀφόρητος καὶ οὐ λίαν οἰστὸς, τῆς τε εἰσόδου καὶ τῆς ὀπτασίας αὐτοῦ γέγονεν ὁ καιρός. ἠλέγχοντο γὰρ, ὡς αὐτοὶ τὰς 513 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. σφῶν διολλύντες ψυχὰς, καὶ ταῖς ἑαυτῶν ἁμαρτίαις ἐντεθνηξόμενοι, διά τοι τὸ μὴ ἑλέσθαι φρονεῖν ὀρθῶς, προσήκασθαί τε εἰς νοῦν καὶ καρδίαν τὴν διὰ πίστεως κάθαρσιν. τίς τοίνυν φησὶν ὑπο- μενεῖ
Malachi Tomos 2 rem mid§malachi-t2-rem-mid
malachi-t2-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §malachi-t2-rem-mid
ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; τουτέστι, τίς δὴ ἄρα τοσοῦτον ἔσται δεινός τε καὶ 2.599 ἀπηνὴς, ὡς ἐν καιρῷ καὶ ἡμέρᾳ τῆς εἰς τὸν κόσμον εἰσβολῆς αὐτοῦ· δῆλον δὲ ὅτι τῆς μετὰ σαρκὸς, δι' ἧς ἂν γένοιτο καὶ ἁπτὸς, ἤγουν ὁρατὸς· ὑποστῆναί τε καὶ ἀθραύστως ἔχειν; κολασθήσεται γὰρ πάντη τε καὶ πάντως, καὶ πικρὰς τῆς ἀπονοίας ἀποτιεῖ δίκας. 9∆ιότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον, καὶ καθαριεῖ τοὺς υἱοὺς Λευὶ καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον.9 Πεποίηται μὲν ἐν τούτοις ὡς ἐξ ὁμοιότητος τῶν καθ' ἡμᾶς πραγμάτων ὁ λόγος, ἀπόῤῥητον δὲ μυστηρίου δήλωσιν εἰσκο- μίσειεν ἂν τοῖς νουνεχεστέροις. ἀργύρου μὲν γὰρ καὶ χρυσοῦ ποιοῦνται δοκιμασίαν οἱ ταῦτα σοφοὶ, πυρὶ κατατήκοντες πᾶν ὅσον ἐν αὐτοῖς ἐστι κίβδηλόν τε καὶ ἀκαλλέστατον. πῦρ δὲ τὸ θεῖον καὶ οὐρανόθεν, τουτέστιν ἡ διὰ τοῦ Ἁγίου Πνεύ- ματος χάρις, καθ' ἣν ἂν γένοιτο καὶ ζῶντας ἡμᾶς ἀποτε- λεῖσθαι τῷ πνεύματι, ὅταν εἰς νοῦν καθίκοιτο καὶ καρδίαν, ἐνιέντος Χριστοῦ, τότε δὴ τότε πάντα μὲν τὸν ἐξ ἁμαρτίας διασμήχει ῥύπον, καὶ τὸν ἐκ τῶν ἤδη προεπταισμένων δαπανᾷ μολυσμόν· κεκαθαρμένους τε οὕτω καὶ δοκιμωτάτους τοὺς ἔχοντας ἀποτελεῖ, καὶ μονονουχὶ μεταχαλκεύει νοητῶς πρὸς καινότητα ζωῆς, καὶ σκεύη λοιπὸν ἀποφαίνει λαμπρὰ καὶ ἡγιασμένα, καὶ εἰς τιμὴν κατεσκευασμένα, οἰκίᾳ τε τῇ μεγάλῃ χρήσιμα, τουτέστι τῇ Ἐκκλησίᾳ. τοῦτο δὴ τὸ θεῖόν τε καὶ νοητὸν κατεσήμανε πῦρ ὁ θεσπέσιος Ἰωάννης, λέγων "Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται δὲ ὀπίσω μου 2.600 "ἀνὴρ οὗ οὐκ εἰμὶ ἱκανὸς ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν "ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι "̔Αγίῳ καὶ πυρί." μεμνήμεθα δὲ καὶ αὐτοῦ λέγοντος Χρι- στοῦ "Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη "ἀνήφθη;" οὐκοῦν, ἐπείπερ οἱ ἐξ αἵματος Ἰσραὴλ τῆς τῶν Λευιτῶν ἀκαθαρσίας, εἴτουν ἀδικίας, οὐ μετρίαν ἐποιοῦντο τὴν καταβοὴν, μᾶλλον δὲ δι' ἐκείνους παροτρύνοντες διετέ- λουν τὸν τῶν ὅλων Θεὸν, παλίμφημά τε λαλοῦντές τινα καὶ ἀποτολμῶντες λέγειν "Πᾶς ποιῶν πονηρὸν, καλὸν "ἐνώπιον αὐτοῦ, καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ "ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;" προαγορεύει χρησίμως, ὅτι κατὰ καιροὺς ἐπιλάμψει Χριστὸς, ὁ πᾶσαν ἡμῶν τὴν ἁμαρτίαν ἐκ μέσου τιθεὶς, καὶ πανάγνους ἀποτελῶν τοὺς ἰδίους ἱερουργοὺς, καὶ οἷον χρυσὸν ἢ ἄργυρον ἐν πυρὶ δοκιμάζων αὐτοὺς, ἤτοι δοκίμους ἀποτελῶν καὶ λελαμ- πρυσμένους. Τοιοῦτοι γὰρ ὡς ἐπίπαν τῆς Ἐκκλησίας οἱ λειτουργοὶ, οἷς ἂν ἁρμόσειε, καὶ μάλα εἰκότως, ἐκεῖνο εἰπεῖν τὸ διὰ φωνῆς τοῦ ∆αυείδ "Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς "ὡς πυροῦται τὸ ἀργύριον." φόρημα μὲν γὰρ τοῖς ἐξ Ἀαρὼν ἡ κατὰ νόμον στολή· τοῖς γεμὴν ἀπολέκτοις ἐν Χριστῷ καὶ τεταγμένοις εἰς ἱερουργίαν ἄμφιον ἔσται λαμ- πρὸν, ἱεροπρεπές τε καὶ ἅγιον αὐτὸς ὁ Χριστός. τοιγάρτοι καὶ ἔφασκε διὰ τῆς τοῦ ψάλλοντος λύρας ὁ Θεὸς καὶ Πατὴρ περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας "Τοὺς ἱερεῖς αὐτῆς "ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλ- "λιάσονται." σωτηρία γὰρ αὐτὸς ὁ Χριστὸς τῶν ἰδίων ἱερουργῶν ἄμφιον τὸ ἀξιάγαστον, μᾶλλον δὲ καὶ πάντων τῶν πεπιστευκότων "Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτί- "σθητε, Χριστὸν ἐνεδύσασθε." 2.601 9Καὶ ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίας ἐν δικαιοσύνῃ· καὶ ἀρέσει τῷ Κυρίῳ θυσία Ἰούδα καὶ Ἱερουσαλὴμ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν.9 Ἀνακείσονταί φησι τῷ Θεῷ· τοῦτο γὰρ οἶμαί ἐστι τό Ἔσονται τῷ Κυρίῳ προσάγοντες. ἀνακεισόμεθα δὲ τῷ Θεῷ, ζῶντες μὲν ἑαυτοῖς οὐκέτι, προσκείμενοι δὲ ὁλοτρόπως τῇ εἰς αὐτὸν ἀγάπῃ, καὶ παντὶ δὴ σθένει κατορθοῦν ᾑρημένοι τὰ τοῖς θείοις αὐτοῦ δοκοῦντα νεύμασιν. ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Παῦλος περὶ τοῦ 514 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πάντων ἡμῶν Σωτῆρος Χριστοῦ "Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες "μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι "καὶ ἐγερθέντι." καταγράφων δὲ ἡμῖν ὥσπερ τῆς ἑαυτοῦ πολιτείας τὸ κάλλος, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ἐμφανῆ καθιστὰς, ἔφη πάλιν "Χριστῷ συνεσταύ- "ρωμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ "νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ "ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ." ἔσονται δὴ οὖν, φησὶ, προσάγοντες τῷ Κυρίῳ, τουτέστι, τοῖς αὐτοῦ θελήμασιν ἀνακείσονται μόνοις, οὐ "τὰ ἐπίγεια φρο- "νοῦντες," οὐ τοὺς ἐκ τῆς ἀδικίας ἀγαπῶντες μολυσμοὺς, οὐ πλεονεξίαν τὴν κατά τινων τιμᾶν ᾑρημένοι, προσάγοντες δὲ μᾶλλον θυσίας δικαιοσύνης. καί μοι δοκεῖ σοφῶς δὴ λίαν ὁ Παῦλος εἰπεῖν "Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, "ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται." πρόσιμεν γὰρ οἱ ἐν Χριστῷ κεκλημένοι πρὸς ἱερουργίαν δι' αἱμάτων μὲν οὐκέτι καὶ καπνῶν, οὔτε μὴν ἀμνοὺς ἢ ἐρίφους προσκομί- ζομεν τῷ Θεῷ, πληροῦμεν δὲ μᾶλλον ἐν ἐκκλησίαις τὴν ἐν Χριστῷ νοουμένην θυσίαν τὴν ἁγίαν καὶ πνευματικὴν, 2.602 καὶ αὐτὸν προθέντες εἰς ἁγιασμὸν, καὶ μέντοι καὶ εἰς μετά- ληψιν τῆς εἰς αἰῶνα ζωῆς, καθάπερ ἐξαίρετόν τι θυμίαμα, τὰς ἐξ ἔργων ἀγαθῶν προσκομίζομεν εὐωδίας, καὶ θύοντες αὐτῷ τὴν δικαιοσύνην, ὅτι καὶ ἐσόμεθα δεκτοὶ τεθαρσήκαμεν. γέγραπται γὰρ ὅτι "Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων "πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης." εὐαρεστεῖται γὰρ οὐχ ἑτέραις οἶμαι θυσίαις, πλὴν ὅτι τοιαύταις ὁ τῶν ὅλων Θεός. Ἔφη τοίνυν περὶ τῶν ἐν Χριστῷ κεκλημένων εἰς ἱερουρ- γίαν, ὡς ἀμείνους ἔσονται τῶν πρώτων, οὐ μηλοσφαγοῦντες κατ' ἐκείνους, οὔτε μὴν βεβηλοῦντες τὸ θυσιαστήριον διὰ τοῦ προσάγειν ἄρτους ἠλισγημένους· ἀλλ' ὡς ἐν τάξει θυμιαμάτων προσκομίζοντες τῷ Θεῷ τὴν δικαιοσύνην, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν νοητὴν εὐοσμίαν. εὐπαρά- δεκτον δὲ οὕτως ἐπιτελέσουσι τὴν λατρείαν, ὡς κατὰ μηδένα τρόπον ἀποδεῖν αὐτὴν τῶν πρεπουσῶν θυσιῶν ταῖς ἡμέραις τοῦ αἰῶνος, τουτέστι, τῇ ζωῇ τῶν ἐν οὐρανοῖς ἁγίων πνευμάτων, οἳ διηνεκεῖς καὶ μακρὰς τρίβουσι ἡμέρας, ἤτοι χρόνους· ἰσοῦσθαι δὲ καὶ τοῖς χρόνοις τοῖς ἔμπροσθεν, τουτέστι τῇ τῶν ἁγίων λατρείᾳ, οἳ κατὰ τοὺς χρόνους γεγόνασι τοὺς ἔμπροσθεν. γέγονε γὰρ ἐν ὑπακοῇ τοῖς ἀρχαι- οτέροις ἡ εὐδοκίμησις· οὕτως Ἁβραὰμ προσεκόμισε τὸν υἱὸν τῷ Θεῷ, "καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος "ἐκλήθη Θεοῦ." οὕτω καὶ Νῶε "κατεσκεύασε τὴν κιβωτὸν "εἰς σωτήριαν τοῦ οἴκου αὐτοῦ," καθὰ γέγραπται. οὐκοῦν ἀρέσει φησὶν ἡ θυσία τοῦ Ἰούδα, τουτέστι, τοῦ λαοῦ τοῦ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν περιφέροντος, καὶ μέντοι τῆς Ἱερουσαλὴμ, τῆς νοητῆς δηλονότι, τουτέστι τῆς 2.603 Ἐκκλησίας· καθὰ καὶ ἡ τῶν ἐχόντων τὰς ἡμέρας τοῦ αἰῶνος καὶ ἡ τῶν κατὰ τοὺς ἔμπροσθεν χρόνους γεγονότων ἁγίων, οἳ γεγόνασιν εὐάρεστοι δι' ὑπακοῆς καὶ πίστεως. ἀπαριθμεῖται δὲ καὶ τούτους ὁ θεσπέσιος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ, πίστει λέγων δικαιοῦσθαι πολλούς. 9Καὶ προσελεύσομαι πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος Παντοκράτωρ.9 Κατὰ σκοπὸν τῶν πραγμάτων πρόεισι δὴ πάλιν κἀν τούτοις ἡμῖν ὁ λόγος. ἔφασκον μὲν γὰρ ἀμαθαίνοντες οἱ ἐξ Ἰσραήλ "Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον αὐτοῦ, "καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ ἐστιν ὁ Θεὸς τῆς "δικαιοσύνης;" καὶ τίς ἡ πρόφασις τῆς οὕτω δεινῆς ἀθυροστομίας, εἴρηται μὲν ἤδη· πλὴν εἰρήσεται πάλιν. ἐπειδὴ γὰρ ἀφυλάκτως τινὲς τῶν ἱερ
Malachi Tomos 2 rem close CLOSEOUT§malachi-t2-rem-close
malachi-t2-rem-closeRem CLOSEOUT: Malachi Tomos 2 CLOSEOUT. SERIES CLOSEOUT.
Greek · §malachi-t2-rem-close
ουργῶν καὶ μέντοι τῶν ἄλλων οἳ διαφανέστεροί τε ἦσαν καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐμπρέποντες, ἐπὶ πάντα τρόπον σκαιότητος καὶ ἐγ- χειρημάτων ᾔεσαν, ἐφαίνετο δὲ καὶ πέρα μέτρου ἀνεξικα- 515 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. κήσας Θεὸς αὐτοῖς· ἔστι γὰρ ἀγαθὸς, χρηστὸς, ἐπιεικὴς, καὶ φιλάνθρωπος· ταύτῃτοί τινες τοὺς ἐξ ἀκράτου μικρο- ψυχίας ἠρεύγοντο λόγους. ἀλλ' ὅτι μὲν ἔσται κατὰ καιροὺς μεταφοίτησις εἰς τὸ ἄμεινον τῶν τεταγμένων εἰς ἱερουργίαν, 2.604 μεταπλάττοντος αὐτοὺς εἰς καινότητα ζωῆς τοῦ Χριστοῦ, καὶ μετατιθέντος εἰς εὐκοσμίαν καὶ εἰς εὐκλεᾶ πολιτείαν καὶ ζωὴν, διαμεμήνυκεν ἐναργῶς. ὅτι δὲ τοὺς τῆς φαυλότητος ἐπιτηδευτὰς οὐκ ἂν ἀποδέξοιτο τότε, οὐδ' ἂν ἀξιώσειεν ἐπαίνων τε καὶ λόγου· κρινεῖ δὲ μᾶλλον αὐτοὺς, καὶ τῶν ἐκτόπως βεβιωμένων ἐξαιτήσει δίκας, διατρανοῖ λέγων Καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει, τουτέστιν ὡς κριτὴς προσε- νεχθήσομαι, καὶ ἔσομαι μάρτυς ταχὺς, αὐτόμολος δηλονότι καὶ ὑπ' οὐδενὸς κεκλημένος. καταψηφιοῦμαι γὰρ τῶν πονη- ρῶν τὴν δίκην. καὶ τὸ μὲν ἐπ' αὐτοὺς ἐξοίσω τὸ κρῖμα· οὐχ ἑτέρου τινὸς τὰ ἐν αὐτοῖς ἐκκαλύπτοντος, ἀλλ' εἰδὼς ὡς Θεὸς τὰ ἀφανῆ τε καὶ κεκρυμμένα, καὶ διὰ τοῦ συνειδότος καταμαρτυρῶν ἑκάστου τῶν ἡμαρτηκότων. ἔφη δέ που καὶ ὁ θεσπέσιος Παῦλος, παραστήσεσθαι κατὰ καιροὺς τῷ Κριτῇ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, "μεταξὺ ἀλλήλων τῶν "λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ "ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ "εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ." Ἄθρει δὲ ὅπως τούς τε τὰ κρυπτὰ καὶ ἐμφανῆ πεπλημ- μεληκότας παρενεχθήσεσθαί φησιν εἰς κρίσιν. πρώτας μὲν γὰρ ὀνομάζει φαρμακοὺς καὶ μοιχαλίδας, εἶτα τοὺς ὀμνύοντας ἐπὶ ψεύδει· κεκρυμμένα δὲ ταῦτα καὶ λεληθότως δρώμενα· τίς γὰρ ἂν ὅλως γοητεύσειεν ἐμφανῶς; ἢ πῶς ἂν ἕλοιτο μοι- χαλὶς ὁρᾶσθαι πρός τινος; ἐν σπουδῇ δὲ οἶμαι τὸ λαθεῖν καὶ τοῖς ψευδορκεῖν ᾑρημένοις. ἀσυνετοῦντας δὲ τοὺς τοιούτους ἀπελέγξει λέγων ὁ μακάριος ∆αυείδ "Σύνετε δὴ ἄφρονες "ἐν τῷ λαῷ, καὶ μωροὶ πότε φρονήσατε; ὁ φυτεύσας τὸ "οὖς οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ "κατανοεῖ;" ἄποπτον γὰρ τῷ Θεῷ παντελῶς οὐδέν· οἶδε δὲ μόνος τὰ κεκρυμμένα καὶ τὰ ἐμφανῆ τῶν κακῶν. ἀλλ' 2.605 ἐκεῖνα μὲν τὰ λεληθότως καὶ ὡς ἐν σκότει δρώμενα· προσεπάγει γεμὴν αὐτοῖς καὶ τὰ ἐμφανῆ, τὸ ἀποστερῆσαι μισθόν φημι μισθωτοῦ, πλεονεξίαν τε καὶ καταδυναστείαν, ἣν ἂν ποιοῖντό τινες κατὰ τῶν ἀσθενεστέρων, χηρῶν δὴ λέγω καὶ ὀρφανῶν. προστίθησι δὲ τούτοις καὶ τοὺς δια- στρέφοντας τὰ ὀρθὰ τῶν κριμάτων καὶ τοὺς μὴ φοβουμένους αὐτόν. οὗτοι δ' ἂν εἶεν καὶ οἱ καθ' ἕτερόν τινα τρόπον παρά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους λυποῦντες τὸν Θεόν. ἔσομαι τοίνυν φησὶ κριτὴς καὶ μάρτυς ταχὺς καὶ αὐτόμολος ἐπὶ φαρμακοὺς καὶ μοιχαλίδας, καὶ τοὺς τῶν ἑτέρων κακῶν ἐπιτηδευτάς. εἰκὸς δὲ δὴ τὰ τοιάδε κατ' ἐκεῖνο καιροῦ τολμᾶσθαι παρά τισι, καὶ ἐπ' αὐτοῖς γίνεσθαι κατὰ Θεοῦ τὴν τῶν πολλῶν γλωσσαλγίαν. ∆εῖ δὴ οὖν ἄρα παντὶ σθένει παραιτεῖσθαι τὰ πονηρὰ, καὶ τοῖς ἀμείνοσιν ἐπιτρέχειν, καὶ ἀποπεραίνειν ἐπείγεσθαι τὰ δι' ὧν ἂν γένοιτό τις ἐπαίνου παντὸς καὶ ἐπιεικείας ἔμπλεως. ἀμοιρήσει γὰρ οὕτω καὶ τῶν ἐκ θείας ὀργῆς ἐποισθησομένων τοῖς εἰωθόσι πλημμελεῖν, ἔσται δὲ εἴσω καὶ γερῶν καὶ δόξης, ὧν ἂν ἐπιδοίη Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. 9∆ιότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι· καὶ ὑμεῖς υἱοὶ Ἰακὼβ οὐκ ἀπέχεσθε ἀπὸ τῶν ἁμαρτιῶν τῶν πατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐφυλάξασθε.9 Ἐξίστησι πάλιν αὐτοὺς ἀνοσίων ἐννοιῶν καὶ προσέτι ῥημάτων. τὸ γὰρ οἴεσθαί πως, ἢ μετατετράφθαι τὸν τῶν ὅλων Θεὸν ἀπό γε τοῦ θέλειν τὰ ἀγαθὰ πρὸς τὸ ἐναντίον, ἢ ἀγαπᾶν μὲν οὐκέτι τὴν δικαιοσύνην, ἀποδέχεσθαι δὲ τοὺς 2.606 τῆς φαυλότητος ἐραστὰς, πῶς οὐκ ἀμαθὲς, μᾶλλον δὲ ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, καὶ τῆς ἀνωτάτω δυσσεβείας μεμεστωμένον; ὅταν τοίνυν ὑπὸ κρίσιν ἴδητε καλουμένους, φησὶ, τάς τε παρ' ὑμῖν φαρμακοὺς, ἤγουν ἐπῳδούς· γύναια δὲ πάντως ψιθυρά τε καὶ βωμολόχα ταυτί· καὶ τοὺς τῶν ἑτέρων κακῶν ἐπιτηδευτὰς, τότε, φησὶν, ἐπιγνώσεσθε διὰ πραγμάτων αὐτῶν, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ πάλαι τε καὶ νῦν ἀγαθός τε ὁμοῦ καὶ φιλάρετος. οὐ γὰρ οἶδα τροπὴν ἢ ἀλλοίωσιν. ἀλλ' ἐγὼ μέν εἰμι διαπαντὸς καὶ 516 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀμεταστά- τως τοῦθ' ὅπερ εἰμί· ὑμεῖς δὲ, φησὶ, καίτοι γεγονότες ἐξ Ἰακὼβ, ἀνδρὸς φιλοθέου καὶ ἀγαθοῦ καὶ μεμισηκότος ἀεὶ τὸ ἐξήνιον, καὶ Θεῷ δουλεύοντος, οὐ τῶν ἐκείνου τρόπων γεγόνατε ζηλωταί· μεμίμησθε δὲ μᾶλλον τῶν καθ' ὑμᾶς πατέρων τὸ ἀπειθὲς καὶ δυσάγωγον, οἳ καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀπῴχοντο μὲν αἰχμάλωτοι, τὴν ἐνεγκοῦσαν ἀφέντες, δεδουλεύκασι δὲ τοῖς ᾑρηκόσιν ἐχθροῖς. ἐξεκλίνατε δὲ καὶ ὑμεῖς ἐκ τῶν ἐμῶν νομίμων καὶ οὐκ ἐφυλάξασθε. οὐκοῦν ὁ μὲν Θεὸς ἄτρεπτος ἀεὶ, καὶ οἱονεὶ πεπηγὼς εἰς τὸ ἀγαθὸν, καὶ ἀκράδαντος εἰς δικαιοσύνην· οἱ δὲ γεγόνασι μονονουχὶ τὸ ἄτρεπτον ἐν κακίᾳ τετηρηκότες, καὶ τῆς τῶν πατέρων ἀνοσιότητος ἄριστοι μιμηταί. Τοῦτό που καὶ ὁ Χριστὸς εὑρίσκεται λέγων. ταλανίζει μὲν γὰρ εἰκότως τὸ τῶν ἀπαιδεύτων γραμματέων καὶ Φαρισαίων ἐργαστήριον. ἔφη δὲ οὕτως "Οὐαὶ ὑμῖν γραμ- "ματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι οἰκοδομεῖτε τοὺς "τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν "δικαίων, καὶ λέγετε Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων "ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν "προφητῶν. ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν "φονευσάντων τοὺς προφήτας· καὶ ὑμεῖς πληρώσατε τὸ 2.607 "μέτρον τῶν πατέρων ὑμῶν." οὐκοῦν ἀναγκαῖον ἡμᾶς, εἴπερ ἐσμὲν ἀληθῶς ἀρτίφρονες, καὶ ἐν νῷ τῷ καθεστηκότι, ζηλοῦν ὅτι μάλιστα τοὺς τῶν πατέρων δοκιμωτάτους, ἀπο- σείεσθαι δὲ τῶν μὴ ἀγαθῶν τὴν μίμησιν. ἢ εἰ μὴ τοῦτο δρᾶν ἕλοιτό τις, ἕποιτο γεμὴν ἁπλῶς καὶ ἀβασανίστως τοῖς ἐν χρόνῳ προειληφόσιν, ἔσται δὴ πάντως προσεοικὼς τοῖς Ἑλλήνων παισὶν, οὓς εἴπερ τις καταμωμήσαιτο ὅτι, μεθέντες τῆς ἀληθείας τὴν γνῶσιν καὶ τὸν φύσει Θεὸν καταλελοιπότες, προσκυνοῦσι λίθοις, τὴν τῶν ἰδίων πατέρων ἀειλογοῦσι συνήθειαν. 9Ἐπιστρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος Παντοκράτωρ. καὶ εἴπατε Ἐν τίνι ἐπιστρέψομεν; εἰ πτερνιεῖ ἄνθρωπος Θεόν; διότι ὑμεῖς πτερνίζετέ με. καὶ ἐρεῖτε Ἐν τίνι ἐπτερνίκαμέν σε; ὅτι τὰ ἐπιδέκατα καὶ ἀπαρ- χαὶ μεθ' ὑμῶν εἰσιν. καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε εἰς αὐτὰ, καὶ ἐμὲ ὑμεῖς πτερνίζετε. τὸ ἔτος συνετελέσθη, καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυροὺς, καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ.9 Ἀποστήσας εὖ μάλα τῆς καθ' ἑαυτοῦ γλωσσαλγίας, καὶ ταῖς καθηκούσαις ἀπολογίαις ἐκδυσωπήσας ὡς ἔνι, καλεῖ πρὸς μετάγνωσιν τοὺς ἡμαρτηκότας, τὴν συνήθη πάλιν αὐτοῖς ἡμερότητα χαριεῖσθαι λέγων, καὶ μάλα προθύμως. ὥσπερ γὰρ τοῖς ἐκτόπως ἐθέλουσι βιοῦν τὰς αὐτοῖς πρε- πούσας ἐπιφέρει ποινάς· οὕτως ἀνόπιν ὥσπερ ἰοῦσι, καὶ μὴν καὶ παραιτουμένοις τὸ ἔτι πλημμελεῖν, ὡς ἀληθῶς 2.608 ἐπιγάνυται, πανταχοῦ τὴν ἀπόγνωσιν ὡς ὀλέθρου πρόξενον ἀποκείρων. ὅθεν ἔστιν ἰδεῖν, ὡς δεινήν τινα τῷ βίῳ νόσον εἰσφέρουσι, οἱ τὴν τῆς μετανοίας
Twelve Prophets Micah Tomos 1 opening§micah-t1-open
micah-t1-openMicah Tomos 1.
Micah Tomos 1: Samaria and Jerusalem; the Word against high places.
Greek · §micah-t1-open
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ ΕΙΣ μὲν ἅπασι καὶ θεοφιλὴς τοῖς ἁγίοις προφήταις ὁ σκοπὸς, τὸ ἀναπεῖσαι τὸν Ἰσραὴλ ἀποφοιτῆσαι νεανικῶς τοῦ πλανᾶσθαι θέλειν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασιν ἐναβρύνεσθαι, τὴν ἐπὶ τοῖς ἀτόποις κατάῤῥησιν ῥιπτοῦντας ὡς ἀπωτάτω. πολλοὶ δὲ γεγόνασι καὶ καθεξῆς, προδια- μαρτυρομένου τρόπον τινὰ τοῦ Θεοῦ, καὶ διὰ πλείστων ὅσων στομάτων προαναφωνοῦντος ἐναργῶς, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, μήτε μὴν ποιοῖντο περὶ πολλοῦ τὴν εἰς τὰ ἀμείνω λοιπὸν ἐπιτηδεύειν ἀναδρομὴν, αὐτοὶ καθ' ἑαυτῶν ὁριοῦσι τὰς δίκας, καὶ αὐτόκλητον ἀνατλάντες ὄλεθρον, τὰς τοῦ 1.600 παθεῖν αἰτίας ταῖς ἰδίαις ἀνάψουσι γνώμαις. εἰ δὲ δὴ τῶν αὐτῶν ἔχοιντο διηγημάτων τῶν ἁγίων προφητῶν οἱ λόγοι, αἰτιάσθω μηδεὶς, ταυτολογίαν ἐπιφημίζων αὐτοῖς, ἀναλογι- ζέσθω δὲ μᾶλλον ἐκεῖνο σαφῶς· οὐδένα γὰρ ἐχρῆν ὀφθῆναι καιρὸν, καθ' ὃν οὐκ ἦσαν οἱ ἐπανορθοῦν ἰσχύοντες τοὺς ἡμαρτηκότας. καὶ ὥσπερ οὐκ ἂν αἰτιάσαιτό τις, εἴ γε νοῦν ἔχοι, τὸ κατὰ πάντα καιρὸν ὑπάρχειν ἰατροὺς, τοὺς τὰ αὐτὰ τῶν ἐν ἡμῖν παθῶν ταῖς αὐτοῖς πρεπούσαις ἐπικουρίαις ἀνασειράζοντας, οὕτως οὐκ ἂν, οἶμαί, τις εὐλόγως ἐπιτιμήσειε τοῖς ἁγίοις προφήταις, εἰ καὶ διὰ τῶν αὐτῶν ἰόντες φαίνοιντο πραγμάτων τε καὶ λόγων. εἷς γὰρ ἦν Κύριος ὁ πᾶσι λαλῶν, καὶ τοῖς πλανωμένοις ἀναδεικνὺς κατὰ πάντα καιρὸν τοὺς ἀποκομίζειν εἰδότας εἰς εὐθεῖαν ὥσπερ ὁδόν. προαγορεύουσι γὰρ ἅπαντες τοὺς πολέμους, τὰς αἰχμαλωσίας, τὴν τῶν πόλεων ἐρήμωσιν, τοὺς πόνους, τὰ πένθη, τοὺς ἐπὶ τοῖς τεθνεῶσιν ὀδυρμοὺς, τὰς τῶν παραλελημμένων ταλαιπω- ρίας, τὴν τῶν πορθούντων ὠμότητα· καὶ ἁπαξαπλῶς διὰ πάσης αὐτοῖς ἀγριότητος κεχωρηκότα τὰ διηγήματα κατίδοι τις ἂν, διά γε τὸ τοῖς πλανωμένοις εἰς ὄνησιν ἀναγκαῖον. ἀνακόπτεται γὰρ ἔσθ' ὅτε τοῖς δείμασι καὶ τὸ ἀσχέτως ἐκνενευκὸς εἰς ἀπόστασίν τε καὶ ἁμαρτίαν. Προφητεύει τοίνυν καὶ ὁ μακάριος Μιχαίας ἐν καιροῖς βασιλείας τοῦ τε Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου. καὶβασιλεύοντος μὲν Ἰωάθαμ κατεστρατεύετο τῆς Ἱερουσαλὴμ ὁ τοῦ Ῥομελίου Φακεὲ, καὶ Ῥαασσὼν βασιλεὺς Συρίας· 1.601 τεθνεῶτος δὲ διαδέχεται τὴν ἀρχὴν ὁ Ἄχαζ, ὃς καὶ παρα- τείνοντος 236 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῦ πολέμου κατεμισθοῦτο χρήμασι τὸν Ἀσσύριον, ἐπαμῦναί τε οἱ παρεκάλει, ταῖς τῶν ἐπιόντων δυνάμεσιν ἀντεξάγειν οὐκ ἔχοντι· ὃς καὶ παρελθὼν εἷλε μὲν τὴν ∆αμασκὸν, ἀπέκτεινε δὲ καὶ τὸν Ῥαασσών. εἶτα κατ' ἐκεῖνο τοῦ καιροῦ βασιλευόντων ἐν τῇ Σαμαρείᾳ Ἱεροβοάμ τε τοῦ Ἰωὰς, καὶ μετ' αὐτὸν Ἀζαρίου, καὶ τρίτου δὲ Μα-ναεὶμ, ἀνέβη Φουλὰ βασιλεὺς Ἀσσυρίων, ὃς καὶ πολλοῖς μόλις χρήμασιν ὑποπεισθεὶς, εἰς τὴν ἐνεγκοῦσαν ἀνεκομί- ζετο. μετὰ δέ γε τὸν Φουλὰ κατεστράτευε τῆς Ἰουδαίων γῆς Θεγλαφαλάσαρ ὁ Ἀσσύριος, καὶ πλείστας μὲν ὅσας τῆς Σαμαρείας ἀνέστησε πόλεις· προσετίθει δὲ αὐταῖς καὶ πᾶσαν τὴν Γαλιλαίαν ἕως Νεφθαλείμ. εἴρηται μὲν οὖν ταυτὶ δὴ λεπτῶς, ὅτε τὴν ἐπὶ τῷ μακαρίῳ προφήτῃ Ὠσηὲ συνετίθεμεν ἐξήγησιν, ὑπεμνήσαμεν δὲ καὶ νῦν ἀναγκαίως διὰ τὸ τεθεῖσθαι τοὺς χρόνους καὶ τῆς τοῦ Μιχαίου προφη- τείας. ἔδει γὰρ ἔδει τὸν φιλακροάμονα καὶ φιλομαθῆ μὴ ἀγνοῆσαι τὴν αἰτίαν, δι' ἣν ὠνομάσθησαν οἱ τῆς Ἱερου- σαλὴμ βεβασιλευκότες, Ἰωάθαμ φημὶ καὶ Ἄχαζ. παρα-τείνει δὲ τῆς προφητείας ὁ χρόνος καὶ μέχρι τῆς Ἐζεκίου βασιλείας, ἐφ' οὗ πάλιν ὁ Σεναχηρείμ· Ἀσσυρίων καὶ οὗτος βασιλεύς· εἷλε κατὰ κράτος τὴν Σαμαρειτῶν, κατεδῄωσε δὲ καὶ τὰς πόλεις τῶν Φυλιστιεὶμ, τουτέστι τὰς Παλαιστηνῶν. εἶτα τὴν Λάχις ἑλών· πόλις δὲ αὕτη τῆς Ἰούδα βασιλείας· 1.602 ἐκεῖθεν πέμπει Ῥαψάκην πολιορκήσοντα τὴν Ἱερουσαλὴμ, ὃς καὶ τῆς ἀλαζονείας καὶ τῆς κατὰ Θεοῦ γλωσσαλγίας ἐξαιτεῖται δίκας, ἀποθανουσῶν ἐν μιᾷ νυκτὶ τῆς τῶν Ἀσσυ- ρίων στρατιᾶς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων. γέγονε τοίνυν, φησὶν, ὁ λόγος Κυρίου π
Micah Tomos 1 rem early§micah-t1-rem-early
micah-t1-rem-earlyRem early: Micah Tomos 1; historia and theoria toward Christ.
Greek · §micah-t1-rem-early
ρὸς Μιχαίαν τὸν τοῦ Μωραθί. 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθὶ, ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα.9 Χρὴ εἰδέναι πάλιν, ὡς Ἑβραῖοι γεγράφασιν ἀντὶ τοῦ Μωραθὶ τὸν Μωραθίτην, ἵνα μὴ ὡς ἐκ πατρὸς, ἀλλ' ὡς ἐκ τόπου σημαίνηται. φασὶ γὰρ εἶναι τὴν Μωραθὶ κώμην ἤτοι πολίχνην τῆς Ἰουδαίων γενέσθαι χώρας. συμφέρονται δὲ τῇ ἐκδόσει καὶ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν. οὐκοῦν εἴη ἂν οὐχὶ τοῦ Προφήτου πατὴρ ὁ Μωραθί· σημαίνεται δὲ, ὡς ἔφην, ἐκ τόπου μᾶλλον καὶ Μωραθίτης. τίνες δὲ ἄρα λοι- πὸν οἱ πρὸς αὐτὸν γεγονότες λόγοι, περιαθρεῖν ἀναγκαῖον. 9Περὶ ὧν εἶδεν περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ.9 Τεθέαται γὰρ ὡς ἐν ὁράσει τὰ ἐσόμενα, καὶ τῶν ὅσον οὐδέπω παρεσομένων ἢ καὶ ἐπὶ θύραις ὄντων κακῶν, οὐχὶ μόνην ἑλὼν τὴν γνῶσιν, ἀλλ' ὅσον ἧκεν εἰς ὄψιν, τὴν ὡς 1.603 ἐν ὁράματι λέγω, δεδιὼς τὴν ἔκβασιν, ἀναγκαίως ποιεῖται τοὺς λόγους περί τε τῆς Σαμαρείας καὶ τῆς Ἱερουσαλήμ. 9Ἀκούσατε λαοὶ πάντες λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὁ Θεὸς ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ.9 Ἑτοιμάζεσθαι κελεύει πρὸς τὸ εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ὠτίον συνιέναι λεπτῶς τῶν θείων λογίων τὴν δύναμιν. ὅτι δὲ οὐκ ἀπὸ γνώμης ἤγουν θελημάτων ἀνθρωπίνων ἡ ἀφήγησις, ἀλλὰ παρ' αὐτοῦ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ πληροφορεῖ προστιθεὶς, ὅτι ἔσται Κύριος ἐν ὑμῖν εἰς μαρτύριον. μονονουχὶ γάρ φησι Κἂν αὐτὸς ἐγὼ Μιχαίας ποιῶμαι τοὺς λόγους, κἂν εἰ μεσιτεύοιμι τυχὸν ὡς ἄνθρωπος, ἀλλ' αὐτὸς ὑμῖν ὁ τῶν ὅλων διαμαρτύρεται Θεὸς, καὶ δεσποτικοῖς θεσπίσμασι τὴν ἐμαυτοῦ δανείζω φωνήν. ἔσται τοίνυν ὑμῖν εἰς μαρτύριον ἐκεῖνος αὐτὸς, ᾧ τὸν δια- βόητον τουτονὶ καὶ περιφανῆ ναὸν ἐστήσατε, ᾧ τὸ θεῖον ἵδρυται πρὸς ὑμῶν θυσιαστήριον, ᾧ τὸ σέβας ἀνάπτειν πεπαίδευσθε διὰ νόμου· ὃς ἐκ τοῦ ἰδίου οἴκου λελάληκεν ἀεὶ πρὸς προφήτας ἁγίους, καὶ πρό γε τῶν ἄλλων τῷ μα- καρίῳ Μωυσεῖ, τὴν ἀρχαίαν ἐκείνην σκηνὴν ἐγηγερκότι κατὰ τὴν ἔρημον. ἐλάλει γὰρ ἄνωθεν τοῦ ἱλαστηρίου, καὶ ᾗ φησὶ τὸ γράμμα τὸ ἱερόν "Μωυσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο 1.604 "αὐτῷ φωνῇ." καὶ νῦν ὑμᾶς διαμαρτύρεται, φησὶν, ἐκ τοῦ οἴκου αὐτοῦ. οὐκοῦν ἀκούετε μὲν λαοὶ, προσεχέτω δὲ καὶ ἡ γῆ. τούτῳ παραπλήσιον τὸ διὰ φωνῆς Ἡσαΐου "Ἄκουε "οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησε." κατοικεῖ μὲν οὖν ὁ Ὕψιστος οὐκ ἔν γε τοῖς ἐκ 237 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. λίθων ναοῖς ἢ χειρο- ποιήτοις τεμένεσιν. ἐπειδὴ δὲ εἰς δόξαν Θεοῦ τοὺς ἁγίους οἴκους ἐγηγέρθαι φαμὲν, ταύτῃτοι καὶ κατοικεῖν ἐν αὐτοῖς οὐκ ἀπαξιοῦν πεπιστεύκαμεν τὸν τῶν ὅλων Θεὸν, καίτοι πληροῦντα τοὺς οὐρανοὺς καὶ τὴν γῆν καὶ τὰ κατωτέρω. Ἐφαρμόσαι δ' ἄν τις εἰκότως καὶ ταῦτα Χριστῷ καλοῦντι πρὸς σωτηρίαν οὐχὶ μόνους λαοὺς, οἳ καὶ ἐξ αἵματος ἦσαν Ἁβραὰμ, ἀλλὰ γὰρ καὶ τὴν σύμπασαν γῆν. διεμαρτύρατο γὰρ ὥσπερ διὰ φωνῆς τοῦ ∆αυεὶδ λέγων "Ἀκούσατε ταῦτα "πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν "οἰκουμένην." ὅτι δὲ ὡς ἐξ οἴκου τοῦ ἰδίου καὶ φιλαιτάτου λίαν αὐτῷ καταπεφοίτηκεν ὡς ἡμᾶς ἐξ οὐρανοῦ ὁ Λόγος, πῶς ἐστιν ἀμφιβαλεῖν; ἄτοπον δὲ οὐδὲν οἶκον Θεοῦ λέγειν τὸν οὐρανὸν, ὁπότε καὶ τὴν ἐπίγειον Σιὼν, ἣ καὶ εἰς τύπον τῆς Ἐκκλησίας λαμβάνεται, οἶκόν τε αὐτοῦ καὶ πόλιν αἱ θεόπνευστοι λέγουσι γραφαί. ψάλλει γάρ που καί φησιν ὁ θεσπέσιος ∆αυείδ "∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ "πόλις τοῦ Θεοῦ." οὐκοῦν ὡς πόλις εἴη ἂν οὕτω καὶ οἶκος ἡ Ἐκκλησία Χριστοῦ τοῦ πληροῦντος τὰ πάντα κατά γε τὴν τῆς Θεότητος φύσιν. 9∆ιότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται 1.605 ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ φερόμενον ἐν καταβάσει.9 Ἀσαφὴς μὲν λίαν, καὶ αἰνιγμάτων ἔμπλεως ὁ τοιόσδε λόγος. πλὴν ἐκεῖνό φαμεν ἀναγκαίως, ὅτι κἂν ἐν τοῖς καθ' ἡμᾶς σημαίνηται λόγοις τὰ περὶ Θεοῦ, ἀλλ' οὖν ὁ ταῦτα τεχνίτης, καὶ νοεῖν εἰδὼς "παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα," συνήσει λεπτῶς, καὶ ὡς ἂν ὅτι μάλιστα πρέποι τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ φύσει. ἵδρυσίς τε γὰρ αὐτῆς, θρόνοι τε καὶ ἔγερσις διὰ τῆς τῶν ἁγίων λέγονται φωνῆς, καὶ μὴν καὶ ὁδοὶ καὶ πορεῖαι, ἕτερά τε πρὸς τούτοις ἅττα σμικρὰ καὶ ἀνθρώπινα, ἀλλ' ὡς ἔφην ἀρτίως, τὰ τοιάδε τῶν θεωρημάτων ἰσχνῶς τε καὶ κατεῤ- ῥινημένως νοοῖτ' ἂν εἰκότως παρά γε τοῖς ἀγαθοῖς καὶ ἀρτίφροσι. γίνονται γὰρ ὡς ἐξ ὁμοιώσεως καὶ μεταφορᾶς τῶν καθ' ἡμᾶς οἱ λόγοι. ὅταν τοίνυν ἀκούσῃς τοῦ Προ- φήτου λέγοντος τό ∆ιότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, προσεπάγει δὲ, ὅτι καὶ ὄρη μὲν σαλευθήσονται, κατατακήσονται δὲ καὶ αἱ κοιλάδες, τότε δὴ τότε τῶν ἐν αἰσθήσει πραγμάτων ὑπερ- φέρων βραχὺ, ἄνιθι τοῖς θεωρήμασιν εἰς ἐννοίας ἰσχνάς. ἔξοδον τοίνυν ἐνθάδε νοήσεις Θεοῦ γενομένην ὥσπερ ἐξ ἰδίου τόπου, τὴν οἱονείπως ἐκ τῆς ἠρεμίας κίνησιν, τὴν ἐπί τισι 1.606 τῶν πραχθησομένων. μόνον γὰρ οὐχί φησι Κεκίνηται λοιπὸν ὁ πάλαι μακροθυμῶν, καὶ ἀφειδήσει δήπως τὸ ἔτι κατηρεμεῖν ἐπὶ τοῖς προσκεκρουκόσι, καὶ τὴν αὐτῷ φίλην ἡμερότητα τρόπον τινὰ καταλελοιπὼς, ἐποίσει τὰς δίκας λοιπόν. ἐπιβή- σεται μὲν γὰρ ἐπὶ τὰ ὕψη τῆς γῆς, τουτέστι πατήσει λοιπὸν τοὺς ἐν ταῖς ἄγαν ὑπεροχαῖς, ἵνα νοῶμεν τοὺς βασιλεύοντας ἔν τε τῇ Σαμαρείᾳ καὶ ἐν Ἱερουσαλήμ. σαλευθήσονται δὲ καὶ τὰ ὄρη, τουτέστι πάλιν μετακινηθήσονται τῶν ἰδίων ἀξιω- μάτων, οἱ τοὺς ἄλλους ὑπεραίροντες καὶ πολὺ λίαν ἀνεστη- κότες ἐν δόξῃ· ὄρεσι γὰρ τοὺς τοιούτους εὖ μάλα παρει- καστέον. ἐκτακήσονται δὲ καὶ ὡς κηρὸς αἱ κοιλάδες, τουτέστιν, οἱ ταπεινοὶ καὶ κατεῤῥιμμένοι, καὶ τὸ τῶν ἀγελαίων ἔχοντες μέτρον, ἀλλὰ καίτοι λίαν ὄντες σκληροὶ, καὶ τοῖς θείοις θεσπίσμασιν εἴκειν οὐκ ἀνεχόμενοι, οἱονεὶ πυρὶ προσβάλ- λοντες τῷ ἐκ τῆς θείας ὀργῆς κηροῦ δίκην κατατακήσονται· γενήσονται δὲ καὶ ὡς ὕδωρ φερόμενον ἐν καταβάσει, τουτέστι κατὰ πρανοῦς ὀξεῖ καὶ ἀσχέτῳ διάττον δρόμῳ. ὡς γὰρ ἤδη προεῖπον, οἱ τῶν Ἀσσυρίων βασιλεῖς τήν τε Σαμάρειαν αὐτὴν καὶ τὴν Ἰούδα βασιλείαν ἀγρίως καταδῃώσαντες, ἀπῴκισαν μὲν τῶν βασιλέων τινὰς, ἀπεκτόνασι δὲ καὶ πάντας τοὺς ἡγουμένους, δρομεὺς δὲ ὥσπερ καὶ ὡς ὕδωρ κατὰ πρανοῦς ἐρχόμενον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν τὴν τῶν ἀγελαίων πληθύν. καὶ τοῦτο ἦν τὸ ὕδωρ τὸ φερόμενον ἐν καταβάσει, καὶ τρέχον ἐκ τῆς Σαμαρείας εἰς τὴν Περσῶν τε καὶ Μήδων. Ἐκπεπόρευται δὲ καὶ ὁ τοῦ Θεοῦ λόγος ἐκ 238 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῦ τόπου αὐτοῦ. Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος· δοκεῖ δέ πως 1.607 καὶ ὑπομεῖναι κίνησιν τὴν ἔν γε τούτῳ φημὶ, καίτοι τροπὴν οὐκ εἰδὼς, ἐρηρεισμένος δὲ μᾶλλον ἐν ἰδίᾳ φύσει, καὶ τὸ βεβηκὸς ἔχων ὡς Θεός. ἐπέβη δὲ καὶ ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σεσάλευκεν ὄρη, καὶ κατέτηξε κοιλάδας, καὶ ὡς ὕδωρ αὐ- τὰς φερόμενον ἐν καταβάσει ῥεῦσαι παρεσκεύασε. καὶ ὕψη μὲν τῆς γῆς αἱ κατὰ πάντων ἐπαιρόμεναι νοηταὶ δυνάμεις, καὶ τὰ πνευματικὰ τῆς πονηρίας νοηθεῖεν ἄν· ὄρη δὲ σαλευόμενα οἱ τῆς καθ' ἡμῶν ἀρχῆς ἐξωσθέντες δαίμονες. ἐκβέβληνται γὰρ, καὶ κεκλήμεθα λοιπὸν εἰς τὸ ὑπ
Micah Tomos 1 rem mid§micah-t1-rem-mid
micah-t1-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §micah-t1-rem-mid
οκεῖσθαι τῷ φύσει τε καὶ κατὰ ἀλήθειαν Θεῷ. κοιλάδες δὲ πάλιν ἡ τῶν δαιμονίων ἀγελαία πληθὺς, ἡ ταπεινὴ καὶ κατεῤῥιμμένη, ἡ δίκην κηροῦ κατατετηγμένη, ῥεύσασα δὲ καὶ ὡς ὕδωρ εἰς τοὺς ἐν ᾅδου μυχούς. προσῄεσαν γὰρ τὰ πονηρὰ πνεύματα τῷ Χριστῷ, καὶ "παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν "ἄβυσσον ἀπελθεῖν." ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλμένων, οἱ περιλειφθέντες ἔτι τὸ χρῆμα κατεπεφρίκεσαν. εἰ δὲ δὴ βούλοιτό τις ὕψη τε καὶ ὄρη καὶ κοιλάδας τοὺς τῶν Ἰουδαίων νοῆσαι καθηγητὰς, καὶ μέντοι καὶ δήμους τοὺς ὑπ' αὐτοῖς, οἳ διά γε τὴν εἰς Χριστὸν παροινίαν καὶ τῆς ἰδίας ἐξώσθη- σαν ἀρχῆς· ἐτάκησαν γὰρ, καὶ ὡς κηρὸς ταῖς τοῦ πολέμου τοῦ παρὰ Ῥωμαίων συμφοραῖς ὡς φλογὶ προσβάλλοντες, "̓Εξουθενώθησαν δὲ καὶ ὡς ὕδωρ διαπορευόμενον, καὶ ὡσεὶ "κηρὸς ὁ τακεὶς ἀντανήρηνται," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ. 1.608 9∆ι' ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα, καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ.9 Ἐπιβήσεσθαι λέγων τὸν τῶν ὅλων Θεὸν ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεσθαι μὲν ὑπ' αὐτοῦ τὰ ὄρη, κηροῦ δὲ δίκην καὶ ὕδατος ἐκτακήσεσθαι καὶ καταῤῥεῖν τὰς κοιλάδας, ἐπιφέρει λοιπόν ∆ι' ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα. ἄθρει δὴ οὖν ὅπως κεκρυμμένα λαλεῖ μυστήρια, καὶ οὐ μέχρι τῶν αἰσθητῶν τὸν τῶν προκειμένων ἵστησι νοῦν, οἶδε δὲ πλαγίως τῶν ἐν Σαμαρείᾳ καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις τὰς ὅσον οὐδέπω παρεσομένας ἀφηγησάμενος συμφοράς. ποῖον γὰρ ἂν ἔχοι τὸ δεῖμα, καταλυπήσει δὲ ὅπως τοὺς ἐν Σαμαρείᾳ τυχὸν ἤγουν τοὺς ἑτέρους, τὸ καταδονεῖσθαι τὰ ὄρη; κοιλά- δες δὲ τίνα τρόπον ἐκτακεῖεν ἂν, ἢ καὶ ὡς ὕδωρ φερόμενον ἔσονται ἐν καταβάσει; ἀλλ' οἶδεν, ὡς ἔφην, κατασημήνας ἀξίως τὰ συμβησόμενα τοῖς ἐξ Ἰσραήλ. ταύτῃτοι λοιπὸν ἀναγκαίως προσεπάγει τὰς δίκας, οὐχ ὡς ἠγνοηκόσιν αὐτοῖς, καθάπερ ἐγῷμαι, διαλεγόμενος, ἀλλ' οἷον ἐλέγχων, καὶ μετα- τιθεὶς εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν τὰ χρήσιμά τε καὶ πρεπωδέστερα. ἔφη τοίνυν ὅτι ∆ι' ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραὴλ, ἵνα σύμπαν νοῆται πεπλημμεληκὸς τὸ ἐξ Ἰσραὴλ γένος εἴς τε Θεὸν καὶ ἀνθρώ- πους. ἀσέβειαν μὲν γὰρ ὀνομάζειν ἔοικε τὰ εἰς Θεὸν πταίσ- ματα, τὰ δέ γε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἁμαρτίαν. 9Τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ἱερουσαλήμ;9 Ἰακὼβ ὀνομάσας τοὺς ἐξ Ἰακὼβ γεγονότας, τὸν Ἐφραῒμ 1.609 δὴ λέγω, τὸν ἐν Σαμαρείᾳ, καθίστησιν ἐναργῆ τὰ αὐτῶν ἐγκλήματα. Σαμάρειαν δὲ εἶναί φησι τῆς ἀσεβείας τὸ εἶδος. καὶ οὐ δήπου φαμὲν, ὡς αὐτὴν αἰτιᾶται τὴν χώραν· κομιδῇ γὰρ ἀπόπληκτον τὸ τῇδε νοεῖν· Σαμάρειαν δὲ τὰ εἰς Σαμά- ρειάν φησιν, οἷον τὰς δαμάλεις, τὸν Χαμὼς, τὸν Βάαλ, καὶ τὰ ἐν αὐτῇ πραττόμενα κατά τινων διὰ τῆς τῶν κρατούντων πλεονεξίας. ἔφη γὰρ ὅτι "Κατεκονδύλιζον εἰς κεφαλὰς "πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν." καὶ πρὸς τούτοις ἔλεγον "Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ "τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν "μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν "ἄδικον;" ἁμαρτίαν καὶ τοῦ Ἰούδα τὴν Ἱερουσαλὴμ γενέσθαι φησί. καὶ οὔτι που πάντως αὐτὴν ἐν τούτοις τὴν πόλιν αἰτιασόμεθα φρονοῦντες ὀρθῶς· οἰησόμεθα δὲ μᾶλλον τὰ ἐν αὐτῇ πραττόμενα τῷ Ἰούδα γενέσθαι πρὸς ἁμαρτίαν. κατ- ητιᾶτο δέ που Θεὸς τῶν Ἰουδαίων τὰς παροινίας, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς "Ὅτι κατ' ἀριθμὸν πόλεών σου ἦσαν "θεοί σου Ἰούδα, καὶ κατ' ἀριθμὸν διόδων τῆς 239 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Ἱερουσαλὴμ "ἐτάξατε βωμοὺς τοῦ θυμιᾶν τῇ Βάαλ. ἵνα τί λαλεῖτε "πρὸς μέ; πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσε- "βήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκράτωρ." ἐπιπλήττει δὲ αὐτοῖς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων "Πῶς ἐγένετο "πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιο- "σύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. τὸ ἀργύριον "ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. "οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες "δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ 1.610 "κρίσει χήρας οὐ προσέχοντες." γέγονε τοίνυν εἰς ἁμαρτίαν τῷ Ἰούδα τὰ ἐν τοῖς Ἱεροσολύμοις ἀνοσίως πραττόμενα, καὶ οὔτι που μᾶλλον ἡ πόλις. ∆εῖ δὴ οὖν ἄρα καὶ Θεὸν ἀγαπᾶν, καὶ τοῦτο ἐξ ὅλης ψυ- χῆς καὶ καρδίας, ἀποσείεσθαι δὲ καὶ τὸ ῥᾴθυμον εἰς ἀγα- θουργίαν, καὶ κατὰ μηδένα τρόπον κακοῦν τὸν πλησίον, μᾶλλον δὲ ἀνακτᾶσθαι ταῖς εὐποιΐαις, καὶ ἀποσπουδάζειν μὲν τὰ πονηρὰ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς τῆς δικαιοσύνης αὐχήμασιν. ὑπτιουμένοις δὲ δὴ περὶ τὰ οὕτω σεπτὰ, καὶ καταφρονεῖν ᾑρημένοις, ἐποίσει τὰ ἐξ ὀργῆς, καὶ ὡς κηρὸν κατατήξει κολάζων ἐν πυρὶ, καὶ ὡς ὕδωρ σκορπιεῖ, φειδοῦς ἡμᾶς ἔτι καὶ ἀγάπης οὐκ ἀξιῶν. 9Καὶ θήσομαι Σαμάρειαν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτείαν ἀμπελῶνος· καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω· καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσι· καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί· καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν.9 Τίνα δὴ πάλιν ἔσονται τῶν οὕτω προσκεκρουκότων τὰ πάθη, διηγεῖται σαφῶς. ἔσται γὰρ ἡ Σαμάρεια φησιν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπελῶνος. τὰ μὲν γὰρ ἐν ἀγροῖς φυόμενα τηροῦσί τινες, σκηνὰς ἀναπλέκοντες καὶ ἐν αὐταῖς ἱζήσαντες. εἶτα πᾶσαν αὐτῶν ἀποσοβοῦσι βλάβην. εἰ δὲ δὴ γένοιτο συναχθῆναι τοὺς καρποὺς, κατα- λήγουσι τῶν πόνων οἱ φύλακες, οἴκοι τε ὑπονοστοῦσι, καὶ αὐτὰς ἀνατρέψαντες τὰς σκηνάς. τοῦτο τὴν Σαμάρειαν παθοῦσαν εὑρήσομεν. ἐπειδὴ γὰρ πεπλημμέληκεν οὐ μετρίως, 1.611 μᾶλλον δὲ καὶ εἰς αὐτὸν δεδυσσέβηκε τὸν τῶν ὅλων Θεὸν, τοῖς ἰδίοις ἔργοις ἀνατιθεῖσα τὸ σέβας, ἀνετράπη καὶ πέπτω- κεν, ἀφέντων αὐτὴν τάχα που καὶ τῶν πάλαι τηρεῖν ἐπιτε- ταγμένων, ἁγίων τέ φημι δυνάμεων καὶ ἀγγέλων. ἔφη τι τοιοῦτον περὶ αὐτῆς καὶ ὁ μακάριος προφήτης Ἡσαΐας "̓Εγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπε- "λῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ." ἐγκατε- λείφθη δὲ ὅπως; ἀποπεφοίτηκε γὰρ, ὡς ἔφην, ἡ προσεδρεύ- ουσά τε καὶ ῥυομένη πληθὺς λογικὴ τῶν ἄνω ταγμάτων. ἔσται τοίνυν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπε- λῶνος. ὅμοιον ὡς εἰ λέγοι Καὶ πόλεων καὶ οἴκων ἐρήμη καὶ εἰς ὄψιν ἀγρῶν μετενηνεγμένη. ἢ καὶ καθ' ἕτερον τρόπον συνήσεις, εἰ δοκεῖ. τῶν ἀμπελώνων οἱ φυτουργοὶ τὸν αὐτοῖς ὅτι μάλιστα πρέποντα καταλαβόντες χῶρον, ἀρότοις αὐτὸν ἀνατέμνουσιν, ἄνω τε καὶ κάτω στρέφοντες. τοῦτό τοι παθεῖν τὴν Σαμαρειτῶν ἀπειλεῖ, μονονουχὶ καὶ ἀρόσιμον ἔσεσθαι γῆν, ἐξῃρημένων αὐτῆς, ὡς ἔφην, πόλεών τε καὶ οἴκων. διὰ τοῦτό φησιν, ὅτι κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω. ἔσεσθαι δέ τι καὶ καταγέλα- στον πρὸς τούτῳ φησίν. οὓς γὰρ προσεδόκησαν ἔσεσθαι σωτῆρας αὐτοῖς ὡς θεοὺς, οὗτοι καὶ συνδιόλλυνται τοῖς προσκυνεῖν εἰωθόσιν αὐτούς· κατεμπρησθήσονται δὲ καὶ τὰ μισθώματα αὐτῆς, καὶ εἰς ἀφανισμὸν οἰχήσονταί φησι πάντα τὰ εἴδωλα αὐτῆς. μισθώματα δὲ τοῖς εἰδώλοις ὁμοῦ τὰ καταπιμπράμενα, τάχα που τὰ ἀναθήματα δηλοῖ. προσ- εκόμιζον γὰρ τοῖς τεμένεσιν εἰς δόξαν εἰδώλων τὰ ἐξ ἰδίου νέμοντες πλούτου, καὶ τοῖς οὐδὲν ὠφελεῖν εἰωθόσιν ἤγουν 1.612 ἰσχύουσιν, ὡσανεὶ μισθὸν καὶ ἀντέκτισιν ὧν ἔχειν ᾤοντο παρ' αὐτῶν ἀνετίθεσαν τὰς εὐχαριστίας. μεμνήμεθα δὲ ὅτι καὶ διὰ φωνῆς Ὠσηὲ κατῃτιᾶτο τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὕτω λέγων "Καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον "καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον καὶ χρυσίον "ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ 240 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓ
Micah Tomos 1 rem close CLOSEOUT§micah-t1-rem-close
micah-t1-rem-closeRem CLOSEOUT: Micah Tomos 1 CLOSEOUT.
Greek · §micah-t1-rem-close
ΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. "Βάαλ·" οὐκοῦν ἐναργῆ τὰ ἀναθήματα. ὅτι δὲ μισθώματά τε καὶ ἀντέκτισιν τῆς ἐπί γε τῷ πλανᾶσθαι σπουδῆς κατελο- γίζετο τὴν εὐημερίαν ὁ Ἰσραὴλ ὁ παράφρων, οὐδὲν ἧττον συνήσεις Θεοῦ πάλιν λέγοντος "Καὶ ἀφανιῶ ἄμπελον αὐτῆς "καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε Μισθώματά μου ταῦτά "ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου." ᾤετο γὰρ, ὡς ἔφην, τοῖς τῶν εἰδώλων νεύμασι καὶ πλούτῳ κομᾶν καὶ ἐν τρυφαῖς εἶναι καὶ εὐημερεῖν. τυφλὸς οὖν ἄρα τῶν πλανωμένων ὁ νοῦς. ἦ γὰρ ἂν, τὸν φύσει Θεὸν οὐκ ἠγνοηκὼς, αὐτῷ δὴ μᾶλλον, καὶ οὐχ ἑτέροις τισὶ τὸ σέβας ἀνῆψεν· αὐτῷ τὰς χαριστηρίους ἀνετίθει λιτάς· αὐτὸν ὡμολόγει παντὸς ἀγαθοῦ δοτῆρα καὶ πρύτανιν· φρονεῖν δὲ ὧδε διεγνωκὼς, οὐκ ἂν γέγονεν ὡς ὀπωροφυλάκιον ἀγροῦ, ἀλλ' οὐδὲ ὡς φυτεία ἀμπε- λῶνος, ἐπ' ἀκλονήτοις δὲ μᾶλλον εὐημερίαις μακαριζόμενος διετέλει, καὶ ταῖς ἄνωθεν εὐμενείαις τετεισχισμένος, ἐν καλῷ τῆς εὐθυμίας γεγονὼς ἐθαυμάζετο. 9∆ιότι ἐκ μισθωμάτων πορνείας συνήγαγε, καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.9 ∆ιαγελᾷ δὴ πάλιν ὁ λόγος, καὶ τῆς Ἰουδαίων ἀμαθίας 1.613 κατειρωνεύεται σὺν ἤθει πολλῷ· τῆς γὰρ ἐνούσης αὐτοῖς ἀπονοίας τὴν ἀποπληξίαν καθίστησιν ἐμφανῆ, καὶ τὰ εἰς νοῦν ἔσω καὶ καρδίαν κείμενα καταλευκαίνει σαφῶς· Ναὶ γὰρ, φησὶν, ὀρθῶς καὶ δικαίως ἀνετίθει τοῖς λίθοις τὰ χαριστήρια αἰσθήσεως ἔμπλεως ὁ Ἰσραὴλ, εὐγνώμων καὶ σοφός· ἔγνω τοὺς τετιμηκότας, τῆς εὐημερίας τοὺς χορηγοὺς, τοὺς τὸν πλοῦτον αὐτῷ συναγηγερκότας, καὶ ἐν εὐπαθείαις εἶναι παρα- σκευάζοντας. οἴεται γὰρ ὅτι μισθὸν ἔχει τῆς νοητῆς πορνείας τὸ εὐημερεῖν· καὶ ἐπειδὴ τέθυκεν εἰδώλοις, ξύλοις τε λατρεύει καὶ λίθοις, ἀνενδεὴς ἔσται τῶν ἐν εὐχαῖς. συνήγαγεν, ὥς φησι, καὶ πεπλούτηκε ἐκ μισθωμάτων πορνείας, συνέστρεψε καὶ συνήνεγκεν, ἀκράδαντον ἔχει τὴν εὐθυμίαν. οὐκοῦν ἐν ἤθει τε καὶ εἰρωνείᾳ, συμπεπλεγμένης καὶ ἀπειλῆς, τὴν τῶν εἰρημένων δύναμιν ἐκληψόμεθα. 9Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνὴ, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγα- τέρων σειρήνων· ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μοῦ, ἕως Ἱερουσαλήμ.9 Ἐπειδὴ γὰρ διεβίω φησὶν ἐν πλάναις, καὶ κατέληξε μὲν οὐδαμῶς τὸν ἑαυτῆς λυποῦσα ∆εσπότην, ἀνατιθεῖσα δὲ τοῖς γλυπτοῖς τὰ ἐφ' οἷς εὖ ἔχει καὶ διευφημεῖται χαριστήρια, πρὸς τοῦτο δὲ, φησὶ, λοιπὸν δυσσεβείας διελήλακε, ταύτῃτοι κόψε- ται καὶ θρηνήσει· καὶ οὐχ ἑτέροις τισὶν ἐπαλγήσει τυχὸν, ἤγουν ἐπ' ὀθνείοις, τὸ ὡς ἐξ ἀγάπης στάζουσα δάκρυον, ἀλλὰ ταῖς οἰκείαις αὐτῆς καταπαιομένη συμφοραῖς. ἡ δέ γε γυμνότης 1.614 καὶ ἀνυποδεσία τὸ τῶν αἰχμαλώτων σχῆμα δεικνύει· οὕτω καὶ ὁ μακάριος προφήτης Ἡσαΐας τὴν ὅσον οὐδέπω παρε- σομένην αὐτοῖς αἰχμαλωσίαν ὑποδηλῶν περιεφοίτα τὴν Ἱερουσαλὴμ, "γυμνός τε καὶ ἀνυπόδετος," Θεοῦ τὸ χρῆμα γενέσθαι προστάττοντος. ἀπομιμήσεται δὴ οὖν ἐν ἰδίοις πάθεσι τῶν δρακόντων τὰ πένθη, καὶ τῶν σειρήνων τοὺς ὀδυρ- μούς. φασὶ γάρ τινες, ὡς, εἰ πληγείη δράκων, τότε δὴ τότε κατολοφύρεσθαι κινδυνεύοντα, καὶ τοῦτο δηλοῦν καταπαίοντά τε τῇ κέρκῳ τὴν γῆν, καὶ οὐ μετρίαν ἠχὴν ἀποτελεῖν εἰωθότα. σειρῆνας δὲ λέγουσιν Ἕλληνες μὲν καὶ παῖδες ἐκείνων πτηνὰ μελῳδεῖν εἰδότα, καὶ καταθέλγειν ἰσχύοντα ταῖς τῶν ᾠδῶν εὐρυθμίαις τοὺς ἀκροωμένους. ἡ δέ γε θεόπνευστος γραφὴ σειρῆνας ἀποκαλεῖ τὰ τῶν στρουθίων λαλίστατά τε καὶ εὐστομεῖν εἰωθότα, ἢ καὶ αὐτὰς ἔσθ' ὅτε τὰς ἀηδόνας, αἳ τοῖς ἐναλίοις ἐπωάζουσι κόλποις· εἶτα τῆς καλιᾶς ληφθείσης ὑπὸ κυμάτων, γοερὸν ᾄδουσι μέλος, καὶ καταθρηνοῦσι τρόπον τινὰ τὴν τῆς ἑαυτῶν ὠδῖνος ζημίαν. οὕτω καταθρηνήσειν ἔφη τὴν Σαμάρειαν τῶν ἰδίων τέκνων τὸν ὄλεθρον. κατεκρά- τησε γὰρ αὐτῆς ἡ πληγή φησι, ἀφίκετο δὲ καὶ ἕως Ἰούδα, καὶ μέχρι πυλῶν Ἱερουσαλήμ. ἔοικε δὲ ὁ λόγος ἡμῖν ἐν τούτοις τὸν παρὰ τοῦ Σεναχηρεὶμ αἰνίττεσθαι πόλεμον ὃς πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, καὶ καταδῃώσας τὴν Ἰουδαίαν, περι- εκάθισε τὴν Ἱερουσαλὴμ, καὶ μέχρι πυλῶν ἀφιγμένος, ἠπεί- 241 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. λησε μὲν ἐμπρῆσαι αὐτήν· οὐ μὴν ἔτι καὶ δεδύνηται, Θεοῦ προασπίζοντος, κατὰ τὸν τῆς Ἐζεκίου βασιλείας καιρόν. Οὐκοῦν, ὅταν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ∆εσπότην ἀφέντες προσκεῖσθαι σπουδάσωμεν τοῖς ἀκαθάρτοις δαίμοσι, τότε πάντη τε καὶ πάντως ἑαυτοὺς θρηνήσομεν, καὶ ταῖς ἑαυ- τῶν ἀβουλίαις ἐποιμώζοντες, γυμνοὶ μὲν ἐσόμεθα τῆς παρ' 1.615 αὐτοῦ χάριτός τε καὶ βοηθείας, ἀσχήμονα δὲ καὶ ἀκαλλῆ διαζήσομεν βίον· τοῦτο γὰρ ἡ ἀνυποδεσία δηλοῖ. ὑποκεισό- μεθα δὲ καὶ πλήττοντι τῷ σατανᾷ, καὶ οὐδὲν ἔτι τὸ κωλύον ἐν παντὶ γενέσθαι κακῷ. 9Οἱ ἐν Γὲθ μὴ μεγαλύνεσθε, οἱ Ἐνακεὶμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα· γῆν καταπάσασθε καταγέλωτα ὑμῶν.9 Περισκεπὴς μὲν ὁ λόγος καὶ δυσάλωτος κομιδῇ τῶν προ- κειμένων ὁ νοῦς καὶ τῶν ἐφεξῆς ἔτι κειμένων. πλὴν ὡς ἔνι διειπεῖν πειράσομαι. καταθέοντος τοῦ πολέμου τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις, ἁλισκομένων δὲ καὶ ἑτέρων τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, τῶν ἀλλοφύλων οἱ πρόσοικοι καὶ ὅσα τῆς Ἰουδαίων γῆς ὅμορά πως ἦν καὶ ἐκ γειτόνων ἔθνη, πλατὺ γελῶντα κατεκερτόμουν τὸν Ἰσραὴλ, ὡς οὐδὲν ὠφελημένον παρὰ Θεοῦ. ᾤοντο γὰρ τὴν τοῦ σώζοντος χεῖρα καὶ παθεῖν τὸ ἄναλκι καὶ ἀτονῆσαι δεῖν, ὡς πρὸς τὰς τῶν καταδῃούντων ὁρμάς. ἀλλ' ἦν ἄμεινον ἐννοεῖν, ὅτι λυπεῖν ᾑρημένοι τὸν σώζοντα καὶ προσκεκρουκότες Θεῷ, πεπείρανται τῶν δεινῶν, δέδονται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν. ἐπειδὴ δὲ ἦν τῶν ἀτόπων, ἐκείνους μὲν οἴεσθαι κατὰ σφᾶς αὐτοὺς, ὅτι τῇ δυνάμει τῶν ἰδίων σεβασμάτων, ἐν καλῷ τῆς εὐημερίας με- μενήκασιν, ἀπόλωλε δὲ καὶ ὠλόθρευται διὰ τὴν τοῦ σώζοντος ἀσθένειαν ὁ Ἰσραὴλ, ταύτῃτοι Θεὸς καὶ αὐτὰς τὰς τῶν περι- οίκων πόλεις παρεδίδου τοῦ Σεναχηρεὶμ εἰς ἐρήμωσιν. καὶ γοῦν ὁ Ῥαψάκης τοῖς ἐν τῷ τείχει τῶν Ἱεροσολύμων προσ-λαλῶν, τούτων αὐτῶν διεμέμνητο λέγων "Ποῦ ἐστιν ὁ "θεὸς Αἰμὰθ καὶ Ἀρφάθ; ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως 1.616 "Σεπφαρουείμ; μὴ ἠδύνατο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χει- "ρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο "τὴν γῆν αὐτοῦ ἐκ χειρός μου;" ἔστι τοίνυν ἡ Γὲθ ἀλλο- φύλων μὲν τῶν καλουμένων Φυλιστιεὶμ, μητρόπολις δὲ τῆς Παλαιστίνης. ἀλλὰ καὶ ἡ Ἐνακεὶμ ὁμοίως πολίχνη πάλιν ἐν ἐσχατιαῖς τῆς Ἰουδαίας κειμένη, πρὸς τῇ κατὰ νότον ἐρήμῳ, εἴκουσα μὲν τοῖς Ἰούδα σκήπτροις, φρονοῦσα γεμὴν οὐκέτι τὰ Ἰουδαίων, προσκειμένη δὲ μᾶλλον τοῖς τῶν ἐθνῶν ὁμόροις, Μωαβίταις δὴ λέγω καὶ Ἰδουμαίοις. ὦ τοίνυν, φησὶ, τῆς Γὲθ οἰκήτορες, ὦ τῆς Ἐνακεὶμ, μὴ τὰς ἑτέρων συμφορὰς ἑορτῆς ποιεῖσθε προφάσεις· μὴ μεγαλύνεσθε διὰ ταῦτα, μηδὲ ἐπειδήπερ ὁ γείτων ὑμῶν οἶκος ἠρήμωται, του- τέστιν ὁ τοῦ Ἰσραὴλ, ταύτῃτοι πλατὺ γελᾶτε, φησὶ, μονον- ουχὶ τῶν ἀπολωλότων κατορχούμενοι. μὴ οἰκοδομεῖτε ἐξ οἴκου καταγέλωτα, ἀλλ' ὡς καὶ αὐτοὶ τὰ χείρω πεισόμενοι, καθά- περ τινὰ γῆν καταπάττεσθε τὸν ἐσόμενον καθ' ὑμῶν κατα- γέλωτα, καὶ τὰς ἑαυτῶν θρηνεῖτε συμφοράς. κατορχήσονται γὰρ ὑμῶν οἱ Βαβυλώνιοι, καὶ οἰκτρῶς ἀπολωλόσιν ἐπιμει- διάσουσιν οἱ ἐχθροί. σοφὸν οὖν ἄρα τὸ ἐπιμεμνῆσθαι τοῦ λέγοντος "Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ὅτι "ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν "θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ." Πράττουσι δὲ τοῦτο καὶ οἱ Χριστὸν οὐκ εἰδότες. διωκο- μένων γὰρ ἔσθ' ὅτε τῶν ἐκκλησιῶν, καὶ δοκ
Twelve Prophets Micah Tomos 2 opening§micah-t2-open
micah-t2-openMicah Tomos 2.
Micah Tomos 2: false prophets; remnant gathered by the Lord.
Greek · §micah-t2-open
ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ. 9Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπ' αὐτὸν εἰρήνην, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπ' αὐτὸν πόλεμον.9 Κατῃτιᾶτο λίαν τοὺς ἐξ Ἰσραὴλ ὡς ἐθελούσιον μὲν ἀνατλάντας ὄλεθρον, σφᾶς δὲ αὐτοὺς αὐτοκλήτοις ἐνιέντας κακοῖς, καὶ πολὺ βλέποντας εἰς τὸ ῥᾴθυμον. προσετίθει δὲ, ὅτι καὶ ἠδίκηνται σφόδρα, τοῦ πονηροῦ καὶ ἀκαθάρτου πνεύ- ματος ἀεὶ φενακίζοντος καὶ ἀπατῶντος αὐτούς. ἔφη δὲ οὕτως "Ἐγγίσατε ὄρεσιν αἰωνίοις· ἀνάστηθι καὶ πορεύου, "ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις, ἕνεκεν ἀκαθαρσίας "διεφθάρητε φθορᾷ. κατεδιώχθητε οὐδενὸς διώκοντος. "πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέ- "θυσμα." ταύτης ἕνεκα τῆς αἰτίας ἐπέσκηψε μὲν οὐ μετρίως τοῖς καθηγεῖσθαι λαχοῦσι· μεθίστησι δὲ νυνὶ χρησίμως τὸν λόγον ἐπὶ τοὺς ὄντας παρ' αὐτοῖς ψευδοπροφήτας τε καὶ μάντεις, οἳ μονονουχὶ καὶ ὡς οἶνον αὐτοῖς κατεστάλαζον, τὰ 1.648 ἐκ τοῦ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος, ψευδοεπείας δὲ δηλονότι καὶ φενακισμοὺς, οὕτω τε λοιπὸν οἷά τινι μέθῃ περιβεβληκότες ἐξέστησαν λογισμοῦ τοῦ σώφρονος. ἔδακνον μὲν γὰρ καὶ οὐ μετρίως ἠδίκουν, ἀναπείθοντες τοῖς παρ' αὐτῶν προσκεῖσθαι λόγοις, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς παρὰ Θεοῦ διὰ προφητῶν ἁγίων· κατεψεύδοντο δὲ, λέγοντες ὡς καταβιώσονται μὲν ἐν εἰρήνῃ καὶ εὐημερίαις, παρενοχλήσει δὲ ὅλως τῶν ἀνιᾶν πεφυκότων οὐδέν. ἀλλ' ἦν αὐτοῖς εἷς ὁ εἰς τοῦτο λόγος οὐ παρὰ Θεοῦ. οὐ γὰρ ἂν ἀκαθάρτοις ἐδόθη γλώτταις τὸ χρῆναι λαλεῖν τὰ 253 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. οὕτω λαμπρά τε καὶ ἀξιό- ληπτα. ἐπειδὴ δὲ ἀναπεπείκασι προσέχειν αὐτοῖς, ἤγειραν ἐπ' αὐτοὺς πόλεμον, οὐκ αὐτοὶ τοὺς Ἀσσυρίους εἰς τοῦτο διανιστάντες· πόθεν; καταθήγοντες δὲ μᾶλλον ἐπ' αὐτοὺς τὴν ὁσίαν ὀργήν. ὅτι γὰρ ἐκείνοις προσεσχήκασιν, ἐπενήνεκται δικαίως καὶ τὰ ἐκ τοῦ πολέμου κακά. Ἔγκλημα δὴ τοῦτο τῶν ὅτι μάλιστα καὶ ἀληθῶν καὶ πρεπωδεστάτων τοῖς ἀρχιερεῦσι καὶ Φαρισαίοις, οἷς ἡ ἀθλία τῶν Ἰουδαίων πληθὺς κατακολουθήσασα διόλωλέ τε καὶ κατεφθάρη· γέγονε γὰρ δυσσεβὴς καὶ κυριοκτόνος. 9∆ιὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκο- τάσει ἐπ' αὐτοὺς ἡ ἡμέρα.9 Ἐπειδὴ γὰρ, φησὶν, ἐσταλάξατε τὸ ψεῦδος εἰς οἶνον καὶ μέθυσμα τῷ λαῷ, καὶ κατεδάκνετε μὲν ὡς θῆρες, εὐηγγελί- ζεσθε δὲ τὴν εἰρήνην, ψευδοεποῦντες αὐτοῖς, καὶ ταῖς τοῦ 1.649 πολέμου συμφοραῖς ἐναλῶναι παρεσκευάσατε, ταύτῃτοι δι- καίως νὺξ ἐφ' ὑμᾶς ἔσται καὶ σκότος, καίτοι καὶ ὁρᾶν ὑπο- κρινομένους, καὶ ὥς γε οἴεσθε κατὰ σφᾶς, ἄριστά τε καὶ ἀψευδῶς τὸ μαντεύεσθαι μεμελετηκότας. δύσεται γὰρ ὑμῖν ὁ ἥλιος, καὶ αὐτὸ δὲ τῆς ἡμέρας συσκοτάσει τὸ φῶς. καὶ οὐ δήπου φαμὲν, ὅτι συνέστειλεν ἀληθῶς ἐπ' αὐτοῖς ὁ ἥλιος τὰς αὐγὰς, ἤγουν τῆς ἠοῦς κατεσκοτίσθη τὸ φῶς, ἀλλ' ὅτι τῆς συμφορᾶς τὸ μέγεθος οἱονεὶ σκότος αὐτοῖς καὶ νὺξ ἀφεγγὴς, καὶ ἡλιακῆς ἀκτῖνος κατάδυσις καὶ φωτὸς συστολὴ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων γενέσθαι συμβέβηκε; τὰ γάρ τοι δεινὰ καὶ ἐξαίσια τῶν κακῶν καταμεθύσκει τὸν νοῦν, καὶ καταθολοῖ τὴν καρδίαν, ἐμπίπλησι δὲ καὶ σκότους. Φαίη δ' ἄν τις ἀληθεύων, ὅτι καὶ τοῖς Ἰουδαίων δήμοις ἐμπαροινήσασι τῷ Χριστῷ κατέδυ λοιπὸν ὁ νοητὸς ἥλιος, οὐκέτι Θεοῦ καταλάμποντος, οὐκέτι τῆς νοητῆς ἡμέρας διαυ- γαζούσης αὐτοῖς, ἀλλ' οἷον νυκτὸς κατασκιδναμένης αὐτῶν τῆς πωρώσεως. πεπώρωνται γὰρ, ὡς ὁ Παῦλός φησι, καὶ "̔Ηνίκα ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρ- "δίαν αὐτῶν κεῖται." "Φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμω- "ράνθησαν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία." καὶ ὅτι ταῦτα συμβήσεται παθεῖν αὐτοῖς, προκαταμεμήνυκε λέ- γων αὐτὸς ὁ Χριστός "Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν "τῷ φωτὶ ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ." ἐπειδὴ δὲ
Micah Tomos 2 rem early§micah-t2-rem-early
micah-t2-rem-earlyRem early: Micah Tomos 2; historia and theoria toward Christ.
Greek · §micah-t2-rem-early
τὸ θεῖον οὐ προσίεντο φῶς, τουτέστι Χριστὸν, κατελήφθησαν ὑπὸ τῆς σκοτίας, καὶ νὺξ αὐτοῖς γέγονεν ἐξ ὁράσεως, κατὰ τὴν τοῦ Προφήτου φωνήν. Τοῦτο δὲ αὐτὸ συμβήσεται καὶ τοῖς τῶν αἱρέσεων εὑρεταῖς, οἳ βλέπειν ὑποκρινόμενοι, διατεινόμενοί τε νοεῖν 1.650 δύνασθαι λαμπρῶς τὸ Χριστοῦ μυστήριον, ψευδοεποῦσιν οἱ δείλαιοι, καὶ τὰ ἐξ ἀπάτης βλάβη μονονουχὶ καταστάζουσι ταῖς τῶν ἁπλουστέρων καρδίαις, εἶτα τῶν τῆς ἀληθείας αὐτοὺς ἀποφέρουσι δογμάτων. ἔσται δὴ οὖν αὐτοῖς ἐξ ὁρά- σεως νὺξ καὶ σκότος, κατοιχήσονται γὰρ εἰς τὸ ἐξώτερον σκότος, "Ἁμαρτήσαντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες "αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν ὑπὲρ ὧν Χριστὸς "ἀπέθανε." 9Καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασθή- σονται οἱ μάντεις, καὶ καταλαλήσουσι κατ' αὐτῶν πάντες αὐτοὶ, διότι οὐκ ἔσται ὁ ὑπακούσων αὐτῶν.9 Οἱ μὲν γὰρ ἐμαντεύοντο τὴν εἰρήνην ὡς ἔσται πολλὴ, καὶ ψυχροῖς ὀνειρατίοις τοὺς προσιόντας αὐτοῖς συναρπάζοντες διακεῖσθαι παρεσκεύαζον, ὡς βαδιεῖται πάντα κατὰ ῥοῦν αὐτοῖς, καὶ κρατήσει τὰ ἐν εὐχαῖς. ἐπειδὴ δὲ οἷς ἔφασκον ἡ πεῖρα μαχομένην ἔδειξε τῶν πραγμάτων τὴν ἔκβασιν, καὶ εἰς πᾶν αὐτοῖς τοὐναντίον τὰ τῆς ἐλπίδος ἐκβέβηκε, κατεγινώ- σκοντο λοιπὸν ἀναγκαίως, ὡς ψευδοεπεῖς, ὡς βωμολόχοι τε καὶ φένακες· καὶ δὴ καὶ εἰς τοῦτο δυσκλείας κατώλισθον, ὡς μηδένα βούλεσθαι προσέχειν αὐτοῖς· πῶς γὰρ, ἢ πόθεν; οἵ γε χρηστὰ μὲν ἐλάλουν, ἐμβεβλήκασι δὲ τοὺς ἠπατημένους εἰς ἀδόκητον συμφορὰν, καὶ τῶν ἐλπισθέντων ὡς ἀπωτάτω; 9Ἐὰν μὴ ἐμπλήσω ἐγὼ ἰσχὺν ἐν πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ Ἰακὼβ ἀσεβείας αὐτοῦ καὶ τῷ Ἰσραὴλ ἁμαρτίας αὐτοῦ.9 1.651 ∆είκνυσιν ὅτι πάντη τε καὶ πάντως 254 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ψευδοεπεῖν ἀναγκαῖον τοὺς κατάπλαστον ἔχοντας τὴν τῆς προφητείας δόξαν. πῶς γὰρ ἂν ἀληθεύσειεν ὁ μὴ ἐν Θεῷ λαλῶν ὅς ἐστιν ἀλήθεια; περὶ μὲν γὰρ τοῦ Κάϊν ἔφη που Χριστός "Ἐκεῖνος ἀνθρω- "ποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, "ὅτι ψεύστης ἐστὶ καθὼς καὶ ὁ πατὴρ αὐτοῦ·" πατέρα διδοὺς αὐτῷ τὸν καὶ τὸ ψευδὸς ἐξευρηκότα, τουτέστι, τὸν σατανᾶν. ὅτι δὲ ἀνάγκη τοὺς ἐκ διαβολικοῦ λαλοῦντας πνεύματος τὰ ἐκείνου λέγοντας ψεύδεσθαι, πῶς ἔστιν ἀμφι- βάλλειν; οἱ γεμὴν διὰ Θεοῦ, πάντη τε καὶ πάντως ἀριστοεπ- οῦσί τε καὶ ἀληθεύουσιν· ἔχουσι γὰρ ἐν ἑαυτοῖς τὴν ἀλήθειαν. οὐκοῦν πῶς ἂν γένοιτο, φησὶν, οὐ διεψευσμένος παρά τισι τῆς προφητείας ὁ λόγος, εἰ μὴ ἐμπλήσαιμι, διὰ τοῦ ἐμοῦ Πνεύματος, δυνάμεώς τινας καὶ δικαιοσύνης, ἤτοι κρίματος, ὥστε καὶ ἀδεῶς καὶ τεθαῤῥηκότως κατεξανίστασθαι τῶν ἡμαρτηκότων, καὶ διελέγχειν αὐτούς; δεῖ γὰρ οἶμαι τοῖς λαλοῦσι τὰ παρὰ Θεοῦ, πλείστης τε ὅσης καὶ ἀγαθῆς εὐτολ- μίας. ἐλέγχουσι γὰρ ἔσθ' ὅτε δήμους τε ὅλους, καὶ μέντοι καὶ βασιλεῖς, καὶ τοὺς ὄντας ἐν ὑπεροχαῖς, οἳ δὴ μάλιστα τοῖς ἐπανορθοῦν ἐθέλουσιν ἐπιτρίζουσι, καὶ οὐκ οἰστὸν ποιοῦνται τὸν τῶν ὠφελούντων λόγον. κεκμήκασι γὰρ οἱ μακάριοι προφῆται, μᾶλλον δὲ κεκινδυνεύκασι, καὶ ἀνῄρην- ται πολυτρόπως ταῖς τῶν παιδαγωγουμένων ἀνοσίοις ὀργαῖς κατὰ καιροὺς περιπίπτοντες. ἐμαστίζοντο δὲ καὶ οἱ θεσπέσιοι μαθηταί. πλήρεις γὰρ ὄντες δυνάμεως καὶ κρίματος καὶ δικαιοσύνης προσεκόμιζον τῷ Θεῷ διὰ πίστεως τῆς εἰς Χρι- 1.652 στὸν τὰς τῶν Ἰουδαίων ἀγέλας. ἀλλ' ἔχαιρον αἰκιζόμενοι, καὶ τρυφῶντες τῶν συνεδρίων ἐξῄεσαν, ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθέντες. ᾔδεσαν γὰρ ὅτι συμπεπονθότες Χριστῷ καὶ συμβασιλεύσουσιν αὐτῷ. 9Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερου- σαλὴμ ἐν ἀδικίαις.9 Ἀγαθὸς ὢν λίαν ὁ ∆ημιουργὸς, εἶτα τῶν συμβησομένων αὐτοῖς κακῶν τὸ μέγεθος οὐκ ἠγοηκὼς, διὰ παντὸς ἔρχεται τρόπου, καὶ πᾶν εἶδος εἰσηγήσεώς τε καὶ ἀπειλῆς εἰσφέρει, ὡς ἂν τάχα πως ἀναπεισθεῖεν οἱ ἡμαρτηκότες καὶ μετανοεῖν ἕλοιντο, τὰ αἰσχίω μεταμανθάνοντες καὶ κατορθοῦν ᾑρημένοι τὰ δι' ὧν ἦν εἰκὸς ἀκονιτὶ δύνασθαι διαδράναι τὰ ἐξ ὀργῆς. εἰδέναι γεμὴν ἀναγκαῖον τὸν φιλομαθῆ καὶ φιλολογώτατον, ὅτι συνεχὴς μὲν τῶν προφητῶν ὁ λόγος ἐν βιβλίοις τε καὶ συγγραφαῖς, γέγονε δὲ κατὰ καιροὺς καὶ ἀνὰ μέρος, ὥστε κἂν εἰ φαίνοιντό πως ταυτοεποῦντες ἔσθ' ὅτε, ἀλλ' οὖν ἀκόλουθον ἐννοεῖν, ὡς οὐ καθ' ἕνα καιρὸν, ὡς ἔφην, οὔτε μὴν τοῖς αὐτοῖς, τὰ τοιάδε προσεφώνουν, μακρῶν δὲ πολλάκις παρεισ- βεβληκότων διαστημάτων, ἄλλοτε ἄλλοις καὶ κατὰ καιροὺς προσελάλουν. ἔδει γὰρ πάντας εἰδέναι τὰ συμβησόμενα, καὶ κοινῆς συμφορᾶς τοῖς ἀνὰ πᾶσαν τὴν γῆν γενέσθαι τὴν προαγόρευσιν. πρὸς ὑμᾶς δὴ οὖν ὁ λόγος, φησὶ, τοὺς εἰς 1.653 τοῦτο λοιπὸν ἀφιγμένους ἐμβροντησίας, ὡς βδελύττεσθαι τὸ κρῖμα, τουτέστι τὴν δικαιοσύνην, καὶ διεστραμμένον ἀπο- φαίνειν τὸν εἰς εἴδησιν ἀγαθὴν κατορθοῦντα νόμον· πρὸς ὑμᾶς τοὺς οἰομένους τάχα που ταῖς μιαιφονίαις καὶ ἀδίκοις αἵμασιν ἀνορθοῦν τὴν Σιὼν, καὶ εὐκλεᾶ καὶ περίβλεπτον τὴν Ἱερουσαλὴμ ἀποφαίνειν. ἀλλ' ἦν ἄμεινον ἐννοεῖν, ὅτι κατα- στρέφουσι μᾶλλον αὐτὴν, καίτοι τεθειμένοι πρὸς οἰκοδομὴν καὶ εἰς ἐπανόρθωσιν, ἅτε δὴ καὶ τῶν ποιμνίων προεστηκότες, ἱερεῖς τε καὶ νομοφύλακες παρὰ Θεοῦ τεταγμένοι. Καθῃρήκασι δὲ ἀληθῶς τὴν Σιὼν ἐν αἵμασιν. ἀπεκτόνασι γὰρ τοὺς προφήτας, προσέθεσαν δὲ αὐτοῖς καὶ τὸν τῶν ὅλων ∆εσπότην, φημὶ δὴ τὸν Χριστόν. οἰκοδόμοι γὰρ ὄντες τῆς Σιὼν, ἀπεδοκίμαζον αὐτόν· καίτοι Θεοῦ λέγοντος ἐναργῶς "̓Ιδοὺ τίθημι εἰς τὰ θεμέλια Σιὼν λίθον ἐκλεκτὸν ἀκρο- "γωνιαῖον ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ κατ- "αισχυνθῇ." ἀλλ', ὡς ἔφην, οἱ τῆς Σιὼν οἰκοδόμοι τὸν ἐκ- λεκτὸν καὶ ἔντιμον ἀπεδοκίμασαν λίθον· πλὴν εἰς κεφαλὴν τέθειται γωνίας· βεβασίλευκε γὰρ ἡμῶν, καὶ τῶν ἐκ περι- τομῆς ὁ Χριστὸς, οὓς καὶ ἔκτισεν "εἰς ἕνα καινὸν ἄνθρωπον, "ποιῶν 255 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. εἰρήνην διὰ τοῦ σταυροῦ" καὶ ὥσπερ τινὰ γωνίαν συνείρων εἰς ὁμοψυχίαν ἐν Πνεύματι. γέγραπται γὰρ ὅτι "Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ "μία." ἐπειδὴ δὲ σύμμορφοι γεγόνασι δι' ἁγιασμοῦ καὶ πίστεως τῷ ἀκρογωνιαίῳ καὶ ἐντιμοτάτῳ, καλῶς καὶ σοφῶς ὁ θεσπέσιος αὐτοῖς ἐπιστέλλει Πέτρος "καὶ ὑμεῖς ὡς λίθοι "ζῶντες ἐποικοδομεῖσθε οἶκος πνευματικὸς" "εἰς ναὸν "ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι·" κατῴκηκε γὰρ ὁ Χριστὸς ἐν ταῖς τῶν πιστευόντων καρδίαις. καὶ περὶ 1.654 αὐτῶν που φησὶ διὰ προφήτου φωνῆς "Ὅτι ἐνοικήσω ἐν "αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ "αὐτοὶ ἔσονταί μοι λαός." 9Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυ- ρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά. διὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριασθήσεται, καὶ Ἱερου- σαλὴμ ὡς ὀπωροφαλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.9 Βδελυρόν τι χρῆμα, καὶ τῶν ὅτι μάλιστα κατεστυγημένων τῷ πανάγνῳ Θεῷ καὶ κρίσις ἄδικος καὶ δωροδοκία. γέγραπται γὰρ ὅτι "Λαμβάνοντος δῶ
Micah Tomos 2 rem mid§micah-t2-rem-mid
micah-t2-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §micah-t2-rem-mid
ρα ἐν κόλπῳ ἀδίκως οὐ κατευ- "οδοῦνται ὁδοί." ἥττηνται γὰρ ὧδέ τινες τῆς ἐπαράτου φιλοκερδείας καὶ λημματίων αἰσχρῶν, ὡς ἡγεῖσθαι παρ' οὐδὲν τὸ παρευθύνειν τὸ δίκαιον, καὶ πιπράσκειν τὴν ἀλή- θειαν. ὥσπερ δὲ οἱ κόνιν λαβόντες εἰς ὀφθαλμοὺς ἀτονοῦσαν ἔχουσι τῆς ὀπτικῆς δυνάμεως τὴν ἐνέργειαν, οὕτω κἀκεῖνοι τὴν εἰς νοῦν δεχόμενοι πήρωσιν οὐχ ὁρῶσιν ἔτι· "Τὰ γὰρ δῶρα "ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καθὰ γέγραπται, καὶ λυμαί- "νεται ῥήματα δίκαια·" οἱ δὲ δὴ τὸ δίκαιον παρευθύνοντες, τῶν θείων ἀξιωμάτων τὸ εἰλικρινὲς ἀδικοῦσι κάλλος. πρέπει γὰρ μόνῳ τὸ κρίνειν Θεῷ, καὶ τοῦτο εἰδὼς ὁ μα- κάριος ἔφη Μωυσῆς "Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι "ἡ κρίσις τοῦ Θεοῦ ἐστιν." ὁ δὲ κρίνειν ἄδικα μεμελετηκὼς, μονονουχὶ τῶν θείων καὶ ὑπερτάτων ἅπτεται θρόνων, καὶ εἰς 1.655 αὐτὴν ἴστω πεπλημμεληκὼς τὴν ἀπόῤῥητον δόξαν, ἣ κρίνειν οἶδεν ὀρθῶς καὶ δικαίως. Θεοῦ γὰρ ἡ κρίσις, ὡς ἔφην. πάν- δεινον δὲ πρὸς τούτῳ καὶ τὸ κέρδους ἀφορμὰς ποιεῖσθαι τὴν εὐσέβειαν, καὶ πορισμὸν ἡγεῖσθαι τὰ παρὰ Θεοῦ. ἄθρει γὰρ ὅπως ἀκαταιτίατον οὐκ ἐᾷ προφήτην καὶ ἱερέα μισθοφορεῖν ἐθέλοντα, ὡς τοῖς προσιοῦσιν ἐπαγγέλλεσθαι λαλεῖν, εἰ δὴ προσκομίζειν ἕλοιντο μισθούς τε καὶ δῶρα. οἶμαι δὲ ὅτι ψευδοπροφητῶν διαμέμνηται πάλιν ὁ λόγος εἰς τὸ παρὸν, καὶ οὐχὶ πάντως ἱερουργῶν τῶν ἐκ νόμου καὶ ἀληθινῶς, ἀλλ' οἷς ἦν ἔθος τὰς τοιάσδε τιμὰς ὑποτρέχειν, καὶ ὠνητὴν ἑαυ- τοῖς περιποιεῖσθαι τὴν δόξαν. οὐ γὰρ ἂν προφήτης ἅγιος, ἤγουν ἱερεὺς ἀληθῶς, τοῖς τοιοῖσδε πταίσμασι τὴν ἰδίαν ἔνοχον καθίστη ψυχήν. Εἶτα, τοιαῦτα πλημμελοῦντες, φησὶν, ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά. ἦν μὲν γὰρ ὁμολογουμένως ἐν τῷ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, ἐξείλετο δὲ αὐτοὺς τῆς ἐν Αἰγύπτῳ ταλαι- πωρίας, εἰσκεκόμικεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, κρείττους καὶ ἀλκιμωτέρους ἔδειξεν ἐχθρῶν. ἀλλ' ἔδει που πάντως ἐννοεῖν, ὅτι πλημμελοῦσι δεινῶς καὶ ἐπὶ τοῖς οὕτως ἐκτόποις κατεγνωσμένοις, οὐκ ἂν ἠνέσχετο συνεῖναι Θεός. ἀσύμβατον γὰρ τῷ βεβήλῳ τὸ ἅγιον, καὶ ἀσυναφὲς τῷ ῥυποῦντι τὸ καθαρόν. ὅτι τοίνυν μάταια πεφρονήκασιν, οἰηθέντες, ὅτι κἂν εἰ τῆς φαυλότητος εἶεν ἐργάται, κἂν εἰ δρᾶν ἕλοιντο τὰ παντὸς ἐπέκεινα κακοῦ, συνέσται πάλιν αὐτοῖς οὐδὲν ἧττον Θεὸς, ἐξ αὐτῶν ἐπιγνώσονταί φησι τῶν συμβησομένων. ἀροτριασθήσεται μὲν γὰρ ἡ Σιὼν, ἔσται δὲ ὡς ὀπωροφυλάκιον 1.656 ἡ διαβόητος Ἱερουσαλὴμ, τουτέστιν ἠρημωμένη καὶ κατε- στραμμένη, καὶ αὐτὸ δὲ τὸ ὄρος τοῦ οἴκου, τουτέστιν, ὁ ἐφ' ὑψηλοῦ γηλόφου κείμενος νεὼς, εἰς ἄλσος δρυμοῦ. ὅμοιον ὡς εἰ λέγοι, θηρίων ἀγρίων ἐναύλισμα καὶ δρακόντων χειαί. ὥσπερ γὰρ ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς δρυμοῖς κατοικοῦσιν οἱ θῆρες καὶ τὰ τῶν ἑρπετῶν ἀτίθασα γένη, 256 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. οὕτω καὶ ἐν τοῖς ἠρημωμένοις τῶν τόπων, καὶ ἔνθαπερ ἂν πολλὰ λίαν φαίνοιντο τὰ συμπεπτωκότα. Συμβέβηκε δὲ ταυτὶ τοῖς τῶν Ἰουδαίων δήμοις, ὅτε καὶ εἰς αὐτὸν πεπαρῳνήκασι τὸν Ἐμμανουήλ. τότε γὰρ τότε διολώ- λασι παντελῶς, καὶ λίθος οὐ μεμένηκεν ἐπὶ λίθῳ, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν· ἀρόσιμος δὲ γῆ καὶ τοῖς γηπο- νοῦσιν ἐπιτηδεία δέδεικται λοιπὸν ἡ πάλαι σεπτὴ καὶ ἀξιά- γαστος Σιών. πλὴν ἰστέον, ὅτι Θεὸς ἔσται καὶ ἐν ἡμῖν, οὐ πίστιν ἔχουσι μόνην, οὐδὲ οἷον ἐπ' αὐτῷ ἀναπαυομένοις διὰ τοῦτο, ἀλλ' εἰ προσγένοιτο τῇ πίστει καὶ τὸ ἐξ ἔργων εὐδοκι- μεῖν. "Ἡ γὰρ πίστις χωρὶς ἔργων νεκρά ἐστι" κατὰ τὸ γεγραμμένον. συνθεόντων δὲ τῶν ἔργων τοῖς ἐκ πίστεως ἀγαθοῖς, τότε δὴ τότε καὶ συνέσται Θεὸς, καὶ ἀναῤῥώσει ῥᾳδίως, καὶ φίλους ἡγήσεται, καὶ ὡς γνησίους εὐφρανεῖ, καὶ παντὸς ἀπαλλάξει κακοῦ. 9Καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ' αὐτὸ λαοὶ, καὶ πορεύσονται ἐπ' αὐτὸ ἔθνη πολλά· καὶ ἐροῦσι ∆εῦτε ἀναβῶμεν 1.657 εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρί- βοις αὐτοῦ.9 Σαφὴς ἐν τούτοις ὁρᾶται λοιπὸν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἡ προαγόρευσις. ἐκ μέσου δὲ ὥσπερ γεγενημένου τοῦ κατὰ σάρκα Ἰσραὴλ, καὶ θυσιῶν πεπαυμένων τῶν κατὰ τὸν νόμον, ἠρεμούσης δὲ καὶ ἱερωσύνης τῆς ἐξ αἵματος τοῦ Λευῒ, καὶ αὐτοῦ δὲ λοιπὸν τοῦ διαβοήτου κατεμπρησθέντος νεὼ, καὶ τῆς Ἱερουσαλὴμ καθῃρημένης, ἀνέδειξεν ὁ Χριστὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καὶ ὡς ἐν λοίσθῳ καιρῷ, τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου· τότε γὰρ γέγονε καθ' ἡμᾶς. ὄρος δὴ οὖν ὀνομάζει τὴν Ἐκκλησίαν, ἥτις ἐστὶν οἶκος Θεοῦ ζῶντος· ὑψηλὸν δὲ, ὅτι χθαμαλὸν ἐν αὐτῇ παντελῶς οὐδέν· ἀλλ' αἴρεται μὲν ὑψοῦ τῶν περὶ Θεοῦ δογμάτων ἡ γνῶσις, ἀνῴκισται δὲ καὶ αὐτὸς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι. οὐ γάρ ἐστιν ἐν αὐτοῖς τὸ χαμαιριφὲς καὶ πεπατημένον εἰς ζωὴν, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν ἐκ περιτομῆς κατίδοι τις ἄν. οἱ μὲν γὰρ ἥττηντο φιλοσαρκίας καὶ λημμάτων αἰσχρῶν, ἡλίσκοντο δὲ φονῶντες ἀδίκως, πλείσταις τε ὅσαις ἑτέραις πλημμελείαις ἔνοχοι· "Οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ, καθά φησιν ὁ θεσπέσιος Παῦ- "λος, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς "ἐπιθυμίαις." μεμισήκασι δὲ οὕτω τὸ χρῆναι πλουτεῖν, ὥστε καὶ ἀνακεκραγότων ἐκ παῤῥησίας ἐπαΐοι τις ἄν "Ἔχοντες "διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. οἱ δὲ "βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγί- 1.658 "δας καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες "βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν." ἀφεστήκασι δὲ ὧδε τοῦ φονᾶν, ὥστε καὶ τοῖς παίουσιν εἰς τὴν δεξιὰν σιαγόνα, στρέφειν καὶ τὴν ἄλλην. ὄρος δ' ἂν νοοῖτο καὶ ἑτέρως ἡ Ἐκκλησία τοῖς Ἑλλήνων παραβαλλομένη δόγμασιν. οἱ μὲν γὰρ λίθοις καὶ ξύλοις καὶ αὐτῇ δὲ τῇ κτίσει χρῆναι προσκυνεῖν ἀσυνετώτατα δογματίζουσιν, ἡ δὲ καθίστησιν ἐναργῆ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ὃς τόδε τὸ σύμπαν διετεκτήνατο, καὶ πρὸς τὸ εὖ εἶναι συνέχει, καὶ ἔστι τῶν ὅλων Κύριος ὡς Θεός. Ἐπῆρθαι γεμὴν τὸ ὄρος φησὶ τοῦ Κυρίου ἐπ' ὄρη τε καὶ βουνοὺς, εἶναί τε ἕτοιμον, τὸ οἷον ἐν περιφανείᾳ πολλῇ κεῖ- σθαί τε καὶ εἶναι διὰ τούτου σημαίνων. περίοπτον γὰρ τὸ ἐν ὄρει κείμενον, ἕτοιμόν τε λίαν ἰδεῖν, καὶ οὐδενί που τάχα καὶ τῶν ἀπωτάτω κειμένων ἀγνούμενον. ὅτι δὲ καὶ μάλα προθύμως διάττειν ἔμελλον ἐπ' αὐτὸ τὰ ἔθνη, διαμεμήνυκεν ἐναργῶς τῆς προφητείας ὁ λόγος. μεμαρτύρηκε δὲ τοῦτο, καὶ ἀτρεκὲς ὂν ἀπέφηνε καὶ αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις. σπεύσουσι γὰρ, φησὶν, ἐπ' αὐτὸ λαοὶ, δῆλον δὲ ὅτι τὸν τοῦ οἴκου ∆εσπότην, τουτέστι Χριστόν. τί δὲ καὶ ἐροῦσι; ∆εῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν αὐτῇ. ἀκούεις ὅτι προτροπάδην ἀλλήλοις διακελεύονται, τὸ Ἀναβῶμεν λέγοντες ὀρθῶς τε καὶ νουνεχῶς· φαίην γὰρ ὅτι τῶν παρ' Ἕλλησι 257 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. δογμάτων τὸ χθαμαλὸν καὶ κατεῤῥιμμέ- νον οὐκ ἠγνοηκότες τὸ Ἀναβῶμεν λέγουσιν, ὡς ὑψοῦ λοιπὸν 1.659 ἀναθρώσκοντες, ὅσον ἧκεν εἰς ἐννοίας τὰς ἐπί γε τῷ φ
Micah Tomos 2 rem close CLOSEOUT§micah-t2-rem-close
micah-t2-rem-closeRem CLOSEOUT: Micah Tomos 2 CLOSEOUT.
Greek · §micah-t2-rem-close
ύσει καὶ ἀληθῶς ὄντι Θεῷ. γλίχονται δὲ τῆς δικαιοσύνης, καὶ δεδιψήκασι μαθεῖν τὴν ὁδὸν τοῦ Κυρίου, καὶ δὴ καὶ ἰέναι κατεπαγγέλλονται, καὶ λίαν ἐσπουδασμένως, ἐν ταῖς τρίβοις αὐτοῦ. καὶ τίνες ἂν εἶεν οἱ τῶν τοιούτων εἰσηγηταί; ἢ δη- λονότι τοῦ Σωτῆρος οἱ μαθηταὶ, οἱ τὸ θεῖον ἐγχειρισθέντες κήρυγμα, πρὸς οὓς ἔφη Χριστός "Πορευθέντες μαθητεύ- "σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ "Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκον- "τες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν." 9Ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν.9 Αἱ μυρίαι τε καὶ ἀναρίθμητοι τῶν ἐθνῶν ἀγέλαι, αἱ βαδί- ζουσαι μὲν ἐπὶ τὸ ὄρος τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν, γλιχόμεναί τε μαθεῖν τὴν ὁδὸν τοῦ Κυρίου, καὶ δι' αὐτῆς ἰέναι προθύμως ὑπισχνούμεναι, τὴν αἰτίαν ἐνθάδε φασὶ τοῦ μὴ θέλειν ἔτι μονονουχὶ τελεῖσθαι τῷ νόμῳ καὶ προστρέχειν Ἰουδαϊσμῷ. πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἔτι τῶν κατὰ τὸν νόμον ἑστώτων ἐθῶν, προσῄεσάν τινες τῶν πεπλανημένων, καὶ τοῖς τῆς εἰδωλολατρείας κακοῖς ἐῤῥῶσθαι φράζοντες, εἶτα τὴν σάρκα περιτεμνόμενοι, τοῖς τῶν Ἰουδαίων ἔθεσί τε καὶ νόμοις διαζῆν ἐσπούδαζον. ἀριθ- μοῦ δὲ κρείττων τῶν παρ' αὐτοῖς ἡ τοιάδε πληθύς. καὶ γοῦν ὁ Σολομῶν, ὅτε τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀνορθοῦν ἐσκέπτετο ναὸν, ἑκατὸν καὶ πεντήκοντα χιλιάδας λατόμων τε καὶ ἐργα- 1.660 τῶν ἐκ τῶν προσηλύτων προεχειρίζετο· γέγραπται γὰρ οὕτως ἐν ταῖς Παραλειπομέναις. τύπος δὲ ἦν ἄρα μυστηρίου τὸ δρώμενον. ἔμελλον γὰρ ἀναδείμασθαι ναὸν τῷ Θεῷ, τὸν ἀληθῆ καὶ περίοπτον, τουτέστι τὴν Ἐκκλησίαν, οὐκ Ἰουδαῖοι δὲ μᾶλλον, ἀλλ' οἱ ἐξ ἐθνῶν, τὸν ἐν τῷ κρυπτῷ περιφέ- ροντες Ἰουδαῖον, καὶ περιτομὴν ἔχοντες οὐχὶ τὴν ἐν σαρκὶ μᾶλλον, ἀλλὰ τὴν ἐν πνεύματι. Οὐκοῦν πρὸ μὲν τῆς ἐπιδημίας προσῄεσάν τινες τῶν εἰδωλολατρῶν καὶ τοῖς Ἰουδαίων διέζων νόμοις. ἐπειδὴ δὲ ἀνεδείχθη λοιπὸν τὸ ὄρος τοῦ Κυρίου τὸ περίοπτον ἀληθῶς, ἐπ' αὐτὸ δὴ μᾶλλον προσίενται, χαίροντές τε καὶ λέγοντες Ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. ἐοίκασι δὲ βούλεσθαι δηλοῦν, κἀκεῖνό που τάχα διακεκρα- γέναι σαφῶς, ὡς ἔρημος ἔσται καὶ αὐτοῦ τοῦ νόμου Σιὼν, καὶ γυμνὴ τῶν θείων λόγων Ἱερουσαλήμ. οἱονεὶ γάρ πως ἐκπεφοίτηκεν αὐτῶν ὁ νόμος καὶ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος Θεοῦ. κατήργηται γὰρ ἡ σκιὰ, καὶ πέπαυται τὰ ἐν τύποις, ἀνῄρηνται δὲ καὶ αἱ θυσίαι, καὶ πάντα λοιπὸν τὰ διὰ Μωυσέως συμπεπέρασταί πως, ὅσον ἧκεν εἰς τὸ γράμμα φημί. ὅτι δὲ ἔμελλεν ὁ Χριστὸς κρῖναι τε καὶ διελέγξαι ἔθνη πολλὰ, μονονουχὶ προφητεύουσι καὶ προαγορεύουσι· κρῖναι τε καὶ ἐλέγξαι ὅπως τε, καὶ τίνα τρόπον, εἰπεῖν ἀναγκαῖον. ἀναπείθων γὰρ τῶν τῆς πλανήσεως ἀποσχέσθαι τρόπων, καὶ καταδεικνὺς ἐναργῶς, ὅτι σπεύδουσιν εἰς ἀπώλειαν, εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἀπο- 1.661 μάττεσθαι τὰ ἐγκλήματα, κρινεῖ τε καὶ ἐλέγξει τρόπον τινὰ καὶ οὐχὶ μόνον ἔθνος ἓν, ἀλλ' ἕως εἰς γῆν μακρὰν, τουτέστι, μέχρι τερμάτων τῆς ὑπ' οὐρανόν· πανταχῆ γὰρ ὁ σωτήριος ὑμνεῖται λόγος. "Κηρυχθήσεται γὰρ, φησὶ, τὸ εὐαγγέλιον "τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ." Ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ἰσχνόν τε καὶ κεκρυμμένον μυστήριον ὁ προφητικὸς ὑπεμφαίνειν λόγος. ἀφηγεῖται γὰρ ὥσπερ, τίνα δὴ τρόπον οἱ ἐξ ἐθνῶν εἰσδεχθεῖεν ἂν, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀφέντες πλάνησιν βαδιοῦνται λοιπὸν ἐπὶ τὸ ὄρος τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν. ἐκ γάρ τοι φησὶν τῆς ἄνω Σιὼν, καὶ τῆς νοητῆς Ἱερουσαλὴμ ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου. καταπεφοίτηκε γὰρ εἰς ἡμᾶς ἐξ οὐρανῶν ὁ τοῦ Θεοῦ Λόγος, ὃς καὶ γέγονεν ἡμῖν νόμος τε καὶ νομοθέτης, καὶ αὐτὸς κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν. τί δ' ἂν βούλοιτο δηλοῦν τὸ κρι- νεῖ καὶ ἐλέγξει, κατά γε τὸ εἰς νοῦν ἧκον ἐρῶ. 258 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τετυράννευκε κατὰ πάντων ὁ σατανᾶς, καὶ ὁμοῦ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς τῆς ὑφ' ἡλίῳ κατεστρατεύετο, καὶ πᾶσιν ἐπιθεὶς τῆς πλεονεξίας τὸν ζυγὸν, ἀπεβουκόλησε Θεοῦ τὸ ἐπὶ τῆς γῆς γένος. ἀλλ' "Ἐπέφανεν ἡμῖν Θεὸς Κύριος," κατὰ τὸ γεγραμμένον, ὤφθη λοιπὸν ἐπὶ γῆς ὁ ἀγαθὸς ποιμὴν, καὶ τῆς μὲν ἐκείνου πλεονεξίας ἐξείλετο τοὺς πεπλανημένους, κατα- δεδίκακε δὲ τοὺς πλανήσαντας, καὶ διήλεγξε τοὺς ἠδικηκό- τας, τουτέστι "Τὰς ἄρχας, τὰς ἐξουσίας, τοὺς κοσμοκρά- "τορας τοῦ αἰῶνος τούτου, τὰ πνευμάτικα τῆς πονηρίας "ἐν τοῖς ἐπουρανίοις." καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ Χριστὸς καθίστησιν ἐναργὲς λέγων "Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος 1.662 "τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται "ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς "ἐμαυτόν." δεδίκακε γὰρ πολλοῖς καὶ ἀναριθμήτοις λαοῖς, δῆλον δὲ ὅτι τοῖς ἠδικημένοις, καὶ δεδικαίωκε μὲν αὐτοὺς ἐν ἐλέῳ καὶ πίστει. ἐκβέβληκε δὲ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ τῆς καθ' ἡμῶν ἀπεσόβησεν ἀρχῆς, ἐλέγχων ὡς ἄδικον, ὡς ἀνόσιον, ὡς ἀνθρωποκτόνον, ὡς πλεονεκτήσαντα τὴν ὑπ' οὐρανόν. συνηλέγχοντο δὲ αὐτῷ πάντως που καὶ τὰ ἕτερα τῶν δαιμονίων ἔθνη, τὰ πάλαι δεινά τε καὶ ἰσχυρὰ, καὶ οὐ μίαν περιφοιτῶντα πόλιν, ἀλλ' ἕως εἰς γῆν μακρὰν κατ- εσκεδασμένα, τουτέστι, μέχρι περάτων τῆς ὑπ' οὐρανόν. διενείμαντο γὰρ ὥσπερ τὴν γῆν, καὶ οὐδεὶς ἦν ὅλως τῆς ἐκείνων δυστροπίας ἄπειρος. 9Καὶ κατακόψουσι τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐκ ἔτι οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος ῥομφαίαν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παν- τοκράτορος ἐλάλησε ταῦτα.9 Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ ἀληθεύει λέγων ὁ Παῦλος, ὅτι "ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα "παρῆλθε." μετακεχώρηκε γὰρ ἐπὶ τὸ ἄμεινον, καὶ αὐτὴ τῶν πραγμάτων ἡ κατάστασις, οὐκέτι πολέμους καὶ μάχας ὠδίνουσα, δύσοιστον ἔχοντας καὶ παμμόχθηρον ἀληθῶς κατὰ πάντων τὴν ἔφοδον. τὸ γὰρ μεταπλάττεσθαι μὲν τὰ 1.663 πολέμου πρὸς ἔργα γηπόνοις, καὶ ἕκαστον δὲ ἀναπαύεσθαι, φησὶν ὁ Προφήτης, ὑποκάτω συκῆς ἰδίας καὶ μὴν καὶ ἀμπέλου, μηδένα τε εἶναι τὸν δεδιττόμενον, τί ἂν ἕτερον ἡμῖν ὑπεμφήνειεν, ἢ ὅτι βαθεῖά τις ἔσται καὶ ἄῤῥηκτος ἡ εἰρήνη, καὶ καιρὸς ἀπόλεμος; τετέλεσται δὲ ταυτὶ κατὰ τοὺς τῆς ἐπιδημίας καιρούς. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν "ἀφίημι ὑμῖν." Πότε δὲ ἢ πῶς καὶ ἡ ἐν κόσμῳ γέγονεν εἰρήνη; ἐπειδὴ γὰρ τῆς ὑπ' οὐρανὸν κατεκράτησε λοιπὸν ἡ τῶν Ῥωμαίων ἀρχὴ καὶ εὐκλεεστάτη βασιλεία, συνηνέχθησάν τε καὶ ὑφ' ἕνα γεγόνασι ζυγὸν τὰ ἔθνη σύμπαντα, καὶ κατέληξαν μὲν τοῦ πρὸς ἄλληλα πολέμου, ἐτράποντο δὲ πρὸς τὰ τῆς εἰρήνης ἔργα, δῆλον δὲ ὅτι πρὸς γεωπονίας, ἕκαστοί τε ἀσφαλῶς τὰς ἑαυτῶν οἰκοῦσι πόλεις. οὔπω μὲν γὰρ τῆς Ῥωμαίων χειρὸς κατακρατούσης αὐτῶν, πόλεμοί τε καὶ ἐξαναστάσεις χωρῶν τε καὶ πόλεων γεγόνασι πανταχῆ, καὶ προὔκειτο μὲν τοῖς ἐθέλουσιν οὓς ἂν ἕλοιντο καταδῃοῦν, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων ὡς νενικηκόσι, καὶ ἦν ἀνάγκη τοῖς τοῦ πολέμου σκεύεσιν ἐνηρμόσθαι καλῶς τοὺς ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει, καὶ μελέτην ποιεῖσθαι τὰ τακτικὰ, σφισί τε αὐτοῖς ἐπαμύνειν τε καὶ τέκνοις. ἐπειδὴ δὲ ἡδρύνθη λοι- πὸν ἡ τῆς τῶν Ῥωμαίων βασιλείας ἰσχὺς, πέπαυται τὰ τοιάδε, καὶ τοῦ πολέμου τὰ σκεύη, σκαπάναι καὶ δρέπανα καὶ μὴν καὶ ἄροτρα γεγόνασιν, καὶ εἰς ἕτερα ἅττα τὰ τοιάδε λοιπὸν μετεπλάττοντο. 1.664 Εἰ δὲ δή τις ἕλοιτο καὶ πνευματικῶς τοῖς προκειμένοις προσβαλεῖν, συνήσει πάλιν ὅτι τὴν ἐκ τῆς ἰδίας ἡμῖν ἡμε- ρότητος εἰρήνην βραβεύοντος Χριστοῦ, καὶ καταργοῦντος τὰς ἀρχὰς καὶ τοὺ
Twelve Prophets Micah Tomos 3 opening§micah-t3-open
micah-t3-openMicah Tomos 3.
Micah Tomos 3: what does the Lord require; Bethlehem hope CLOSEOUT.
Greek · §micah-t3-open
ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ.ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΤΡΙΤΟΣ. 9Ἐν τίνι καταλάβω τὸν Κύριον; ἀντιλήψομαι Θεοῦ ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριάσι χιμάρων πιόνων; εἰ δῷ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; εἰ ἀνηγγέλη σοι ἄνθρωπε τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τοῦ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου;9 Ἀπροφάσιστον τοῖς ἐξ Ἰσραὴλ ἀποφήναντος τοῦ Θεοῦ τὴν ἀπόστασιν, καὶ τρόπον τινὰ δικασαμένου καὶ σαφῶς ἀπελέγξαντος, ὡς εἴη μὲν αὐτὸς κατὰ μυρίους ὅσους εὐεργε- τήσας τρόπους, οἱ δὲ πρὸς ἀμέτρητον ἐληλακότες ἀναι- σθησίαν λελυπήκασιν οὐ μετρίως τὸν σεσωκότα, τὸ τοῦ μετανοοῦντος εὐθὺς εἰσφέρεται πρόσωπον, οἱονείπως κλαί- 1.700 οντος ἐπί τε τοῖς ἤδη προεπταισμένοις, καὶ ζητοῦντος ἀναμαθεῖν, τίνα δὴ τρόπον διακρούσαιτο τὰ ἐγκλήματα, καὶ τῶν Θεῷ φιλτάτων ἀντέχοιτο σπουδασμάτων. φησὶ τοίνυν Ἐν τίνι καταλάβω τὸν Κύριον; τί γὰρ προσοίσω, φησὶ, τί δὲ δράσαιμι λοιπὸν, ὁ οὕτω προσκεκρουκώς; ἄρα δὴ μόσχους ἱερουργῶν νέους τε καὶ ἁπαλοὺς ἔσομαι καθαρός; ἐπαινέσει δέ με Θεὸς εἰ ἑλοίμην ὁλοκαυτοῦν; εὕροιμι δ' αὐτόν· του- τέστιν, ἐγγὺς ἔσομαι, καὶ εἰς οἰκειότητα παραδεχθήσομαι τὴν πνευματικήν· εἰ καὶ πολὺ πλῆθος ἀναθείην θρεμμάτων; ἀλλ' ἐκεῖνα παρεὶς, τῶν τῆς ἐμῆς κοιλίας ἅψομαι καρπῶν· εὐαρεστήσω δὲ ἆρα, καταθύσας αὐτῷ τῶν ἐμῶν τέκνων τὸ ἐξαίρετον, τουτέστι, τὸ πρωτότοκον; Ταῦτά τινος οἱονείπως διασκεπτομένου καὶ λέγοντος, ἀποκρίνεται πάλιν ὁ Προφήτης, καί φησιν ἐν πνεύματι Οὐκ ἀσυμφανὲς τὸ χρῆμα, καὶ οὐ σὺν ἱδρῶτι ληπτόν. οἶσθά που πάντως τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ· ἀκήκοας τὸ δοκοῦν καὶ φίλον αὐτῷ. τοιγαροῦν ἐνδοιάζεις, ἄνθρωπε; ζητεῖ γὰρ παρὰ σοῦ τί ἕτερον ὁ τῶν ὅλων Θεὸς, ἢ ὅτι δὴ μόνον τὸ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου; τὸ μὲν οὖν ποιεῖν κρῖμα, τὸ κατεργάζεσθαι καὶ πληροῦν ἐστι τὴν δικαιοσύνην· κρῖμα γὰρ ἡ δικαιοσύνη· τὸ δὲ ἀγαπᾶν ἔλεος, τῆς φιλαλ- ληλίας ἔχει τὰ αὐχήματα, καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης καταπλουτεῖ τὴν δόξαν. τὸ δὲ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου, τὸ εἰς πᾶν ὁτιοῦν εὐπειθὲς καὶ 1.701 εὐήνιον ὑποφαίνει. δεῖν δὲ καὶ ἡμᾶς ὁ μακάριος ἔφη Παῦλος ἐνδύσασθαι μὲν "τὸν θώρακα τῆς δικαιοσύνης, ὑποδή- "σασθαι δὲ καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου "τῆς εἰρήνης," τουτέστι Χριστοῦ· προσεπιτάττει δὲ, λέγων "̓Ενδύσασθε σπλάγχνα οἰκτιρμῶν," καὶ μὴν καὶ αὐτὸς ὁ Σωτήρ "Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν "οἰκτίρμων ἐστί." ταῦτα φίλη τε καὶ ἀξιόληπτος θυσία Θεῷ, ὀσμὴ νοητῶν ὁλοκαυτωμάτων ὑπὲρ αἷμα καὶ καπνοὺς καὶ λιβανωτόν. τὰ μὲν γὰρ ἦσαν ἐν 272 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τύποις· τὰ δὲ αὐτὴν εὐωδιάζει Θεῷ τὴν ἀλήθειαν, ὃς καὶ δι' ἑτέρου προφήτου φησίν "Ἔλεον θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ "ἢ ὁλοκαυτώματα." ἐπιτήρει δὲ ὅπως τὸ μὲν τοῦ μετα- γινώσκοντος πρόσωπον τὰς κατὰ νόμον θυσίας πληροῦν ἐσκέπτετο· Θεὸς δὲ προαναφαίνων ὡς ἀδρανὴς μέν ἐστι, καὶ ἀνικάνως ὁ νόμος ἔχει πρὸς ἀποκάθαρσιν ἁμαρτίας, παραπολὺ δὲ ἀμείνων καὶ ἀσυγκρίτως ὑπερκειμένη τῆς ἐν Χριστῷ πολιτείας ἡ δύναμις, ἀπαράδεκτα μὲν ὥσπερ ποιεῖ- ται τὰ κατὰ τὸν νόμον, ἔφη δὲ ὅτι θελητὸν τῷ Θεῷ, τὸ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετ' αὐτοῦ. ταῦτα δέ ἐστι τῆς ἐν Χριστῷ ζωῆς τὰ αὐχήματα. 9Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ.9 Καὶ δι' ἑτέρου τρόπου καθίστησιν ἐναργὲς, ὅτι τῆς δι' αἱμάτων προσαγωγῆς οὐδεὶς ὁ καρπὸς, ὀνήσειε δ' ἂν οὐ μετρίως τινὰ τῆς πνευματικῆς λατρείας ἡ δύναμις. τέθεικε
Micah Tomos 3 rem early§micah-t3-rem-early
micah-t3-rem-earlyRem early: Micah Tomos 3; historia and theoria toward Christ.
Greek · §micah-t3-rem-early
1.702 δὲ τὴν φωνὴν ἐν τούτοις ἀντὶ τοῦ ὀνόματος, ἤτοι τῆς ἐπικλή- σεως. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν Εἰ ἐπιφημίζοιτο τῇ πόλει τὸ ὄνομα τοῦ Θεοῦ, πάντη τε καὶ πάντως σωθήσεται. μὴ γὰρ οἰηθῇς ἄνθρωπε, φησὶ, ταῖς δι' αἱμάτων ἐφήδεσθαί με θυσίαις, μηδὲ ἀσεβῆ καὶ ἄνομον ἡγεῖσθαι πόλιν εἰ μὴ προσάγοι μόσχους εἰς ὁλοκαύτωσιν· ἀλλ' οὐδ' ἂν ὅλως σώσαιμι κινδυνεύουσαν, βουθυτεῖν ᾑρημένην, κἂν μηλο- σφαγίαις μὲν καθαιμάττοι τὸ θυσιαστήριον, ἕλοιτο δὲ καὶ κριῶν προσάγειν ἀγέλας, ἀρκέσει δὲ μᾶλλον εἰς σωτηρίαν αὐτῇ τὸ ἐπικληθῆναι τὸ ὄνομα τοῦ Θεοῦ. ἐμὴ γὰρ πάντως ἡ τὰ ἐμὰ τιμῶσα κράτη, καὶ τὰ ἐμοὶ θυμήρη δρῶσά τε ἀμελλητὶ καὶ φρονεῖν ἑλομένη. τότε σώσω τοὺς φοβουμένους ἐμέ. οὐκοῦν ὅτε καὶ Θεοῦ λεγόμεθα, τότε καὶ δεδίαμεν αὐ- τὸν, καὶ παρ' αὐτοῦ σωζόμεθα, καὶ τῆς πνευματικῆς λατρείας ἡ δύναμις τοιάδε νοοῖτ' ἂν εἰκότως. ἔφη τι τοιοῦτον ὁ τῶν ὅλων Θεὸς καὶ διὰ φωνῆς τοῦ ∆αυείδ "Ἄκουσον λαός μου, "καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς "ὁ Θεός σου εἰμὶ ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω "σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παν- "τός." εἶτα τούτοις ἐπενεγκὼν, ὡς οὐ φάγεται κρέα ταύρων, ἀλλ' οὐδ' ἂν ἐκπίοι τὸ τράγων αἷμα, πάλιν φησί "Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ "τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, "καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με." 9Ἄκουε φυλὴ, καὶ τί κοσμήσει πόλιν; μὴ πῦρ καὶ οἶκος ἀνό- 1.703 μων θησαυρίζων θησαυροὺς ἀνομίας καὶ μετὰ ὕβρεως ἀδικίας;9 Κατὰ φυλὰς γὰρ καὶ γένος κατῳκήκασι τὴν Ἰουδαίων, καὶ μέντοι καὶ τὴν Σαμάρειαν, οἱ ἐξ αἵματος Ἰσραὴλ, κατα- κληροδοτοῦντος αὐτοῖς τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ ἐπίκλην Ναυῆ. διαλέγεται τοίνυν ὁ Θεὸς οὐ πρὸς μίαν φυλὴν, ἀλλ' οἷον πρὸς πάσας, ἤτοι πρὸς ἑκάστην, πρέποντος τοῦ λόγου καὶ ἰδικῶς ἑκάστῃ, καὶ πάσαις. ἄκουε δὴ οὖν, ὦ πᾶσα φυλὴ, σώζεται μὲν πόλις ᾗπερ ἂν ἐπιφημίζοιτο τὸ ὄνομα τοῦ Θεοῦ. περιόψεται γὰρ οὐδαμῶς τοὺς φοβου- μένους αὐτὸν, ἀλλ' ἔσται τεῖχος ἀπόρθητον, κόσμημά τε καὶ δόξα τοῖς ἐθέλουσι κατορθοῦν τὸ θεοφιλές. εἰ δὲ δὴ βού- λεσθε, φησὶ, καὶ τὸ ἐναντίον ἰδεῖν, τί κοσμήσει πόλιν; οἶκος ἀνόμων, ἢ μετὰ ὕβρεως ἀδικία; ἆρα, φησὶ, διὰ πολλὴν ἁμαρτίαν εἰ δαπανῷτο πόλις ὑπὸ πυρὸς ταῖς τῶν πολεμίων ἁλοῦσα χερσὶν, εὐσχήμων ἔσται καὶ καλὴ, λαμπρὰν δὲ αὐ- τὴν καὶ εὐκλεεστάτην ἀποφήνειεν ἂν οἶκος ἀνόμων, ὁ θησαυ- ρίζων θησαυροὺς ἀδικίας, ὠφελήσει δὲ αὐτὴν μετὰ ὕβρεως ἀδικία; ἀλλ' ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν ὀρθὰ φρονεῖν εἰω- θότων, ὅτι δυσκλεᾶ καθίστησι τὰ τοιάδε. οὐ γὰρ ἂν ἥλω πόλις, καὶ δεδαπάνητο πυρὶ μὴ οὐχὶ πάντως προσκρούσασα διὰ πολλὴν ἁμαρτίαν. τί τοίνυν μεθέντες, φησὶ, τὰ δι' ὧν ἂν σώζοιτό τε καὶ κατακαλλύνοιτο πόλις, ζηλωτὰ πεποίησθε μᾶλλον τὰ κατασίνεσθαι πεφυκότα, τετιμήκατε δὲ τὰ δι' ὧν 1.704 ἂν ὁρῷτο αἰσχρά τε καὶ ἀκαλλὴς, πονηροὺς ἔχουσα τοὺς οἰκήτορας, ἐρασιχρημάτους καὶ ἀδίκους καὶ θησαυρίζοντας ἀνομίαν; 9Καὶ εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου, ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνέπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν 273 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὑψώθη ἐν τῷ στόματι αὐτῶν;9 Ἆρα γὰρ οἴεσθε, φησὶν, ἐν ζυγῷ δικαιωθήσεσθαι τὸν ἄνομον; τουτέστιν, εἰ δοκιμάζοιμί τε καὶ οἱονεὶ ταλαντεύοιμι τὸν ἑκάστου βίον, δικαιοσύνης τοῖς ἀδίκοις ψῆφον ἐπενεγκεῖν ἀνέχεσθαί ποτε τὸν φιλάρετον ἐμὲ πεπιστεύκατε; τοὺς δὲ ἐν μαρσίππῳ στάθμια δόλου, τουτέστι, τοὺς ἐκ πλεονεξίας καὶ ἀνισότητος καὶ φιλοκερδείας ἐκτόπου καταπλουτεῖν ἐθέ- λοντας διαφυγεῖν δύνασθαι νενομίκατε τὴν ὀργήν; ἀπὸ γὰρ τοιούτων λημμάτων τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνέπλησαν. γεγόνασι δὲ καὶ ψεῦσται καὶ ἀλαζόνες. παρέπεται γὰρ ἀεὶ τὸ μὲν ψεύδεσθαι φιλεῖν τοῖς τῆς ἀνισότητος ἐρασταῖς, καὶ λημμάτων αἰσχρῶν ἡττωμένοις καὶ φιλοκερδείας· μεγαλη- γορία δὲ καὶ ὑπεροψία τοῖς ἤδη πεπλουτηκόσιν. Ἔχουσιν ἐν μαρσίπποις στάθμια δόλου καὶ οἱ τῶν ἀνοσίων δὲ δογμάτων εὑρεταὶ, οἱ "πάντα τὰ ὀρθὰ διαστρέφοντες," καὶ τὸν τῶν ἁπλουστέρων ὑποτρέχοντες νοῦν ἀπάταις καὶ δόλοις, καὶ πλουτοῦντες μὲν διὰ τοῦ θηρᾶσθαι πολλούς· πλὴν ἀσεβείας ἐπίμεστον τὸν τοιοῦτον ἑαυτοῖς συναγείροντες 1.705 πλοῦτον, λαλοῦσιν ὁμολογουμένως ἀτρεκὲς μὲν οὐδὲν, παρά- σημα δὲ καὶ ψευδῆ, καὶ ταῖς ἐξ ἀπάτης κομψείαις οἱονεὶ κατακεχρωσμένα. ὑψοῦσι δὲ καὶ τὴν ἑαυτῶν γλῶτταν οἱ τοιοίδε πάλιν, "ἀδικίαν λαλοῦντες κατὰ Θεοῦ," κατὰ τὸ γε- γραμμένον, καὶ "Ἀποφθεγγόμενοι τὰ τῆς ματαιότητος ὑπέρ- "ογκα ῥήματα," οἷς ἀκόλουθον εἰπεῖν "Ἄκουε φυλὴ, καὶ "τί κοσμήσει πόλιν; μὴ πῦρ ἢ οἶκος ἀνόμων θησαυρίζων "θησαυροὺς ἀνομίας, καὶ μεθ' ὕβρεως ἀδικία;" οὐ γὰρ εἰς κόσμον αὐτοῖς, ἀλλ' εἰς δίκην ἔσται τὸ τῆς κολάσεως πῦρ. ἐπειδὴ δὲ οἶκοι γεγόνασι θησαυρίζοντες ἀνομίαν, εἰς ἀρὰν ἔσονται καὶ δίκην καὶ ἐν παντὶ πεσοῦνται κακῷ. 9Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐν ταῖς ἁμαρ- τίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς, καὶ ἐξώσω σε ἐν σοὶ, καὶ καταλήψῃ καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται· σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου. καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδώσω σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμὸν, καὶ ὀνείδη λαῶν λήψεσθε.9 Ἐπειδὴ γὰρ οἶκοι γεγόνασιν ἀσεβῶν θησαυρίζοντες ἀνο- μίαν, καὶ συναγείροντες πλοῦτον ἐξ ἀδικιῶν, λοιπὸν ἀπειλεῖ τὴν δίκην, καὶ τῶν ἔσεσθαι προσδοκωμένων τὴν ἔφοδον ἐν 1.706 ἀρχαῖς ἤδη πως τεθεῖσθαί φησιν, ὡς ἀναλόγως τοῖς πταίσ- μασι κατ' αὐτῶν ἔσεσθαι τὸν ἀφανισμόν. καταπτοεῖ δὲ χρησίμως, καὶ τοῖς τῶν ἐσομένων δείμασι καθαπερεί τινι μονονουχὶ χαλινῷ περιτρέπει πρὸς τὸ δρᾶν ἑλέσθαι τὰ βελτίω, καὶ τοῖς δευτέροις ἐκμειλίσσεσθαι Θεόν. ἀπαριθ- μεῖται δὲ ὥσπερ, καὶ ἐν ὄψει τίθεται τὰς πληγάς. λιμῷ τε γὰρ αὐτοὺς κολασθήσεσθαί φησι, καὶ ταῖς τῶν ἐπιτηδείων ἐνδείαις, καὶ αὐτοὺς ἐν ἑαυτοῖς ἐξολοθρευθήσεσθαι, καὶ κατα- ληφθήσεσθαι μὲν, οὐ μὴν ἔτι καὶ διαδράναι παντελῶς. ἀλλ' εἰ καί τινες ὅλως τὰ παραυτίκα βλάβη φυγεῖν ἰσχύσειαν, τούτους ἁλώσεσθαι, καὶ οὐκ εἰς μακρὰν, ἔργον τε γενήσεσθαι τῆς ἑτέρων ῥομφαίας. ἐκεῖνο δὲ ἔοικεν ἡμῖν διὰ τούτου δη- λοῦν. πλεῖστοι μὲν γὰρ ὅσοι κεκίνηνται πόλεμοι κατὰ τῶν ἐξ Ἰσραὴλ, ἤγουν κατὰ παντὸς τοῦ Ἰούδα, πλὴν οὐκ ἀεὶ παρ' ἐχθρῶν· ὡπλίζοντο δὲ καὶ αὐτοὶ κατὰ σφῶν αὐτῶν, ὡς ποτὲ μὲν τὸν Ἐφραῒμ ἤτοι τὰς δέκα φυλὰς, κατεξανί- στασθαι τοῦ Ἰούδα, ποτὲ δὲ καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις αὐτοῖς καταστρατεύεσθαι τοῦ Ἐφραΐμ· οὐκ εὐαρίθμητοι δὲ διολώλασι πόλεις, ὡς αὐτοὺς ἐν ἑαυτοῖς ἐξωσθῆναι πολ- λάκις· καὶ κατὰ τοῦτον τὸν τρόπον διωκομένους ἐκ πόλεων, καταλαβεῖν μὲν ἑτέρας, πλὴν ἁλῶναι καὶ κατὰ καιροὺς, ἢ Σύρων ἐμβεβληκότων καὶ τῶν τῆς ∆αμασκοῦ βασιλέων, ἢ καὶ αὐτῶν που τάχα Περσῶν τε καὶ Μήδων. τοῦτο οἶμαί ἐστι τό Ἐξώσω σε ἐν σοὶ καὶ καταλήψῃ καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται. 1.707 Ὅτι δὲ καὶ τῆς ἐξ ἀγρῶν εὐκαρπίας ἐστερημένοι, καὶ ταῖς τῶν ἀναγκαίων ἐνδείαις 274 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολ
Micah Tomos 3 rem mid§micah-t3-rem-mid
micah-t3-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §micah-t3-rem-mid
ογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐκτετηγμένοι διαβιώσονται μὲν ἀθ- λίως, ἀποτίσουσι δὲ δίκας τῶν ἀνοσίως αὐτοῖς εἰργασμένων, καθίστησιν ἐναργὲς, διά γε τῶν ἐφεξῆς. σπερεῖς γάρ φησι καὶ οὐκ ἀμήσεις, καταφθείροντος οἶμαι Θεοῦ τοὺς καρποὺς, καὶ πιέσεις μὲν ἐλαίαν αὐτός· ἐλαιοφόρος γὰρ ἡ Σαμαρειτῶν χώρα· ἔσῃ δὲ οὕτως ἐλαίου, φησὶν, ἐνδεὴς, ὡς μηδ' ἂν εἰ ἕλοιο, πρὸς ἀλοιφὴν εὑρεῖν εὐπορῆσαί που τάχα. πολυαμ- πέλου δὲ λίαν οὔσης ὑμῖν τῆς χώρας καὶ εὐοινούσης ἄγαν, ὡς καὶ πόλεσιν αὐτὸν διανέμειν ἑτέραις, οὐκ ἂν εὕροις πιεῖν αὐτός. ἀργήσει δὲ καὶ τὰ νόμιμά φησιν, ἂ σὺ τέθεικας τοῖς εἰδώλοις προσκομίζων αὐτοῖς τῆς εὐκαρπίας τὰς ἀφορμάς. ποῖος γὰρ ἔτι λοιπὸν ἀπαρχῆς ἀνάθεσις, εἰ ἅπας ὑμῖν διόλωλεν ὁ καρπὸς καὶ κατεφθάρη τὰ ἐν ἀγροῖς; ἢ ποῖα προσοίσεις χαριστήρια, καὶ ἐπὶ τίσιν εἰκότως, ὁ πίπτων ἀθλίως καὶ δαπανώμενος; Εἶτα διδάσκων ὅτι οὐχ ἕτερος αὐτῷ παραίτιος ἂν νοοῖτο τῆς συμφορᾶς γεγονὼς, ἀλλ' αὐτὸς ἑαυτὸν ἀδικήσας ἁλώ- σεται τῶν ὅτι μάλιστα δεδυσσεβηκότων ζηλώσας τοὺς τρό- πους, ἐπιφέρει καί φησι Καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδώσω σε εἰς ἀφανισμόν. Ζαμβρὴ γέγονε βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ, αὐτὸς δέ ἐστιν ὁ Ἀχαὰβ πατὴρ, ἀλλ' ὡς τὸ γράμμα φησὶ τὸ ἱερὸν, πε- πόρευται μὲν "ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ," ὃς ἐξήμαρτε τὸν Ἰσραήλ· "ἐπονηρεύσατο δὲ ὑπὲρ πάντας τοὺς πρὸ 1.708 "αὐτοῦ γεγονότας." τοιγάρτοι καὶ δεδαπάνηται πυρὶ, κατ- εμπρήσας αὐτὸς ἐφ' ἑαυτῷ τὸν ἴδιον οἶκον· γέγραπται γὰρ ὡδί. οἶκον δὲ, ὡς ἔοικεν, Ἀχαὰβ τὴν Ἰεζάβελ ἀποκαλεῖ· φόνοι δὲ ἦσαν ἐν ἐκείνῃ καὶ ἁρπαγαὶ καὶ διώξεις ἁγίων τὰ ἐπιτηδεύματα. ταῦτα δὴ οὖν τετήρηκάς φησιν, ἵνα σε καὶ ἀφανίσω δικαίως, καὶ γέλωτα ποιήσωμαι καὶ ὄνειδος τῶν ἄλλων. Ἁρμόσομεν δὲ τὸν τοιόνδε λόγον καὶ τοῖς τῆς ἀληθείας ἐχθροῖς, οἳ ταῖς ἑαυτῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ ἀθλίων νοημάτων συναγείροντες συρφετοὺς, πλουτοῦσιν ὥσπερ ἐξ ἀδικίας, συλλέγοντες ἑαυτοῖς τὰ οὐκ ὄντα αὐτῶν, καὶ τὰς τῶν ἁπλουστέρων ἀγέλας πολεμίων δίκην καταδῃ- οῦν εἰωθότες, καὶ εἰς ἔκτοπον αὐτὰς ἀποφέροντες πλάνησιν. ἀκουέτωσαν τοίνυν Θεοῦ λέγοντος Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς. περιτυγχάνοντες γὰρ ταῖς θείαις γραφαῖς, εἶτα τῶν τῆς ἀληθείας δογμάτων οὐκ ἐμφο- ρούμενοι, καίτοι δοκοῦντες ἐσθίειν, φθείρονται λιμῷ, οἰόμενοι δὲ καὶ καταλαμβάνειν τὴν τῆς σωτηρίας, οὐκ ἂν εὕροιεν, ὁδὸν, σπείροντες δὲ, ὥς γε νομίζουσιν, οὐδένα τῶν πόνων εὑρήσουσι τὸν μισθὸν, καὶ τὴν νοητὴν ἐλαίαν ἐκθλίβοντες, τουτέστι, τὸ γράμμα τὸ ἱερὸν, τῇ τοῦ Πνεύματος χάριτι κατ' οὐδένα τρόπον καταπιαίνονται, οἶνον δὲ τρυγᾶν οἰόμενοι, μακρὰν εὐφροσύνης ἔσονται τῆς πνευματικῆς· τετηρήκασι γὰρ τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, τουτέστιν, ἐπονηρεύσαντο, πεπλεονεκτήκασι, καὶ διωγμοὺς εἰργάσαντο κατὰ τῶν ἁγίων. ἔσονται δὴ οὖν εἰς 1.709 ἀφανισμὸν, καὶ εἰς ἐπονείδιστόν τε καὶ ἐπάρατον ἀληθῶς καταστρέψουσι τέλος. 9Οἴμοι ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα.9 Ἐξ ἀγάπης ὁ Προφήτης κατοιμώζει τοῦ Ἰσραὴλ, ὡς ὅσον οὐδέπω κατοιχησομένου εἰς ὄλεθρον, καὶ εἰς τοῦτο λοιπὸν ἥξοντος ἀριθμοῦ, ὡς ὀλίγους κομιδῇ καὶ μόλις περιλιμπάνεσθαι, ἐοικέναι δὲ τοῖς ἀποπίπτουσι τῶν σταχύων, οὓς αἱ τῶν ἀμώντων παρατρέχουσι χεῖρες, ὀλίγοι δὲ οὗτοι καὶ τοῖς τὴν καλάμην συλλέγουσι σπανιάκις ἁλώσιμοι. ἐοικέναι δὲ οὐδὲν ἧττον καὶ ταῖς καλουμέναις ἐπιφυλλίσιν, ἃς αἱ τῶν τρυγώντων παρῆλθον δρεπάναι. οἶμαι δὲ ὅτι καὶ τὸ τῶν ἁγίων δυσεύρετον διὰ τούτων ὑποδηλοῖ, ὡς ἐν ὀλίγοις ὄντων λειψάνοις κατ' ἐκεῖνο καιροῦ, εὑρισκομένων δὲ οὕτως, ὡς ἂν εἰ καὶ ἄσταχυς εἷς ἐν ληΐοις τεθερισμένοις, ἢ καὶ ἐν τοῖς πρωτογόνοις τῶν βοτρύων αἱ τῶν δευτέρων ἐπεκβολαί. ἀέρος μὲν γὰρ καταθάλποντος, ἐκβράττεται τῶν κλημάτων ὁ βότρυς ὁ ἐν ἀρχαῖς τε καὶ πρῶτος. προϊόντος γεμὴν τοῦ καιροῦ, νόθη τις ἔσθ' ὅτε καὶ 275 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. δευτέρα μετ' ἐκείνους ἀκολουθεῖ βοτρύων διεκβολή. ταῦτα δή ἐστι τοῖς τρυγῶσι δυσεύρετα, διάτοι τὸ ὡς ἐν πολλῇ τῇ φυλλάδι διαλανθάνειν εὐκόλως, καὶ ἐν ὀλίγαις εἶναι ῥαξί. ταῦτα συλ- λέγουσιν οὐκ ἀνιδρωτὶ, περιεργότερον ταῖς ἀμπέλοις ἐνιέντες 1.710 τὸν ὀφθαλμὸν οἱ τοῖς τρυγῶσιν ἑπόμενοι. ἔοικε δὴ οὖν τῶν ἐπιεικῶν τὴν σπάνιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις κατολο- φύρεσθαι λόγος. ὅτι δὲ πρὸς ζημίας γέγονε τοῖς ἐξ Ἰσ- ραὴλ τὸ χρῆμα, τὸ ἐν ἐνδείᾳ γενέσθαι, φημὶ, τῶν ἁγίων, πῶς ἐστιν ἀμφιβαλεῖν; κήδεται γὰρ ἔσθ' ὅτε καὶ χωρῶν καὶ πόλεων, καὶ πολλὰ λίαν ἀφίησιν ἐγκλήματα, φιλάν- θρωπος ὢν ὁ ∆εσπότης, πέντε που μόλις ἁγίων ἐν αὐτοῖς ηὑρημένων, κἂν ἐσώθησαν αἱ Σοδομιτῶν ποτὲ πόλεις, κατοικτείροντος Θεοῦ αἰδοῖ τῇ πρὸς τοὺς ἁγίους, καὶ ὀλίγους κομιδῇ, καὶ τὴν ὀργὴν ἀνακόπτοντος. 9Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει, πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ, ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον ψυχῆς αὐτοῦ.9 Ἀτρεκὴς, ὡς ἔοικεν ἡμῖν, ὁ λόγος. ὀδύρεται γὰρ ὁ Προ- φήτης ὡς οὐκ ὄντος εὐλαβοῦς ἐν ὅλῃ τῇ γῇ, δῆλον δὲ ὅτι τῇ τῶν Ἰουδαίων, καίτοι κομώσῃ πάλαι πλείσταις τε ὅσαις ἁγίων κεφαλαῖς, καὶ διαφανῆ τὴν δόξαν ἐχούσαις. ταύτῃτοί φησι καὶ διὰ φωνῆς Ἡσαΐου Θεός "Πῶς ἐγένετο πόρνη 1.711 "πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοι- "μήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί." τὸ γὰρ δὴ μάλιστα φορτικώτατον καὶ εἰς ἄκρον αὐτοὺς φαυλότητος διελάσαι παρασκευάσαν, τὸ ἐφ' αἵμασιν αὐτοὺς δικάζεσθαι, καὶ φονᾶν ἀγρίως, ἀποῤῥίπτεσθαι δὲ καὶ ὡς ἕωλον κομιδῇ τὸ ἀγα- θουργεῖν, ὥστε καὶ ἀναγκαῖον ποιεῖσθαι σπούδασμα, τὸ ἐπὶ μόνῳ τῷ κακοῦν ἑτέρους τὰς χεῖρας ἔχειν εὐπρεπεῖς. οὐδὲν γάρ ἐστιν τοῖς ὧδε ζῆν εἰωθόσιν ἀνεπιτήδευτον, κἂν εἰ νόμῳ κολάζοιτο, κἂν εἰ τοῖς τῆς ἐλευθερίας διαβέβληται τρόποις. ἆρ' οὖν κατηῤῥώστησε μὲν τὸ ἐν τούτοις εἶναι τὸ ὑπήκοον, ἔῤῥωται δὲ τὸ ἡγούμενον, καὶ ὑγιαίνει τὸ κρίνον; οὐδαμῶς, φησίν· ὁ γὰρ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε. πολλοὶ πολλάκις τῶν εἰς ἀρχὴν τεταγμένων, γε- γόνασι μὲν ἀνόσιοι καὶ φιλοκερδέστατοι, καὶ καταπωλοῦντες εὐκόλως τὰς ἑαυτῶν γνώμας τοῖς παραφθείρειν ἐθέλουσιν. ἀλλ' εἰ καὶ νενεύκασιν ἤδη εἰς τὸ οὕτω γοῦν ἡττῆσθαι δοκεῖν λημμάτων καὶ δωροδοκίας, ἀποτρέπονταί πως καὶ δόξῃ χρηστῇ κατακαλλύνειν ἐπείγονται τοὺς ἑαυτῶν τρόπους· τὸ δὲ δὴ προήκειν εἰς τοῦτο λοιπὸν ἀθλιότητος νοῦ καὶ τρόπων αἰσχρῶν, ὡς μονονουχὶ καὶ χεῖρα προτείνειν, κἂν εἰ μὴ λάβοι, δικάζων τὸν τοῦ δικαίου καταφθείρειν λόγον, καὶ ἀναισχύντως ἀπειλεῖν, πῶς οὐκ ἂν εἴη λοιπὸν ἁπάσης ἐπέ- κεινα βδελυρίας; μετ' ἐμφάσεως δὴ οὖν ὁ λόγος, καὶ οἱονεὶ 1.712 κατακεκραγότος τῆς πλεονεξίας Ὁ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν. Ἆρ' οὖν αἰτιάσαιτό τις τὸν εἰς εἰρήνην συλλέγοντα τοὺς μεμερισμένους εἰς διαφοράν; εἶτα πῶς ἂν ἀληθὲς εἴη, ὅτι "Μακάριοι οἱ εἰρηνοποιοὶ," καὶ ποῖος αὐτῶν ὁ μισθός; ἀλλὰ σώζεται μὲν τοῖς τῆς εἰρήνης βραβευταῖς τὰ ἐντεῦθεν αὐχή- ματα. πλὴν ὁ κρίνων ὀρθῶς, τὸ τῷ θείῳ δοκοῦν διερμηνεύει νόμῳ, καὶ τοὺς μὲν ἀδικοῦντας ἐλέγξει, συναγορεύσει δὲ πάντως τοῖς ἠδικημένοις. ὅταν δὲ τοῖς ἀδικοῦσι λέγωμεν λόγους εἰρηνικοὺς, οὐκ ἐλέγχοντες αὐτοὺς ὡς ἡμαρτηκότας, τότε δὴ τότε παρα
Micah Tomos 3 rem close CLOSEOUT§micah-t3-rem-close
micah-t3-rem-closeRem CLOSEOUT: Micah Tomos 3 CLOSEOUT.
Greek · §micah-t3-rem-close
λύσομεν ἐναργῶς τὸ τῷ Νομοθέτῃ δοκοῦν. ἔφη γὰρ ὅτι "Στόμα ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον "ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ." παρέπεται δέ πως ἀεὶ τοῖς δωροδοκεῖν εἰωθόσι τὸ μήτε δύνασθαι κρίνειν ὀρθῶς, μήτε μὴν ἐκ παῤῥησίας ἐλέγχειν τοὺς ἡμαρτηκότας, συμβου- λεύειν δὲ μᾶλλον τὰ πρὸς εἰρήνην, κἂν εἰ πλείστην ὅσην ἐπιφέρωσί τισι τὴν πλεονεξίαν. καὶ τῆς νόσου τὴν αἰτίαν σαφῆ καθιστὰς ὁ Προφήτης, φησί Καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν· ἀρέσκει γὰρ ἴσως αὐτῷ, φησὶ, καὶ τὸ ἐκτόπως γεγενη- μένον. εἶτα πῶς ἐπιτιμήσει τοῖς ἠδικηκόσιν; ὃ γὰρ ἐπαι- νέσας 276 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἔχει, πῶς ἂν ἔτι καταμωμήσαιτο; χρῆμα δὴ οὖν ἀνόσιόν τε καὶ ἐπιζήμιον ἀληθῶς ἡ πλεονεξία καὶ τὸ καταθλίβειν ἑτέρους. Ἐπάρατον δὲ πρὸς τούτῳ καὶ τὸ αἰσχρῶν ἡττῆσθαι λημ- μάτων, ἥκειν δὲ εἰς τοῦτο δυσβουλίας, ὡς ἀλογῆσαι λοιπὸν καὶ τῶν εἰς ὀρθότητα τρόπων, καὶ τὸ κρίνειν ἀδεκάστως, 1.713 μηδὲ ποιεῖσθαι περὶ πολλοῦ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς ἀδικεῖν εἰωθόσι, καὶ μερίζεσθαι πρὸς αὐτοὺς τὴν ἀσέβειαν, ἀλλοτρίαις τε οὕτω κοινωνεῖν ἁμαρτίαις. ὑποκείσεται δὲ ὅτι πάντη τε καὶ πάντως ὀργαῖς τε καὶ δίκαις ὁ τοῖς ὧδε δεινοῖς πλημμελήμασιν ἑαυτὸν ἐνιεὶς, πῶς ἂν ἐνδοιάσειέ τις, εἴπερ ἕλοιτο φρονεῖν ὀρθῶς; 9Καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν ὡς σῆς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς.9 ∆ιττὸν ἐπηπείλησεν αὐτοῖς ἐπάγειν τῆς δίκης τὸν τρόπον. ἔφη γὰρ ὅτι "Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, καὶ ἀφανιῶ "σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμ- "πλησθῇς, καὶ ἐξώσω σε ἐν σοὶ, καὶ καταλήψῃ καὶ οὐ μὴ "διασωθῇς." προσεπετίθει δὲ, ὅτι καὶ "Σὺ σπερεῖς καὶ οὐ "μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ "οἶνον καὶ οὐ μὴ πίητε." ὅτι τοίνυν οἰχήσεται μὲν αὐτοῖς τῆς ἐξ ἀγρῶν εὐκαρπίας τὸ ἀμφιλαφὲς, ἐλλείψει δὲ καὶ τὰ ζωαρκῆ, καὶ τῇ τῶν χρειωδεστάτων ἐνδεία καταπιεσθή- σονται, διδάσκει λέγων, ὡς ἐν εἴδει μὲν σητὸς δαπανήσειν πάντα αὐτῶν τὰ ἀγαθὰ, τουτέστι, τὰ οἷς ἦν εἰκὸς οὐ μετρίως ἐντρυφᾶν, καὶ τὸ τῆς εὐημερίας διακεκτῆσθαι πλάτος. ὅτι δὲ ἔμελλον παταχθήσεσθαί τε καὶ ἀφανισθήσεσθαι, ἐξ- ωσθῆναί τε, ὥσπερ καὶ ἔν σφισιν αὐτοῖς, τουτέστιν, ἀλλή- λοις συνδιολεῖσθαι, καὶ ὑπό γε σφῶν αὐτῶν οἴκων τε καὶ πόλεων ἐλεεινῶς ἐκπέμπεσθαι, διατρανοῖ λέγων Καὶ βαδίζων 1.714 ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς· ἐξελοῦμαι γάρ φησι τὰ ἀγαθὰ αὐτῶν. καὶ οὐχὶ δὴ μόνον ὡς σῆς ἐκτρώγων, ἀλλὰ καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς. καὶ δυσ- έφικτον μὲν κομιδῇ τὸ ῥησίδιον, οἶμαι δὲ ἔγωγε μὴ ἂν ἑτέρως αὐτὸ νοηθῆναι δύνασθαι πρὸς ἡμῶν, εἰ μὴ γένοιτο σαφὴς ἡ τῶν εἰς τοῦτο βλεπουσῶν ἱστοριῶν προαφήγησις, ὃ δὴ καὶ ποιεῖν πειράσομαι. Γαβὰ τοίνυν κώμη τις ἐστὶν, ἤγουν πολίχνη κατὰ τὴν Ἰουδαίαν, ἐπὶ γηλόφου κειμένη, ἐκνεμηθεῖσα δὲ καὶ εἰς κλῆρον τοῖς ἐκ φυλῆς Βενιαμὶν, ὠνόμασται δὲ τοῦτο καὶ βουνὸς καὶ σκοπιά. μεμνήμεθα δὲ ὅτι Λευίτης ἀνὴρ, ὡς ἐν τῇ βίβλῳ γέγραπται τῶν κριτῶν, ὑβρισθείσης αὐτῷ τῆς παλλακίδος ὑπὸ τῶν ἐκ φυλῆς Βενιαμὶν ἐν αὐτῇ τῇ γῇ Γαβαὰ, κατατεμὼν τὸ λείψανον εἰς δυοκαίδεκα μέρη, ἁπά- σαις ἔπεμψε ταῖς φυλαῖς, τῶν ἐκ φυλῆς Βενιαμὶν τὸ πλημ- μέλημα καταφανὲς ἅπασι καθιστάς. εἶτα συμβέβηκεν ἐν- τεῦθεν κατεξαναστῆναι μὲν πολέμου νόμῳ τῶν ἐκ φυλῆς Βενιαμὶν τὰς ἑτέρας φυλὰς, πληθὺν δὲ πεσεῖν οὐκ εὐαρίθ- μητον, ἐν ἀρχῇ μὲν νενικηκότων τῶν ἐκ φυλῆς Βενιαμὶν, ὕστερον δὲ τῶν ἑτέρων φυλῶν κατεφθαρκυιῶν αὐτοὺς εἰσά- παν. μέμνηται τῆς ἱστορίας καὶ ὁ προφήτης Ὠσηέ. φησὶ γὰρ, ὅτι "Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν, ἐφθάρησαν "κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ." ἐπειδὴ γὰρ, φησὶν, εἰδω- λολατρείαν καὶ ψευδομαντείαν· ταυτὶ γὰρ ἡμῖν ἐν τούτοις ἡ μανία δηλοῖ· κατέπηξαν ἐν οἴκῳ Κυρίου, ταύτῃτοι καὶ 1.715 κατεφθάρησαν ὡς ἐν ταῖς ἡμέραις τοῦ βουνοῦ, τουτέστι, τῆς Γαβαά. ὅτι δὲ ὁ βουνὸς ἤτοι Γαβαὰ καλεῖται καὶ σκοπιὰ. μαθήσῃ σαφῶς ἐκ τῶν γεγραμμένων ἐν τῇ τρίτῃ τῶν βασιλειῶν. Ἀσὰ μὲν γὰρ βεβασίλευκε τῆς Ἱερου-σαλὴμ, Βαασὰ δὲ τῆς Σαμαρείας καθ' ἕνα καιρόν. ἐπειδὴ δὲ κατεμερίζοντο πρὸς διχόνοιαν, καὶ ἀλλήλοις ἐπιμηνί- σαντες τὸν τοῦ πολέμου νόμον ὡπλίζοντο, "Ἀνέβη, φησὶ, "Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν "̔Ραμὰ, τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον "τῷ Ἀσὰ βασιλεῖ Ἰούδα." καταθέοντος δὲ τὴν Σαμαρει-τῶν τοῦ Ἄδερ, ὁ μὲν Βαασὰ τῆς Ῥαμὰ ἀπεσκευάζετο, τοῖς πολεμίοις ἀντανιστάμενος. ἐκδεδράμηκε δὲ τῶν Ἱεροσολύ- μων ὁ Ἀσὰ, εἶτα γεγονὼς ἐν Ῥαμά "Παρήγγειλε, φησὶ, "παντὶ Ἰούδα εἰς Ἐνακεὶμ, καὶ αἴρουσι τοὺς λίθους τῆς "̔Ραμὰ καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησε Βαασὰ, καὶ "ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν 277 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Βε- "νιαμὶν καὶ τὴν σκοπιάν." ἐκαλεῖτο δὴ οὖν ἡ Γαβαὰ βοῦνός τε καὶ σκοπιά· διερμηνεύεται γὰρ οὕτως ἡ Γαβαὰ, διὰ τὸ ἦρθαί τε ὑψοῦ, καὶ ἐν γηλόφῳ κεῖσθαι καὶ σκοπιᾷ. "Ἄρξομαι δὴ οὖν τοῦ πατάξαι σε, καὶ ἀφανιῶ σε ἐπὶ "ταῖς ἁμαρτίαις σοῦ," καὶ οὐ καθ' ἕτερον τρόπον, ἢ κατ' ἐκεῖνον αὐτὸν τὸν ἐν ἡμέρᾳ σκοπιᾶς. βαδιοῦμαι γὰρ ὥσπερ ἐπὶ κανόνος, οὐκ ἐκκλινῶ δὲ εἰς δεξιὸν οὔτε μὴν εἰς εὐώνυμον, τῆς κατὰ σοῦ δίκης τὴν ὁδὸν ἐρχόμενος. Ἔοικε δὲ πάλιν τοιοῦτόν τι ὁ προφητικὸς ἡμῖν ὑπεμφαίνειν λόγος. προφητεύει μὲν γὰρ ὁ Μιχαίας ἐν ἡμέραις Ἰωάθαμ 1.716 καὶ Ἄχαζ καὶ Ἐζεκίου. ἀλλ' ὁ μὲν Ἰωάθαμ ἀνὴρ γέγονενεὐσεβὴς, ὁ δὲ δὴ Ἄχαζ βδελυρὸς καὶ ἀπηχθημένος καὶ τῶν ὅτι μάλιστα διαβεβλημένων εἰς δυσσέβειαν. οὗ καὶ βασι- λεύοντος Φακεὲ ὁ τοῦ Ῥομελίου, βασιλεύων δὲ τὸ τηνικάδε τῆς Σαμαρείας, πεπολέμηκε τὸν Ἰούδαν, σύνοπλον ἔχων τὸν Ῥαασσὼν τὸν τῆς ∆αμασκοῦ βασιλέα, πλείστους τε ὅσους ἀπέκτεινεν ἐν ἡμέρᾳ μιᾷ. γέγραπται γὰρ οὕτως ἐν τῇ δευ- τέρᾳ τῶν Παραλειπομένων περὶ τοῦ Ἄχαζ "Καὶ παρέ- "δωκεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως "Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ, καὶ ᾐχμαλώτευσεν ἐξ αὐ- "τῶν αἰχμαλωσίαν πολλὴν, καὶ ἤγαγεν εἰς ∆αμασκὸν, καὶ "εἰς τὰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτὸν, καὶ "ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην, καὶ ἀπέκτεινε Φακεὲ "ὁ τοῦ Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδα, ἐν ἡμέρᾳ"μιᾷ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ, ἐν τῷ "αὐτοὺς καταλιπεῖν Κύριον τὸν Θεὸν αὐτῶν." Ἰστέον οὖν, ὅτι Θεῷ προσκρούοντες ἐν ἐνδείᾳ μὲν εὐθὺς ἐσόμεθα παντὸς ἀγαθοῦ, καὶ λιμὸς ἡμᾶς κατατήξει δεινὸς τῶν θείων καὶ πνευματικῶν ἀγαθῶν, ἀλλήλους δὲ ὥσπερ δάκνοντες δαπανήσομεν. οὐ γὰρ βραβεύει Χριστὸς τὴν ἰδίαν εἰρήνην τοῖς οὐκ ἀγαπῶσιν αὐτὸν, ὃ δὴ μάλιστα συμβαῖνον ὁρᾶται τοῖς τῆς ἀληθείας ἐχθροῖς, παρ' οἷς οὐκ ἔστιν εὑρεῖν χάρισμα πνευματικὸν, ἀλληλοφαγίαν δὲ ὥσπερ καὶ διαμά- χην, ἔριν καὶ φιλονεικίαν καὶ σχίσματα· καὶ περὶ αὐτῶν ἂν λέγοι Θεός "Ὅτι ἀφέστηκα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ "τούτου, καὶ ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται" καὶ ἰσχὺν 1.717 καὶ ὁμοψυχίαν οὐκ ἐκείνοις· πόθεν; ἀλλὰ τοῖς τὰ αὐτοῦ σέβουσι διανέμοντος, καὶ οἷς ἂν εἰκότως τὸ τῆς εἰρήνης ἐνιζήσειεν ἀγαθὸν, τὴν τῆς ἀληθείας τιμῶσι δύναμιν, καὶ τὸ κατατέμνεσθαί ποι πρὸς ἐκτόπους εἰκαιοβουλίας οὐκ ἀνεχο- μένοις, καταθαυμάζειν δὲ μόνον τῆς ἀληθείας τὸ κάλλο
Twelve Prophets Nahum Tomos 1 opening§nahum-t1-open
nahum-t1-openNahum Tomos 1.
Nahum: Nineveh’s fall; the Lord jealous and good; Christ victorious.
Greek · §nahum-t1-open
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΝΑΟΥΜ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ. ἝΚΑΣΤΟΣ τῶν ἁγίων προφητῶν ἐπί τινι χρησίμῳ καὶ ἀναγκαίῳ παρελαμβάνετο πράγματι κατὰ καιροὺς τοῖς θείοις ὑπηρετήσων νεύμασι, καὶ τὰς ἄνωθεν εἰς ἀνθρώπους δια- πορθμεύσων φωνάς. καὶ οἱ μὲν ἐκδεδιττόμενοι πλημμε- λοῦντα τὸν Ἰσραὴλ, τὰς ἐσομένας αὐτοῖς προαπήγγελλον συμφορὰς, καὶ εἰ μὴ δρᾶν ἕλοιντο τὰ θυμήρη Θεῷ, δεινοῖς καὶ ἀφύκτοις περιπεσεῖσθαι κακοῖς ἠπείλουν ἀναφανδόν· οἱ δὲ καὶ αὐτὰ τὰ συμβεβηκότα παραφέροντες εἰς μέσον, καὶ τοῖς πεπονθόσιν ἐπιστυγνάζοντες, ἀνέπειθον εὐφυῶς δια- βιῶναι ἐθέλειν ἐπεικέστερον, οὕτω τε λοιπὸν ἐκκρούεσθαι τὴν ὀργήν· οἱ δὲ πεπονθότα τὸν Ἰσραὴλ εἰς ἐλπίδα βόσκου- σιν ἀγαθὴν, καὶ διακεῖσθαι παρεσκεύαζον, ὅτι πεπραχότες ἀθλίως ἐπί γε ταῖς σφῶν ἁμαρτίαις, εὐημερήσουσι πάλιν ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων εἰς τὸ ἀπ' ἀρχῆς, ἐλέῳ τε καὶ χάριτι καὶ δυνάμει Θεοῦ τοῦ τὰ πάντα εὐ- 2.2 κόλως πρὸς ὅπερ ἂν βούλοιτο μεταπλάττοντος. τοιοῦτόν τινα καὶ νῦν τῆς προκειμένης ἡμῖν πραγματείας εὑρήσομεν τὸν σκοπόν. Ἐπειδὴ γὰρ ἥλω τῶν Ἰουδαίων ἡ χώρα, 287 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ εἰς τὴν Περσῶν τε καὶ Μήδων ἐξεκομίσθησαν δορίληπτοι γεγονότες οἱ ταῖς ἐκτόποις ἀποστασίαις καταλυπήσαντες τὸν ἀεὶ προ- εστηκότα καὶ ὑπεραθλοῦντα Θεὸν καὶ ἀμείνους ἀποφαίνοντα τῶν ἀνθεστηκότων αὐτοὺς, οἱ μὲν ἤδη τοῦτο πεπονθότες, τοῖς τῆς αἰχμαλωσίας ἐνισχημένοι κακοῖς καὶ δύσοιστον ἔχοντες ἀθλιότητα διετέλουν· οἱ δὲ δὴ μόλις ἰσχύσαντες ἔξω βρόχων γενέσθαι, καὶ τὴν τῶν Βαβυλωνίων διαφυγεῖν ἀγριότητα, ἐν ἀκαταλήκτοις ἦσαν δείμασι καὶ ἐν ὑποψίᾳ πολλῇ, μὴ ἄρα πως καὶ αὐτοὶ τοῖς ἴσοις κακοῖς ἢ τοῖς ἔτι χείροσι περιπέ- σωσιν, ἐπιμηνίσαντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος Θεοῦ, ἀνέντος τε οὔπω τὴν ἀγανάκτησιν· εἰς τοῦτο δὲ ἤδη δειμάτων ᾔεσαν, ὡς ἐν ταῖς τῶν ὁμόρων ἐθνῶν κατασκίδνασθαι χώραις, μονονουχί τε θητεύειν ἑτέροις, καὶ τούτοις ἀλλογενέσι καὶ εἰδωλολάτραις. οὐκ ἀζήμιον δὲ ἦν τὸ χρῆμα αὐτοῖς· ἐμάν- θανον γὰρ τοῖς ἐκείνων ἔθεσι διαζῆν, καὶ παρ' οἷς ἂν εὑρε- θεῖεν ἕκαστοι, τὸ αὐτῶν ποιεῖσθαι σέβας ἐν τάξει Θεοῦ. διὰ τοῦτο καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἐμπεπρησμένων τῶν Ἱεροσολύμων κατὰ καιροὺς διὰ χειρὸς τοῦ Ναβουχοδονόσορ, τοῖς διασεσωσμένοις ἐπέταττε μὴ καταβαίνειν εἰς Αἴγυπτον, ἱζήσαντας δὲ μᾶλλον οἴκοι τῆς πατρῴας ἔχεσθαι λατρείας, ἐπικουροῦντος αὐτοῦ. ἵνα τοίνυν τὴν τοῦ ἐπανήξειν κατὰ καιροὺς ἔχοντες ἐλπίδα, μὴ λίαν ἄθυμοι διατελοῖεν οἱ ἐξ 2.3 Ἰσραὴλ, παραιτοῖντο δὲ μᾶλλον τὴν ἀπόγνωσιν οἱ γεγονότες αἰχμάλωτοι, καὶ ἀεὶ συντείνοιντο πρὸς εὐχὰς, ἕλοιντό τε προσκυνεῖν τῷ καὶ ἀπαλλάττειν ἰσχύοντι καὶ λυτρῶσαι δυ- ναμένῳ· οἱ δέ γε τὴν Ἰουδαίαν οἰκοῦντες μὴ ἔτι ταῖς τῶν ἐθνῶν ἐπιμίσγοιντο χώραις· δέχεται τὴν ὅρασιν ὁ Προφήτης παρὰ Θεοῦ κατὰ τῆς Νινευΐ· πόλις δὲ αὕτη τῶν Ἀσσυρίων ἡ προὔχουσα· καὶ ὅτι πεσεῖται προαπαγγέλλει, συγκατα- δῃωθείσης αὐτῇ καὶ ἁπάσης τῆς χώρας, ὃ δὴ καὶ τετέλεσται Κύρου τοῦ Καμβύσου καὶ Μανδάνης υἱοῦ Πέρσας τε καὶ Μήδους καὶ Ἐλαμίτας καὶ ἕτερά τινα τούτοις συγκαθο-πλίσαντος ἔθνη κατὰ τῆς Νινευΐ. εἷλε γὰρ αὐτὴν κατὰ κράτος, καὶ τῆς αἰχμαλωσίας ἀνῆκε τὸν Ἰσραὴλ, οἴκαδέ τε ἰέναι προστέταχεν ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς. οὗτος μὲν οὖν ἡμῖν ὁ σκοπὸς τῆς προκειμένης πραγματείας· τὰ δὲ ἐφεξῆς, ὡς ἔνι, καὶ ἀνὰ μέρος προσθήσομεν. 9Λῆμμα Νινευῒ, βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου.9 Ὁρίζεται πρῶτον τῆς προφητείας τὸν σκοπὸν, καὶ ἐφ' ὅ τι τε καὶ ὅποι βλέπει χρησίμως διατρανοῖ· εἶτα τίς ὁ λέγων καὶ πόθεν, καθίστησιν ἐναργές. τὸ μὲν γὰρ λῆμμά φησιν, τουτέστιν, ἡ ληφθεῖσά τε καὶ προκειμένη καὶ ἐν χερσὶν προ- φητεία νοοῖτ' ἂν οὐκ ἐφ' ἑτέροις τισὶ μᾶλλον, ἢ κατὰ τῆς Νινευῒ, ἤγουν τὸ τῆς προφητείας λῆμμα νοείσθω Νινευΐ. ἐπι- γράφεται δὲ τὸ βιβλίον Ὅρασις Ναοὺμ τοῦ ἀπὸ τῆς Ἐλκεσαί.
Nahum Tomos 1 rem early§nahum-t1-rem-early
nahum-t1-rem-earlyRem early: Nahum Tomos 1; historia and theoria toward Christ.
Greek · §nahum-t1-rem-early
κώμη δὲ αὕτη πάντως που τῆς Ἰουδαίων χώρας. ἐκληψό- 2.4 μεθα γὰρ οὐχ ὡς ἐκ πατρὸς, ἀλλ' ὡς ἐκ τόπου μᾶλλον τὸ Ἐλκεσαίου. καὶ τοῦτό φαμεν ἐξ ἀναγνωσμάτων ἔχοντες τὴν παράδοσιν. 9Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν Κύριος, ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ. Κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθῳῶν οὐκ ἀθῳώσει.9 Βαθὺς ὁ λόγος, καὶ οὐχ ἕτοιμος ἑλεῖν, πλὴν ὅτι μόνοις τοῖς ἐθέλουσι περιαθρεῖν εὖ μάλα τὰ ἐν αὐτῷ. καὶ εἰ μὲν νοοῖτο γεγονὼς ὡς πρός γε τοὺς Ἰουδαίους, ἐπιπλήξει μετρίᾳ κεκερασμένην ἐπιεικῶς εὑρήσομεν τὴν παράκλησιν. εἰ δὲ δή τις οἴοιτο κατὰ τῆς Νινευῒ γενέσθαι καὶ λέγεσθαι, πρὸς ἕτερόν τι τετράψεται τῶν θεωρημάτων ὁ νοῦς, καὶ τοῖς πεπον- θόσι τὴν δῄωσιν τοῦ καὶ αὖθις ἀνασφῆλαι δίδωσί τε καὶ ἐμπεδοῖ τὰς ἐλπίδας. τῆς οὖν ἐπ' ἀμφοῖν ἐννοίας τὸν σκοπὸν ὡς ἔνι ἐμφανῆ καταστήσομεν. ἀπολακτίσαντες γὰρ Ἰουδαῖοι τὴν εἰς Θεὸν ἀγάπησιν, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας τὸ γνή- σιον δι' οὐδενὸς παντελῶς ποιούμενοι λόγου, κατέθορον εἰς πολυθεΐαν καὶ ἀλλόκοτον πλάνησιν καὶ τὴν ἔξω νόμου ζωὴν, ἀνεδείμαντό τε βωμοὺς, ἔστησαν τεμένη τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, τελετὰς καὶ θυσίας προσῆγον, τῇ Ἀστάρτῃ, τῷ Χαμῶς, τῷ Βεελφεγὼρ, ταῖς δαμάλεσι ταῖς χρυσαῖς, καὶ τὸ ἔτι τούτων ἀλογώτερον, 288 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. αὐταῖς ἀνέθεσαν ᾠδὰς τὰς χαρισ- τηρίους. ἔφασκον γὰρ ἐξ ἀποπληξίας οἱ δείλαιοι "Οὗτοι "οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἰ- 2.5 "γύπτου." ἀλλὰ τοῖς οὕτω δεινοῖς ἀνοσιουργήμασι διαλε- λήθασι σφᾶς αὐτοὺς καταθήγοντες ἐφ' ἑαυτοῖς τὸν πάλαι προεστηκότα καὶ ἀνασώζοντα Θεὸν, ᾧ γεγόνασιν ἐχθροὶ, καὶ ἐν τῇ τῶν πολεμίων τέθεινται μοίρᾳ, τοῖς μὴ κατὰ φύσιν θεοῖς προσνέμοντες ἑαυτοὺς, καίτοι πάλαι Μωυσέως βοῶντος περὶ Θεοῦ, ὡς εἴη τε καὶ ζηλωτὴς, καὶ ὡς πῦρ ἀναλίσκον, καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο καταλυπεῖν ᾑρημένων. προανε- φώνει γὰρ ὅτι "Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώρ- "γισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐ- "τοὺς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς." προσκεκρουκότες δὴ οὖν πολυτρόπως, εἰκότως καὶ διολώλασι. τοῦτο καὶ νῦν ὁ Προφήτης φησὶ, μονονουχὶ καὶ ἀσχάλλοντας ἐπὶ τοῖς συμβεβηκόσι τοὺς δήμους τῶν Ἰουδαίων, ἐλέγχων τε ὁμοῦ καὶ παραμυθούμενος. ναὶ γὰρ, φησὶ, καταλγύνεσθε πεπονθότες ἀδοκήτως τὴν ἐρήμωσιν, οἴκων τε καὶ χώρας καὶ πόλεων ἐκσεσοβημένοι, καίτοι νικῶντες ἀεὶ τοὺς ἀνθεστη- κότας· πεπτώκατε δὲ καὶ ὑπὸ πόδας ἐχθρῶν. εἶτα πῶς οὐκ ἔδει πρὸ πείρας ἐννοεῖν, ὅτι Θεὸς ζηλωτής ἐστι, καὶ ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαί- ρων τοὺς ἐχθροὺς αὐτοῦ; εἰ δὲ δὴ καὶ ἡμεῖς ἐξῃρήμεθά φησι, καὶ γεγόναμεν ἐκ μέσου, καὶ ὑπὸ χεῖρα δυσμενῶν, ἀλλ' ἔστη- μεν εἰς ἐχθροὺς, πεπολεμήκαμεν ἀνοσίως τῷ πάντα ἰσχύοντι, καὶ πρὸς πᾶν ὁτιοῦν ᾠχόμεθα τῶν ἀπᾳδόντων αὐτῷ. Ἀλλ' ἐρεῖς, ὅτι μακρόθυμος ὁ ∆εσπότης. ναὶ, σύμφημι καὶ αὐτὸς, καὶ γάρ ἐστι κατὰ φύσιν τοιοῦτος. πλὴν ἀθῳῶν οὐκ ἀθῳώσει, τουτέστιν, οὐκ ἀπαλλάξει παντελῶς αἰτιαμάτων 2.6 καὶ δίκης τοὺς προσκεκρουκότας αὐτῷ, καὶ τοῦτο ἀκαταλή- κτως καὶ πέρα δὴ μέτρου. ἀναβάλλεται μὲν γὰρ τὴν ὀργὴν ἐξ ἡμερότητος τῆς ἐμφύτου, καὶ ἀνέχεται πλημμελούντων τινῶν ἔσθ' ὅτε, περιμένων τὴν μετάγνωσιν· μέλλοντας δὲ καὶ ἀναδυομένους μακρὰ, κολάζει λοιπὸν καὶ ὑπάγει ποιναῖς ὡς κατεσκληκότας. ὧδε μὲν οὖν ἕξει τε ὁ λόγος ἡμῖν καὶ νοοῖτο γεγονὼς, εἰ βλέποι πρὸς Ἰουδαίους· εἰ δὲ δὴ φέροιτο κατὰ τῆς Νινευῒ, νοήσομεν ἑτεροίως. Εἷλον μὲν γὰρ Ἀσσύριοι τὴν τῶν Ἰουδαίων χώραν, κατα-νεύοντος Θεοῦ τὸ νικᾶν αὐτοῖς, διάτοι τὸ πλείστοις ὅσοις ἐνέχεσθαι πλημμελήμασι τοὺς ἐξ Ἰσραήλ. οἱ δὲ ἦσαν ἀνήμεροί τε καὶ ἀλαζόνες καὶ ἄγροικον ἔχοντες παντελῶς τὴν φρένα, κατέληγον δὲ οὐδαμῶς καὶ αὐτὴν τὴν τοῦ Θεοῦ δόξαν μονονουχὶ καταπαίοντες σκληραῖς τε καὶ ἐπαράτοις φωναῖς. ᾤοντο γὰρ ὅτι νενικήκασι καὶ οὐχ ἑκόντος αὐτοῦ, καὶ ὁμοῦ τοῖς Ἰουδαίοις τὴν ἐπαμύνουσαν αὐτοῖς πεπλεο- νεκτήκασι χεῖρα. καὶ γοῦν ὁ Ῥαψάκης παλιμφήμοις ἐχρῆτο φωναῖς, τοῖς ἐν τῷ τείχει τῶν Ἱεροσολύμων ἐκεῖνα λέγων, ἃ μόναις ἂν πρέποι ταῖς τῶν οὐκ εἰδότων τὸν φύσει καὶ ἀληθῶς Θεὸν ἀνοσίαις ἀθυροστομίαις. ἀλλ' ἐκτέτικεν εὐ- θὺς τῆς ἀλαζονείας τὰς δίκας. πλὴν ᾑρηκότες τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις οἱ ἀμφὶ τὸν Σαλμανασὰρ, καὶ ἑτέρας δὲ ταύταις προσκατεμπρήσαντες, κατηλαζονεύοντο τῶν ἑαλω- κότων, καὶ τῆς θείας δόξης κατεθρασύνοντο. παραμυθεῖται δὴ οὖν ὁ Προφήτης ἀλύοντας τοὺς δήμους τῶν Ἰουδαίων οὐ μετρίως, καὶ ὅτι πάντη τε καὶ πάντως τοῖς αὐτοὺς πεπολε- 2.7 μηκόσιν ἐπαρτήσει τὰς δίκας ὁ τῶν ὅλων Θεὸς, διδάσκει λέγων Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν τοὺς ὑπεναντίους αὐτοῦ καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ. Κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. περιέσται γάρ πως, φησὶν, ἄμαχον ἔχων τὴν δύναμιν, καὶ κατακρατήσει τῶν λελυπηκότων. εἰ γὰρ καὶ μακρόθυμός ἐστι, καὶ ὁρᾶται τέως ὡς ἀνεξικακῶν, ἀλλ' εἰς τέλος οὐκ ἀθῳώσει· ζηλωτὴς γάρ ἐστι. εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν τῶν ὅλων Θεὸν ἐφ' οἷς πεπόνθασιν οἱ ἐξ Ἰσραὴλ διὰ τῆς τῶν Βαβυλωνίων ὠμότητος οὐ μετρίως κεκινημένον. ἔφη γὰρ διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν τῶν Βαβυλωνίων πληθὺν ἢ πόλιν "Ἐγὼ δέδωκα αὐτοὺς "εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος." καὶ μὴν καὶ διὰ φωνῆς Ζαχαρίου πάλιν οὕτως φησίν 289 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. "Ἐζήλωκα "τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ ὀργὴν "μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, "ἀνθ' ὧν ἐγὼ μὲν ὀργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο "εἰς κακά." Τὸ δέ γε Θεὸς ζηλωτὴς καὶ τὰ ἐφεξῆς, ἁρμόσειεν ἂν εἰ- κότως καὶ τοῖς οὐκ ἐθέλουσι τὴν ἐπιεικῆ καὶ φιλόθεον ἰέναι τρίβον, ἀπονενευκόσι δὲ μᾶλλον ἐπὶ τὸ βιοῦν ἑλέσθαι σαρ- κικῶς. ὅτι γὰρ ἐκδικήσει, κολάσεσιν ὑποφέρων καὶ ποιναῖς ὑποτιθεὶς τὸν ἐξήνιόν τε καὶ ἀλιτήριον, πῶς ἔστιν ἀμφιβα- λεῖν, εἴπερ ἀληθές ἐστιν ὅτι "Τοὺς πάντας ἡμᾶς δεῖ φανερω- "θῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται "ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν "εἴτε φαῦλον." 2.8 Οὐδὲν δὲ ἧττον ὁ λόγος πρέποι ἂν εἰκότως καὶ τοῖς Ἰου- δαίων καθηγηταῖς, τοῖς γραμματεῦσι λέγω καὶ Φαρισαίοις, οἳ τὴν εἰς Χριστὸν παρωθούμενοι, πίστιν, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους διολλύντες ἡλίσκοντο. πεφρονήκασι γὰρ ἐχθρὰ, καὶ πεπολεμήκασι τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοῦ Μονογενοῦς, ἔλαβόν τε τὴν κλεῖδα τῆς γνώσεως, καθά φησιν αὐτὸς, καὶ οὔτε εἰσῆλθον αὐτοὶ, οὔτε μὴν ἑτέρους συγκεχωρήκασιν εἰσ- ελθεῖν. οὐκοῦν εἰ καί ἐστι μακρόθυμος, ἀλλ' οὖν ἀθῳῶν οὐκ ἀθῳώσει τοὺς τῇ ἀληθεῖ πίστει πεπολεμηκότας. 9Κύριος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ.9 Μέλλων ὁ Προφήτης τῆς Νινευῒ τὴν ἅλωσιν εἰς παρά- κλησιν τῶν πεπονθότων προαναφωνεῖν, καὶ ὅτι κατασεισθή- σεται παρὰ Θεοῦ καταδηλοῦν τοῖς ἠδικημένοις, προαφηγῆται χρησίμως τὸ τῆς θείας φύσεως παναλκὲς, καὶ ὅτι πᾶν ὁτιοῦν κατορθοῦν ἑλομένῃ τὸ ἀντιστατοῦν οὐδὲν, πάντα δὲ μᾶλλον ἕψεται ῥᾳδ
Nahum Tomos 1 rem mid§nahum-t1-rem-mid
nahum-t1-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §nahum-t1-rem-mid
ίως, καὶ ἰσχύσει τὸ αὐτῇ δοκοῦν, κἂν εἴτι τῶν ἐπιγείων πραγμάτων ἡμῖν τε καὶ τοῖς καθ' ἡμᾶς δυσκατόρ- θωτον εἶναι δοκῇ. ᾤοντο μὲν γὰρ οἱ Ἰουδαῖοι δυσαλωτάτους ἔσεσθαι τοὺς Βαβυλωνίους, καὶ ἄμαχον οὕτως χεῖρα λαχεῖν, ὡς μηδ' ἂν εἰ βούλοιτο Θεὸς, ἀτονῆσαι πρὸς ἐχθρούς. ἐκάλει γὰρ οἶμαι δυσθυμίας εἰς τοῦτο αὐτοὺς τὰ κατὰ πάσης αὐ- τῶν τῆς χώρας ὠμῶς τε καὶ ἀνημέρως παρ' ἐκείνων τε- τολμημένα. ἵνα τοίνυν εἰδεῖεν, ὡς κείσονται μὲν ἀκονιτὶ κατεξανιστάντος αὐτοῖς τὴν ὀργὴν τοῦ Θεοῦ, ἁλώσονται δὲ, 2.9 καὶ μάλα ῥᾳδίως, ἀναγκαίως φησί Κύριος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. εἰ γὰρ δὴ, φησὶ, βουλεύσαιο κατά τινων· τοῦτο γὰρ ἡ ὁδός· καταδραμεῖται πάντως ὡς ἐν συσσεισμῷ. ἄμαχον δὲ χρῆμα καὶ δυσδιάφυκτον κομιδῇ συσσεισμὸς καὶ συντέλεια, καὶ νε- φέλαι πρὸς τούτοις κονιορτοῦ δίκην ἱπτάμεναι καὶ τὸν οὐρανὸν καταπυκάζουσαι. ἔοικε δὲ ὁ Προφήτης εἰς ἀνάμνησιν αὐ- τοὺς ἀναφέρειν τοῦ κατὰ παντὸς ἀνθρώπων γένους ἐπὶ Νῶε γεγονότος κατακλυσμοῦ, ἐν συντελείᾳ γὰρ τότε καὶ ἐν συσ- σεισμῷ τῷ κατὰ πάντων οἱονεὶ πεπόρευται Θεὸς, νεφέλας ἐξανιστὰς, καὶ, καθὰ φησὶ τὸ γράμμα τὸ ἱερὸν, ἀνοίγων τοὺς καταῤῥάκτους τοῦ οὐρανοῦ, καὶ ὑετοῖς ἀσχέτοις ἐπικλύζων τὴν ὑπ' οὐρανόν. ὁ τοίνυν, φησὶ, πρὸς ὅλην εὐκόλως ἰσχύσας τὴν γῆν, καὶ ψήφῳ μιᾷ τοὺς ἐν αὐτῇ πάντας ἀνελὼν, πῶς ἂν ἀτονήσειε πρὸς ἔθνος ἓν τὸ Βαβυλώνιον; θεοπρεπῶς δὲ σφόδρα φησὶ τό Νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. ὡς γὰρ εὔκολον ἀνθρώπῳ χοῦν τε καὶ κόνιν ἀνακινῆσαι ποδὶ, τὸν αὐτὸν οἶμαι τρόπον εὐχερὲς καὶ τῷ πάντων κατ- εξουσιάζοντι Θεῷ, χειμῶνί τε καὶ νεφέλαις καταπυκάσαι τὸν οὐρανόν. Εἰ δὲ δὴ προσήκοι καὶ τὸν ἀπόῤῥητον νοῦν τῶν προκει- μένων ἐκβασανίσαι, ἐκεῖνο εἰπεῖν οἰήσομαι δεῖν, ὅτι τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν ὅδον, ἤγουν τὴν ἐκπλήρωσιν ἐν συν- τελείᾳ καὶ ἐν συσσεισμῷ πεποιῆσθαί φαμεν τὸν Μονογενῆ Λόγον τοῦ Θεοῦ. ἐπειδὴ γὰρ γέγονε καθ' ἡμᾶς, συντετέλεκε καὶ συνέσεισεν "ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμο- 2.10 "κράτορας τοῦ αἰῶνος τούτου," τῆς καθ' ἡμῶν ἐξελάσας πλεονεξίας, καὶ τῆς ἀρχαίας ἐκείνης ἀποσοβήσας ἰσχύος, καθελὼν δὲ καὶ αὐτὸ τοῦ θανάτου τὸ κράτος καὶ πρός γε τούτῳ τὴν ἁμαρτίαν. γεγόνασι δὲ καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. ὥσπερ γὰρ τοῦ βαδίζοντος προανίπταται κόνις, οὕτω τῆς μετὰ σαρκὸς οἰκονομίας 290 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῦ Μονογενοῦς προεβάδιζον αἱ νοηταὶ νεφέλαι, τουτέστιν οἱ μακάριοι προ- φῆται, σκοτεινοτέρῳ μὲν καὶ οὐ λίαν ἐμφανεστέρῳ χρώμενοι λόγῳ, πλὴν ζωοποιοῖς κηρύγμασι τὸν τῶν συνιέναι δυνα- μένων κατάρδοντες νοῦν. 9Ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν.9 Ἐξ ὧν ᾔδεσάν τε καὶ πεπείραντο τὸν τῆς διηγήσεως λόγον διατεκταίνει, ἀποστήσας αὐτὸν τῶν ἄγαν ἀρχαιοτέρων. ὅτε γὰρ τῆς Αἰγυπτίων ἀνοσιότητος καὶ τῆς ἀφορήτου πλεο- νεξίας τὸν Ἰσραὴλ ἐξεκόμιζεν ὁ προασπίζων Θεὸς, διεβίβασε μὲν διὰ μέσης θαλάσσης αὐτοὺς, ἐκέλευε δὲ βαδίζειν ὡς ἐπὶ ξηρᾶς· "ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα," κατὰ τὸ γεγραμ- μένον. οὐκοῦν ἠπείλησε μὲν τῇ θαλάσσῃ, καὶ βάσιμος ἦν οἷά τις ξηρά. εἰ δὲ δή τις βούλοιτο ταῖς περὶ τούτων ἐννοίαις τὰ πρῶτα συνείρειν, φημὶ δὴ τό "Κύριος ἐν συντελείᾳ καὶ ἐν "συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ," τὰ εἰκότα καὶ οὕτω φρονήσει. μονονουχὶ γὰρ συντελέσας τε καὶ συσσείσας τὴν Αἰγυπτίων, ὁ τῶν ὅλων Κύριος διὰ τῶν ἐν αὐτῇ γεγονότων σημείων καὶ τοῦ θανάτου τῶν πρωτοτόκων· διολώλασι γὰρ ἐν μιᾷ νυκτὶ, 2.11 θρήνου τε καὶ οἰμωγῆς, ὡς ἔφησε, τὰ πάντα πεπλήρωτο· διὰ μέσης θαλάσσης διεβίβασε τὸν Ἰσραὴλ, κατηρτημένης αὐ- τῶν τῆς ἐξ οὐρανοῦ νεφέλης. Ἔφη τι τοιοῦτον καὶ ὁ μακάριος ∆αυείδ. ψάλλει γὰρ ὧδε "Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ "σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ "γὰρ οἱ οὐρανοὶ ἔσταξαν." γῆν δὲ σεσεισμένην, καθάπερ ἐγῷμαι, τὴν Αἰγυπτίων φησίν. ὅτι δὲ καὶ νεφέλη κατ- εκρέματο, προβαδίζουσα τῶν υἱῶν Ἰσραὴλ, ἀσυμφανὲς μὲν οὐδενί, πιστώσεται δὲ καὶ ὁ θεσπέσιος Παῦλος, τοὺς τοῦ Ἰσραὴλ πατέρας βεβαπτίσθαι λέγων ἅπαντας "ἐν τῇ νεφέλῃ "καὶ ἐν τῇ θαλάσσῃ." Προσεπήγαγε δὲ ὁ Προφήτης τῷ ξηραίνεσθαι τὴν θάλασσαν, καὶ τὸ ἐρημοῦσθαι τοὺς ποταμοὺς, εἰς ἀνάμνησιν ἀναφέρων ἑτέρου θαύματος. ὅτε γὰρ εἰς τὴν τῆς ἐπαγγελίας εἰσεκο- μίζοντο γῆν, Ἰησοῦ μετὰ Μωυσέα προεστηκότος, τότε κατὰ χώραν ἔστη πάλιν ὁ Ἰορδάνης, τὴν τῶν ναμάτων καταφορὰν ἀῤῥήτοις νεύμασι καὶ δεσμοῖς ἀνακόπτοντος τοῦ πάντα ἰσχύ- οντος Θεοῦ. ἀξιοῖ δὲ ταῦτα τοῦ μεγίστου θαύματος καὶ ὁ μακάριος ∆αυεὶδ, οὕτως λέγων "∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ "Θεοῦ, ὡς φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων· "ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διε- "λεύσονται ποδί." ποδὶ γὰρ πάλιν τὸν Ἰορδάνην διέβησαν. εἰ δὲ δὴ καὶ πάντας λέγοι ξηραίνεσθαι τοὺς ποταμοὺς, τὸ ἐφ' ἑνὶ γεγονὸς ὅτι καὶ πᾶσι συμβήσεται Θεοῦ κατανεύοντος, διακεῖσθαι κελεύει. 2.12 ∆οκεῖ δέ τισι καὶ καθ' ἕτερόν τινα τρόπον τῷ τῶν προκει- μένων προσφέρεσθαι νῷ. εἰ γὰρ ἕλοιτο, φησὶν, ὁ τῶν ὅλων ∆εσπότης τὴν κατὰ τῆς Νινευῒ ποιεῖσθαι καταδρομὴν, ποιή- σεται δὴ πάντως ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ· συντε- λέσει γὰρ αὐτὴν καὶ καταδονήσει ῥᾳδίως· πλατεῖαν δὲ οὖσαν, καὶ οἷον θαλάσσης δίκην τοῖς ἄλλοις ἔθνεσι τοὺς πολέμους ἐπικυμαίνουσαν, ἀμελλητὶ καταξηρανεῖ. κἂν εἰ ἀνέρχοιντο, φησὶν, ὡς χείμαῤῥοι τὰ παρ' αὐτῆς ἔθνη, πάντη τε καὶ πάν- τως ἐρημωθήσονται. θάλασσαν δὲ καὶ ποταμοὺς ἐπικλύ- ζοντάς τε καὶ καταπνίγοντας, οὐδὲν ἧττον εἶναί φαμεν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, καὶ πρό γε τῶν ἄλλων τὸν σατανᾶν. ἀλλ' ὅλην αὐτῶν τὴν δύναμιν κατεξήρανεν ὁ Χριστὸς, καὶ ἄμαχον οὖσαν πάλαι, τοῖς τῶν σεβομένων αὐτὸν ὑπέστρωσε ποσίν. 9Ὠλιγώθη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. τὰ ὄρη ἐσείσθησαν ἀπ' αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν, καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμ- πασα, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.9 Καὶ δι' ἑτέρων εὐθὺς ἀποδείξεων ὁ λόγος ἔρχεται, τῇ θείᾳ φύσει τὸ παναλκές τε καὶ ἄμαχον εἰς ἐξουσίαν ἐπιμαρτυρῶν. χώρα μὲν γὰρ ἡ Βασανῖτις ἐστιν εὐθαλής τε καὶ πίειρα· Κάρ- μηλος δὲ καὶ Λίβανος, τὸ μὲν τῆς Φοινίκης, τὸ δὲ τῆς Ἰου- δαίας ὄρος, εὐδενδρότατα δὲ ἄμφω, καὶ ἀμφιλαφέσι κομῶν- τα δρυμοῖς. ἀλλὰ ταυτὶ δὴ πάντα, τήν τε Βασανῖτίν φημι, 2.13 καὶ αὐτὴν δὲ τὴν τοῖς ὄρεσι παρακειμένην χώραν, 291 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. δεινά τε καὶ μαχιμώτατα κατενέμοντο γένη καὶ υἱοὶ γιγάντων, κατὰ τὸ γεγραμμένον. πλὴν ἐξῄρηνται καὶ νενίκηνται παρὰ τῶν υἱῶν Ἰσραὴλ, Θεοῦ προασπίζοντος, καὶ κεκληρονομήκασι τὴν γῆν αὐτῶν. ὅμοιον οὖν ὡς εἰ λέγοι πάλιν Αἱ πάλαι δεινοῖς καὶ ἀλκιμωτάτοις ἀνδράσι βρύουσαι χῶραι, καὶ οἷον δρυμοῖς τῶν ἐν αὐταῖς μαχίμων κομῶσαι πολλοῖς, ᾤχοντο καὶ πεπόρθηνται τῶν ἐνοικούντων παθοῦσαι τὴν ἐρημίαν. τοῦτο γὰρ οἶμαί ἐστι τὸ ὠλιγῶσθαι λέγειν αὐτάς. Εἶτα, πῶς οὐκ ἂν ἁλοίη Θεοῦ κατανεύοντος ἡ διαβόητος Νινευΐ; πρὸς δὲ δὴ τῇ Βασανίτιδι καὶ τῷ Καρμήλῳ, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. Λίβανος
Nahum Tomos 1 rem close CLOSEOUT§nahum-t1-rem-close
nahum-t1-rem-closeRem CLOSEOUT: Nahum Tomos 1 CLOSEOUT.
Greek · §nahum-t1-rem-close
μὲν οὖν, ὡς ἔφην, ὄρος τῆς Φοινικῆς ἐστιν, ἀπ' αὐτοῦ δὲ σημαίνει τὴν ὑπ' αὐτῷ τε κειμένην καὶ περὶ αὐτὸ σύμπασαν χώραν. ἐξανθοῦντας δὴ οὖν τοῦ Λιβάνου τοὺς ∆αμασκοῦ καὶ Φοινίκης βεβασιλευκότας φησὶ κατὰ καιροὺς, οἳ καὶ ὑπὸ χεῖρας δέδονται τῶν υἱῶν Ἰσραήλ· νενίκηνται γὰρ καὶ αὐτοὶ κατὰ καιροὺς, καίτοι πλείστην ὅσην ἔχοντες χεῖρα, δειναῖς τε καὶ δυσαντήτοις ἐπικουρίαις ἀναφυσώμενοι. εὑρήσομεν δὲ τὰ τῶν βασιλειῶν ἐπερχόμενοι βιβλία πεπορθημένην κατὰ καιροὺς τὴν ∆αμασκηνῶν βα- σιλείαν, διὰ τῶν ἐκ φυλῆς Ἰούδα βεβασιλευκότων. ἐξέλι- πον δὴ οὖν τὰ ἐξανθοῦντα τοῦ Λιβάνου, τουτέστιν, ἐξῄρηνται καὶ ἀπολώλασι πλειστάκις καὶ αὐτὰ τῆς Φοινίκης ἤγουν τοῦ Λιβάνου τὰ ἐξαίρετα, τουτέστιν, οἱ τῶν ἐκεῖσε κρατοῦντες πραγμάτων. Καὶ τί ταῦτα λέγω, φησὶν, ὅτε καὶ μάλα ῥᾳδίως, Θεοῦ γε θέλοντος, κατασεισθεῖεν ἂν καὶ αὐτὰ τὰ ὄρη καὶ οἱ βουνοὶ μεταστήσονται καὶ σύμπασα δὲ ἡ γῆ μετὰ τῶν ἐνοικούντων 2.14 αὐτὴν ἀνασταλήσεται, τουτέστι, χωρήσει πρὸς τὸ μὴ ὂν, καὶ ἔσται πάλιν ὡς οὐχ ὑπάρχουσα; ὁ γὰρ ποιήσας ἐν ἀρχῇ, καὶ ἀφανιεῖ που πάντως εὐκόλως, καὶ οὐδὲν αὐτῷ τὰ μεγάλα παντελῶς. ἔοικε δὲ καὶ ὁ μακάριος ∆αυεὶδ συνῳδὰ τοῖς προ- κειμένοις ἐννενοηκέναι τε καὶ λέγειν "Τί γάρ ἐστι σοὶ, "θάλασσα, ὅτι ἔφυγες; καί σοι, Ἰορδάνη, ὅτι ἐστράφης εἰς "τὰ ὀπίσω; τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ "βουνοὶ ὡς ἀρνία προβάτων; ἀπὸ προσώπου Κυρίου ἐσα- "λεύθη ἡ γῆ." Ὡς γὰρ ἤδη προεῖπεν "Ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ." ὅτι δὲ οὐδὲν ἡ σύμπασα γῆ, καὶ ὀλίγου παντελῶς ἀξιωθεῖεν ἂν λόγου τὰ ἐν αὐτῇ, τὴν θείαν τε καὶ ἀπόῤῥητον εἴ τις ἕλοιτο δόξαν ἀναμετρεῖν, ἐπιμαρτυρήσει λέγων ὁ προφήτης Ἡσαΐας "Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ "ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· "ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετρά- "ποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη ὡς "οὐδέν εἰσι, καὶ εἰς οὐδὲν ἐλογίσθησαν· τίνι ὡμοιώσατε "Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν;" ∆οκεῖ δὲ πάλιν ἑτέροις εὖ ἔχειν, εἰ καὶ ἐπ' αὐτῆς ἐλο- γίσθη τῆς Νινευῒ τὰ τοιάδε πλαγίως. βούλονται γὰρ αὐτὴν παρεικάζεσθαι τῇ τε Βασανίτιδι ὡς ἀρίστῃ τε καὶ διαβοήτῳ χώρᾳ, καὶ Καρμήλῳ τε καὶ λιβάνῳ πάλιν, ὡς ἐπισήμοις τε καὶ διαφανεστάτοις ὄρεσι· θαυμαστὴ δὲ καὶ ἐπίσημος ἡ Νινευῒ ἦν. καὶ ὠλιγῶσθαί φησιν, ὡς ὅσον οὐδέπω δῃωθησομένης ὁμοῦ τοῖς ἐξανθοῦσιν ἐν αὐτῇ, τουτέστιν, ἡγουμένοις τε καὶ στρατη- γοῖς καὶ τοῖς τῶν ἄλλων λαῶν ἐπιφανεστέροις. ἐπειδὴ γὰρ 2.15 ὀρῶν ἐποιήσατο μνήμην καὶ χώρας εὐδενδροτάτης, φημὶ δὴ τῆς Βασανίτιδος, τετήρηκε τῷ λόγῳ μέχρι παντὸς τὴν τρο- πήν· τὴν πιοτάτην καὶ ἐξανθοῦσαν ἔφη τοὺς ἢ πλούτῳ τυχὸν διαφανεστέρους, ἢ ταῖς τῶν σωμάτων ἀλκαῖς ἐμπρέποντας, ἢ καὶ καθ' ἕτερόν τινα τρόπον ὑπεροχῆς τῶν ἄλλων ἠρμένους. Ἀνασκοπούμενος δέ τις τὰ παρὰ τῶν Ἰουδαίων εἰς Χρι- στὸν τολμήματα, καὶ τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐρήμωσιν καὶ τὴν ὁλοτελῆ συντριβὴν καὶ ἀπώλειαν, μετά γε τὸ ἀναβιῶναι καὶ ἀνελθεῖν εἰς τὸν οὐρανὸν, ἐφαρμόσαι ἂν εἰκότως αὐτοῖς καὶ τάδε. Βασανῖτις μὲν γὰρ καὶ Κάρμηλος καὶ μέντοι καὶ Λίβανος νοοῖτο ἂν εἰκότως ἡ Ἰουδαία· καὶ Βασανῖτις μὲν, ἐπείτοι καὶ ὠνόμασται γῆ ῥέουσα μέλι καὶ γάλα, γῆ σίτου καὶ ἐλαίου καὶ ἀμπελώνων· Κάρμηλος δὲ καὶ Λίβανος διάτοι τὸ ὑψοῦ τε ἦρθαι κατὰ τὴν δόξαν, γενέσθαι τε διαφανῆ καὶ περίοπτον, καὶ οἷον ἀκαταλήκτοις δρυμοῖς 292 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῖς κατοικοῦσιν αὐτὴν ἐπιγάνυσθαι. ἀλλ' ὠλιγῶσθαί φησιν αὐτήν· δεδαπά- νηνται γὰρ τῇ Ῥωμαίων χειρὶ, μονονουχὶ δὲ καὶ δεινοῖς καὶ ἀλκιμωτάτοις περιπεσόντες δρυτόμοις, φυτοῖς ἐν ἴσῳ πεπτώ- κασι. καί τι τοιοῦτον ὁ μακάριος προφήτης Ἡσαίας ὑπαι- νίττεται, λέγων ὡς πρός γε τὴν Ἱερουσαλήμ "∆ιάνοιξον "ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς "κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, "ὅτι μεγάλως μεγιστάνες ἐταλαιπώρησαν. ὀλολύξατε δρύες "τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος·" σαφέστερον δὲ καὶ ἑτέρωθί που φησί "Καὶ ἔσται ὁ κοπετὸς 2.16 "τῆς Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτο- "μένου·" ἐπειδὴ γὰρ πάλιν Λιβάνῳ τὴν Ἱερουσαλὴμ παρει- κάζει, κέδρους καταπιπτούσας καὶ πίτυς ἔφη τοὺς ἐν αὐτῇ ὑψηλοὺς, καὶ δρῦς δὲ ἀποκαλεῖ τῆς Βασανίτιδος· μεταφορικὸν δὲ, ὡς ἔφην, τοῦ λόγου τὸ σχῆμα. 9Ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; καὶ τίς ἀντιστή- σεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; ὁ θυμὸς αὐτοῦ τήκει ἀρχὰς, καὶ αἱ πέτραι διεθρύβησαν ἀπ' αὐτοῦ.9 Κατασφραγίζει τοὺς λόγους εἰς ἀλήθειαν τοῖς ἐν πείρᾳ γεγονόσι τῆς θείας ὀργῆς, ὅτι πικρά τις ἐστὶ καὶ δυσάντητος λέγων. δίκην γὰρ οἶμαι πυρὸς ἐμπίπτουσα, κατατήξειεν ἂν εὐκόλως ἀρχάς τε καὶ ἐξουσίας, ἐπιγείους τε καὶ νοητὰς, συνθραύσειε δ' ἂν ἀμογητὶ καὶ πέτρας, ἤγουν τοὺς πέτραις ἐν ἴσω κατεσκληκότας, καὶ ἀμείλικτον ἔχοντας νοῦν. εὑρή- σομεν δὲ τοιούτους γεγονότας τοὺς τῶν Ἀσσυρίων βεβασι- λευκότας, καὶ μὴν καὶ αὐτὸν τὸν τῶν ἀκαθάρτων πνευμάτων ἡγούμενον τὸν σατανᾶν, περὶ οὗ φησι τὸ γράμμα τὸ ἱερόν "̔Η καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε δὲ ὥσπερ "ἄκμων ἀνήλατος." ὅτι δὲ σκληροὶ καὶ ἀτεράμονες καὶ πλείστην ὅσην ἀναισθησίαν ἠῤῥωστηκότες ἁλοῖεν ἂν καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ καὶ οἱ τεταγμένοι παρ' αὐτοῖς εἰς ἀρχὰς, ἱερέας δὴ λέγω καὶ τῶν ἀνοσίων γραμματέων καὶ Φαρισαίων τὰ βέβηλα στίφη, πῶς οὐχ ἅπασιν ἐναργές; οἳ καὶ τῷ πολέμῳ δεδαπάνηνται τῷ παρὰ Ῥωμαίων, καθάπερ τις κηρὸς ταῖς ἀνηκέστοις ἐκτηκόμενοι συμφοραῖς, σκληροὶ 2.17 δὲ ὄντες ἄγαν, συνεθραύοντο τοῖς κακοῖς, καὶ τῆς εἰς Χριστὸν παροινίας δίκας ἐξῄτηνται. Συνέτριψε δὲ δι' ἡμᾶς καὶ ἑτέρως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς "Ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμοκρά- "τορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, τά τε πνευματικὰ "τῆς πονηρίας," ἵνα ἡμᾶς ἐξέληται καὶ διασώσῃ. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ψάλλει ∆αυείδ "Σὺ φοβερὸς εἶ, καὶ τίς "ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου; ἐκ τοῦ οὐρανοῦ "ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀνα- "στῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς "τῆς γῆς." δέδωκε δὲ ἡμῖν "πατεῖν ἐπάνω ὄφεων καὶ σκορ- "πίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." κατέτηξε γὰρ ἀρχὰς, συνέθραυσεν ὡς πέτρας τὰς τῶν ἀνοσίων πνευ- μάτων ἀλαζονείας. ὀργιζομένῳ δὲ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῖς ἠδικηκόσι, παραχωρεῖν ἦν ἀνάγκη καὶ οὐχ ἑκοῦσιν αὐτοῖς. 9Χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβομένους αὐτόν. καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται, τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος.9 Νουθετεῖ χρησίμως καὶ λίαν εὐτέχνως, οὔτε τῆς εὐημερίας ἀποκείρων τὴν ἐλπίδα, δι' ὧν ἔφη χρηστὸν ἔσεσθαι τοῖς ὑπο- μένουσι τὸν Κύριον, οὔτε μὴν ἀνιεὶς εἰς ἄφετόν τινα καὶ ἐξί- τηλον ζωήν· μετατιθεὶς δὲ μᾶλλον εἰς εὐκοσμίαν καὶ εἰς τὸ βιοῦν ἑλέσθαι ἐννόμως, διά τοι τοῦ φάναι πάλιν, ὅτι τὴν ὡς ἐν κατακλυσμῷ νοουμένην ὁδὸν εἰ δὴ ποιοῖτο κατά τινων, κα- 2.18 θάπερ τινὰ σεισμὸν ποιήσεται, καὶ ὥσπερ ὑδάτων πολλῶν τε καὶ ἀφορήτων ὁρμὴ κατὰ πρανοῦς ἰοῦσα χωρίου χρῆμά τι δεινὸν καὶ δυσδιάφυκτον παντελῶς, οὕτως εἰ διάττοι κατά τινων τὰ ἐκ θείας ὀργῆς, ἄρδην ἅπαντας ἀπολέσει τοὺς καθ' ὧν ἂν ἴοι καὶ φέροιτο. Σκότῳ γεμὴν τοὺς ἐχθροὺς αὐτοῦ καταδιωχθήσεσθαι καὶ καταληφθήσεσθαι λέγει. καὶ οὐχὶ δή που πάντως τῷ τῆς νυκ- τὸς, ἀλλ' ἑτέρας οἶμαι τῆς νοητῆς καὶ ὡς ἐν τρόπῳ τοῦ παθεῖν νοουμένης. κατασκοτάζειν γὰρ οἶδε τὸν ἀνθρώπινον νοῦν, καὶ ἀμείλικτος 293 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦ
Twelve Prophets Obadiah opening opening§obadiah-open-open
obadiah-open-openObadiah opening.
Obadiah: Edom judged; the kingdom shall be the Lord’s in Christ.
Greek · §obadiah-open-open
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΒ∆ΙΟΥ. ἈΒ∆ΙΟΥ δὴ πάλιν προφητεύει μὲν ἐν καιροῖς ὡς ἔοικεν, κεν, καθ' οὓς καὶ Ἰωὴλ, μονονουχὶ δὲ διέλαχε πρὸς αὐτὸν τὴν ὅρασιν, καὶ μερίζεται τὸ διήγημα. ὁ μὲν γὰρ θεσπέσιος Ἰωὴλ ἐπ' αὐτοῖς ἤδη τέρμασι τῆς αὐτοῦ προφητείας "Αἴ- "γυπτος, 215 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. φησὶν, εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς "πεδίον ἀφανισμοῦ ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθ' ὧν ἐξέχεον "αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν·" ὁ δὲ τῆς Ἰδουμαίας τὸν ἀφανισμὸν τίνα τε τρόπον καὶ ὅπως ἔσται, κατὰ καιροὺς ἀφηγεῖται λεπτῶς. ἐπειδὴ δὲ τοῖς ἐντευξομένοις τῇ τοῦ βιβλίου συγγραφῇ λυσιτελὲς τὸ ἀναμαθεῖν ἀκριβῶς καὶ πρό γε τῶν ἄλλων, τίς μέν ἐστιν ἡ Ἰδουμαία, τί δὲ τὸ συμβὰν αὐτῇ, καὶ τοῦ δὴ χάριν ταῖς ἐκ θείας ὀργῆς ὑπενήνεκται συμφοραῖς, φέρε λέγωμεν, ὡς ἔνι, τὰ τοιάδε σαφῶς τοῖς φιλομαθέσι καταλεπτύνοντες. Ἰδουμαῖοι τοίνυν κέκληνται καὶ εἰσὶν οἱ ἐξ Ἡσαῦ γεγονότες. ἐπειδὴ γὰρ Ἐδὼμ ὠνό-μασται, τουτέστιν γήϊνος, διά τοι τὸ ἀποδόσθαι τὰ πρω- 1.547 τοτόκια, καὶ ἀλογῆσαι μὲν τῆς ἐντεῦθεν ὀφειλομένης αὐτῷ τιμῆς, βρώσεως δὲ μιᾶς, καὶ τοῦτο εὐτελεστάτης, ἀνθελέσθαι παράθεσιν, ταύτῃτοι καὶ Ἰδουμαίους ὠνόμαζον τοὺς ἐξ αὐ- τοῦ γεγονότας. καλεῖται δὲ τῶν Ἰδουμαίων ἡ χώρα καὶ Σηεὶρ καὶ Θαιμάν· καὶ Σηεὶρ μὲν διὰ τὸ λέγεσθαι δασεῖς τοὺς κατοικοῦντας αὐτὴν, δασὺς δὲ καὶ Ἡσαῦ· τετρίχωτο γάρ· Σὴρ δὲ τρίχωσις, ἤτοι τριχωτὸς ἑρμηνεύεται. ἦν δὲ καὶ ὄρος ἐν τῇ χώρᾳ Σηείρ. Θαιμὰν δὲ δὴ πάλιν, διὰ τὸ εἶναι νοτιωτάτην. νότος δὲ ὁ Θαιμὰν κατὰ τὴν τῶν Ἑβραίων φωνήν. δοκεῖ δέ τισιν εἰρῆσθαι Θαιμὰν καὶ δι' ἑτέραν αἰτίαν. φασὶ γὰρ ὅτι γέγονεν υἱὸς τῷ Ἡσαῦ κατὰ καιροὺς Ἐλιφὰζ, ἐκ δὲ τοῦ Ἐλιφὰζ ὁ Θαιμὰν, ἐξ οὗ καὶ ἡ χώρα Θαιμάν. καὶ ἀπόχρη μὲν ταῦτα περὶ τῆς Ἰδουμαίας καὶ τῶν ἐν αὐτῇ. ἀπολώλασι δὲ δι' αἰτίαν τοιαύτην. πολι- ορκουμένης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ, καὶ ἐν τοῖς ἐσχάτοις ἡκούσης κακοῖς· ἔπιπτον γὰρ ἀναρίθ- μητοι τοῖς τῶν ἐθνῶν δαπανώμενοι ξίφεσι· ἀνεσώζοντό τινες μόλις, καὶ εἰς τὰς τῶν ὁμόρων ἐθνῶν χώρας ἀπεκομίζοντο· κατέβαινον δὲ οἱ πλεῖστοι μάλιστα τῶν ἐξ Ἰσραὴλ εἰς τὴν Ἰδουμαίαν, ὅμορον οὖσαν αὐτοῖς, ᾤοντό τε ὅτι καὶ συναλγή- σουσιν ὡς ἀδελφοῖς, καὶ τῆς ἐξ αἵματος ἀγχιστείας δια- μεμνήσονται, καὶ ἀθλίως πεπραχόσι χαριοῦνται τὰς ἐπικου- ρίας. οἱ δὲ, καίτοι κατοικτεῖραι δέον ὡς ἀδελφοὺς, ἀπεδέχοντο μὲν εἰς τὴν ἑαυτῶν, ἀπέσφαττον δὲ, τὰς τῆς Ἰδουμαίας ἐκβολὰς λῃστρικῷ περιθέοντες τρόπῳ, τεθορυβημένους τε καὶ κατεπτηχότας ἁρπάζοντες. ἦσαν δὲ οὕτως ἀπάνθρωποι ὡς καὶ αὐτὴν ὑπερβαλέσθαι τῶν Βαβυλωνίων τὴν ἀγριό- τητα. ἐπῄεσαν γὰρ, ὡς ἔφην, ἀπολλυμένοις, ἐπιτωθάζοντες 1.548 καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ὁμαιμόνων ποιούμενοι συμφοράς. ἀπῴχοντο μὲν οὖν εἰς τὴν Περσῶν τε καὶ Μήδων Ἰουδαῖοι τοτηνικάδε. ἐπειδὴ δὲ πεπερασμένων ἤδη τῶν ἑβδομήκοντα ἐτῶν κατηλέει Θεός· ἀνεκομίζοντο γὰρ εἰς τὴν Ἰουδαίαν· σπουδὴν ἐποιοῦντο, τήν τε πόλιν αὐτὴν ἀνα- δείμασθαι, καὶ τὸν ἐν αὐτῇ πάλιν ἀνεγεῖραι νεών. ἀλλ' Ἰδουμαῖοι πάλιν οἱ ἀδελφοὶ καὶ γείτονες κατεδάκνοντο τῷ φθόνῳ, καὶ τῶν τοιούτων ἐγχειρημάτων ἀπείργειν ἤθελον, συναγείροντες τοὺς ὁμόφρονας καὶ περιοικοῦντας βαρβάρους, καὶ δὴ καὶ εἰς μάχην ᾔεσαν. πεπτώκασι δὲ καὶ ἀπολώλασιν ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ, Θεοῦ προασπίζοντος τῶν ἐξ Ἰσραήλ. ἐπειδὴ δὲ τῶν ἀλλοφύλων φορτικώτεροι γεγόνασιν Ἰδουμαῖοι, κατέδραμον αὐτῶν τὴν χώραν οἱ ἐξ Ἰσραὴλ, καὶ ἀπέκτειναν μὲν τοὺς ἐν αὐτῇ, τρυμαλιὰς δὲ πετρῶν καὶ σπήλαια καὶ γῆς καταδύσεις διερευνώμενοι, τοὺς εὑρισκο- μένους ἀπέσφαττον. 9Ὅρασις Ἀβδιού· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ Ἀκοὴ ἤκουσα παρὰ Κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ' αὐτὴν εἰς πόλεμον.9 Ὅλον ἡμῖν τῆς ἑαυτοῦ προφητείας ἐν τούτοις, ἤγουν τῆς ὁράσεως διερμηνεύει τὸν σκοπὸν, καὶ ὅποι
Obadiah opening rem early§obadiah-open-rem-early
obadiah-open-rem-earlyRem early: Obadiah opening; historia and theoria toward Christ.
Greek · §obadiah-open-rem-early
ποτὲ βλέπει δια- τρανοῖ. ὅτι γὰρ ἐπὶ τοῖς ἔσεσθαι μέλλουσι κατὰ τῆς Ἰδου- μαίας ἡ ὅρασις αὐτῷ, πειρᾶται πληροφορεῖν. ἐμπεδοῖ γὰρ πρὸς πίστιν τοὺς ἀκροωμένους, καὶ ὅτι πάντη τε καὶ πάν- τως συμβήσεται τὸ λαλούμενον, ἀναπείθειν πειρᾶται λέγων ὡς ἥκιστα μὲν αὐτοῦ, Θεοῦ δὲ μᾶλλον εἶεν οἱ λόγοι. ἔφη τοίνυν ἀκοὴν ἀκοῦσαι παρὰ Θεοῦ κατὰ τῆς Ἰδουμαίας. καὶ τίς ἂν νοοῖτο πάλιν, εὐθὺς αὐτὸς διεσάφησεν, προσθεὶς ὅτι περιοχὴν εἰς τὰ ἔθνη 216 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐξαπέστειλεν. ἔθνη δὲ, ποῖα; τὰ τῆς Ἰδου- 1.549 μαίας. κατ' αὐτῶν γὰρ ἀπεστάλθαι φησὶ τὴν περιοχὴν, ἤτοι πολιορκίαν, ἤγουν συγκλεισμὸν, τοῦ θείου κρίματος συν- ωθοῦντος ἀναγκαίως εἰς τὸ παθεῖν τὴν ἐρήμωσιν. Ἢ καὶ καθ' ἕτερον τρόπον. τοῖς γὰρ ἔθνεσι τοῖς κύκλῳ τῆς Ἰδουμαίας ποιεῖσθαι προστέταχε τὴν περιοχὴν, ἤτοι τὴν πολιορκίαν. προστέταχε δὲ οὐχὶ πάντως ἐναργῶς, ἀλλ' οἷον διανιστὰς ὡς Θεὸς, καὶ καταθήγων ἐπ' αὐτοὺς, ἃ καὶ τοῖς θείοις ἀναπεπεισμένα νεύμασι προτροπάδην ἀλλήλοις μονο- νουχὶ διακεκραγότα φασίν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ' αὐτὴν εἰς πόλεμον. συνεισβεβλήκασι γὰρ τοῖς ἐξ Ἰσραὴλ καταδῃοῦσι τὴν Ἰδουμαίαν καὶ τὰ περίοικα τῶν ἐθνῶν. 9Ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδρα. ἡ ὑπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκη- νοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ Τίς με κατάξει ἐπὶ τὴν γῆν; ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος.9 Ὀλιγοστὸν αὐτὸν ἐν τοῖς ἔθνεσι τεθεῖσθαί φησι καὶ ἠτιμω- μένον διὰ τὸ παντελῶς εὐαριθμήτους γενέσθαι, εἰ πρὸς τῶν ἐπιόντων τὴν πληθὺν συγκρίνοιντο· πλεῖστοι γὰρ, ὡς ἔφην, οἱ κατ' αὐτῶν τεθηγμένοι. ἢ ὀλιγοστοὺς γενέσθαι φησὶν, ὡς δαπανήσαντος τοῦ πολέμου, καὶ εἰς ὀλίγους περιστήσαντος κομιδῇ τὸ γένος αὐτοῖς. ἐκ πολλῆς δὲ ἄγαν ἀβελτηρίας διακένοις κεχρῆσθαι φυσήμασι τὸν Ἰδουμαῖον ὁ προφητικὸς 1.550 ἡμῖν ὑπεμφαίνει λόγος. ᾤετο γὰρ δυσάλωτος ἔσεσθαι τοῖς ἐχθροῖς, οὐ διά γε τὴν ἐνοῦσαν ἀλκὴν αὐτῷ καὶ τὸ ἐν πολέμοις εὐτεχνὲς, ἀλλ' ὅτι τὸ τραχὺ καὶ δύσβατον τῆς χώρας ἀπο- χρήσειν ἔμελλε πρὸς σωτηρίαν αὐτοῖς. ὄχθοι γὰρ ἦσαν ἁπαν- ταχῆ, καὶ πετρῶν ἀκρωνυχίαι δεινὸν κατεκνεύουσαι, καὶ βουνῶν ἀγριότης, καὶ ὀρῶν ὑψώματα. τί οὖν, φησὶ, τῆς τῶν ἐπιόντων χειρὸς μάτην καταλαζονεύεσθε; εἰ γὰρ καὶ κατῴ- κηκας ἐν χώρᾳ πολὺ λαχούσῃ τὸ δύσβατον, ἠρμένῃ τε ὑψοῦ, κἂν εἰ γενοιό τις ἀετὸς, οἷον ἐναέριον αὐτοῦ τὴν καλιὰν ἔχων· ὑπερβολικὸς δὲ πάλιν ὁ λόγος· ἀλλ' οὖν ἐκεῖθεν καταῤῥαχ- θήσῃ, Θεοῦ κατασύροντος· ἀδυνατεῖ γὰρ αὐτῷ παντελῶς οὐδέν. 9Εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτὸς, ποῦ ἂν ἀπεῤῥίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σὲ, οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδας; πῶς ἐξηρευνήθη Ἡσαῦ, καὶ κατελήφθη αὐτοῦ τὰ κεκρυμμένα;9 Ἤδη φθάσαντες εἴπομεν, ὅτι καὶ ῥωχμὰς ὀρῶν, σπήλαιά τε καὶ διασφαγὰς ἐν πέτραις, δρυμούς τε διερευνώμενοι τοὺς Ἰδουμαίους ἀπέσφαττον, οἱ τοῖς ἐξ Ἰσραὴλ συνεισβε-βληκότες καὶ συνεπιτιθέμενοι τῶν ἑτερογενῶν, ὡς ὀλίγους παντελῶς, ἢ μηδένα τοπαράπαν ἰσχῦσαι διαφυγεῖν. ἐπι- τωθάζει δὴ οὖν ὁ λόγος αὐτοῖς, καὶ οἱονείπως ἐν ἤθει κατει- ρωνεύεται καί φησιν Εἰ λῃστρικῆς ἐφόδου πεπείρασο, καί σοι τὰ κλεπτῶν ἐπεφοίτησε γένη, οὐκ ἂν ἠρκέσθησαν τῷ λαβεῖν, ἅπερ ἦν εἰκὸς ἀρκέσειν αὐτοῖς; εἰ δὲ δὴ καὶ ἀμπέλου δίκην ἀπετρύγων τινὲς, οὐκ ἂν διέλαθεν ἡ ἐπιφυλλὶς, καίτοι περιερ- γότατον ὄντα λίαν, τῶν ἀποτρυγᾶν εἰωθότων τὸν ὀφθαλμόν; 1.551 ἀλλ' ἦν ἀνάγκη τοῦτο παθεῖν καὶ οὐχ ἑκοῦσιν αὐτοῖς, ὅτι τοῖς μὲν κλέπτουσιν ἀεὶ τὸ δεῖμα παρεγγυᾷ τὴν φυγὴν, καὶ τὸ οἴχεσθαι λαθόντας, καὶ εἴ τι τῶν ἑτοίμων ἁρπάσειαν, ἀπο- χρῶν εἶναι δοκεῖ πρὸς θυμηδίαν αὐτοῖς· τοῖς γεμὴν τρυγῶσιν ἐμποδὼν ἀεὶ πρὸς ἔρευναν ἡ φυλλὰς παραιρουμένη καὶ ὑπο- κλέπτουσα τὸ λαθεῖν δυνάμενον. ἀλλὰ σοί φησιν, ὦ Ἡσαῦ, τουτέστιν, ὦ ἐξ αἵματος τοῦ Ἡσαῦ Ἰδουμαῖε, τὰ χείρω παθεῖν συμβέβηκε· κατελήφθησαν γὰρ τὰ κεκρυμμένα, καὶ διέλαθε μὲν οὐδεὶς, ἀνόνητος δὲ καὶ ἡ φυγὴ, καὶ αὐτὴ τῶν τόπων ἡ δυσχωρία. 9Ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε· πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι, ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου· συνεσθίοντές σοι ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστι σύνεσις ἐν αὐτοῖς. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ. καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμὰν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ, διὰ τὴν σφαγὴν 217 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ· καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα· ἀθ' ἧς ἡμέρας ἀντέστης ἐξεναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.9 Ὅτε κωλύειν ἤθελον τοὺς ἐξ Ἰσραὴλ οἰκοδομοῦντας τὸν νεὼν καὶ τὴν ἁγίαν πόλιν ἀνατειχίζοντας, οἱ ἐξ αἵματος Ἡσαῦ, ὁμοψυχίας συνθήκας πρὸς τὰ περίοικα τῶν ἐθνῶν 1.552 ἐποιήσαντο, καθάπερ εἴπομεν ἤδη. ἐπειδὴ δὲ συμβέβηκεν ἁλῶναι τὴν χώραν αὐτῶν καταστρατευόντων τῶν ἐξ Ἰσραὴλ, τότε καὶ οἱ πάλαι γνήσιοι καὶ συνωμόται καὶ συνασπισταὶ τῶν ἄλλων ἁπάντων γεγόνασι φορτικώτεροι καταδῃοῦντες δὴ καὶ μαχόμενοι. ὁ πόλεμος τοίνυν φησὶν ἕως τῶν ὁρίων σου ἐξαπέστειλέ σε, του
Obadiah opening rem mid§obadiah-open-rem-mid
obadiah-open-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §obadiah-open-rem-mid
τέστιν ἀφανῆ σε γενέσθαι παρ- εσκεύασε· τοῦτο γὰρ τὸ ἐξαπέστειλεν· οὐ μέρη τῆς σῆς ἐπεισπηδήσας χώρας, ἀλλ' ὅλην ἑλὼν κατὰ κράτος, καὶ μέχρις ὅρων αὐτῶν ἀγαγὼν εἰς ἐρήμωσιν. ἀντέστησαν δὲ, καὶ πεπολεμήκασι πρὸς σὲ, φησὶν, οὓς ἦν τάχα που καὶ λίαν εἰκὸς, κατά γε τὴν σὴν ἐλπίδα, καὶ ἐπαλγύνεσθαι πεπονθότι σοι. ἀλλ' ἔθηκαν ἔνεδρα ὑποκάτω σου, παρ' ὧν σώζεσθαι προσεδόκησας. ἐν δὲ τῷ Οὐκ ἔστιν σύνεσις ἐν αὐτῷ, τοιαύτη τις ἐμφέρεται ἔννοια. σοφούς τε καὶ συνετοὺς ὠνόμαζον τοὺς ψευδομάντεις καὶ βωμολόχους, τοὺς ἀπατεῶνας καὶ οἰωνοσκό- πους, καὶ τοὺς τῶν ἄστρων τὰ ψευδῆ μυθάρια καταχέοντας, οἵ τινες εἰς τοῦτο ληρωδίας ἥκουσιν, ὡς ἐντεῦθεν δύνασθαι καὶ τὴν τῶν ἐσομένων γνῶσιν ἑλεῖν φληνάφως ὑπονοεῖν. ἀνεπτόηντο δὲ πρὸς τοῦτο λίαν οἱ ταῖς τῶν εἰδώλων λατρεί- αις ἐμβεβληκότες. τοῦτο καὶ αὐτοὶ μετὰ τῶν ἄλλων ἠῤῥω- στηκότες οἱ Ἰδουμαῖοι, μέλλοντος ἤδη τοῦ πολέμου περιαγ- γέλλεσθαι, κατεσκέπτοντο μὲν τῶν ἐκβησομένων τὸ πέρας· συναγείροντες δὲ τοὺς ἔν γε δὴ τούτοις σοφοὺς, ἀπαγγέλλειν ἐκέλευον, ὅποι ποτὲ ἄρα βαδιεῖται αὐτοῖς τὰ τοῦ πολέμου. οἱ δὲ, κατὰ τὸ εἰκὸς, κατεμαντεύοντο αὐτοῖς τὸ νικᾶν, ἀλλ' ἥλωσαν καὶ πεπτώκασι, διαμαρτούσης αὐτοῖς τῆς τέχνης· ἠλέγχοντο δὲ καὶ ἀσύνετοι παντελῶς ψευδοεποῦντες οἱ δεί- λαιοι. ὅτι δὲ καίτοι πάλαι θρασεῖς ὄντες οἱ ἐκ Θαιμὰν, αὐτοὶ δὴ πάλιν οἱ Ἰδουμαῖοι ἄνανδροι ἔσονται καὶ περιδεεῖς, κατε- 1.553 σήμῃνε προσθεὶς ὅτι πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαι- μὰν, ὅπως ἐξαρῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ, τουτέστιν, ἄχρις ἂν ἀπόλοιντο μέχρι καὶ ἑνὸς τῶν ἐκ τῆς Ἰδουμαίας. καθί- στησι γοῦν ἐναργῆ τὴν αἰτίαν τῆς ἐπενηνεγμένης συμφορᾶς, ὅτι διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου. ἐπειδὴ γὰρ ἀνῄρηκας, φησὶ, τὸν ἐξ αἵματος ἐγγὺς κατὰ ἀγχιστείαν, τουτέστι, τὸν Ἰακὼβ, ἤτοι τοὺς ἐξ Ἰακὼβ, δα- πανηθήσῃ πολέμῳ, καὶ εἰσάπαν ἔσῃ κατεφθαρμένος, αἰσχύνης τε ἔμπλεως καὶ ἐντροπῆς. ὅτι δὲ καὶ ἀναπόβλητον ἕξουσι τὸ συμβεβηκὸς, καὶ ταῖς οὕτω δειναῖς ἐναπομενοῦσι συμ- φοραῖς, διαμεμήνυκεν εἰπών Καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. ἐν δὲ τῷ Ἀφ' ἧς ἡμέρας, ὑπομιμνήσκει τοῦ καιροῦ, καθ' ὃν τῶν Βαβυλωνίων ᾑρηκότων τὴν Ἰουδαίαν, καὶ διαρπαζόντων τὰ ἐν αὐτῇ, καὶ κλήρῳ λαχόντων τὰ ἐκ τῆς Ἱερουσαλὴμ συνα- γηγερμένα, αὐτοὶ τοὺς φεύγοντας λοχῶντες ἀπέσφαττον, καὶ οἱονεὶ συνειργάζοντο τοῖς ἀλλογενέσι καὶ τοῖς τοὺς ἐξ Ἰακὼβ ἀποφέρουσιν εἰς αἰχμαλωσίαν. ἥλωσαν δὴ οὖν ταῖς τῶν ἀδελφῶν συμφοραῖς ἐπιθρώσκοντες, καὶ ὀλίγα τοῖς Βαβυλωνίοις παραχωροῦντες εἰς ἀγριότητα. 9Καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων, καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως, μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν· μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συν- αγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν, μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν· μὴ ἐπιστῆς ἐπὶ τὰς διεκβολὰς αὐτῶν, τοῦ ἐξολοθρεῦσαι τοὺς ἀνασωζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως.9 1.554 Ἀπαριθμεῖται δὴ πάλιν τὰ τῶν Ἰδουμαίων ἐγκλήματα, σκληροὺς 218 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ ἀφιλοικτίρμονας γεγονότας δεικνύων. ἐσχη- μάτισται δὲ ὁ λόγος, οἱονεὶ πληττομένοις τε ἤδη καὶ αἰκι- ζομένοις, ἐπιφωνοῦντος Θεοῦ καὶ τὸν τῆς ἁμαρτίας τρόπον κατονειδίζοντος. τὸ δὲ ἐπιδεῖν ἐστι τὸ ἐπιγελᾶσαί τε καὶ ἐφησθῆναι κάμνουσιν ἀδελφοῖς, καὶ θυμηδίας ἀφορμὴν τὰς τῶν ἑτέρων ποιεῖσθαι συμφορὰς, καίτοι τῆς θείας λεγούσης γραφῆς, μὴ δεῖν ὅλως ἐπιμειδιᾶν τοῖς κάμνουσιν. ἐν δὲ καὶ τῷ μὴ ἐπιχαρῇς καὶ τοῖς λοιποῖς, ἀπαριθμεῖται δὴ πάλιν τὰ τοῦ Ἰδουμαίου ἐγκλήματα, σκληρὸν καὶ ἀφιλοικτίρμονα γε- γονότα δεικνύων, καὶ τοῦτο εἰς ἀδελφούς. μὴ γὰρ δή φησιν ἐν ἴσῳ τοῖς Ἀσσυρίοις εἴσω καὶ αὐτὸς ἐπείγου πυλῶν, οὐ χεῖρα τὴν ἐπαμύνουσαν εἰσφέρων, ὡς ἀδελφοῖς, καταδῃώσων δὲ μᾶλλον. καὶ μὴ ἐπίδῃς συναγωγὴν ἀθλίως ὀλοθρευομένην· μήτε μὴν ἐπιφορτίσῃς τοῖς παρὰ σοῦ σφόδρα κατηχθισμέ- νοις· μήτε μὴν τοῖς φεύγουσιν ἔσο πάγη, τηρῶν τὰς διεκ- βολὰς καὶ βρόχους ἱστὰς, ὡς ἂν μηδεὶς ἀνασώζοιτο ταῖς σαῖς ἐναλοὺς ἀφιλοστοργίαις, κἂν εἰ τὸ τῶν δυσμενῶν δια- δράμῃ ξίφος. πανταχῆ δὲ ὁ λόγος τῆς Ἰδουμαίων ἀπανθρω- πίας κατηγορεῖ, ἵνα δὴ πάλιν ὅσιόν τε καὶ ἀνεπίληπτον ἀληθῶς τὸ θεῖον ὁρῷτο κρῖμα, κολαζομένων ἐν δίκῃ τῶν ἐκεῖνα πεπλημμεληκότων. 9∆ιότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθή- σεταί σοι εἰς κεφαλήν σου. διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον, πίονται καὶ κατα- βήσονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες· ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον.9 1.555 Προαναφωνεῖ πάλιν τὸν τοῦ πολέμου καιρὸν, καθ' ὃν ἐν κοιλάδι τῇ τοῦ Ἰωσαφὰτ συναγηγερμένα τοῖς Ἰδουμαίοις ὁμοῦ καὶ τὰ πρόσοικα τῶν ἔθνων πικρὰς ἐξῄτηνται δίκας. ἡμέραν δὲ αὐτὴν ὀνομάζει Κυρίου. Θεὸς γὰρ ἦν ὁ παραδιδοὺς τοῖς ἐξ Ἰσραὴλ τοὺς ἀνοσίως ἠδικηκότας· ὅτι δὲ ὁσίῳ κρίματι κολασθήσονται, διατρανοῖ λέγων Ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι. ταλαντεύει γὰρ ἡ θεία φύσις τὰ ἑκάστου πταί- σματα, καὶ ἰσοπαλῆ πάντως ἀντεπάγει τὴν δίκην, οἷς ἂν ἕκαστος ἁλίσκοιτο πεπλημμεληκώς. ἐν δὲ τῷ διότι ὃν τρόπον ἔπιες, τοιόνδε τι παραδηλοῖ· ἔθος που τάχα τοῖς κρατήσασι τῶν ἐχθρῶν, καταλαζονεύεσθαι μὲν τῶν κεκρατημένων, ἑορ- τὰς δὲ καὶ πότους ἐπιτελεῖν, καὶ δὴ καὶ ἐπινικίους καταλαλά- ζειν φωνὰς καὶ τὰ μέθης ἔργα πληροῦν. ὡς οὖν ἐπετώθασας, φησὶ, καὶ κατεσκίρτησας τῶν ἐξ Ἰσραὴλ, πίνων τε καὶ κατορχούμενος, καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ἀδελφῶν ποιούμενος συμφορὰς, οὕτω πίονται καὶ κατορχήσονταί σου πάντα τὰ ἔθνη· καὶ καταβήσονται μὲν κατὰ σοῦ, τουτέστι, τῆς σῆς καταδραμοῦνται χώρας. καταλογισθήσῃ δὲ καὶ αὐτὸς ἐν τοῖς οὐχ ὑπάρχουσιν. ὀλοθρευθήσῃ γὰρ οὕτως, ὡς δοκεῖν ἤδη πως μηδ' ὑπάρξαι ποτέ. ὄρος δὲ Σιὼν τὴν Ἐκκλησίαν ἡ θεόπνευστος ὀνομάζει γραφή· ὑψηλὴ γὰρ ὄντω
Obadiah opening rem close CLOSEOUT§obadiah-open-rem-close
obadiah-open-rem-closeRem CLOSEOUT: Obadiah opening CLOSEOUT.
Greek · §obadiah-open-rem-close
ς, καὶ σκο- πευτήριον ἀληθῶς, ἁγία δὲ πρὸς τούτοις, εἴπερ ἐστὶν οἶκός τε καὶ πόλις τοῦ παναγίου Θεοῦ. 9Καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοὺς κατακληρονομή- σαντας αὐτούς· καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ καὶ ὁ οἶκος Ἰωσὴφ φλόξ, ὁ δὲ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονται 1.556 εἰς αὐτοὺς, καὶ καταφάγονται αὐτοὺς, καὶ οὐκ ἔσται πυροφόρος τῷ οἴκῳ Ἡσαῦ, διότι Κύριος ἐλάλησεν. καὶ κατακληρονομή- σουσιν οἱ ἐν Ναγὲβ τὸ ὄρος τὸ Ἡσαῦ καὶ οἱ ἐν τῇ Σεφηλᾶ τοὺς ἀλλοφύλους· καὶ κατακληρονομήσουσιν τὸ ὄρος τὸ Ἐφραῒμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμὶν καὶ τὴν Γαλααδῖτιν.9 Ὠήθη μὲν ὁ ἀπόπληκτος Ἰδουμαῖος κλῆρον ἕξειν τὸν οἶκον Ἰακὼβ, τουτέστι τοὺς ἐκ σπέρματος Ἰακὼβ, καὶ δὴ καὶ κατεμερίζετο τὴν γῆν, συγκαταδῃώσας αὐτήν. ἀλλ' ἔσται, φησὶ, τὸ χρῆμα αὐτοῖς ἀδοκήτως ἀντεστραμμένον. κλῆρος γὰρ ἔσονται τῶν ἐξ Ἰακώβ. δαπανηθήσονται δὲ οὕτως, ὡς ἂν εἰ καὶ ὑπὸ φλογὸς καλάμη. ἔσται γὰρ πῦρ ὁ οἶκος Ἰακὼβ, φλογὸς δὲ δυνάμεσι παραχωρήσειεν ἂν οὐδὲν ὁ οἶκος Ἰωσήφ. καταβρωθήσονται δὴ οὖν εἰσάπαν, ὡς ἕνα πυροφόρον μὴ ἂν εὑρεῖν δύνασθαί τινας ἐξ ὁλοκλήρου φυλῆς ἢ ἔθνους. ἔοικε δὲ ὁ 219 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. λόγος ἀκολούθως τῇ τροπῇ πυροφόρον εἰπεῖν, πῦρ γὰρ ὠνόμασε τὸν οἶκον Ἰακὼβ, φλόγα δὲ δὴ αὖ τὸν Ἰωσήφ. καὶ οἶκος μὲν Ἰακὼβ νοοῖντ' ἂν εἰκότως, οἱ ἐξ Ἰούδα καὶ Βενιαμὶν, οἶκος γεμὴν Ἰωσὴφ οἱ ἐν τῇ Σαμαρείᾳ, τουτέστιν αἱ δέκα φυλαὶ, ὧν οἱ βασιλεῖς ἐκ φυλῆς Ἐφραῒμ γεγόνασι κατὰ καιροὺς, Μανασσῆς δὲ καὶ Ἐφραῒμ ἤστην ἐξ Ἰωσήφ. ἐν δὲ τῷ κατακληρονομήσουσιν οἱ ἐν Ναγὲβ, τόδε σημαίνεται. ὅτε γὰρ τὴν ἐνεγκοῦσαν ἀφέντες κατὰ τῶν Ἱεροσολύμων ᾔεσαν οἱ Βαβυλώνιοι, κατεξανιστάντος αὐτοὺς εἰς μάχην τοῦ Ναβουχοδονόσορ, συμβέβηκεν ἀναγ- καίως ἅπασαν μὲν τὴν τῶν Ἰουδαίων καταδῃωθῆναι χώραν, 1.557 ἐνεχθῆναι δὲ λοιπὸν εἰς τοῦτο ταλαιπωρίας, ὡς ἐν ἐρημίᾳ καταστῆναι παντελεῖ καὶ τῶν ἐνοικούντων ὁρᾶσθαι γυμνήν. ἐπειδὴ δὲ Θεοῦ κατοικτείραντος, καὶ τῶν τῆς αἰχμαλωσίας ἀνέντος βρόχων, ἀνεκομίσθησαν πάλιν εἰς τὴν ἑαυτῶν, το- σοῦτον αὐτοὺς κατευρυνθήσεσθαι λέγει, καὶ εἰς πολύανδρον ἐπιδοῦναι πληθὺν, ὡς καὶ τὰς τῶν ὁμόρων ἐθνῶν κατανεμη- θῆναι χώρας, στενοχωρουμένης κατὰ τὸ εἰκὸς τῆς Ἰουδαίας. εὐλογίας δὲ τοῦτο τῆς παρὰ Θεοῦ σημεῖον ἂν γένοιτο μάλα σαφές. οἱ γὰρ ἐν τῇ Ναγέβ φησι, τουτέστιν οἱ πρὸς νότον· νότος γὰρ ἡ Ναγὲβ ἑρμηνεύεται· κλῆρον ποιήσονται τὸ ὄρος τὸ Ἡσαῦ, τουτέστι τὴν Ἰδουμαίαν. νοτίαν γὰρ οὖσαν αὐ-τὴν, κατανεμηθήσονται πάντως ὡς γείτονα καὶ ὅμορον οἱ τὰ νότια τῆς Ἰουδαίας κατῳκηκότες. οἱ δὲ ἐν τῇ Σεφηλᾶ, τουτέστιν οἱ ἐν τῇ πεδινῇ· μοίρα δὲ καὶ αὕτη τῆς Ἰουδαίων χώρας βορειοτέρα που πάντως· κληρονομήσουσι τοὺς ἀλλο- φύλους. λέγει δὲ τοὺς Φυλιστιεὶμ, ἤτοι Παλαιστηνούς. καθέξουσι δὲ οὐδὲν ἧττον τὸ ὄρος τὸ Ἐφραῒμ, τὴν Σαμάρειαν, τὴν Βενιαμὶν, τὴν Γαλααδῖτιν. κλῆροι δὲ οὗτοι ταῖς τοῦ Ἰσραὴλ φυλαῖς ἐκνεμηθέντες κατὰ καιροὺς, στρατηγοῦντος Ἰησοῦ τοῦ μετὰ Μωυσέα. ἐπειδὴ δὲ ἠρήμωνται διὰ χειρὸς Ἀσσυρίων καὶ πρὶν ἀφικέσθαι τὸν Ναβουχοδονόσορ, ὑπὸ τῶν Φουλὰ καὶ Σαλμανασὰρ βασιλέων, ταύτῃτοι καὶ αὐτὰς κατοικηθήσεσθαι λέγει καὶ τὴν πάλαι συμβᾶσαν διαφυγεῖν ἐρημίαν. 9Καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ἰσραὴλ, γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν, καὶ ἡ μετοικεσία Ἱερουσαλὴμ ἕως Ἐφραθά· καὶ κατακληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ. καὶ 1.558 ἀναβήσονται ἄνδρες σεσωσμένοι ἐξ ὄρους Σιὼν τοῦ ἐκδικῆσαι τὸ ὄρος τὸ Ἡσαῦ, καὶ ἔσται τῷ Κυρίῳ ἡ βασιλεία.9 Μετοικεσίαν ἐνθάδε φησὶ τοὺς ἐκ τῆς Ἱερουσαλὴμ, ἤγουν τῆς Ἰουδαίας ἁπάσης εἰς Βαβυλῶνα μετῳκισμένους. ἀρχὴν δὲ αὐτῶν ἔσεσθαί φησι τὸν ὑπὸ χεῖρά τε καὶ ἐξουσίαν ἐσό- μενον κλῆρον· οἷον ὡς εἴ τις ἐπ' ἄρχοντος λέγει τὴν τοῦ δεῖνος τυχὸν ἀρχήν. ἔσται τοίνυν φησὶ τοῖς πάλαι μετῳ- κισμένοις ἀρχή τε καὶ κλῆρος ἡ γῆ τῶν Χαναναίων· φησὶ δὲ τὴν Ἀραβίαν, καὶ ἕως Σαρεπτῶν, ἥτις ἐστὶ τῆς Σιδωνίας, ἵνα διὰ τούτου τὴν Φοινίκων ἐννοῇς. παραταθήσεται δέ φησι καὶ ἕως Ἐφραθὰ, ἤγουν ὡς ἐκδέδοται παρὰ τῶν ἑτέρων ἑρμηνευτῶν, καὶ μέχρι Βοσπόρου, ὅ ἐστι, τὰ νοτιώτατα τῆς ἕω μέρη. ποιήσονται δέ φησιν ὑφ' ἑαυτοῖς καὶ τὰς πόλεις τοῦ Ναγὲβ, τουτέστι τοῦ νότου. ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ λόγος τὰ Ἰνδικὰ κατασημαίνειν ἔθνη· νοτιώτατοι γὰρ οἱ Ἰνδοὶ καὶ αἱ τούτων χῶραι. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν Πάντα αὐτῶν ἔσται πλήρη, τὰ πρὸς νότον, τὰ πρὸς βοῤῥᾶν, τὰ πρὸς ἕω, τὰ πρὸς δύσιν, καὶ πᾶσαν ἁπλῶς καθέξουσι πόλιν τε καὶ χῶραν. ἐν δὲ τῷ καὶ ἀναβήσονται ἄνδρες ἀνα- κεφαλαιοῦται τρόπον τινὰ τῆς προφητείας τὸν σκοπόν. οἱ γὰρ τῆς Σιὼν οἰκήτορες, φησὶν, ἀνασεσωσμένοι παρὰ Θεοῦ, καὶ τὰ τῆς αἰχμαλωσίας διαῤῥήξαντες δεσμὰ, κατὰ καιροὺς ἀναβήσονται καὶ ποιήσουσιν ἐκδίκησιν εἰς τὸ ὄρος τοῦ Ἡσαῦ. πεπολεμήκασι γὰρ, ὡς ἔφην, πρὸς Ἰδουμαίους μετὰ τοὺς τῆς αἰχμαλωσίας καιροὺς, καὶ βεβασίλευκεν ἐπ' αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, καίτοι πάλαι τὸ χρῆμα παρωθούμενος, καὶ τῆς Ἰουδαίας ἀποφοιτῶν διὰ τὴν ἀπόστασιν. λελατρεύκασι γὰρ εἰδώλοις, καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς. ἐπειδὴ δὲ 1.559 κατῄεσαν, εἰσεδέξατο πάλιν καὶ βεβασίλευκεν ἐπ' αὐτούς· φιλάνθρωπος γὰρ καὶ εὐμενὴς ὁ ∆εσπότης, καὶ 220 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῖς προσ- κρούουσιν εὐδιάλλακτος· εἰ μόνον μικράν τινα πρὸς αὐτὸν ἐπιστροφὴν ἐνδεικνύμεθα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 1.560 ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ
Twelve Prophets Zechariah Tomos 1 opening§zechariah-t1-open
zechariah-t1-openZechariah Tomos 1.
Zechariah Tomos 1: visions begin; return to me and I will return.
Greek · §zechariah-t1-open
ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ Ἐν τῷ ὀκδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ ∆αρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τοῦ Προφήτου λέγων. ΠΡΟΦΗΤΕΥΕΙ μὲν ὁ μακάριος Ζαχαρίας ἐν τοῖς Ἱεροσολύμοις, κατὰ τοὺς αὐτοὺς οἶμαι χρόνους, καθ' οὓς καὶ ὁ Σοφονίας. μετὰ γάρ τοι τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον, κατῴκηκεν ὁ Ἰσραὴλ οὐκέτι διῃρημένως καὶ ἀνὰ μέρος ἔν τε τῇ Ἰουδαίᾳ καὶ ἐν τῇ Σαμαρείᾳ, ἀλλ' εἰς μίαν οἱ πάντες συνενηνεγμένοι πόλιν, τὴν Ἱερουσαλὴμ δηλονότι, καὶ ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, βασιλεύοντος ἐπ' αὐτοῖς Ζοροβάβελ τοῦ ἐκ φυλῆς Ἰούδα, καὶ μὴν καὶ προὔχοντος ἐν ἱερωσύνῃ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. ἐξυφαίνει δὲ 2.283 καὶ λίαν ἐντέχνως τῆς προφητείας τὸν λόγον. ἐπειδὴ γὰρ οἱ πλεῖστοι τῶν ἐκ τῆς Ἰουδαίας, ἤτοι Σαμαρείας, εἰς αἰχμα- λωσίαν ἀπενηνεγμένων, αὐτόθι ἐπανήκασιν, ἅπαντα μὲν εἰδότες τὰ παρὰ τῶν Βαβυλωνίων κατὰ τῶν Ἱεροσολύμων τετολμημένα κατὰ καιρούς· οὐκ ἠγνοηκότες δὲ πρὸς τούτοις, τὰ ἐφ' οἷς λελύπηται Θεός· οἱ δὲ δὴ γεννηθέντες ἐν τῇ τῶν Περσῶν τε καὶ Μήδων χώρᾳ, οὔτε τίς ἢ ὁποία πότ' ἐστιν ἡ Ἱερουσαλὴμ ἐγίνωσκον, οὔτε τὴν Ἰουδαίαν ᾔδεσαν, οὔτε μὴν τὰ ἐκ τῆς θείας ὀργῆς τοῖς πατράσιν αὐτῶν ἐπενηνεγμένα, ἀλλ' οὐδ' ἐπὶ τίσιν ὅλως τὰς οὕτω σκληρὰς ἐξῄτηνται δίκας, πλὴν ὅσον ἐξ ἠμελημένων τάχα που διηγημάτων, ἀναγκαίως ὁ τῶν ὅλων Θεὸς αὐτοῖς τοῖς λελυτρωμένοις καὶ κομιδῇ νέοις παιδαγωγὸν ὥσπερ τινὰ καὶ ἁρμοστὴν ἀναδείκνυσι τὸν μακάριον Ζαχαρίαν, ὄντα μὲν ἐξ αἵματος ἱεροῦ, τουτέστιν ἐκ τῆς φυλῆς Λευὶ, καὶ γεγονότα μὲν ἐκ πατρὸς Βαραχίου κατά γε τὴν σάρκα, κεχρηματικότα δὲ κατὰ πνεῦμα καὶ υἱὸν Ἀδδὼ τοῦ Προφήτου. τέθραπτο γὰρ, ὡς εἰκὸς, τοῖς ἐκείνου τρόποις, καὶ τῶν ἴσων 392 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀνδραγαθημάτων γέγονε μιμητής. Τίς οὖν αὐτῷ τῆς προφητείας ὁ λόγος, καὶ διὰ ποίων τῶν διηγημάτων ἔρχεται, πῶς οὐκ ἂν δίκαιον εἰπεῖν ἐπιμετρίως; τὴν δίκην μὲν γὰρ ὑφ' ἥν εἰσιν, ἐπισκήπτει τοῖς λελυτρω- μένοις, ἅτε δὴ τῆς θείας ἐντολῆς οὐ μετρίως ἠμεληκόσι, καὶ τῶν διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένων ἀλογεῖν εἰωθόσι· καταδεδιττόμενος δὲ οὐ μετρίως αὐτοὺς, μεταφοιτᾶν ἀναπείθει πρὸς τὸ δεῖν ἑλέσθαι μᾶλλον εὐδοκιμεῖν διὰ τῆς εἰς πᾶν ὁτιοῦν εὐπειθείας καὶ ὑπακοῆς. προσεπάγει δὲ, ὅτι εἰ μή τινες εἶεν ἀγαθοὶ καὶ εὐήνιοι, καὶ τοῖς θείοις εἴκοντες νόμοις, πείσονται καὶ αὐτοὶ τῶν τοῖς πατράσι συμβεβηκότων 2.284 τὰ φορτικώτερα. κατευρύνων δὲ ὥσπερ τῆς παιδαγωγίας τοὺς λόγους, πειρᾶται διδάσκειν, τίνα μὲν ἦν πάλαι τὰ τῶν πατέρων ἐπιτηδεύματα, καὶ ἐπὶ τίσιν αὐτοῖς ὁ θεῖος ἐπέσταξε θυμὸς, τίνα δ' αὖ διολώλασι τρόπον, καὶ μὴν καὶ ὅπως λελύτρωνται, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολυσάμενοι ζυγὸν, ἀνεκομίσθησαν εἰς τὴν Ἰουδαίαν· προσεπάγει δὲ τούτοις, ὅτι, καθάπερ ἔφην ἀρτίως, πείσονται τὰ χείρω τῆς τῶν πατέρων ἀφιλοθεΐας κατ' ἴχνος ἰέναι σπουδάζοντες. δια- μέμνηται δὲ πανταχῆ τῆς διὰ Χριστοῦ λυτρώσεως ἐσομένης κατὰ καιροὺς, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον διὰ πολλῶν ἡμῖν ἀναγράφει τρόπων. ∆εῖ δὴ οὖν ἕκαστα τῆς προφητείας τὰ μέρη πολυ- πραγμονεῖν ἐθέλοντας, μὴ ταυτολογίαν ἡγεῖσθαι τὰ ἐν αὐτῇ, καὶ περιττὴν ἀφήγησιν τῶν ἤδη γεγενημένων· διαμεμνῆσθαι δὲ μᾶλλον, ὅτι τοῖς ἐκ τῆς αἰχμαλωσίας ὑπονοστήσασιν εἰς τὴν Ἰουδαίαν, ἀναγκαιοτάτην ἔχει τῶν ἤδη συμβεβηκότων τὴν ἀφήγησιν. ἐπηνώρθου μὲν γὰρ τοὺς εἰδότας ὧν ἤδη πεπόνθασιν, ἀναφέρων πρὸς ἀνάμνησιν· τοῖς δὲ δὴ νέοις κομιδῇ, καὶ οὐκ εἰδόσι τὰ πάλαι, προεξένει τὴν ἀσφάλειαν, ἵνα μὴ τοῖς ἴσοις ἐναλοῖεν κακοῖς, τὴν βέβηλον καὶ ἀνομωτά- την ἀγαπῶντες ζωήν. 9Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην.9 Συνίῃς ὅπως καταπτοεῖ τοῖς διηγήμασι, καὶ τοῖς κομιδῇ νέοις τὰ τοῖς πρὸ αὐτῶν συμβεβηκότα παρατιθεὶς εἰς ἐξή- γησιν, μετασοβεῖ πρὸς τὸ ἄμει
Zechariah Tomos 1 rem early§zechariah-t1-rem-early
zechariah-t1-rem-earlyRem early: Zechariah Tomos 1; historia and theoria toward Christ.
Greek · §zechariah-t1-rem-early
νον, οἱονείπως ἀπειλῶν, ὅτι τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι δυσαχθεστέροις ὑπενηνεγμένοι 2.285 κακοῖς, κατοιμώξουσι πικρῶς, εἰ μὴ ἕλοιντο σωφρόνως ἀπο- σπουδάζειν μὲν τὰ ἐκείνων, φροντίδος γεμὴν καὶ λόγου παντὸς ἀξιοῦν τὸ θυμῆρες Θεῷ. ὀργὴν δὲ μεγάλην ὠργίσθαι φησὶ τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, οὐκ ἀναπόδεικτον ἀφεὶς εἰς τὸ ἀτρεκὲς τὸν λόγον, ἀλλ' ἐξ ὧν ἤδη πεπείρανται καὶ πεπόνθασιν, ὅτι μὴ ἔστι ψευδοεπὴς ἀποφαίνων. εἴη γὰρ ἂν οὐ τῆς τυχούσης ἀγανακτήσεως ἔνδειξις τὸ ἐφεῖναι τοῖς Βαβυλωνίοις καταδῃῶσαι μὲν ἅπασαν τὴν Ἰουδαίαν, καὶ σὺν αὐτῇ τὴν Σαμάρειαν, κατεμπρῆσαι δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ κατασκάψαι τὴν Ἱερουσαλήμ· καὶ τὸν ἀπόλεκτον Ἰσραὴλ ἀποφῆναι μέτοικον, οἰκτρῶς καὶ ἐλεεινῶς ἐν ἀλλοδαπῇ δου- λεύοντα, καὶ δύσοιστον ὑπομένοντα ταλαιπωρίαν, καὶ ἁπτό- μενον μὲν θυσιῶν οὐκέτι, οὐκ αὐλῆς εἴσω φοιτῶντα τῆς ἱερᾶς, οὐκ εὐχαριστίας προσάγοντα κατὰ νόμον, ἢ δεκάτας, ἢ ἀπαρχάς· εἰργόμενον δὲ, ὡς ἐξ ἀνάγκης καὶ φόβου, καὶ τοῦ χρῆναι τελεῖν τὰς νενομισμένας αὐτῷ καὶ φιλτάτας ἑορτάς. οὐκοῦν ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας αὐτῶν ὀργὴν μεγάλην. Ἐπιφωνήσῃ δ' ἄν τις τὰ τοιάδε καὶ τοῖς Ἰουδαίοις δήμοις, εἴπερ ἕλοιτο μυσταγωγεῖν ἐπὶ τὸ Χριστοῦ μυστήριον. ἐπειδὴ γὰρ ἀπεκτόνασι τοὺς προφήτας, καὶ αὐτὸν δὲ "τὸν "Κύριον τῆς δόξης ἐσταύρωσαν," ἑάλωσαν καὶ πεπόρθηνται. κατεσείσθη δὲ καὶ αὐτὸς ὁ διαβόητος νεὼς, καὶ πεπλήρωται λοιπὸν ἐπ' αὐτοῖς τὸ διὰ φωνῆς Ὠσηέ "∆ιότι ἡμέρας πολ- "λὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ "ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστη- "ρίου, οὔτε ἱερατείας, οὔτε δήλων." ὅτι δέ εἰσιν αἰχμάλωτοι, καὶ ὑπὸ χεῖρα τέως διαβολικὴν προσκεκρουκότες Θεῷ, καὶ ἀπεῤῥιμμένοι, καὶ ἁπάσης ἔξω φειδοῦς τῆς ἄνωθεν γεγονότες, 2.286 πῶς ἂν ἐνδοιάσειέ τις; εἰ δὲ δὴ λυτρωθεῖεν κατὰ καιροὺς, προσηκάμενοι τὴν πίστιν, καὶ Χριστὸν ἐπιγραψάμενοι Θεόν τε καὶ βασιλέα καὶ Κύριον, τότε δὴ τότε, καὶ μάλα 393 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. εἰκότως, σοφὴν ἄν τις ἐπ' αὐτοῖς ποιήσαιτο τὴν παραίνεσιν, ἐπὶ καιροῦ ταῦτα λέγων Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην. 9Καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος παντοκράτωρ Ἐπι- στρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ, καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται οἱ ἔμπροσθεν λέγοντες Τάδε λέγει Κύριος Ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος.9 Ἀνακεκλημένοι γὰρ, ὡς ἔφην, ἐκ τῆς αἰχμαλωσίας, καὶ ἀνατρέχοντες εἰς τὴν Ἰουδαίαν, ῥᾴθυμοι γεγόνασι περὶ τὸ δοκοῦν τῷ Θεῷ, καὶ εἰδώλοις μὲν οὐ προσέκειντο τέως, οὔτε μὴν τὴν ἀρχαίαν προσίεντο πλάνην· πλὴν καθ' ἑτέρους ἡλίσκοντο παροτρύνοντες τρόπους. ὡς γὰρ ἐν τῷ Ἔσδρᾳ γέγραπται, καὶ γυναίοις ἀλλοφύλοις ἐπεμίγνυντο καὶ, τὰς ἐκ τῶν ὁμόρων ἐθνῶν εἰσοικισάμενοι, τέκνων ἀλλοτρίων πατέρες γεγόνασι, καίτοι τοῦ νόμου τὸ χρῆμα αὐτοῖς ὡς ἔκτοπον ἀποφάσκοντος. κατημέλουν δὲ καὶ τοῦ τελεῖν ἑορτὰς, καὶ πληροῦν θυσίας, καὶ μὴν καὶ ἀπρόθυμοι περὶ τὸ δεῖν ἀναδεί- μασθαι τὸν θεῖον ναὸν γεγονότες ἡλίσκοντο. ταύτῃτοι, καθά- περ ἐν τῷ Ἀγγαίῳ γέγραπται, ἐπάταξεν αὐτοὺς ἐν ἀφορίᾳ καὶ ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν. καὶ ἐνέβαλλον μὲν εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, 2.287 καὶ ἐγίνοντο δέκα, εἰσεπορεύοντο δὲ καὶ πάλιν ἀντλῆσαι πεντήκοντα μετρητὰς, καὶ ἐγίνοντο εἴκοσι. ἐπαγγέλλεται τοίνυν αὐτοῖς, ὡς εἰ ἕλοιντο μεταφοιτᾶν εἰς τὸ ἄμεινον, καὶ ἐπιστρέφειν πρὸς αὐτὸν, διὰ τοῦ δρᾶν ἑλέσθαι τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, τότε καὶ αὐτὸς ἐπιστρέψει πρὸς αὐτοὺς, τουτέστιν, ἀφέξεται τῆς ἐπ' αὐτοὺς ὀργῆς, καὶ παλινδρο- μήσει πρὸς ἔλεον, καὶ φειδοῦς τε καὶ οἰκτιρμῶν ἀξιώσει πάλιν. ἀποφάσκει γεμὴν ὡς ὀλέθρου πρόξενον τὸ ἑλέσθαι ζηλοῦν τοὺς πρὸ αὐτῶν γεγονότας, οἷς πλείστη μὲν ὅση δέδοτο παρ' αὐτοῦ διὰ τῶν ἁγίων προφητῶν παράκλησις καὶ παραμυθία, καλοῦσα πρὸς ἀποστροφὴν τῶν αἰσχρῶν ἐπι- τηδευμάτων, ἀνόνητον δὲ τὸ πρᾶγμα πολὺ λίαν ἐτέθειτο ἀπονεύσασι πρὸς τὸ δυσήκοον. Καταγέλαστοι δὴ οὖν, οἱ ταῖς τῶν πατέρων ἀμαθίαις ἑπόμενοι, καὶ προγονικὴν συνήθειαν ὡς δυσανάτρεπτον ἀπο- λογίαν ἀεὶ προβαλλόμενοι, κἂν εἰ ἐπὶ τοῖς ἐσχάτοις κατα- ψέγοιντο κακοῖς. ἔθος δὲ τοῦτο μάλιστα τοῖς τῶν εἰδώλων θεραπευταῖς. καλούμενοι γὰρ ἐπὶ τὴν τῆς ἀληθείας ἐπί- γνωσιν, τῆς τῶν πατέρων ἀπάτης διαμέμνηνται πανταχοῦ, καὶ πατρῷον ὥσπερ τινὰ κλῆρον τὸ ἐκείνων ἀμαθὲς ἀσπαζό- μενοι, διαμένουσι τυφλοί. οἶμαι δὲ, ὅτι κἂν εἰ αὐτοῖς συμβουλεύσειέ τις τοῖς ἐκ περιτομῆς μεταμαθεῖν τὰ αἰσχίω, καὶ τιμᾶν ἑλέσθαι τὸ ὠφελοῦν, ἐπὶ τὴν τῶν πατέρων συνή- θειαν καταφεύγουσι καὶ αὐτοί. χρήσιμον οὖν τοῖς πλανω- μένοις ἐπιφωνεῖν Ἐπιστρέψατε πρὸς μὲ καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ, καὶ μὴν ἐπὶ τούτῳ Μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἱ πλανώμενοι δηλονότι, καὶ μέχρι τοῦ παντὸς μεμενηκότες ἐν ἀγνωσίᾳ. 2.288 9Οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται; πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν. καὶ ἀπεκρί- θησαν καὶ εἶπαν Καθὼς παρατέτακται Κύριος παντοκράτωρ, τοῦ ποιῆσαι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν, οὕτως ἐποίησεν ὑμῖν.9 Πρὶν ἁλῶναι τὴν Ἰουδαίαν, καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, τὸ τῆς προφητείας ὄνομα, καθάπερ τι προσωπεῖον ἑαυτοῖς περιτιθέντες τινὲς, προσελάλουν ἀρχαιοτέροις τὰ "ἀπὸ καρ- "δίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ ἀπὸ στόματος "Κυρίου." οὗτοι ψευδοεποῦντες ἔφασκον, ὡς οὐκ ἂν ἁλοίη ποτὲ παρ' ἐχθρῶν ἡ ἁγία πόλις, οὐδ' ἂν γένοιτό ποτε τοῖς ἐθέλουσι καταδῃοῦν εὐκαταμάχητος ὁ Ἰσραήλ· ἀλλ' ἐρη- ρεισμένην ἕξει τὴν εὐημερίαν, καὶ ἐν ἀκλονήτοις κείσεται τρυφαῖς, Θεοῦ προασπίζοντος, καὶ τὸ ἀπόλεκτον ἀεὶ τιμῶν- τός τε καὶ ἀγαπῶντος 394 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. γένος. ἔφασκον δὲ τὰ τοιαῦτα, καθάπερ ἔφην ἀρτίως, ψευδηγοροῦντες οἱ τάλανες, καὶ ῥᾴθυ- μον ὄντα τὸν Ἰσραὴλ ὑπτιοῦντες ἔτι, καίτοι δέον ἀναπείθειν ἐκμειλίσσεσθαι Θεὸν, καὶ τὰ ἐφ' οἷς λελύπηται ῥιπτοῦντας ὡς ἀπωτάτω, μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ αὐτῷ δοκοῦν. ἀλλ' ὀλίγος ἐκείνοις τῆς ἀληθείας ὁ λόγος, λημματίων δὲ σμικρῶν καὶ εὐτελεστάτων ἡττώμενοι, πεπλανήκασι τὸν Ἰσ- ραήλ. καὶ γοῦν ὁ μὲν προφήτης Ἱερεμίας κατῃτιᾶτο λίαν αὐτοὺς, οὕτω λέγων "Ὁ ὢν Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν "προφητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε μάχαιραν, καὶ 2.289 "λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω "ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ·" Θεὸς δὲ πρὸς ταῦτα "Ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου· "οὐκ ἀπέστειλα αὐτοὺς, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐκ "ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας "καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προ- "φητεύουσιν ὑμῖν." καὶ μὴν καὶ ἑτέρωθι πάλιν φησίν "Οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ "ἐ
Zechariah Tomos 1 rem mid§zechariah-t1-rem-mid
zechariah-t1-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §zechariah-t1-rem-mid
λάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προεφήτευον." πεπλά- νηται τοίνυν, ὡς ἔφην, ὁ Ἰσραὴλ, τοῖς τῶν ψευδομαντέων φενακισμοῖς ἀσυνέτως συνηρπασμένος. ἀλλ' οὐκ ἂν ἥλω ποτὲ παρ' ἐχθρῶν, καὶ τῆς οὕτω πικρᾶς καὶ φορτικωτάτης δουλείας ἐπειρᾶτο, τοῖς παρὰ Θεοῦ προφήταις τὸν νοῦν ἐπιδοὺς, οἳ καὶ συμβήσεσθαι τὰ τοιάδε προαπήγγελλον αὐ- τοῖς, καὶ διαῤῥήδην ἔφασκον, ὅτι πάντως εἰς πεῖραν ἐνεχθή- σονται κακοῦ, μὴ οὐχὶ δρᾶν ᾑρημένοι τὰ θυμήρη Θεῷ. ταύτῃτοι καλεῖ πρὸς ἀνάμνησιν τῶν τε ἀνοσίων ψευδοπρο- φητῶν καὶ τῶν πεφενακισμένων καί φησιν Οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται μὴ τὸν αἰῶνα ζήσονται; ὅμοιον ὡς εἰ λέγοι Ἀπολώλασιν οἱ πατέρες ὑμῶν, καὶ τοῦτο οἰκτρῶς, ἐν αἰχμαλωσίᾳ, καὶ σὺν αὐτοῖς οἱ ψευδοεπεῖς καὶ πεπλανηκότες, οἱ τὸ τῆς προφητείας ὄνομα καὶ χρῆμα καπηλεύοντες. ἀλλ' εἴπερ ἔζων ἔτι, τάχα που βελτίους ὑμᾶς ἀπέφηναν ἀεὶ κα- τοιμώζοντες ἐπὶ τοῖς συμβεβηκόσι, καὶ τῶν παρ' αὐτοῖς γεγονότων ψευδοπροφητῶν οὐ μετρίαν ποιούμενοι τὴν κατα- βοήν. ἀλλ' ἐκεῖνοι μὲν ῥᾳστώνης τε ὁμοῦ καὶ ἀπειθείας ὀψώνιον, τὸ συνδιολέσθαι τοῖς ἠπατηκόσιν ἐσχήκασιν, ὑμεῖς δὲ τοὺς τῶν ἁγίων προφητῶν παραδέχεσθε λόγους, καὶ τὰ δι' αὐτῶν θεσπίσματα ποιεῖσθε περὶ πολλοῦ. αὐτοὶ γὰρ λελαλήκασι καὶ τοῖς πρὸ ὑμῶν, ὅτι παρατέτακται Κύριος τοῦ ποιῆσαι, δῆλον δὲ ὅτι τὴν αἰχμαλωσίαν καὶ τὰς ἐν 2.290 αὐτῇ συμβησομένας ταλαιπωρίας. διήλεγχον δὲ λέγοντες ἀναφανδὸν, ὅτι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, οὕτως ἐποίησεν ὑμῖν. κολάζει γὰρ οὐ μάτην ὁ τῶν ὅλων Θεὸς, οὔτε μὴν ἀβασάνιστον τὴν ἐφ' ὁτῳοῦν ποιεῖται ψῆφον ἡ θεία τε καὶ ἀπλανὴς καὶ δικαιοτάτη κρίσις· ἀνεξι- κακήσασα δὲ ὑπεραμέτρως, τότε δὴ τότε ταλαντεύει τοῖς ἡμαρτηκόσι τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα. Σοφὸν οὖν ἄρα τὸ εὐήνιον, καὶ παντὸς ἡμᾶς ἀπαλλάξει κακοῦ τὸ τοῖς θείοις ἕπεσθαι νόμοις, καὶ τὰς τῶν ἁγίων προαγορεύσεις τιμᾶν, καὶ πίστεως ἀξιοῦν τὰς τοῦ Πνεύματος φωνὰς, ἐννοοῦντάς τε ὅτι πάντη τε καὶ πάντως συμβήσεται τὰ προηγγελμένα, μεταπλάττεσθαι πρὸς τὸ ἄμεινον καὶ με- ταχωρεῖν εἰς μετάγνωσιν. ἀποσκευασόμεθα γὰρ οὕτω τὰ ἐξ ὀργῆς, καὶ ἠπίῳ περιτευξόμεθα τῷ ∆εσπότῃ· δικαιοῖ γὰρ τὸν ἀσεβῆ, καὶ ἀνίησι δίκης τοὺς ἐξ ἀμαθίας ἤγουν ἀσθενείας πεσόντας εἰς ἁμαρτίαν. 9Τῇ τετάρτῃ καὶ εἰκάδι ἐν τῷ ἑνδεκάτῳ μηνί· οὗτός ἐστιν ὁ μὴν Σαβάτ· ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν Προφήτην λέγων Ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐφ' ἵππον πυῤῥὸν, καὶ οὗτος ἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυῤῥοὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. καὶ εἶπα Τί οὗτοι, Κύριε; καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἐγὼ δείξω σοι τί ἐστι ταῦτα. καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ 2.291 εἶπε πρὸς μέ Οὗτοί εἰσιν οὓς ἐξαπέσταλκε Κύριος τοῦ περι- οδεῦσαι τὴν γῆν. καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου 395 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπαν Περιωδεύκαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει.9 Ἀνὰ μέρος καὶ κατὰ καιροὺς τὰς ὁράσεις τοῖς ἁγίοις προφήταις ἐξεκάλυπτεν ὁ Θεός. οὐ γάρ που φαμὲν ὡς ἀεί τε καὶ συχνὴ καὶ ἀδιάστατος παντελῶς ἡ τῆς θεοπτίας αὐτοῖς ἐχορηγεῖτο χάρις καὶ τῶν ἐσομένων ἡ ἀποκάλυψις· κατὰ καιροὺς δὲ μᾶλλον, τοὺς ἑκάστῳ πράγματι πρέποντας, καὶ κατὰ τὸ αὐτῷ δοκοῦν τῷ ἀποκαλύπτοντι τὰ κεκρυμμένα. καὶ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο, κατὰ πολλούς τε καὶ διαφόρους ἐπαιδεύοντο τρόπους. ἔσθ' ὅτε μὲν γὰρ ἁπλῆν ἐδέχοντο γνῶσιν, ἐνηχοῦντος αὐτοῖς τοῦ Ἁγίου Πνεύματος· ἔσθ' ὅτε δὲ καὶ πρὸς τούτῳ καὶ ἐν αὐταῖς ταῖς ὁράσεσι τῶν δρωμένων ἐγίνοντο, ἄλλοτε ἄλλως αὐτοῖς διαμορφοῦντος Θεοῦ καὶ ἀποκαλύπτοντος αἰνιγματωδῶς μυστήρια. Ἡσαΐας μὲν γὰρ ὁ μακάριος τεθεᾶσθαί φησι "τὸν Κύριον σαβαὼθ "καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου," περιεστηκό- των αὐτὸν τῶν Σεραφὶμ καὶ εὐφημούντων ἐξ ἀμοιβῆς. ὁ δέ γε θεσπέσιος Ἰεζεκιὴλ θρόνον τεθεᾶσθαί φησιν ἐπὶ στερεώ- ματος, ὑποκειμένων τῶν Σεραφίμ. ἔφη δὲ, ὅτι τὸν ἐπὶ τοῦ θρόνου καθήμενον ἑώρακε διφυᾶ, ὡς τὰ κάτω μὲν ἀπὸ ὀσφύος ἐν εἴδει πυρὸς ὁρᾶσθαι σαφῶς, ἐν ὁράσει δὲ ἠλέκτρου τὰ ἄνω. καὶ βαθὺς ἂν γένοιτο καὶ μακρὸς ὁ ἐφ' ἑκάστῳ λόγος, εἴπερ ἕλοιτό τις πολυπραγμονεῖν τὰς αἰτίας τοῦ πολυειδεῖς γενέσθαι παρὰ Θεοῦ τὰς ὁράσεις αὐτοῖς. Οὕτω τοιγαροῦν καὶ ὁ μακάριος Ζαχαρίας καιρὸν καὶ ἡμέρας καὶ μῆνα σαφῶς ὁρισάμενος, τεθεᾶσθαί φησι τὸν 2.292 Κύριον ἐν εἴδει τῷ καθ' ἡμᾶς. ἰδοὺ γὰρ ἀνήρ φησιν ἐπιβε- βηκὼς ἐφ' ἵππον πυῤῥόν. αἰνίττεται δὲ διὰ τούτου τὸν οἱονεί πως ἐμπειροπόλεμον καὶ εἰδότα τὰ τακτικά. τὸ γὰρ ἵππῳ μὲν ἐφιζῆσαι, καὶ τούτῳ πυῤῥῷ καὶ τὴν οἷον ἐξ αἵματος ἔχοντι χροιὰν, τοιοῦτόν τι οἶμαί που σημαίνειν λοιπόν. μάχεται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς ἀντεξάγουσιν αὐτῷ, καὶ οἷά τις πολέμιος ἀνθοπλίζεται τοῖς ἀπειθῆ καὶ ἀγέρωχον ἀντανιστᾶσιν αὐτῷ τὸν τῆς διανοίας αὐχένα. ἔδρων δὲ τοῦτο, καὶ μάλα νεανικῶς, οἱ ἐξ αἵματος Ἰσραὴλ, οἵ τε τὴν Ἰουδαίαν καὶ αὐτὴν οἰκοῦντες τὴν Ἱερουσαλὴμ, καὶ μὴν καὶ οἱ τὴν Σαμαρειτῶν χώραν ἔχοντες, τουτέστιν, αἱ δέκα φυλαί. ἐτράποντο γὰρ εἰς πολυθεΐαν, καὶ τοῖς χειροκμήτοις τὸ σέβας ἀνάπτοντες, ἐπεφώνουν ταῖς δαμάλεσι ταῖς χρυ- σαῖς "Οὗτοι οἱ θεοί σοι, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ "γῆς Αἰγύπτου," καὶ πρός γε δὴ τούτοις, τῶν τοῦ νόμου θεσπισμάτων ἀλογήσαντες παντελῶς, ἀπερισκέπτως ἐτρά- ποντο πρὸς τὸ ἑκάστῳ φίλον δοκοῦν. ταύτῃτοι λοιπὸν ὁ τῶν ὅλων Θεὸς, ἔφιππος δὲ ὥσπερ αὐτοῖς, ὡς ἐν εἴδει τῷ καθ' ἡμᾶς, αἰνιγματωδῶς ἐπιφοιτᾷ. Ἕστηκε δὲ ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων. ὄρη δὲ οἶμαι κατάσκιά φησι τό τε τῆς Ἰουδαίας, τουτέστι, τὴν Σιὼν καὶ μὴν καὶ τὸ Σαμαρείας. ἔφη γάρ που περὶ αὐτῶν ὁ Θεός "Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιὼν καὶ τοῖς πεποιθόσιν "ἐπὶ τὸ ὄρος Σαμαρείας." ἄμφω δὲ κατάσκια διά τοι τὸ ἀμετρήτῳ πλήθει τῶν κατῳκηκότων στενοχωρεῖσθαι τάχα που, καὶ ὕλην ἀπομιμεῖσθαι δασεῖάν τε καὶ ἀμφιλαφῆ. κατόπιν γεμὴν τοῦ ἐπιβεβηκότος τὸν ἵππον τὸν πυῤῥὸν, ἵπποι πάλιν ᾔεσαν ἕτεροι, καὶ οὐκ ἐν ὄψει μιᾷ, πυῤῥοὶ γὰρ ἦσαν, 2.293 καὶ μὴν καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. σημαίνουσι δὲ καὶ αὐτοὶ βασιλέας, ἢ ἔθνη φιλοπόλεμά τε καὶ μαχιμώτατα, καὶ οὐχὶ δὴ μόνην τὴν ἐνεγκοῦσαν ἔχειν ἠγαπηκότα, κατα- σκιδνάμενα δὲ ὥσπερ ἁπάσης τῆς γῆς, καὶ ὑφ' ἑαυτὰ ποι- εῖσθαι σπουδάζοντα τὴν ὑπ' οὐρανὸν, ὁποῖοι γεγόνασιν οἱ Βαβυλωνίων βασιλεῖς, Φουλὰ μὲν πρῶτος, ὃς εἷλε τὰς πέραν τοῦ Ἰορδάνου φυλάς. εἶτα μετ' ἐκεῖνον ὁ Σαλαμανασὰρ, ὃς πεπόρθηκε τὴν Σαμάρειαν, καὶ τρίτος Σεναχηρεὶμ, ὁ τῆς Σαμαρείας τὸ λείψανον καταδῃώσας ἀγρίως, προσεμπρήσας δὲ πολλὰς καὶ τῆς Ἰουδαίας πόλεις. τέταρτος ὁ Ναβου- χοδονόσορ, ὃς καὶ αὐτὴν εἷλε τὴν Ἱερουσαλὴμ, καὶ ἀπεκό- μισεν εἰς αἰχμαλωσίαν τὸν Ἰσραήλ. τὸ γεμὴν ἐν ποικίλοις εἴδεσιν ὁρᾶσθαι τοὺς ἵππους, σημαίνει που τάχα τῆς ἑκάστου γνώμης τὸ διάφορον· καὶ τὸ ἐν αὐτοῖς ἑτερόχροον, αἴνιγμα τῆς ἑκάστου διανοίας παραδέξαιτο ἄν τις, καὶ μάλα 396 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσή
Zechariah Tomos 1 rem close CLOSEOUT§zechariah-t1-rem-close
zechariah-t1-rem-closeRem CLOSEOUT: Zechariah Tomos 1 CLOSEOUT.
Greek · §zechariah-t1-rem-close
ς του. εἰκότως. διηπόρηκε μὲν οὖν ὁ Προφήτης καὶ ἀποκάλυψιν αἰτεῖ· μανθάνει δὲ, ὅτι οὗτοί εἰσιν οὓς ἐξαπέσταλκε Κύριος τοῦ περιοδεῦσαι πᾶσαν τὴν γῆν, καὶ αὐτοὶ δὲ τοῦτό φασιν οἱ ἀπεσταλμένοι, περιωδευκέναι τὴν σύμπασαν διαβεβαιού- μενοι, καὶ μὴν ὅτι καὶ ἠρεμεῖ, ταῖς αὐτῶν πλεονεξίαις ἀντι- τείνειν οὐκ ἔχουσα, καὶ τὸν ὑπ' αὐτοῖς ἀβούλητον μὲν, πλὴν ἀναγκαῖον ὑπομένουσα ζυγόν. 9Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ εἶπε Κύριε, ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις τῆς Ἰουδαίας ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;9 2.294 Τῶν ἀπεσταλμένων ἵππων, ἤγουν ἐθνῶν τε καὶ βασιλέων περιοδευσάντων τὴν σύμπασαν γῆν, εἶτα σαφῶς εἰρηκότων, ὡς κατοικεῖται καὶ ἡσυχάζει καὶ τὸν ἐξ ἀνάγκης ἐπεῤῥιμ- μένον ὑπομένει ζυγὸν, τρέπεται παραχρῆμα πρὸς λιτὰς τὰς ὑπέρ γε τῆς Ἱερουσαλὴμ καὶ τῆς Ἰουδαίας ὁ μακάριος ἄγγελος, ὃς τάχα που τέτακτο παρὰ Θεοῦ τὸ τῶν Ἰουδαίων ἔθνος παιδαγωγεῖν. εὑρήσομεν δὲ ὅτι καὶ ὅτε τῆς τῶν Αἰγυπτίων ἐκδεδραμήκασι γῆς, δεινοῖς μὲν αὐτοὺς κατεπτόει δείμασιν ὁ ἀπόπληκτος Φαραὼ, τὸν πολέμου νόμον ἐξωπλισμένος, εἶτα διώκειν ἐπιχειρῶν, ἔστη, φησὶν, ὁ ἄγγελος Κυρίου ἀνὰ μέσον αὐτῶν, "καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα." ἀλλὰ καὶ αὐτὸν τὸν νόμον δι' ἀγγέλων λελαλῆσθαι ὁ νομομαθὴς ἔφη Παῦλος. ὑπεμφαίνει δέ τι τοιοῦτον καὶ τῆς εὐαγγελι- κῆς παραβολῆς ἡ δύναμις. ἔφη γάρ που Χριστὸς περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, τὸ μέλλον αὐτῇ συμβήσεσθαι προαναδεικνὺς αἰνιγματωδῶς "Συκῆν εἶχέ τις πεφυτευμένην "ἐν τῷ ἀγρῷ αὐτοῦ." ἐπειδὴ δὲ ἄκαρπος ἦν, ἐκκόπτειν αὐ- τὴν ἤθελε, καὶ δὴ τοῦτο δρᾶν ἐκέλευε λέγων τῷ γηπόνῳ " Εκκοψον αὐτὴν, ἱνατί καὶ τὴν γῆν καταργεῖ;" ὁ δὲ πρὸς τοῦτό φησι "Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως "ἂν σκάψω περὶ αὐτὴν, καὶ βάλω κόπρια· κἂν μὲν ποιήσῃ "καρπὸν εἰς τὸ μέλλον· εἰ δὲ μή γε, ἐκκόψεις αὐτήν." τί γὰρ ἕτερον ἡμῖν ἐν τούτοις τὸ τοῦ γηπόνου πρόσωπον ὑπαι- νίττεται, πλὴν ὅτι τὸ τοῦ προεστηκότος ἀγγέλου, καὶ παιδα- γωγεῖν αὐτὴν, ὡς ἔφην, προστεταγμένου; ὁρίσαντος οὖν τοῦ Θεοῦ τῆς αἰχμαλωσίας τὸν χρόνον εἰς ἔτος τὸ ἑβδομηκοστὸν, οὔπω μὲν εἰς πέρας ἥκοντος τοῦ καιροῦ, σιωπᾶν ἦν ἀναγκαῖον, ὡς ἂν μὴ δοκοίη ∆εσποτικοῖς ἀντεξάγειν νεύμασι. πεπε- ρασμένου δὲ ἤδη τοῦ καιροῦ, ποιεῖται τὰς λιτὰς, καὶ τῆς τοῦ 2.295 προσκρούειν ὑποψίας οἷον ἐκ μέσου γεγενημένης, ἀψευδῆ δὲ ὄντα τὸν ∆εσπότην εἰδὼς, ἀναμαθεῖν ἀξιοῖ, πότερόν ποτε συμπεπέρασται τοῖς ἡμαρτηκόσι τὰ ἐξ ὀργῆς κατὰ τὸ πάλαι δόξαν εἰς ἔτος τὸ ἑβδομηκοστόν· ἤγουν ἔσται τις ἑτέρα πάλιν ἀνάβλησις προστεθειμένων ἁμαρτιῶν, καὶ εἰς μῆκος ἔτι τὰ τῆς ταλαιπωρίας αὐτοῖς ἐκτείνεται. ταύτῃτοί φησιν Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς τῆς Ἰουδαίαςπόλεις ὑπερεωραμένας ἤδη τοῦτο ἑβδομηκοστὸν ἔτος; Ἐλπὶς οὖν ἄρα τοῖς σεβομένοις Θεὸν χρηστὴ, καὶ οὐκ ἀμφίβολος, ὡς εἰ δήπου γένοιτο προσκρούειν ἐξ ἀσθενείας, ἀλλ' οὖν ἔχουσι παρὰ Θεῷ τοὺς λιπαροῦντας ὑπὲρ ἑαυτῶν, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἁγίους ἀγ- γέλους, οἳ προσηνῆ τε καὶ μειλίχιον ἀποτελοῦσι Θεὸν, τῇ ἰδίᾳ καθαρότητι κατευνάζοντες τὰς ὀργὰς, καὶ οἱονείπως ἐκδυσωποῦντες ἀσχάλλοντα τὸν Κριτήν. ἀλλὰ τότε μὲν ἄγγελος ὑπὲρ τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἐποιεῖτο τὰς λιτάς· ἡμεῖς δὲ, οἱ πεπιστευκότες καὶ ἡγιασμένοι λοιπὸν ἐν Πνεύματι, "Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν "Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρ- "τιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ περὶ "ὅλου τοῦ κόσμου." καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, αὐτὸν "ἱλαστήριον ὁ Θεὸς ἔθετο διὰ πίστεως," ἁμαρτιῶν ἀπαλλάττοντα τοὺς προσιόντας αὐτῷ. 9Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλω τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς. καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ 2.296 συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν 397 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.9 Ἀληθὲς εἰπεῖν, ὅτι κατὰ τὴν τοῦ ψάλλοντος φωνήν "Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος," καὶ αὐτὴ δὲ τῶν πραγμάτων ἡ πεῖρα διαβοήσειεν ἂν, ὡς ὧδέ τε ἔχει καὶ οὐχ ἑτέρως. ἄθρει δὲ ὅπως δέχεται παραχρῆμα τὰς λιτὰς τὰς ὑπέρ γε τῶν πεπραχότων ἀθλίως, καὶ συντετριμμένων ἐν ἀλλοδαπῇ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀνατλάντων ζυγὸν, μόνον δὲ οὐχὶ τοῦ παρακαλοῦντος φθάνει τὴν αἴτησιν, καὶ ἀποκρίνεται παραχρῆμα ῥήματα καλὰ καὶ λόγους παρακλη- τικούς· παρακλητικοὺς δέ φησι τοὺς ἀνακτήσασθαί τε καὶ παρακαλέσαι δυναμένους τοὺς πεπονηκότας. παρ' ὅλον γὰρ τῆς αἰχμαλωσίας αὐτῶν τὸν καιρὸν οὐ ῥῆμα τάχα που χρηστὸν εἰρηκὼς, οὐχ ἑτέρου τινὸς τῶν παρακαλεῖν εἰωθότων ἀξιώσας αὐτοὺς, ἄρχεται χρηστοεπεῖν, καὶ τῆς ἐπ' αὐτοῖς ἡμερότητος καταβάλλεται τὴν ἀρχήν. ἐκ περιχαρείας δὴ οὖν τῆς ἄγαν ὁ θεσπέσιος ἄγγελος διακεκραγέναι λοιπὸν τῷ Προφήτῃ προστέταχε καὶ διακονεῖν εἰς ἅπαντας τὰ παρὰ Θεοῦ. ἐζηλωκέναι γάρ φησι τὴν Ἱερουσαλὴμ ζῆλον μέγαν, οὐκ αὐτῇ τὸν ζῆλον ἐνιεὶς, καθάπερ καὶ πρώην παρενηνεγμένῃ πρὸς ἀλλοκότους λατρείας, ἀλλ' ὑπὲρ αὐτῆς τοῖς πεπορθη- κόσιν, οἷς καὶ ὠργίσθαι φησὶν, οὐχ ὡς καὶ ἐν ἁπλῇ καὶ μεμετρημένῃ κινήσει τυχὸν, ἀλλ' ὡς ἐν ἀκράτῳ τε καὶ ἀσχέτῳ θυμῷ. ἐγὼ μὲν γὰρ, φησὶν, ἐπαίδευον τοὺς ἐμοὺς, καὶ οὐδὲν αὐτοὺς πέρα μέτρου πάσχειν ἤθελον· αὐτοὶ δὲ τῆς ἰδίας γνώμης τὴν ἀγριότητα δεινῶς τε καὶ ἀχαλίνως ἐπῆγον,παρέντες οὐδὲν τῶν εἰς ὠμότητα καὶ ἀπανθρωπίαν. Τοῦτο οἶμαί ἐστι τὸ ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. παιδεύει μὲν γὰρ ἐξ ἀγάπης ἡμαρτηκότας ὁ τῶν ὅλων Θεὸς, καὶ συμμέτρους ἡμῖν ἐπιφέρων αἰκίας, ἢ πόνους, μετασοβεῖ πρὸς τὸ ἄμεινον. οἱ δὲ δὴ πρὸς τοῦτο παρειλημμένοι, θηριοπρεπῶς ἐπιθρώσκουσι τοῖς παι- δευομένοις ἔσθ' ὅτε. ἀλλ' ὀργίζεται Θεὸς ἐπ' αὐτοῖς ὀργὴν μεγάλην. ὁ μὲν γὰρ ὡς πατὴρ ἐπανορθοῦν ταῖς αἰκίαις ἤθε- λεν· οἱ δὲ ὅλοις ὥσπερ ἱστίοις καὶ πάντα σείοντες κάλων ἀσχέτοις ὁρμαῖς τοῖς κάμνουσιν ἐπεφέροντο. Τοῦτο παθούσης τῆς Ἐκκλησίας, ἠγνοήκασιν οἱ διώκοντες, ὅτι τοὺς τῆς εἰς αὐτὴν ἀγριότητος ἀποτιοῦσι λόγους, καὶ πικρὰς ἐξαιτηθήσονται δίκας παρὰ τοῦ προεστῶτος Θεοῦ. 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκτεθήσεται ἐπὶ Ἱερουσαλὴμ ἔτι.9 ∆έδειχεν ὅτι παθοῦσα τὴν ἀποστροφὴν τοῦ διασώζειν ἰσχύοντος, ἀθλιότητός τε καὶ ταλαιπωρίας εἰς τοῦτο κατώ- λισθεν, ἔσται δὲ πάλιν ἀκονιτὶ καὶ λίαν εὐκόλως ἐν οἷς ἦν πάλαι, μετατεθέντος εἰς ἡμερότητα τοῦ παρωργισμένου· δῆλον δὲ ὅτι τοῦ πάντα ἰσχύοντος Θεοῦ· μόνον δὲ οὐχὶ καὶ ὑπονοστοῦντος εἰς αὐτὴν, διάτοι τοῦ πάλιν ἀξιῶσαι φειδοῦς καὶ ἀγάπης, καὶ ἀμνησικάκως ἀνεῖναί οἱ τὰ ἐγκλήματα. ὑπισχνεῖται γὰρ καὶ τὸν οἶκον ἐγείρειν, καὶ εὐμηκεστάτην ἀποφαίνειν τὴν Ἱερουσαλήμ. ἐμπέπρηστο μὲν γὰρ ὁ ναὸς, καθῄρηντο δὲ καὶ αὐτὰ τὰ τῆς πόλεως τείχη, ὡς ὀλίγην καὶ συνεσταλμένην ὁρᾶσθαι παντελῶς, καὶ εὐαριθμήτους ἔχειν τοὺς οἰκήτορας. ἀλλ', ὡς ἔφην ἀρτίως, ἀνακομίζειν αὐτὴν 2.298 ἐπαγγέλλεται πρὸς τὸ ἐν ἀρχαῖς, ὃ δὴ καὶ τετέλεστο, Κύρου μὲν ἀνέντος τῆς αἰχμαλωσίας, ∆αρείου γεμὴν καὶ αὐτὸν ἀναδείμασθαι προστάττοντος τὸν ναὸν, ἐφιέντος τε καὶ αὐ- τὴν τοῖς τείχεσιν ὀχυροῦν τὴν πόλιν. Ὁρῶμεν δὲ, ὅτι διαγυμνάζων ἔσθ' ὅτε Θεὸς τῶν ἁγίων τὴν πίστιν, καὶ τῶν προσκειμένων αὐτῷ τὴν ἀγάπησιν, ἐφίησι κατὰ καιροὺς διώκεσθαι τὴν Ἐκκλησίαν. ἀλλ' ὀλίγα παθοῦσαν εὐθὺς ἀνίστησι, καὶ ἀνατειχίζει πάλιν ταῖς ἐπι- κουρίαις, καὶ τῇ ἄνωθεν χάριτι τὸν ἴδιον οἶκον στεφανοῖ. καὶ ἕκαστος δὲ τῶν εὐ
Twelve Prophets Zechariah Tomos 2 opening§zechariah-t2-open
zechariah-t2-openZechariah Tomos 2.
Zechariah Tomos 2: measuring line; nations join the Lord.
Greek · §zechariah-t2-open
ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ. Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ ἐξήγειρέ με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ, καὶ εἶπε πρὸς μέ Τί σὺ βλέπεις; καὶ εἶπα Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς, καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμ- παδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων. Τὸ ἐπέστρεψεν ἐν τούτοις οὐχ ὡς ἐκ τόπου νοήσομεν· εὔηθες γὰρ κομιδῇ· νομιοῦμεν δὲ μᾶλλον, τὴν ὡς ἐξ ὁρά- σεως τῆς ἐν χερσὶν ἐφ' ἑτέραν εὐθὺς καὶ γείτονα μεταφοί- τησιν, δῆλον δὲ ὅτι πνευματικήν. ἐπειδὴ δὲ νήψεως ἀκράτου χρεία καὶ τῆς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον, ἔν γε δὴ μάλιστα τούτοις, λεπτὴν ἐνετίθει ἐγρήγορσιν τῷ Προφήτῃ Θεὸς, μεσιτεύοντος ἀγγέλου τοῦ καὶ λαλοῦντος ἐν αὐτῷ, ὡς δοκεῖν ἐξ ὕπνου διεγερθῆναι. τοιαύτη γάρ πως ἐστὶ τῆς ἐν ἡμῖν διανοίας ἡ κατάστασις, καὶ πολὺ δὴ μείων παρὰ τὴν οὖσαν 2.329 ἐν τοῖς ἁγίοις ἀγγέλοις, ὥστε φαίη τις ἂν ἐγρήγορσιν μὲν τὰ ἐκείνων, ἐν ὕπνῳ δὲ ὥσπερ τὰ καθ' ἡμᾶς. ἐπειδὴ δὲ ὁ θεσπέσιος ἄγγελος γνώμης τε καὶ νοῦ πρὸς τοῦτο δὴ παρενηνεγμένον τεθέαται, ὥστε καὶ ἀποχρώντως ἔχειν συν- ιέναι λεπτῶς τὴν ὅρασιν, διεπυνθάνετο λέγων, τί ἂν οἴοιτο ὑπάρχειν τὰ δεδειγμένα. ἀπλανεστάτην γεμὴν ὁ Προφήτης τῆς ὁράσεως τὴν ἀφήγησιν ἐποιεῖτο πάλιν, λυχνίαν ἑωρα- κέναι λέγων, ὅλην τε δι' ὅλου χρυσῆν· ἐπάνωθεν αὐτῆς τὸ λαμπάδιον, καὶ μὴν καὶ λύχνους ἐπτὰ, καὶ ἰσαρίθμους αὐτοῖς τὰς ἐπαρυστρίδας, ἐλαίας τε δύο, μίαν μὲν ἐκ δεξιῶν τοῦ λαμπαδίου, θατέραν γεμὴν κειμένην ἐξ εὐωνύμων. καὶ ἡ μὲν ἐμφανεστέρα τῶν δεδειγμένων ἀπόδοσις εἴη ἂν οὐχ ἑτέρα παρὰ ταύτην· δεῖν δὲ ἔγωγέ φημι τοὺς τοῖς ἐσωτάτω τὸν νοῦν ἐνιέντας περιεργότερον περιαθρεῖν εὖ μάλα πειρᾶσθαι τὰ δηλούμενα, καὶ συνδεῖν ἀστείως τοῖς ἤδη προειρημένοις καὶ τάδε. Ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς, ὅτι καὶ βόθρον ὀρύξει καὶ ψηλαφήσει πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ, προὔτρεπεν δὲ καὶ ἑτέρους συγκαλεῖν ἀλλήλους ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς. ἡμεῖς δὲ σαφῆ καθιστάντες τῆς προφητείας τὸν σκοπὸν, ἐλέγομεν ὅτι τοῖς μὲν ἀπειθεῖν ᾑρημένοις, καὶ ἀτιμάζουσιν ἀμαθῶς τὴν διὰ Χριστοῦ σωτη- ρίαν, βόθρος οἷά τις ὠρόρυκται κατακομίζων εἰς ὄλεθρον, ἡ ἐπὶ τῷ σταυρῷ παροινία, καὶ τῆς κατὰ Χριστοῦ μιαιφονίας τὰ ἐγκλήματα. ἀπολώλασι γὰρ οἱ δείλαιοι κυριοκτονήσαντες 410 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀνοσίως· "τοῖς γεμὴν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ" τέρψις τε καὶ τρυφὴ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὑπῆρξε; γεγόνασι γὰρ ὡς ὑπὸ συκῇ καὶ ἀμπέλῳ ταῖς ἐκκλησίαις. 2.330 ἀλλ' ἰδοὺ καὶ καθ' ἕτερον τρόπον τοῦ μυστηρίου τὴν δύναμιν ὁ Προφήτης τεθέαται. τὴν γάρ τοι λυχνίαν τὴν χρυσῆν φα- μεν εἶναι πάλιν τὴν Ἐκκλησίαν, ὡς τετιμημένην ἐν κόσμῳ, ὡς διαφανεστάτην ἐν ἀρεταῖς, ὡς ὑψοῦ δὴ λίαν ἠρμένην τοῖς τῆς ἀληθοῦς θεογνωσίας δόγμασιν, ἐφ' ᾗ τὸ λαμπάδιον, τουτέστι Χριστὸς, περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατήρ "∆ιὰ "Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως "ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου "ὡς λαμπὰς καυθήσεται." τοῦτο τὸ λαμπάδιον τὸ πᾶσαν καταφωτίζον τὴν ὑπ' οὐρανὸν, ἐπὶ τῇ λυχνίᾳ τέθεικεν ὁ Θεὸς καὶ Πατὴρ, "ἵνα πάντες οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσι," "καὶ λάμπῃ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ." ἑπτὰ δὲ οἱ λύχνοι, φῶς οὐκ ἔχοντες ἴδιον, ἀλλ' ἐπακτὸν καὶ ἔξωθεν, καὶ ταῖς δι' ἐλαίου χορηγίαις τρεφόμενον. σημαίνουσι δὲ καὶ αὐτοὶ τοὺς ἁγίους ἀποστόλους, καὶ μέντοι καὶ εὐαγγελιστὰς, καὶ τοὺς κατὰ καιρὸν τῶν ἐκκλησιῶν διδασκάλους, δεχομένους μὲν οἷά τινας λύχνους εἰς νοῦν καὶ καρδίαν τὸν παρὰ Χριστοῦ φωτισμὸν, καὶ ταῖς τοῦ Πνεύματος ἐπιχορηγίαις τρεφόμενον ἔχοντας, ἱέντας γεμὴν τοῖς ἐν τῇ οἰκίᾳ τὸ φῶς, καὶ τῷ λαμπαδίῳ συγκαταυγάζοντας τοὺς πεπιστευκότας. Ἐ
Zechariah Tomos 2 rem early§zechariah-t2-rem-early
zechariah-t2-rem-earlyRem early: Zechariah Tomos 2; historia and theoria toward Christ.
Greek · §zechariah-t2-rem-early
πιτήρει δὲ, ὅτι τοῖς μὲν ἑπτὰ λύχνοις ἐπαρυστρίδες ἦσαν, δι' ὧν αὐτοῖς εἰσεχεῖτο τὸ ἔλαιον, ἐπαρυστρίδα γεμὴν τὸ λαμπάδιον οὐκ ἔχει. διὰ ποίαν αἰτίαν; φῶς μὲν γάρ ἐστι τὸ ἀληθινὸν ὁ Υἱὸς, οὐκ ἔξωθεν, οὐδὲ ἐπακτὸν, οὔτε μὴν παρ' ἑτέρου δοτὸν τὸ καταφωτίζειν δύνασθαι λαχών· ἀλλ' αὐτὸς κατὰ φύσιν ὑπάρχων τὸ φῶς· μεθεκτῶς γεμὴν ἐν τοῖς ἁγίοις καὶ παρ' αὐτοῦ. καὶ πληροφορήσει λέγων ὁ σοφὸς Ἰωάννης "Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες 2.331 "ἐλάβομεν." φῶς δὲ ὑπάρχων τὸ ἀληθινὸν ὁ Υἱὸς, φῶς ὠνόμαζε τοῦ κόσμου τοὺς τῆς παρ' αὐτοῦ λαμπρότητος ἐν μεθέξει γεγενημένους· ἔφη γὰρ τοῖς ἁγίοις ἀποστόλοις "̔Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου." αἱ δύο γεμὴν ἐλαῖαι, μία ἐκ δεξιῶν καὶ μία ἐξ εὐωνύμων τοῦ λαμπαδίου κείμεναι, τοὺς δύο λαοὺς ὑποσημαίνουσι, μονονουχὶ καὶ ἐν κύκλῳ περιεστῶτας Χριστόν. τετίμηνται γὰρ ὡς ἠλεημένοι τῇ τοιᾷδε στάσει. καὶ οἱ μὲν ἦσαν ἐκ τῆς καλλιελαίου, τουτ- έστιν ἐκ τῆς Ἰουδαίων Συναγωγῆς· οἱ δὲ τῆς ἀγριελαίου μὲν ἐξέφυσαν, τουτέστι τῆς τῶν ἐθνῶν πληθύος, πλὴν ἐγκεντρισθέντες εἰς καλλιέλαιον κοινωνοὶ γεγόνασι τῆς πιό- τητος τῆς ῥίζης, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. ἄθρει δὲ ὅπως ἐπὶ τὴν λυχνίαν ὁμοῦ τῷ λαμπαδίῳ καὶ οἱ λύχνοι καὶ αἱ δύο ἐλαῖαι. σύνεστι γὰρ ἡμῖν ἐν Ἐκκλησίᾳ Χριστὸς, καὶ ἡ τῶν πεπιστευκότων ἠλεημένη πληθὺς κατα- λάμπεται μὲν τῷ παρ' αὐτοῦ φωτὶ, φωτίζεται δὲ καὶ διὰ λύχνων, οἳ μεθεκτὸν ἔχουσι καὶ παρ' αὐτοῦ τὸ φῶς. Ἰστέον δὲ, ὅτι καὶ ἐν τῇ κατασκευῇ τῆς ἁγίας σκηνῆς, ἔκειτο μὲν εἰς τὰ ἅγια τῶν ἁγίων ἑπτὰ λύχνους ἔχουσα λυχνία χρυσῆ. προσέταττε δὲ Θεὸς τῷ Ἀαρὼν, λέγων, ὅτι "κατὰ πρόσωπον τῆς λυχνίας ἐκ τοῦ ἑνὸς μέρους φανοῦσιν "οἱ ἑπτὰ λύχνοι." οὐ γὰρ τοῖς κατόπιν αὐτῆς ὁ διὰ τῶν λύχνων δέδοται φωτισμὸς, ἀλλὰ τοῖς ὡς ἐν προσώπῳ Χριστοῦ διὰ τῆς πίστεως ἐνηνεγμένοις. καὶ γοῦν Ἰουδαῖοι κατόπιν ὥσπερ αὐτοῦ καὶ εἰς νῶτα κείμενοι, κατεσκοτισμένον ἔχουσι τὸν νοῦν· οἱ δὲ ἐξ ἐθνῶν πιστεύσαντες, εἰς πρόσωπον ἔχουσι τοὺς λύχνους, ἐλεύθερος γὰρ αὐτοῖς καὶ ἀπαραπόδισ- τος παντελῶς ὁ διὰ τῶν ἁγίων ἐγγέγονε φωτισμός. ἐκαίετο δὲ καὶ λύχνος εἷς ἐν τῇ πρώτῃ σκηνῇ· τῆς εὐαγγελικῆς 2.332 παιδεύσεως κατόπιν ἰοῦσαν τὴν νομικὴν τοῦ πράγματος ἡμῖν κατασημαίνοντος. θέα γὰρ ὅπως τοῖς μὲν ἐν τῇ πρώτῃ σκηνῇ μόνος εἷς ἐκαίετο λύχνος, τοῖς γεμὴν εἰσπεφθακόσιν εἰς τὰ ἅγια τῶν ἁγίων ἑπτὰ λύχνοι καὶ τὸ λαμπάδιον ἀμφι- λαφεστάτην ὥσπερ ἐνίεσαν τὴν αὐγήν. 9Καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων Τί ἐστι ταῦτα, Κύριε; καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρὸς μὲ λέγων Οὐ γινώσκεις τί ἐστι ταῦτα; καὶ εἶπα Οὐχὶ Κύριε. καὶ ἀπεκρίθη ὁ ἄγγελος καὶ εἶπε πρὸς 411 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. μὲ λέγων Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἢ ἐν Πνεύματί μου λέγει Κύριος παντοκράτωρ.9 Ὅτι καὶ ἀμείνων καὶ ἱερώτερος τῆς ἐν ἡμῖν διανοίας ὁ τῶν νοητῶν δυνάμεων νοῦς, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὰ καθ' ἡμᾶς ὑπερκείμενος, καὶ ἐντεῦθεν ἂν μάθοις. "ἐπέστρεψε "μὲν γὰρ ὁ ἄγγελος, ὡς ὁ Προφήτης φησὶ, καὶ ἐξήγειρεν "αὐτὸν, ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐκ τοῦ ὕπνου "αὐτοῦ." εἰ γὰρ δὴ συγκρίνειν ἕλοιτό τις, ὡς πρός γε τὸν ταῖς ἄνω δυνάμεσιν ἐνόντα νοῦν, τῆς ἀνθρωπίνης διανοίας τὸ μέτρον, μειονεκτούμενον εὑρήσει τοσοῦτον, ὅσον ἂν νοοῖτο κατόπιν ἐλθεῖν καὶ τῆς τῶν νηφόντων διανοίας τὰ ἐν ὕπνοις ἡμῶν ἀδρανῆ φαντάσματα. ἐγήγερται δὴ οὖν ὁ Προφήτης εἰς νῆψιν, ἀλλὰ καὶ οὕτως ἔχων καὶ ἠκονημένος ἄγαν, οὐδὲν ἧττόν ἐστι βραδὺς πρός γε τὸ δύνασθαι, φημὶ, συνιέναι τὰ δεικνύμενα. ταύτῃτοι, καὶ μάλα εἰκότως, ἀναπυνθάνεταί τε καὶ ἀξιοῖ μανθάνειν παρὰ τοῦ σοφοῦντος ἀγγέλου. ὁ δὲ 2.333 ὅτι οὐ συνῆκε μονονουχὶ κατατεθηπὼς, εἰ μὴ ἀληθῶς εἰδείη διερωτᾷ· τοῦ δὲ διαῤῥήδην ὡμολογηκότος τὴν ἄγνοιαν, καὶ τὸ δυσμαθὲς οὐκ αἰσχυνομένου, καταλευκαίνει λοιπὸν τὸ ἐκ τῆς ὁράσεως αἴνιγμα, καὶ οἷον ὡς ἐξ εἰκόνος ἐμφανοῦς τε καὶ ὁρωμένης τὸν ἐν αὐτῇ λεληθότως ἐγκείμενον ἑρμηνεύει σκοπόν. οὗτος γάρ φησιν ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ ἀλλ' ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. ὅμοιον ὡς εἰ λέγοι τυχὸν ὁ τῆς ὁράσεως νοῦς καὶ ὁ τῶν παραδειχθέντων σκόπος Μονον- ουχὶ διακέκραγε τὰ παρὰ Θεοῦ πρὸς Ζοροβάβελ καὶ φωνὴν ἱέντα φησὶν, ὅτι ταῦτα πάντα τὰ ὁρώμενα πρὸς πέρας ἥξει κατὰ καιροὺς, οὐκ ἀνθρωπείᾳ δυνάμει κατορθούμενα, οὔτε μὴν ἐν ἰσχύϊ σαρκικῇ, ἀλλ' ὡς ἐν δυνάμει Πνεύματος Ἁγίου, καὶ ὡς ἐκ θείων διανευμάτων. γέγονε μὲν γὰρ ἄνθρωπος καθ' ἡμᾶς ὁ Μονογενής· πλὴν οὐ πεπολέμηκε σαρκικῶς, ἵνα καθάπερ τινὰ λυχνίαν ἀναστήσῃ τῷ κόσμῳ τὴν Ἐκκλησίαν· οὐχ ὅπλα κινήσας αἰσθητὰ καὶ μαχίμων φάλαγγας, παρ- έστησεν ἑαυτῷ τοὺς δύο λαοὺς, ἢ τοὺς λύχνους τοὺς νοητοὺς ἐπέθηκε τῇ λυχνίᾳ, ἀλλ' ἐν ἰσχύϊ Πνεύματος τοῦ ἰδίου κεχει- ροτόνηκεν ἐν ταῖς ἐκκλησίαις "πρῶτον Ἀποστόλους, δεύτερον "προφήτας καὶ εὐαγγελιστὰς," καὶ τὴν ἄλλην ἅπασαν τῶν ἁγίων ὁμήγυριν, θείοις αὐτοὺς χαρίσμασιν ἀναπιμπλὰς, καὶ τῇ τοῦ Πνεύματος χύσει καταπιαίνων πλουσίως. οὐκοῦν οὐκ ἐν δυνάμει μεγάλη, οὐδὲ ἐν ἰσχύϊ τῇ σαρκικῇ τὰ παρὰ Χριστοῦ, ἀλλ' ὡς ἐν δυνάμει Πνεύματος ἐσκυλεύετο μὲν ὁ σατανᾶς, ἔπιπτον δὲ σὺν αὐτῷ καὶ τὰ τῶν ἀντικειμένων δυνάμεων στίφη, ἐκαλοῦντο πρὸς θεογνωσίαν διὰ τῆς πί- στεως, οἵ τε ἐξ Ἰσραὴλ καὶ οἱ πάλαι τῇ κτίσει παρὰ τὸν κτίστην λελατρευκότες. 2.334 Ἀνεδείκνυντο δὲ καὶ ἐν ταῖς ἐκκλησίαις οἱ λύχνοι, τουτ- έστιν οἱ ἅγιοι, συνεκλάμποντες τῷ λαμπαδίῳ, φημὶ δὴ Χριστῷ. γεγόνασι γὰρ, ὡς γοῦν ὁ σοφώτατος γράφει Παῦλος "φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες." ὅτι δὲ οὐκ ἀνθρωπείᾳ χειρὶ σέσωκε τὴν ὑπ' οὐρανὸν, ἀλλ' ἰδίαις δυνάμεσιν ὡς Θεὸς ὁ Ἐμμανουὴλ, διεμαρτύρατο λέγων καὶ διὰ φωνῆς Ὠσηέ. ἔχει γὰρ οὕτω "Τοὺς δὲ υἱοὺς Ἰούδα "ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ "σώσω αὐτοὺς ἐν τόξῳ, οὔτε ἐν ῥομφαίᾳ, οὔτε ἐν πολέμῳ, "οὔτε ἐν ἅρμασιν, οὔτε ἐν ἵπποις, οὔτε ἐν ἱππεῦσιν." εὖ δὲ δὴ σφόδρα πρὸς Ζοροβάβελ ὁ λόγος ἦν, τὸν ἐκ τῆς Ἰούδα φυλῆς, διέποντά τε τὸ τηνικάδε τοὺς τῆς βασιλείας θώκους ἐν Ἱερουσαλήμ. ἵνα γὰρ μὴ, τῶν οὕτω λαμπρῶν καὶ ἀξια- γάστων κατορθωμάτων αὐτῷ προαπηγγελμένων, πολέμους οἴοιτο καὶ μάχας συγκροτηθήσεσθαι κατὰ καιροὺς, ἐξίστησιν ἀναγκαίως αὐτὸν τῶν οὕτω σαθρῶν καὶ ἀνθρωπίνων ἐννοιῶν, διακεῖσθαι δὲ μᾶλλον προστέταχεν, ὅτι θεοπρεπὴς ἡ ἐνέργεια, καὶ ἡ δύναμις οὐκ ἀνθρωπίνη τοῦ διαπεραίνοντος τὰ τοιάδε Χριστοῦ. μεμνήμεθα δὲ ὅτι καὶ αὐτὸν τὸν Ζοροβάβελ, ὡς ἐκ φυλῆς Ἰούδα καὶ βασιλέα, παραδηλοῦν ἐλέγομεν ἐφ' ἑαυτῷ τὸν Χριστὸν, συνημμένου καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, ἵν' ἐν τῷ αὐτῷ νοοῖτο βασιλεύς τε ἅμα καὶ 412 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀρχιερεὺς ὁ Ἐμ- μανουήλ. 9Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα, τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας, ἰσότητα χάριτος χάριτα αὐτῆς.9 ∆υσέφικτον μὲν κομιδῇ τὸ προκείμενον· πλὴν ἐροῦμεν 2.335 ἡμεῖς τό γε ὡς ἄριστα καὶ ὀρθῶς ἔχειν δοκοῦν. ἔοικε τοίνυν ὁ λόγος μονονουχὶ καὶ ἐπιτιμᾶν τῷ ὄρει
Zechariah Tomos 2 rem mid§zechariah-t2-rem-mid
zechariah-t2-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §zechariah-t2-rem-mid
τῷ μεγάλῳ, τουτέστι τῷ σατανᾷ κατεξανισταμένῳ τε καὶ ἀντεξάγοντί τῷ Χριστῷ τῆς ἑαυτοῦ δυστροπίας τὴν δύναμιν, ὃ δὴ καὶ ἐν τοῖς ἀνωτέρω πάλιν ἡμῖν αἰνιγματωδῶς κατεγράφετο. ἔφη γὰρ ὁ Προ- φήτης τεθεᾶσθαι μὲν "Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα "πρὸ προσώπου ἀγγέλου Κυρίου, τὸν δέ γε διάβολον ἑστῶτα "ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ." ὅτι γὰρ ὅσον ἐνεχώρει καὶ ἦν ἐπ' αὐτῷ, πεπολέμηκέ τε καὶ ἀντεγήγερται δεινῶς ταῖς τοῦ Σωτῆρος οἰκονομίαις, καλοῦντος πρὸς σωτη- ρίαν τὴν ὑπ' οὐρανὸν, οὐκ ἂν ἐνδοιάσειέ τις, ἐννενοηκὼς ὅτι πρῶτον μὲν προσῆλθε νηστεύοντι κατὰ τὴν ἔρημον, καὶ σώζοντα βλέπων τὴν ὑπ' οὐρανὸν, προσκυνητὴν ἴδιον ἀπο- φαίνειν ἤθελε, παραδεικνὺς μὲν αὐτῷ "πάσας τὰς βασιλείας "τοῦ κόσμου," λέγων τε ὡς ἔσται πάντα αὐτοῦ, εἰ δὴ προσ- πεσεῖν ἕλοιτο καὶ προσκυνεῖν αὐτῷ. εἶτα πρὸς τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων τὸν προδότην ἥρπασε μαθητὴν, ἀναπείσας ὄργανον τῆς Ἰουδαίων γενέσθαι σκαιότητος. ἐπιπλήττει δὴ οὖν ὁ λόγος αὐτῷ καί φησι Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορ- θῶσαι; τὸ δέ Τίς εἶ σύ νοητέον οὐχ ὡς ἐθέλοντος ἀναμαθεῖν, τίς δὴ ἄρα καὶ πόθεν ἐστίν· οὐ γὰρ ἂν ἠγνόησε Θεὸς ὤν· ἀλλ' οἷον κατασμικρύνοντος καὶ οὐδενὸς ἀξιοῦντος λόγου, κἂν εἰ μέγα τε εἴη καὶ δυσάντητον τὸ ὄρος, καὶ ἐμποδὼν ἐγκείμενον κατορθοῦν ἐθέλοντι τὰ τοιάδε Χριστῷ, οὗ καὶ εἰς τύπον ὁ Ζοροβάβελ, καθάπερ ἤδη προείπαμεν. καίτοι γὰρ ἀπαράβλητον ἔχων τὴν δυστροπίαν ὁ δράκων ὁ ἀποστάτης, 2.336 πεπάτηται παρὰ Χριστοῦ πόνου τε καὶ ἱδρῶτος δίχα. Θεὸς γὰρ ἦν κατὰ φύσιν, ὁ πάντα νικῶν. Ἢ τοίνυν κατὰ τοιόνδε τινὰ τρόπον προσβαλοῦμεν τοῖς εἰρημένοις· ἢ καὶ ἑτέρως εἰ δοκεῖ. ἔφημεν γὰρ, ὅτι οὐκ ἐν ἀνθρωπείᾳ δυνάμει κατορθωθήσεται τῷ κόσμῳ τὰ πρὸς ζωήν. καὶ στήσεται μὲν ἡ λυχνία, τὸ λαμπάδιον ἔχουσα, τουτέστι Χριστὸν, ἐκλάμψουσι δὲ καὶ οἱ λύχνοι, καὶ μὴν καὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ λαμπαδίου αἱ δύο πάντως ἐλαῖαι στήσονται, τοὺς δύο λαοὺς σημαίνουσαι. εἶθ' ὥσπερ τινὸς ἀναπυνθανομένου τε καὶ λέγοντος Τίς ἄρα εἶ σὺ, ὁ τὰ οὕτω μεγάλα πολέμου δίχα πάντος καὶ ἀμογητὶ κατορ- θώσειν ὑπισχνούμενος; προσυπακούει λέγων ὁ Θεὸς καὶ Πατήρ· ἐγὼ τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι, τουτέστιν, ἐγώ εἰμι ἡ πάντα ὑπεραίρουσα φύσις, ἡ θεοπρεπέσιν ὑψώμασιν εἰς τὴν ὑπερέκεινα πάντων διάτ- τουσα δόξαν, ἡ κατὰ καιροὺς ἀρκέσειν μέλλουσα πρὸς κατόρ- θωσιν τῶν ἐπηγγελμένων καὶ πρὸ προσώπου Ζοροβάβελ. οὐ γὰρ ἠγνόει Χριστὸς τὸν ἑαυτοῦ Πατέρα, ἀλλ' ὥσπερ τινὰ συνεργάτην τῶν ἰδίων κατορθωμάτων ἐποιεῖτο λέγων "Ἀπ' "ἐμαυτοῦ οὐδὲν ποιῶ, ἀλλ' ὁ πέμψας με Πατὴρ ἐν ἐμοὶ "μένων, ποιεῖ τὰ ἔργα αὐτός." εἰργάζετο γὰρ ὡς διὰ δυνά- μεως ἰδίας τοῦ Υἱοῦ, δι' οὗ καὶ ἐν ἀρχαῖς μὲν τὰ πάντα πρὸς τὸ εἶναι παρενεγκὼν εἰκότως θαυμάζεται. μεμνήμεθα δὲ ὅτι παρὰ τῷ σοφωτάτῳ ∆ανιὴλ, ὡς ὄρος ἡμῖν ὠνόμασται πάλιν ὁ Θεὸς καὶ Πατὴρ, ἐξ οὗ καὶ "λίθος ἄνευ χειρῶν ἐτμήθη, ὃς "καὶ ἐλέπτυνε τὸν χρυσὸν, τὸν ἄργυρον, τὸν χαλκὸν, τὸν 2.337 "σίδηρον," καὶ ἦν εἰς τύπον καὶ τόδε Χριστοῦ. γεγεννη- μένος γὰρ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν ὁ Υἱὸς, συνέτριψε πάσας τὰς βασιλείας, ἵν' αὐτῷ λοιπὸν τὸ κράτος ἀνάπτηται. "Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα "γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς "δόξαν Θεοῦ Πατρός." οὐκοῦν ὡς ἐξ ὄρους τοῦ Θεοῦ καὶ Πατρὸς ἀκρογωνιαῖος καὶ ἔκλεκτος ἀποτμηθεὶς λιθος ὁ Υἱὸς γέγονεν ἡμῖν κληρονομία. κεκλήμεθα γὰρ εἰς υἱοθεσίαν δι' αὐτοῦ, καὶ κληρονόμοι γεγόναμεν Θεοῦ ζῶντος, ἰσότητα χάριτος ἀντὶ χάριτος κερδαίνοντες. καὶ τί δὴ τοῦτό ἐστι; ∆έδοται μὲν γὰρ χάρις τῷ Ἰσραὴλ, ἡ 413 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀρχαία τ' ἐκείνη καὶ διαβόητος. λελύτρωνται γὰρ ἐξ Αἰγύπτου σαρκικῶς, τὴν ἐπηρτημένην αὐτοῖς ἐκ πλεονεξίας ἀπεσείσαντο δουλείαν, διεβιβάσθησαν διὰ θαλάσσης μέσης, ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, διῆλθον ἐν ποδὶ ποταμούς· διεπεραιώσαντο γὰρ οὕτω τὸν Ἰορδάνην· εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγ- γελίας. αὕτη δὴ οὖν ἡ χάρις ἡ πρώτη. ἀλλ' ἐν ἰσότητί τε ὁμοῦ καὶ ὁμοιότητι τῆς ἀρχαίας ἐκείνης χάριτος, χάρις ἡμῖν ἑτέρα δέδοται παρὰ Χριστοῦ, ὃς γέγονεν ἡμῖν, λίθος μὲν, ὡς θεμέλιος, ἤγουν ἀκρογωνιαῖος, χληρονομία δὲ πάλιν, γεγόνα- μὲν γὰρ δι' αὐτοῦ κληρονόμοι Θεοῦ. πῶς οὖν ἐν ἰσότητι τῆς πρώτης χάριτος ἡ δευτέρα; ἃ γὰρ ἐπ' ἐκείνοις ἐπράττετο σαρκικῶς, ἤγουν αἰσθητῶς, ταῦτα τετελείωκεν ἐφ' ἡμῖν ὁ Χριστὸς πνευματικῶς τε καὶ νοητῶς. ἐξείλετο δουλείας δια- βολικῆς, ὡς ἐκ πηλοῦ καὶ πλινθείας, ἀπήλλαξε τῶν ἐν κόσμῳ παθῶν καὶ τῶν σαρκικῶν ἀκαθαρσιῶν, διεβίβασεν ὡς διὰ θαλάσσης. παρεδράμομεν γὰρ τὸν κλύδωνα τοῦ 2.338 παρόντος βίου, καὶ τῆς ἐν αὐτῷ φροντίδος τὸ πικρὸν, ἐφάγομεν ἄρτον τὸν ἐξ οὐρανοῦ· μυστικὸς ὁ λόγος· διεβι- βάσθημεν τὸν Ἰορδάνην, περιτομὴν ἐσχήκαμεν τὴν ἐν Πνεύ- ματι, κεκληρονομήκαμεν τὴν ἄνω πόλιν, τὴν ἀληθῶς ἁγίαν γῆν, ἧς καὶ αὐτὸς ὁ Χριστὸς διεμέμνητο λέγων "Μακάριοι "οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν." οἶμαι δὲ ἔγωγε καὶ τὸν σοφώτατον εὐαγγελιστὴν Ἰωάννην αὐτὸ δὴ τοῦτο βούλεσθαι καταδηλοῦν, εἰ λέγοι περὶ Χριστοῦ "Ὅτι "ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ "χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ "χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο." διά- κονος μὲν γὰρ καὶ μεσίτης τῆς ἀρχαίας ἐκείνης χάριτος γέγονεν ὁ Μωυσῆς· τῆς γεμὴν δευτέρας χορηγὸς ὁ Χριστὸς, ἐχούσης μὲν ὁμοιότητα πρὸς ἐκείνην· τύποι γὰρ ἦσαν ὡς πρὸς ἀλήθειαν, ἤγουν τὸ τῆς ἀληθείας ὠδίνοντες κάλλος· ἀμείνονος δὲ καὶ ὑπερκειμένης ὅσῳ καὶ τῶν αἰσθητῶν ὑπερφέροι ἂν εἰκότως τὰ νοητά. καὶ μαρτυρήσει γράφων ὁ Παῦλος, ὅτι "Κρείττονος διαθήκης γέγονεν ἔγγυος ὁ "̓Ιησοῦς." 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέ- σουσιν αὐτὸν, καὶ ἐπιγνώσῃ διότι Κύριος παντοκράτωρ ἐξα- πέσταλκέ με πρὸς σέ.9 Ἰδοὺ δὴ πάλιν ἡμῖν ἐν αἰσθητοῖς πράγμασι καταγράφει τὰ νοητὰ, καὶ τῶν διὰ Χριστοῦ παραδόξως τετελεσμένων παρατίθησιν εἰς τύπον τὰ διὰ χειρὸς Ζοροβάβελ κατὰ καιροὺς ἐκπεπερασμένα. ἐπειδὴ γὰρ ἁλούσης τῆς Βαβυλωνίων ὑπὸ Περσῶν καὶ Κύρου, τῶν τῆς δουλείας ἀνεῖντο δεσμῶν οἱ ἐξ 2.339 Ἰσραὴλ, καὶ δὴ καὶ ἐπανῆκον εἰς Ἱεροσόλυμα, ∆αρείου λοιπὸν τὴν Χαλδαίων διέποντος ἀρχὴν, εἴτ' οὖν βασιλείαν, προὔτρεπε Θεὸς τοὺς ὑπονοστήσαντας τὸν θεῖον εὐθὺς ἀνα- δείμασθαι ναὸν, βασιλεύοντος μὲν Ζοροβάβελ, ἱερατεύοντος γεμὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. καὶ ἥπτοντο μὲν τῶν ἔργων, καὶ δὴ καὶ ἐν πρώταις κρηπίδων καταβολαῖς τὸ ἔργον ἦν· ἦρτο δὲ καὶ ὑψοῦ τὰ τείχη λοιπὸν, εἶτα μεταξὺ κωλυόντων τινῶν καὶ ἐμποδὼν γεγονότος τοῦ φθόνου τῶν περιοίκων ἐθνῶν, γέγονέ τις ἀνοκωχὴ καὶ σπου- δασμάτων τῶν ἐπὶ τοῖς ἔργοις ἀνάβλησις. Ἀνέντος δὲ πάλιν αὐτοῖς τοῦ Θεοῦ τὸ δύνασθαι κατορ- θοῦν, τετελείωται μόλις ὁ νεὼς, Ἰησοῦ μὲν ἱερατεύοντος, Ζοροβάβελ γεμὴν ἐφεστηκότος καὶ βασιλεύοντος. ἀλλ' ἐν τούτοις μὲν ὁ τῆς ἱστορίας συμπεπέρασται λόγος. ἐπειδὴ δὲ καὶ εἰς τύπον Χριστοῦ παρείληπται πρὸς ἡμῶν ὁ ἐκ τῆς Ἰούδα φυλῆς Ζοροβάβελ, φέρε δὴ λέγωμεν ὅπως τε καὶ τίνα τρόπον ἤρξατο μὲν αὐτὸς οἰκοδομεῖν τὸν οἶκον Κυρίου· τε- τελείωκε δὲ αὖ νοητῶς τε καὶ πνευματικῶς. κατεστήσατο μὲν γὰρ ἐν ἀρχαῖς οἶκον ὥσπερ τινὰ καὶ ἐναύλισμα θεο- πρεπὲς αὐτῷ τε καὶ τῷ Πατρὶ, τὴν τῶν Ἰουδαίων Συναγω- γήν. οὕτω γὰρ αὐτὴν ὠνόμαζε, διὰ τοῦ πανσόφου Μωυσέως εἰπών "Ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι "αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως "ὡς ὁ θεράπων μου Μωυσῆς, ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός "ἐστιν· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ "δι' αἰνιγμάτων."
Zechariah Tomos 2 rem close CLOSEOUT§zechariah-t2-rem-close
zechariah-t2-rem-closeRem CLOSEOUT: Zechariah Tomos 2 CLOSEOUT.
Greek · §zechariah-t2-rem-close
414 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. οὐκοῦν τεθεμελίωται μὲν ὥσπερ ὁ οἶκος διὰ Χριστοῦ· καθῄρηται δὲ μεταξύ. καὶ γοῦν ὁ προφήτης 2.340 Ἱερεμίας ὡς πεπτωκότα τε καὶ σεσεισμένον κατωλοφύρετο λέγων "Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ὁ ἀναστήσων αὐ- "τόν·" ἐπειδὴ γὰρ πεπαρῳνήκασιν εἰς Χριστὸν, πέπτωκε διὰ τοῦτο καὶ οὐκ ἦν ἔτι λοιπὸν ὁ ἀναστήσων αὐτόν· πλὴν ἐγήγερται διὰ Χριστοῦ, καὶ μετεσκευάσθη πρὸς τὸ ἄμεινον, εἰσκεκομισμένων ἐν αὐτῷ τῶν ἐθνῶν, καὶ ἀναδειχθείσης ἐν κόσμῳ τῆς Ἐκκλησίας, "ἥτις ἐστὶν οἶκος Θεοῦ ζῶντος," ἧς τοῦ κάλλους γέγονεν ἐραστὴς ὁ τῶν ὅλων Κύριος καὶ Θεός. ὅτι γὰρ ἀσυγκρίτως ἀμείνων παρὰ τὸν πρῶτον ὁ ἐν ἐσχάτοις καιροῖς ἐγηγερμένος νεὼς, τουτέστιν ἡ Ἐκκλησία, πεπλη- ροφόρηκεν εἰπὼν διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου "Τίς "ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ "δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν "νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;" καὶ μεθ' ἕτερα "∆ιότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη "ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ." ἀλλ' ὅτι μὲν ἱστορικῶς τὰ τοιάδε νοεῖν ἀπόπληκτον, οὐκ ἂν ἐνδοιάσειέ τις, ἐννενοηκὼς, ὅτι πῶς ἂν νοοῖτο προφερεστέρα τῆς πρώ- τῆς, ἡ ἐν ἐσχάτοις δόξα τοῦ θείου ναοῦ, εἴπερ ἐκεῖνον μὲν κατεπίμπρα καὶ διήρπασεν ὁ Βαβυλώνιος Ναβουχοδονόσορ· τὸν δὲ μετ' ἐκεῖνον ἐγηγερμένον μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, οὐδὲν ἧττον Ῥωμαῖοι κατεπίμπρασαν, συγκαταδῃώ- σαντες αὐτῷ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα, καὶ ἅπασαν δὲ τὴν Ἰουδαίων χώραν. οὐκοῦν οὐκ ἀπόχρη πρὸς ἀλήθειαν ἡ τῆς ἱστορίας ἀπόδοσις· ἀμείνων δὲ καὶ προφερεστέρα τῆς πρώ- της ἡ τελευταία δόξα, παραληφθείσης τῆς Ἐκκλησίας "εἰς "ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι." ἐποικοδομούμεθα γὰρ "ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων 2.341 "καὶ προφητῶν," "διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ' "ἐνέργειαν ἑκάστου μέλους συναρμολογούμενοι" τε καὶ συν- τιθέμενοι, καὶ οἱονεί πως ἀλλήλοις συμβαίνοντες ὡς ἑνότητι πίστεως καὶ ἀγάπης διὰ τοῦ Πνεύματος εἰς ναὸν ἅγιον. λίθοι γάρ ἐσμεν ζῶντες. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὴν τῶν πεπιστευκότων πληθὺν, ποτὲ μὲν "Θεοῦ γεώργιον," ποτὲ δὲ δὴ αὖ καὶ οἰκοδομὴν ὠνόμαζε Θεοῦ· καὶ "ὡς σοφὸς ἀρχι- "τέκτων θεμέλιον" ἔθηκεν· οὗτος δέ ἐστιν Ἰησοῦς ὁ Χριστός· ᾧ δὴ πάντες ἐπερηρείσμεθα, δι' οὗ καὶ ἑστήκαμεν, καὶ ναοὶ χρηματίζομεν, αὐτὸν ἔχοντες εἰς νοῦν καὶ καρδίαν ἐνῳκηκότα τε καὶ ἐνηυλισμένον διὰ τοῦ Πνεύματος. 9∆ιότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαρήσονται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ· ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.9 Οὐ περὶ τῶν εὐθὺς ἐσομένων ἡ ὅρασις, ἐνεχθησομένων δὲ μᾶλλον εἰς πέρας, ὡς ἐν καιροῖς τῆς ἐπιδημίας τοῦ πάν- των ἡμῶν Σωτῆρος Χριστοῦ, ἣ γέγονε μὲν ἐν ἐσχάτοις τοῦ παρόντος αἰῶνος καιροῖς· πλὴν οὔ τι που πολλοῖς μετὰ ταῦτα χρόνοις τῆς προκειμένης ἡμῖν προφητείας, ἤτοι τῆς οἰκοδομῆς τοῦ ναοῦ τοῦ διὰ χειρὸς Ζοροβάβελ ἐγηγερμένου. εἴ τις οὖν ἄρα, φησὶν, ἐξουδενώσειε τὰς μεταξὺ μικρὰς καὶ εὐαριθμήτους ἡμέρας, καὶ βραχείαν ἡγήσαιτο τὴν ἀνάβλησιν, οὐκ ἀκη- διάσας πρὸς τοῦτο, πάντη τε καὶ πάντως ἁπάσης ἔσται θυμηδίας ἔμπλεως. χαρήσεται γὰρ καὶ ὄψεται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. κασσιτέρινον δὲ λίθον ὠνόμασε 2.342 τὸν Χριστόν. κἂν εἴ τις βούλοιτο τὴν αἰτίαν ἀναμαθεῖν, φαίην ἂν εὐθὺς τὰ δοκοῦντά τισι, καὶ παρ' ἡμῖν αὐτοῖς ὀρθῶς ἔχειν ὑπειλημμένα. οἱ μὲν γάρ φασι τὸν κασσίτερον ἀπό τε χαλκοῦ καὶ μολίβου τὴν σύγκρασιν ἔχειν· ταύτης τε ἕνεκα τῆς αἰτίας οὔτε τοῦ εἶναι σκληρὸν ἀπηλλάχθαι παν- τελῶς, οὔτε μὴν ἀνήνασθαι τὸ καὶ ἔχειν μαλθακῶς· συντί- θεμεν δὲ καὶ ἡμεῖς κατὰ τοιόνδε τινὰ τρόπον τὸν Ἐμμανουὴλ ἔκ τε τῆς ἀθραύστου θεότητος, καὶ ἐκ τῆς οἱονείπως εὐπαθοῦς ἀνθρωπότητος. ἰστέον δὲ ὅτι καὶ τὸν ἀδάμαντα λίθον μολίβῳ φασὶν εὐκόλως συνθραύεσθαι, καίτοι τοῦτο παθεῖν δι' ἑτέρας ὕλης οὐκ ἀνεχόμενον. φαμὲν οὖν, ὅτι καίτοι χρηστὸς ὢν ἄγαν καὶ 415 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. παναλκὴς ὁ Χριστὸς, καὶ τὸ ἀπηνὲς οὐκ ἔχων ὡς Θεὸς, οἷον ἀδάμαντά τινα συνθραύει τὸν σατανᾶν, περὶ οὗ γέγραπται "Ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε "δὲ ὥσπερ ἄκμων ἀνήλατος." δοκεῖ γεμὴν καὶ ἑτέροις τὸν κασσίτερον, εἴτ' οὖν ἁπλῶς τὸν μόλιβον εἰς ἀποκάθαρσιν τὴν διὰ πυρὸς τῆς ἑτέρας ὕλης ἀναγκαίως παραλαμβάνεσθαι, μάλιστα δὲ τοῖς τὰ ἐξ ἀργύρου τεχνουργεῖν εἰωθόσι τὸ χρῆμά ἐστι χρήσιμόν τε καὶ ἀναγκαῖον. καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἱερεμίου πάλιν αὐτὸ δὴ τοῦτο δηλῶν αἰνιγματω- δῶς "Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβος, εἰς "κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρίαι αὐτῶν οὐκ ἐτά- "κησαν." Κασσιτέρῳ τοίνυν, ἤγουν μολίβῳ, παρεικάζει Χριστὸν, ὡς ἐκτήκοντα τοὺς ῥύπους, ὡς ἀπαλλάττοντα τῶν περιττῶν, ὡς ἀποκαθαίροντα νοητῶς. εἰ δή τις οὖν ἄρα κατευμεγεθήσειε, φησὶ, τῆς τῶν μεταξὺ καιρῶν εἰσβολῆς, καὶ οὐδὲν ἡγήσοιτο 2.343 τὰς διὰ μέσου μικρὰς ἡμέρας, χαρήσεται μὲν καὶ ὄψεται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. καὶ τί δὴ ἄρα ἐστὶ τό ἐν χειρὶ Ζοροβάβελ; ἡ θεόπνευστος γραφὴ τὴν χεῖρα δέχεται καὶ εἰς δύναμιν καὶ εἰς ἐξουσίαν. ἐν δυνάμει δὴ οὖν ἤγουν καὶ ἐν ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ τουτέστι Χριστοῦ, ὄψεται τὸν λίθον τὸν κασσιτέρινον. Ζοροβάβελ μὲν γὰρ, ὡς ἔφην, ἐκ φυλῆς ὢν Ἰούδα βεβασίλευκε ἐπὶ τὸν Ἰσραήλ. κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐξέφυ μὲν αἵματος καὶ φυλῆς τῆς Ἰούδα τὸ κατὰ σάρκα, βεβασίλευκε δὲ καὶ αὐτὸς ἐπὶ τὸν Ἰσραὴλ, οὐκ ἐν τάξει τῇ καθ' ἡμᾶς, ἤγουν μετρητὴν καὶ χρόνῳ πεπερασ- μένην τὴν βασιλείαν ἔχων, ἀλλ' ὡς Θεὸς ἀληθῶς καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτεινομένην. καὶ μαρτυρήσει λέγων ὁ μακάριος Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳ περὶ αὐτοῦ, ὅτι καὶ τέξεται υἱὸν, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. προσ- επαγαγὼν δὲ, ὅτι "Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν "θρόνον ∆αυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν "οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ "οὐκ ἔσται τέλος." ἐν χειρὶ δὴ οὖν Ζοροβάβελ, τουτέστιν, ὡς ἐν δυνάμει τε καὶ ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ ὀφθήσεται κατὰ καιροὺς ὁ λίθος ὁ κασσιτέρινος. ἐπιφέρει δὲ τούτοις εὐθὺς τῆς προφητείας ὁ λόγος Ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν; ἢ γὰρ τοὺς ἑπτὰ λύχνους, οὓς τεθέαται σὺν τῷ λαμπαδίῳ, κέκληκεν ὀφθαλμοὺς Κυρίου, ἵνα νοῶμεν τοὺς ἁγίους, δι' ὧν ἡ σύμπασα καταφωτίζεται γῆ, καὶ ἐπισκοπῆς ἀξιωθεῖσα φαίνεται τῆς παρὰ Θεοῦ· ἤγουν ἐκεῖνο οἶμαί που κατασημαίνειν ἐροῦμεν, ὡς οὐκ ἂν ἀμελήσειε τῶν ἰδίων 2.344 κτισμάτων ὁ τῶν ὅλων Θεὸς καὶ Πατήρ· ἀλλ' οἷον πολλοῖς τε καὶ ἀύπνοις ὄμμασι τὰ πάντα περιαθρῶν, χαριεῖται τοῖς ἐπὶ τῆς γῆς τὸν λίθον τὸν κασσιτέρινον, τουτέστι Χριστὸν, δι' οὗ γέγονεν εἰς ἡμᾶς καὶ ὁ τῆς ἐπισκέψεως, ἤγουν ὁ τῆς ἐπι- βλέψεως τρόπος. "Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ "ὕψους," κατὰ τὸ γεγραμμένον. καὶ εἴπερ ἐσμέν "σῶμα "Χριστοῦ καὶ μέλη ἐκ μέρους," οὐδὲν οἶμαι τὸ ἀπεικὸς, ἐν ὀφθαλμῶν τάξει τοὺς ἁγί
Twelve Prophets Zechariah Tomos 3 opening§zechariah-t3-open
zechariah-t3-openZechariah Tomos 3.
Zechariah Tomos 3: lampstand and olive trees; Branch and stone.
Greek · §zechariah-t3-open
ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΤΡΙΤΟΣ. Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ ∆αρείου τοῦ βασιλέως ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν, τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου ὅς ἐστι Χασελεῦ· καὶ ἐξαπέστειλεν εἰς Βαιθὴλ Σαρασὰρ καὶ Ἀρβεσεὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν Κύριον, λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου παν- τοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων Εἰ εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καθότι ἐποίησαν ἤδη ἱκανὰ ἔτη.9 Μετὰ τὴν τῶν ὁράσεων ἐπίδειξιν ἕτεροι παρὰ Θεοῦ γεγό- νασι λόγοι, μικροῦ μεταξὺ διιππεύσαντος χρόνου. πρὸ μὲν γὰρ τῶν ὁράσεων γέγραπται ὅτι "Τῇ τετράδι καὶ εἰκάδι ἐν "τῷ ἑνδεκάτῳ μηνί· οὗτός ἐστιν ὁ μὴν σαβάτ· ἐν τῷ "δευτέρῳ ἔτει ἐπὶ ∆αρείου ἐγένετο λόγος Κυρίου πρὸς "Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν Προφήτην, "λέγων·" ἐν δέ γε τοῖς προκειμένοις ἡμῖν θεωρήμασιν ἕτερος 2.371 μετ' ἐκεῖνον ὁρίζεται χρόνος· Ἐν γὰρ τῷ τετάρτῳ ἔτει τῇ τε- τράδι τοῦ μηνὸς τοῦ ἐνάτου ὅς ἐστι Χασαλεύ· κατὰ τὴν Ἑβραίων φωνὴν δηλονότι· μεταπεφοίτηκε τῷ Προφήτῃ τῆς θεοπτίας ὁ τρόπος. τίς δὲ ἡ πρόφασις, ἡ τῆς ἱστορίας ἀφή- γησις εὖ μάλα σαφηνιεῖ. συνεῖεν γὰρ οὐχ ἑτέρως τινὲς πλὴν ὅτι κατὰ τουτονὶ τὸν τρόπον τῶν προκειμένων τὸν νοῦν. τίνες γὰρ ὅλως ὅ τε Σαρασὰρ καὶ Ἀρβεσεὲρ ὁ βασι- λεὺς καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ, πῶς οὐκ ἀναγκαῖον καὶ πρό γε τῶν ἄλλων ἀναμαθεῖν; τί δὲ τὸ ἁγίασμα τὸ ἐν τῷ πέμπτῳ μηνί· καὶ μὴν καὶ αὐτὸς ὁ τῆς ἐρωτήσεως τρό- πος, ὅποι ποτὲ βλέπει, καὶ τίς ἂν γένοιτο τῶν ἐρομένων ὁ σκοπός. Βασιλεύοντος τοίνυν Ὠσηὲ τοῦ υἱοῦ Ἠλᾶ τῶν δέκα φυ-λῶν τῶν ἐν τῇ Σαμαρείᾳ, καὶ πολὺ διανενευκότος εἰς ἀπό- στασιν· λελάτρευκε γὰρ εἰδώλοις· παρωξύνετο Θεὸς ἐπὶ τὸν Ἰσραήλ. εἶτα κατεστράτευσε τῆς χώρας ὁ Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων, εἷλέ τε τὴν Σαμάρειαν, καὶ ἀπῴκισε μὲν τὸν Ἰσραὴλ, παρεσκεύασε δέ τινας τῶν ἐκ τῆς Χαλ- δαίων χώρας κατοικῆσαι τὴν γῆν, ἵνα δὴ γένοιτο Περσῶν, ὡς ἐκεῖθεν ἔχουσα λοιπὸν τοὺς οἰκήτορας. ἔχεις τὴν ἱστορίαν ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν. γέγραπται γὰρ οὕτως "Ἐν "ἔτει δωδεκάτῳ Ἄχαζ βασιλέως Ἰούδα ἐβασίλευσεν Ὠσηὲ"υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη, καὶ ἐποίησε "τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς 426 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. "̓Ισραὴλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ· ἐπ' αὐτὸν ἀνέβη Σαλ- "μανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ Ὠσηὲ "δοῦλος." καὶ μεθ' ἕτερα πάλιν "Καὶ ἀπῳκίσθη Ἰσραὴλ "ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς ἡμέρας "ταύτης. καὶ ἤγαγε βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος 2.372 "τὸν ἐκ Χουνθὰ καὶ ἀπὸ Ἀϊὰ καὶ ἀπὸ Αἰμὰθ καὶ Σεπφα- "ρουαῒμ, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας ἀντὶ "τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ "κατῴκησαν ἐν ταῖς πολέσιν αὐτῆς." οὗτοι δὴ οὖν οἱ κλῆρον ἑλόντες τὴν Σαμαρειτῶν, κατῳκηκότες γῆν καὶ τέκνων τάχα που γεγόνασι πατέρες καὶ τοῖς Ἰουδαίων ἔθεσι προσνε- νεύκασι, τὰς τῶν λεόντων ἐφόδους κατοῤῥωδήσαντες· ἐξ αὐτῶν γεγόνασι Σαρασάρ τε καὶ Ἀρβεσεὲρ, ὃς καὶ ὠνό- μασται βασιλεὺς, διάτοι τὸ καθηγεῖσθαι τὸ τηνικάδε τῶν ἐν Σαμαρείᾳ μετῳκισθέντων ἐκ τῆς Περσῶν. Καὶ ταῦτα μὲν περὶ τῶν ἀνδρῶν· περὶ δέ γε τοῦ ἁγιάσματος, φέρε δὴ πάλιν τὰ εἰκότα λέγωμεν. οὐκοῦν πρὶν ἁλῶναι τὴν Ἰουδαίαν παρὰ τοῦ Ναβουχοδονόσορ, ὁ μακάριος προφήτης Ἰωὴλ προανακεκράγει τὸ συμβησόμενον, καὶ δὴ καὶ πενθεῖν τοῖς ἱερεῦσι παρεκελεύετο, καὶ προσέτι καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς, ὡς ὅσον οὐδέπω τῆς μὲν Ἱερουσαλὴμ ὑπὸ πόδας ἐσομένης ἐχθρῶν, κατεμπρησθησομένου δὲ καὶ αὐτοῦ τοῦ θείου ναοῦ. ἔφη δὲ οὕτως "Περιζώσασθε καὶ κόπτεσθε "οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· εἰσ- "έλθατε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες τῷ Θεῷ, ὅτι "ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ἡμῶν θυσία καὶ σπονδή. ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντ
Zechariah Tomos 3 rem early§zechariah-t3-rem-early
zechariah-t3-rem-earlyRem early: Zechariah Tomos 3; historia and theoria toward Christ.
Greek · §zechariah-t3-rem-early
ας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ἡμῶν, καὶ "κράξετε πρὸς Κύριον ἐκτενῶς Οἶμμοι οἶμμοι εἰς ἡμέραν." καὶ ταυτὶ μὲν ὁ προφήτης· τίνα δὲ δὴ τρόπον διεπεραίνετο τὰ προηγγελμένα, σαφηνιῶ πάλιν, αὐτὸ παραθεὶς τὸ γράμμα τὸ ἱερόν. γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν "Καὶ τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνὸς, οὗτος ἐνι- "αυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ὁ ἑστὼς ἐνώπιον "βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ ἐνέπρησε τὸν "οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς "οἴκους Ἱερουσαλὴμ καὶ πάντα οἶκον ἐνέπρησεν ὁ ἀρχι- "μάγειρος." εἶτα κεχειροτόνηκεν ἐπὶ τὸν περιλειφθέντα δῆμον ἐξ Ἰσραὴλ τὸν Γοδολίαν, ἐν μηνὶ τῷ ἑβδόμῳ ὃν ὑπελθὼν ἐχειρώσατο καὶ ἀπέκτεινεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων· γέγραπται γὰρ ὡδί. οὐκοῦν ἐπειδήπερ συμβέβηκεν ἐν τῷ πέμπτῳ μηνὶ καὶ ἐν ἡμέρᾳ τῇ ἑβδόμῃ ἁλῶναι μὲν τὰ Ἱεροσόλυμα, κατ- εμπρησθῆναι δὲ τὸν ναὸν, προσαποθανεῖν δὲ καὶ τὸν Γοδο- λίαν ἐν τῷ ἑβδόμῳ μηνὶ, τάχα που πρὸς ἀνάμνησιν τῆς τοῦ προφήτου φωνῆς οἱ κατάλοιποι τῶν Ἰουδαίων ἐνηνεγμένοι, τετυπώκασιν ἐξ ἁπάσης τῆς περιοικίδος ἐν μηνὶ τῷ πέμπτῳ καὶ ἐν τῇ ἑβδόμῃ τοῦ μηνὸς ἀναβαίνειν ἅπαντας εἰς Ἱερο- σόλυμα, καὶ ἁγιάσαι μὲν νηστείαν, κομμὸν δὲ ποιεῖσθαι καθάπερ ἐπὶ νεκρῷ καὶ ἐποιμώζειν κειμένῳ τρόπον τινὰ τῷ ναῷ, τῇ τε πόλει κατεμπρησθείσῃ τὸ ἐκ τῆς ὑστεροβουλίας δάκρυον ἐπιχεῖν. ᾤοντο δὲ, ὅτι λατρείας αὐτοῖς τῆς ἁν- δανούσης Θεῷ τρόπος οὑτοσὶ πανσόφως ἐξηύρηται. ἀλλ' ἐπράττετο μὲν ἔτι τοῦ Ἰσραὴλ ὑπὸ τὸν τῆς αἰχμαλωσίας κειμένου ζυγὸν, οὐδεμιᾶς δὲ φροντίδος τοῦ θείου τετυχη- κότος ναοῦ. Ἐπειδὴ δὲ ἐπανῆλθον, τὴν Περσῶν ἀφέντες καὶ Μήδων, 2.374 καὶ κατῳκήκασι τὴν ἁγίαν πόλιν, εἶτα τὸν θεῖον ἀνεδείμαντο νεὼν, ἐδόκει πως τὸ ἔθος αὐτοῖς οὐκ ἐν καιρῷ καὶ κόσμῳ πράττεσθαι λοιπόν. ἔδει γὰρ μᾶλλον ὡς ἀπό γε τῶν γε- γενημένων μεταχωρῆσαι πρὸς εὐθυμίαν, καὶ πληροῦν ἑορτὰς, καὶ χαριστηρίους ἀναπέμπειν ᾠδὰς τῷ κεκληκότι πρὸς ἐλευ- θερίαν αὐτούς. ἐνδοιάζοντες δὴ οὖν οἱ περὶ ὧν ὁ λόγος, Σαρασάρ τε καὶ Ἀρβεσεὲρ, πέμπουσί τινας ἐρησομένους τούς τε ἱερεῖς καὶ τοὺς προφήτας Εἰ εἰσελήλυθεν ὧδε τὸ ἁγίασμα ἐν τῷ μηνὶ τῷ πέμπτῳ καθότι ἐποίησαν ἤδη ἱκανὰ ἔτη, τουτ- έστιν, εἰ συνδεδραμήκασιν οἱ πενθεῖν εἰωθότες ἐν τοῖς Ἱερο- σολύμοις, καὶ εἰ παραδέξονται τὴν συνήθειαν αὐτοὶ, τὴν ὡς ἐν τρόπῳ 427 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. γεγενημένην ἁγιάσματος, καίτοι καὶ ἐγηγερμένου τοῦ θείου ναοῦ καὶ λελυμηνές τῆς αἰχμαλωσίας. ἡγίασαν γὰρ, ὡς ἔφην, νηστείαν καθὸ δεδράκασιν ἐκ πολλῶν ἐτῶν. αἰχμαλώτου γὰρ ὄντος τοῦ Ἰσραὴλ, διατετελέκασι καὶ αὐτοὶ τὸν τοῦ πένθους τηροῦντες καιρὸν, καὶ ἁγιάζοντες τὴν νη- στείαν καθάπερ ἤδη προεῖπον. οὐκοῦν ἐνδοιαζόντων ἡ ἐρώ- τησις, πότερόν ποτε χρὴ πληροῦν ἔτι τὸ ἁγίασμα καὶ τὸ πένθος, καὶ μετά γε τὴν ἔγερσιν τοῦ ναοῦ· ἤγουν ἀπο- σχέσθαι λοιπὸν τῆς τοῦ πένθους αἰτίας ἐκποδὼν οἰχομένης. 9Καὶ ἐγένετο λόγος Κυρίου τῶν δυνάμεων πρὸς μὲ λέγων Εἰπὸν πρὸς πάντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων Ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη, μὴ νηστείαν νενηστεύ- κατέ μοι; καὶ ἐὰν φάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἐσθίετε καὶ 2.375 ὑμεῖς πίνετε; οὐχ οὗτοι οἱ λόγοι εἰσὶν οὓς ἐλάλησε Κύριος ἐν χειρὶ τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν Ἱερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν, καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο;9 Ἤροντό τινες, ὡς ἤδη προεῖπον, περὶ τοῦ ἐπίκλην ἁγιάσματος τούς τε ἱερέας καὶ τοὺς προφήτας· εἶτα Θεὸς ἀποκρίνεται, τῶν ἱερέων καὶ προφητῶν κατά γε τὸ εἰκὸς προσαγηοχότων τὰς λιτὰς, καὶ ὅτι προσήκοι τοῖς τὰ τοιάδε φιλοπευστεῖν ᾑρημένοις ἀποκρίνεσθαι σοφῶς διεσπουδακό- των. εἶτα τίς ὁ λόγος ὁ παρὰ Θεοῦ; βραχύς τε καὶ οὐ μακρὸς καὶ οὐδὲν ἔχων τὸ περισκελές· ἀλλ' ἵν' οὕτως εἴ- πωμεν, γυμνὸς καὶ εὐαπάλλακτος τὴν τοῦ συμφέροντος γνῶσιν. τί γὰρ δὴ τὸ χρῆμα, φησὶν, εἰ καὶ νενηστεύκατε τυχὸν ἐν ταῖς πέμπταις καὶ ἐν ταῖς ἑβδόμαις; ἢ ποία τις ὅλως κατόρθωσις ἀρετῆς, τὸ ἐπολολύζειν ἀμαθῶς λίθοις τε καὶ ξύλοις ἐμπεπρησμένοις; τίνα δ' ἂν τρόπον τοῖς παρ' ὑμῶν δρωμένοις ἐφήδοιτο ὁ Θεὸς, ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν πεπραχότες οὐδὲν, οἴεσθε κατὰ σφᾶς τὰ πάντων ἄριστα κατορθοῦν; εἰ γὰρ τῆς τοιαύτης δεδέημαι νηστείας, καὶ ἐπαινεῖν ἄξιον κομμὸν γυναικοπρεπῆ, διὰ ποίαν αἰτίαν ἑβδομηκοστὸν ἔτος τοῦτο διατετελέκατε, φησὶν, οὐ νενη- στευκότες; διατρίβοντες γὰρ ἔτι παρὰ τοῖς Βαβυλωνίοις, οὐ νηστείαν τετελέκασι δημοτελῆ, ἀλλ' οὐδὲ ἕτερόν τι τῶν ἐν συνηθείᾳ καὶ τρίβαις, ἤτοι κατὰ νόμον τὸν Μωυσέως, ἀπο- περαίνειν ἐσπουδακότες ἁλοῖεν ἄν. εἶτα πῶς ἠλέησα, φησὶ, 2.376 καὶ τῆς τῶν κρατούντων χειρὸς ἐξειλόμην; οὐκοῦν οὐ δε- δέημαι τῆς τοιαύτης νηστείας, καθάπερ ἀμέλει καὶ εἴπερ ἕλοισθε, φησὶ, φαγεῖν καὶ πιεῖν, οὐκ ἐμοὶ μᾶλλον ἢ ἑαυτοῖς χαρίζεσθε τὸ χρῆμα. οὐκοῦν τοῦ νηστεύοντος εἰκῆ καὶ ἐπ' οὐδενὶ τῶν χρησίμων, καὶ τὸ δάκρυον ἀνωφελὲς καὶ ἄμισθος ὁ ἱδρώς. οὐχ οὗτοι οἱ λόγοι εἰσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν ὅτε ἦν Ἱερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, περιχεομένη τε τοῖς ἀγαθοῖς, καὶ ἀπημάντοις ἔτι ταῖς ἰδίαις ἐπαυχοῦσα πόλεσι ταῖς τε ἐν τῇ ὀρεινῇ καὶ ἐν τῇ πεδινῇ. ἔφη μὲν γὰρ ὁ προφήτης Ἰωὴλ, ὅτι δὴ πρέπει θρηνεῖν ἱερέας τε καὶ λαοὺς, καὶ πρός γε δὴ τούτοις καὶ ἁγιάσαι νηστείαν. καὶ ὁ τῆς παραινέσεως σκοπὸς ἐκάλει πρὸς μετάγνωσιν. οὐ γὰρ περιμένειν ἤθελε τῶν συμβεβηκότων τὴν πεῖραν, ἵνα καὶ ἐμπρησθέντα καταθρηνῆτε τὸν νεὼν, ἀλλ' ἵνα πρὸ πείρας, ὡς ἔφην, κομμοῖς τε καὶ θρήνοις ἐκμειλισσόμενοι τὸν Θεὸν, ἔξω γένησθε τῶν κακῶν. οὐκοῦν οὐχ οὗτοί εἰσιν οἱ λόγοι τῶν προφητῶν τῶν ἔμπροσθεν, οὓς ἠγνοηκότες ὑμεῖς εἰκῆ κατοιμώ- ζετε, καὶ λίθοις κειμένοις τὸ ἐξ ἀμαθίας δάκρυον ἐπιστάζετε, καίτοι δέον ἐπανορθοῦν τῆς ἑαυτῶν πολιτείας τὴν ὁδὸν, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἰέναι τρίβον, κατορθοῦν εὖ μάλα διεγνωκότας τὸ τῷ νόμῳ δοκοῦν. 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύσητε, 2.377 καὶ κακίαν ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν. Κατακιβδηλεύσας τὸ πένθος, ὡς ἄχρηστον καὶ ἀνωφελὲς, καὶ τὸν εἰκαῖον αὐτῶν ἱδρῶτα διαχλευάσας, ἀποκομίζει λοιπὸν πρὸς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν, καὶ 428 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τῆς ἁνδανούσης αὐτῷ πολιτείας σαφῆ τε καὶ ἐναργῆ καταστήσας τὴν ὁδὸν, καταλευκαίνει τε ὥσπερ αὐτοῦ τε τοῦ νόμου καὶ τῶν προ- φητικῶν κηρυγμάτων τὸν νοῦν. ἐφήδεται γὰρ ὁ νομοθέτης ὀρθῷ τε καὶ ἀμωμήτῳ κρίματι· ἐκτετίμηται δὲ καὶ λίαν ἐσπουδασμένως ἔλεόν τε καὶ φιλαλληλίαν, καὶ ἐπαινεῖν ἀξιοῖ τὴν εἰς ὀρφανοὺς ἀγάπησιν, καὶ φειδὼ τὴν ἐπὶ γυναίοις χηρείᾳ κατηχθισμένοις· ἀποσείεται γεμὴν ὡς βέβηλον τὴν πλεονεξίαν, καὶ ἥπερ ἂν γένηται κατὰ τῶν ἀσθενεστέρων συντριβὴ, βο
Zechariah Tomos 3 rem mid§zechariah-t3-rem-mid
zechariah-t3-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §zechariah-t3-rem-mid
ύλεται δὲ εἶναι τοὺς τὰ αὐτοῦ φρονεῖν ᾑρημέ- νους χρηστοὺς καὶ ἀμνησικάκους. ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστός "Ἀφίετε καὶ ἀφεθήσεται ὑμῖν·" καὶ μὴν καὶ προσευχομένους ἐδίδαξε λέγειν "Ἄφες ἡμῖν τὰ ὀφειλήματα "ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ "μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ "τοῦ πονηροῦ." ἀνίησι μὲν γὰρ ἐγκλήματα τοῖς ἀνιεῖσιν ἑτέροις ὁ φιλοικτίρμων Θεὸς, "Ὁδοὶ δὲ μνησικάκων εἰς θά- "νατον," κατὰ τὸ ἐν βίβλῳ παροιμιῶν γεγραμμένον. ὅτι δὲ ἡ ἀγάπη παντὸς νόμου τὴν πλήρωσιν ἔχει, πῶς ἂν ἐνδοιάσειέ τις, γεγραφότος ὡδὶ τοῦ θεσπεσίου Παύλου; καρποὶ δὲ ἀγάπης τὰ προειρημένα, καὶ ἀκριβὴς νομοφύλαξ ὁ τούτων ἐργάτης. 9Καὶ ἠπείθησαν τοῦ προσέχειν, καὶ ἔδωκαν νῶτον παραφρονοῦντα, 2.378 καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν, καὶ τὴν καρ- δίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος. καὶ ἔσται ὃν τρόπον εἶπε καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω αὐτῶν, λέγει Κύριος παντοκράτωρ, καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀνα- στρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.9 Πεπληροφόρηκε δὲ διὰ τούτων, ὅτι παραθήγοντες οὐ διαλελοίπασιν αὐτοὶ κατὰ σφῶν τὸν τῶν ὅλων Κριτήν. ἐξὸν γὰρ αὐτοὺς τοῖς τῶν ἁγίων προφητῶν καταπείθεσθαι λόγοις καὶ, τὸ ἀντιφέρεσθαι γεννικῶς τοῖς τοῦ νομοθέτου θελήμασι ῥιπτοῦντας ὡς ἀπωτάτω, τὴν εὐκλεᾶ καὶ ἐννομωτάτην ἀν- θελέσθαι ζωὴν καὶ τὴν ἀμώμητον ἰέναι τρίβον, σκληροὶ γεγόνασι καὶ ἐν οὐδενὶ τεθείκασι λόγῳ τὸν παιδευτὴν, ἀκαμπῆ τε καὶ ἄτεγκτον ἐσχήκασι τὴν καρδίαν. κατέληξαν γὰρ οὐδαμῶς τοὺς θείους ἐκτόπως περιυβρίζοντες λόγους, καὶ τοῖς τούτων διακομισταῖς, οἳ τὸ τῆς προφητείας διεχεί- ριζον χρῆμα, δεινῶς τε καὶ ἀνοσίως ἐπιπλήττοντες, καίτοι λαλοῦσιν ἐν Ἁγίῳ Πνεύματι· εἰς τοῦτο δὲ ἤδη κατώλισθον ἀγριότητος καὶ ἀνουθετήτου ληρίας, ὡς μὴ ἑλέσθαι μετα- νοεῖν ἄχρις ἂν αὐτοῖς εἰς πέρας ἐξέβη τὰ προηγγελμένα, καὶ ὑποπεπτώκασι τοῖς ἐκ θείας ὀργῆς ἐπενηνεγμένοις. εἰ δὲ δὴ λέγει Θεὸς ἐν τούτῳ ὅτι Ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, 2.379 ἀφανισθήσεται δὲ καὶ ἡ γῆ ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος, ὡς ἐν προαγορεύσει προφητικῇ τὰ τοιάδε πάλιν εἰρῆσθαι νοήσωμεν· ἐκβέβληντο μὲν γὰρ εἰς Πέρσας καὶ Μήδους, καὶ ἤδη πεπείραντο τῆς αἰχμαλωσίας, ἠρήμωτο δὲ καὶ ἡ γῆ, καὶ ἡ πασῶν ἀρίστη χώρα τέτακτο, καθά φησιν ὁ λόγος, εἰς ἀφανισμὸν, οὐκ ἔχουσα τοὺς διοδεύοντας, ἤγουν ἀναστρέφοντας. οἱ μὲν γὰρ δεδαπάνηντο τῷ πολέμῳ· οἱ δὲ τῷ τῆς δουλείας κατηχθισμένοι ζυγῷ, δεδραμήκασιν εἰς αἰχμαλωσίαν. οὐκοῦν ὡς ἐν προαγορεύσει καὶ τάδε τοῖς ἄλλοις συνειρῆσθαι νοή- σωμεν. ὅτι δὲ τὸ τοῖς θείοις λόγοις ἀπειθεῖν ἐπιζήμιον, μᾶλλον δὲ καὶ ὀλέθρου πρόξενον, καὶ ἐξ αὐτῶν ἄν τις ἴδοι τῶν τοῖς ἀρχαίοις συμβεβηκότων· καὶ οὐ μακρῶν ἄν τις δέοιτο λόγων πρὸς ἀπόδειξιν, ἀλλ' ἔστι τὸ χρῆμα παντί τῳ σαφὲς, τῷ γε ἅπαξ εἰδότι τὰ ἐκ τῆς εὐπειθείας ἀγαθά. 9Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρὸς μὲ λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἐζήλωσα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν καὶ θυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν.9 Τὸ ἀπειθὲς καὶ ἐξήνιον τῶν ἀρχαιοτέρων καὶ ἐξ αὐτῶν σφισι συμβεβηκότων ἀποχρώντως διαβεβληκὼς, καὶ ὅτι γέ- νοιτο πάντων 429 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. αὐτοῖς τῶν κακῶν πρόξενον ἀποφήνας, μετα- βιβάζει τὸν λόγον ἐπὶ τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ πειρᾶται λοιπὸν τοὺς τῆς εὐημερίας αὐτοῖς ἐπαγγέλλεσθαι καιροὺς, καὶ τοῖς κατ' εὐχὴν ἀγαθοῖς καταπιαίνειν πλουσίως, ὡς ἤδη μὲν δίκας ἐκτετικότας, ὧν ἀνοσίως πεπαρῳνήκασιν, ἐκνενιμ- μένους δὲ ὥσπερ τῆς ἀρχαίας φαυλότητος τὰ ἐγκλήματα διά 2.380 τοι τοῦ κεκολάσθαι παρ' ἐχθροῖς καὶ τὸν τῆς δουλείας ἀνατλῆναι ζυγόν. κατακέκραγε δὲ ὥσπερ τῆς τῶν Βαβυ- λωνίων ὠμότητος, οἳ πέρα παντὸς ἰόντες θράσους, δεδράκασιν εἰς αὐτοὺς, ἃ μηδὲ αὐτὸς ὁ θεῖος ἤθελέ που θυμός· ἔφη γὰρ ἐναργῶς ὅτι "Ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέ- "θεντο εἰς κακά." ἐζήλωκα δὴ οὖν τὴν Ἱερουσαλὴμ, τουτέστι τὸν ὑπὲρ αὐτῆς εἰσδέδεγμαι ζῆλον, καὶ θυμῷ μεγάλῳ ἐζή- λωσα αὐτήν. ὅμοιον ὡς εἰ λέγοι Συμβήσεται τοῖς Βαβυ- λωνίοις ἐξ ἀντιστρόφου παθεῖν ὧν δεδράκασιν ἀπηνέστερα, καὶ τοῖς οὕτω πεπορθηκόσιν ἐποίσω τὰ ἐξ ὀργῆς. Τοῦτο πεπλήρωκεν ὁ Χριστός. λελυπημένος γὰρ ἐφ' ἡμῖν τοῖς ἀθλίως ἀπολωλόσι, καὶ οἷον ζηλώσας τὴν Ἐκκλη- σίαν, τὴν αὐτῷ μὲν προεγνωσμένην, οὔπω γεμὴν ἀναδε- δειγμένην ἐν κόσμῳ, συνέτριψε μὲν τῶν δαιμονίων τὰ στίφη, τὸν δέ γε τῆς ἐκείνων ἀπονοίας ἐπιστάτην τῆς καθ' ἡμῶν ἐκβέβληκε τυραννίδος καὶ τοῖς ἐξ ὀργῆς κινήμασιν ὑποθεὶς, ἐλευθέρους τῆς ἐκείνου σκαιότητος ἀπέφηνε λοιπὸν τῶν προσκυνούντων αὐτὸν τὴν ὁμήγυριν. 9Τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Σιὼν, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλὴμ, καὶ κληθήσεται Ἱερουσαλὴμ πόλις ἀληθινὴ, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον.9 Πληροῖ μὲν τὰ πάντα Θεὸς, καὶ τῆς ἀποῤῥήτου φύσεως αὐτοῦ τὰ πάντα μεστά. πλὴν ἀποφοιτᾶν ἐσθ' ὅτε λέγεται τῶν ἡμαρτηκότων, οὐ ταῖς κατὰ τόπον διαστάσεσι μεριζό- μενος· εὔηθες γὰρ κομιδὴ τὸ ὧδε νοεῖν· ἀλλὰ τῷ μηκέτι 2.381 θέλειν προσκεῖσθαι καὶ φειδοῦς καὶ ἀγάπης ἀξιοῦν. τοιοῦ- τον δὲ εἶναί φαμεν καὶ αὐτὸν τὸν τῆς ὀργῆς τρόπον. οὐκοῦν ἐτράπετο μὲν εἰς ψευδολατρείας ὁ Ἰσραὴλ, καὶ ἐκπεπόρνευκεν Ἱερουσαλήμ. ἀπεφοίτησε δὲ ὥσπερ ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς ἐξ ἀποστροφῆς ὑπέθηκε κακοῖς. ἐπειδὴ δὲ κατοικτείρει λοιπὸν, τὸ ἐπιστρέψω φησὶ, τουτέστιν, ἀποπεπαύσομαι τῆς ὀργῆς, ἐπισκοπῆς ἀξίαν ἀποφανῶ, καὶ οἶκον ἐμὸν ποιήσομαι πάλιν. ὥσπερ δὲ, ἀποστραφέντος αὐτοῦ, τὸ ὄρος τὸ ἅγιον, τουτέστιν ὁ ἐν τοῖς Ἱεροσολύμοις ναὸς, οὐκέτι σεπτὸς εἶναί τις ἐδόκει παρά γε τοῖς ὁρῶσιν ἐμπεπρησμένον· οὕτω δὴ πάλιν ἐν αὐτῷ κατοικεῖν ἑλομένου Θεοῦ, καὶ ἐγηγερμένου τὸ ἐπ' αὐτῷ πάλιν ἀναβήσεται καὶ ἀνανεωθήσεται σέβας, ἀλη- θινὴ δὲ πάλιν Ἱερουσαλὴμ, οὐκέτι καθὰ καὶ πάλαι τοῖς χειροτμήτοις θεοῖς καὶ τοῖς ψευδωνύμοις ἰνδάλμασι προσ- κομίζουσα τὰς λατρείας· ἀλλὰ τὸν ἕνα καὶ φύσει καὶ ἀλη- θινὸν θεραπεύουσα Θεὸν ταῖς ἐπιεικείαις, διὰ τοῦ ζῆν ἐννόμως ἑλέσθαι λοιπὸν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις. Περιθείης δ' ἂν εἰκότως τὰς τοιάσδε φωνὰς τῷ δι' ἡμᾶς καθ' ἡμᾶς γεγονότι Λόγῳ, ὃς ὑπάρχων ἐν μορφῇ τοῦ γε- γεννηκότος καὶ ἐν ἰσότητι τῇ κατὰ πᾶν, "ἑαυτὸν ἐκένωσε "μορφὴν δούλου λαβὼν," καὶ γέγονεν ἄνθρωπος, καὶ "ἐπτώ- "χευσε δι' ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν." οὐκοῦν ὁ πάλαι διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὸ ἐγκεῖσθαι δὲ τὴν "διάνοιαν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ "ἐκ νεότητος" δικαίως ἀποστραφεὶς, ἐπέστρεψε πρὸς ἡμᾶς ὡς ἐξ ἐμφύτου λοιπὸν ἡμερότητος, καὶ κατῴκηκε τὴν Ἐκ- κλησίαν, πόλιν τε καὶ ἐνδιαίτημα σεμνὸν ἐποιήσατο τοὺς 2.382 ἡγιασμένους. ἔφη γάρ που περὶ αὐτῆς, δῆλον δὲ ὅτι τῆς Ἐκκλησίας "Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν." ψάλ-λει δὲ καὶ ὁ μακάριος ∆αυείδ "∆εδοξασμένα ἐλαλήθη περὶ "σοῦ, ἡ πόλις τοῦ Θεοῦ." ταύτην ἡμῖν κατεμήνυσε καὶ ὁ προφήτης Ἡσαΐας λέγων "Ὅτι ἐν ταῖς ἐσχάταις ἡμέραις "ἐμφανὲς ἔσται τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ "ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν "βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη." περίοπτος γὰρ ἡ ἐκκλησία Χριστοῦ, καὶ οἷάπερ ἐν ὄρει κειμένη, τοῖς ἁπανταχοῦ γνωρίζεται. κέκληται δὲ καὶ ἀληθινὴ, ἥκιστα μὲν τύποις καὶ σκιαῖς
Zechariah Tomos 3 rem close CLOSEOUT§zechariah-t3-rem-close
zechariah-t3-rem-closeRem CLOSEOUT: Zechariah Tomos 3 CLOSEOUT.
Greek · §zechariah-t3-rem-close
430 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. λατρεύουσα· παραδεξαμένη δὲ μᾶλλον τὴν ἀλήθειαν, ὅς ἐστι Χριστὸς, καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ πληροῦσα προσκύνησιν. 9Τάδε λέγει Κύριος παντοκράτωρ Ἔτι καθίσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν· καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς.9 ∆απανήσαντος τοῦ πολέμου τὸ τῶν Ἰουδαίων ἔθνος, συμ- βέβηκεν ἀναγκαίως κενὰς τῶν κατῳκηκότων τὰς παρ' αὐτῶν γενέσθαι πόλεις, οἴκους τε κατεῤῥιμμένους ὁρᾶν καὶ τῶν ἐν αὐταῖς κατασκευασμάτων τὰ κάλλη. ἀλλ' ἰδοὺ τριπόθητον αὐτοῖς καὶ μακρὰν εἰρήνην χαριεῖσθαι κατεπαγγέλλεται, ἣν, καὶ μάλα ὀρθῶς, Ἑλλήνων παῖδες ὀνομάζουσι κουροτρόφον. τοὺς μὲν γὰρ τικτομένους ἀνακομίζει πρὸς ἥβην, τοῖς δὲ ἤδη 2.383 γεγονόσι νέοις ἁπλοῖ τρόπον τινὰ καὶ τὴν εἰς γῆρας ὁδὸν, καταδῃοῦντος οὐδενὸς, οὐ πολέμου συντρίβοντος, οὐ δα- πανώσης μάχης. ὑποτοπητέον δὴ οὖν, καὶ μάλα ὀρθῶς, ὡς ἐν εἰρήνῃ τὰς πόλεις, κἂν εὐρεῖαί τε εἴεν καὶ μακραὶ, στενὰς ἀποφαίνεσθαι καὶ ἡττῆσθαι τῷ πλήθει τῶν κατῳκηκότων. τοιοῦτόν τινα νοῦν ὠδίνει πάλιν ἡμῖν τὸ προκείμενον. ἔφη γὰρ ὅτι καθεδοῦνται μὲν πρεσβύτεροι καὶ πρεσβύτιδες ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ῥάβδῳ μόλις τὸ ἐκ τοῦ γήρως ἄναλκι μετρίως παραμυθούμενοι, καὶ βακτηρίαν ἔχοντες γεροντα- γωγόν· ἔπαινος δὲ τὸ χρῆμά ἐστι καιρῶν ἀπολέμων καὶ βαθείας εἰρήνης, ἀνακομιζούσης, ὡς ἔφην, εἰς ἥβην τὰ βρέφη, πεμπούσης δὲ καὶ εἰς γῆρας τοὺς ἤδη τελοῦντας ἐν ἀνδράσι, καὶ τὸν τῆς ζωῆς ἅπαντα χρόνον ἀμαχεὶ παραθέοντας. εἰ δὲ δὴ μέλλοιεν ὀρχεῖσθαι μὲν ἐν ἄστει μειράκια, κόριά τε χορεύειν ἐν μέσαις πλατείαις, ἔχοι ἂν καὶ τοῦτο σαφῆ τὴν ἀπόδειξιν τοῦ μηδεμίαν αὐτῶν φροντίδα κατηρτῆσθαι πικράν. οὐ γὰρ ἂν ἠνέσχοντο παιζόντων τινῶν, εἰ κατηφείας ἦν ὁ καιρός. Γέγονε δὲ καὶ ἡμῖν αὐτοῖς εἰρήνη Χριστὸς, ὃς καὶ πάντα συντρίψας πόλεμον, μεστὴν ἀπέφηνε τῶν ἁγίων τὴν Ἐκκλη- σίαν. καὶ πολιοὶ μὲν τὰς φρένας ἐν αὐτῇ, μύριοί τε ὅσοι καὶ ἐξαίρετοι, οἷς καὶ ὁ σοφὸς Ἰωάννης ἐπιστέλλει λέγων " Εγραψα ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς·" παῖδες δὲ ὥσπερ ἄνηβοι καὶ κόρια μικρὰ τῶν ἄρτι πεπι- στευκότων ἡ νηπιωτέρα πληθὺς, μονονουχὶ τοῖς πνευμα- τικοῖς σκιρτήμασι τὴν ἁγίαν ὄντως κατακαλλύνουσι πόλιν, 2.384 τουτέστι τὴν Ἐκκλησίαν· οἷς καὶ τὸ λέγειν ἁρμόσειεν ἄν "∆εῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ "τῷ Σωτῆρι ἡμῶν." εἰ δὲ δὴ λέγοιντο καὶ ἐπερείδεσθαι ῥάβδῳ τυχὸν οἱ πρεσβύται, περινοήσεις ὅτι καὶ μικροὺς καὶ μεγάλους στηρίζει Χριστὸς, ἡ ῥάβδος ἡ ἐξ Ἰεσσαὶ, καὶ ἡ τῆς δυνάμεως ὠνομασμένη, ἣν ἐκ τῆς ἄνω Σιὼν πέπομφεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, ὡς χαίροντας ἡμᾶς ἐπὶ τούτῳ λέγειν "Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου αὗταί με "παρεκάλεσαν." 9Τάδε λέγει Κύριος παντοκράτωρ Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον μοῦ ἀδυνατήσει; λέγει Κύριος παντοκράτωρ.9 Τὰ μεγάλα καὶ ὑπερφυῆ τῶν πραγμάτων δέχεταί πως ἐφ' ἑαυτοῖς τὸ ἀπιστεῖσθαι φιλεῖν, καὶ οὐκ ἀθαύμαστον ἔχει τὴν εἰς πέρας διεκδρομήν. καὶ γοῦν ἡ Σάῤῥα διαγελᾷ μὲν ἐξ ἀπιστίας τὴν ἐπί γε τῷ Ἰσαὰκ ὑπόσχεσιν, εἰς γῆρας ὁρῶσα, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἀντιτιθεῖσα τὸ ἀμήχανον. πλὴν ἐκτέτοκε παρ' ἐλπίδα, βάσιμον αὐτῇ τὸ χρῆμα τιθέντος Θεοῦ. ἦν οὖν ἄρα καὶ σφόδρα εἰκὸς κατα- δονεῖσθαι ταῖς διψυχίαις τοὺς ἐκ τῆς αἰχμαλωσίας λελυτρω- μένους, καὶ οὐ σφόδρα θαῤῥεῖν, ὡς εἰς τοσαύτην αὐτοῖς εὐημερίας βαδιεῖται τὰ πράγματα, ὡς ἀνάμεστον μὲν γε- νέσθαι τὴν Ἱερουσαλὴμ τῶν γεγηρακότων, καὶ παίδων ὁρᾶσθαι χοροὺς ἐν αὐτῇ καὶ κορασίων ὀρχήματα, καὶ τὰ ἐκ βαθείας εἰρήνης ὑπάρξειν ἀγαθά. κατεθεῶντο γὰρ δὴ 2.385 τείχη κατεῤῥιμμένα, οἰκίας ἐμπεπρησμένας, ἁπάσας δὲ τὰς ἐν κύκλῳ πόλεις θηρῶν ἀγρίων ἐνδιαιτήματα, διάτοι τὸ κεκενῶσθαι παντελῶς τῶν κατοικούντων αὐτάς· καὶ ἀγροὺς μὲν τοὺς πάλαι παμφόρους τε καὶ εὐανθεῖς 431 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀκάνθης μεστοὺς, οὐδὲν ἔχοντας τῶν ὡρίμων, διολωλὸς δὲ εἰς ἅπαν τῶν ἀγροίκων τὸ γένος. ἦν οὖν, ὡς ἔφην, ἐντεῦθεν ἀπιστεῖν εἰκὸς, ὡς εἰς πέρας αὐτοῖς ἐκβήσεται τὰ ἐπηγγελμένα. ταύ- τῃτοι Θεὸς διψυχεῖν οὐκ ἐᾷ· θαρσεῖν δὲ κελεύει καὶ ἐμπεδοῖ λέγων Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει λέγει Κύριος Παντοκράτωρ; ὃ γάρ ἐστιν ἐν ἡμῖν ἀμήχανον, εὐ- κατόρθωτον κομιδὴ τῷ πάντα ἰσχύοντι Θεῷ. ἔστι γὰρ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, θελήσει πληρῶν καὶ τὰ λίαν ὑπερφυῆ, καὶ εἰς πέρας ἄγων ἀμελλητὶ τὸ δοκοῦν. Ἔφη δέ που πρὸς Ἰουδαίους ὁ Θεὸς καὶ Πατὴρ τὰ ἐκ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας προαναφωνῶν κατορθώματα " Ιδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε καὶ ἀφανίσθητε, "ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ἔργον ὃ οὐ "μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν." ὅσον μὲν γὰρ ἧκεν εἰς λόγους τοὺς ἐν ἡμῖν, ὑπὲρ θαῦμα καὶ λόγον καὶ αὐτὸ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον· οὐδὲν δὲ ἧττον καὶ τὰ ἐντεῦθεν ἡμῖν ἐκβεβηκότα κατορθώματα. πῶς γὰρ οὐκ ἀπιστίας ἐγγὺς τὸν ἐκ Θεοῦ φύντα Λόγον ἑνωθῆναι σαρκὶ, καὶ ἐν τῇ τοῦ δούλου γενέσθαι μορφῇ, καὶ ὑπομεῖναι σταυρὸν, ὕβρεις τε καὶ αἰκίας ὑπενεγκεῖν, καὶ τῆς Ἰουδαίων ἀβελτερίας τὰ βλάβη; ἢ πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο τῆς οἰκονομίας τὴν ἔκβασιν, ὅπου καθῄρηται μὲν ἡ ἁμαρτία, 2.386 κατήργηται δὲ καὶ ὁ θάνατος καὶ ἀπελήλαται φθορὰ, καὶ ὁ πάλαι δραπέτης ἄνθρωπος τῇ τῆς υἱοθεσίας χάριτι κατη- γλαϊσμένος ὁρᾶται λοιπόν; οὐκοῦν λεγέτω Χριστὸς ἐπί γε τούτοις αὐτοῖς Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει; λεῖα γὰρ πάντα αὐτῷ καὶ ἱππήλατα, καί τι τῶν ἀναγκαίων ἐθέλοντι κατορθοῦν, εἴη ἂν οἶμαί που τὸ ἀν- τιστατοῦν οὐδέν. 9Τάδε λέγει Κύριος παντοκράτωρ Ἰδοὺ ἐγὼ ἀνασώζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, καὶ εἰσάξω αὐ- τοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλὴμ, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ.9 Σέσωκε μὲν καὶ πάλαι Θεὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ κατεσκεδασμένους τῷ πολέμῳ, συναγείρων εἰς Ἱεροσόλυμα, καὶ κατοικήσας ἐν αὐτοῖς, διά γε τοῦ καὶ τὸν θεῖον ἐγεῖραι ναὸν, καὶ ἐφεῖναι πάλιν αὐτοῖς ταῖς κατὰ νόμον θυσίαις καταμειλίσσεσθαί τε καὶ ἀποπεραίνειν εὐχὰς καὶ ἀποπλη- ροῦν ἑορτάς. πλὴν τὸ ἀνασώζειν τὸν ἴδιον φάναι λαὸν ἐξ ἀνατολῶν καὶ δυσμῶν, πρέποιεν ἂν εἰκότως τῷ Ἐμμανουὴλ, ὃς πᾶσαν ἐκάλεσε τὴν ὑπ' οὐρανὸν, σαγηνεύσας διὰ τῆς πίστεως τοὺς ἐκ περάτων τῆς γῆς, καὶ πᾶσαν ἐθνῶν ἀγέλην συναγηγερκὼς εἰς τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν "ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος," καὶ ἐπουράνιος Ἱερου- σαλήμ. ὅτι δὲ καὶ ἐσκήνωσεν ἐν μέσῳ αὐτῆς, πῶς οὐκ ἀτρεκὲς εἰπεῖν; γέγονε γὰρ καθ' ἡμᾶς, καὶ "τοῖς ἀνθρώποις συν- 2.387 "ανεστράφη" μετὰ σαρκός. καὶ τοῦτο ἡμῖν δι' ἑτέρου προφήτου ὁ Θεὸς προανεφώνει λέγων "Θάρσει Σιὼν, μὴ "παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ "δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ "σε ἐν τῇ ἀγαπήσει αὐτοῦ." ἀλλὰ καὶ νῦν ἐστιν ἡμῖν· οὐ γὰρ ἀφῆκεν ἡμᾶς ὀρφανοὺς, πέπομφε δὲ ἡμῖν ἀνθ
Twelve Prophets Zechariah Tomos 4 opening§zechariah-t4-open
zechariah-t4-openZechariah Tomos 4.
Zechariah Tomos 4: rejoice greatly daughter Zion; the King comes.
Greek · §zechariah-t4-open
ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ. 9Χαῖρε σφόδρα θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.9 Ἀναφανδὸν ἐν τούτοις διακηρύττει λοιπὸν τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάδειξιν, ὡς οὐδὲν ὅλως ὁρᾶσθαι τὸ ἄναντες. χαίρειν μὲν γὰρ προστέταχεν ἀναγκαίως τῇ νοητῇ Σιὼν, ἅτε δὴ καὶ πάσης ἡμῶν κατηφείας ἐξῃρημένης. ποῦ γὰρ ἔτι τὸ κατηφὲς, καὶ ἐπὶ τίσιν ἂν γένοιτο πρὸς ἡμῶν τὸ κατοιμώζειν ὅλως, ἀπεληλαμένης τῆς ἁμαρτίας, καὶ τοῦ θανάτου πεπα- τημένου, κεκλημένης τε τῆς ἀνθρώπου φύσεως εἰς ἐλεύθερον ἀξίωμα, καὶ τῇ τῆς υἱοθεσίας κατεστεμμένης χάριτι, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ χαρίσμασι κατηγλαϊσμένης; Ἐπιτήρει δὲ, ὅτι τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν εὐ- αγγελιζόμενος, εὐθὺς θυγατέρα τὴν Σιὼν ἀποκαλεῖ. σφόδρα δὴ οὖν χρῆναι χαίρειν αὐτὴν εὖ μάλα προστέταχεν, ἀνακη- ρύττειν τε παρεγγυᾷ τῇ Ἱερουσαλὴμ, ὡς ἤδη παρέσται, καὶ ἀναδειχθήσεται μετὰ σαρκὸς ὁ βασιλεὺς αὐτῆς, δίκαιός τε 2.416 καὶ σώζων. δεδικαίωκε γὰρ ἡμᾶς ἐν πίστει Χριστὸς, καὶ τὴν τῆς σωτηρίας κατευρύνει τρίβον τοῖς προσιοῦσιν αὐτῷ. ἔστι δὲ πρὸς τούτῳ καὶ πρᾶος, οὐ νομικὴν προσφέρων ἀποτομίαν, οὐδὲ θανάτῳ τιμωρούμενος τοὺς παραβαίνοντας ἐντολὴν, σώζων δὲ μᾶλλον ἐξ ἡμερότητος καὶ ἀνιστὰς τοὺς ὠλισθη- κότας, κἂν εἴτις ἁμάρτοι, παράκλητος αὐτὸς γινόμενος πρὸς τὸν Θεὸν καὶ Πατέρα. Ἀνέγνωμεν δὲ ὅτι "τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα "ζωοποιεῖ." γράμμα μὲν γὰρ ὁ κολαστής ἐστι νόμος, ἡ σκιὰ καὶ ὁ τύπος· πνεῦμα δὲ ζωοποιόν ἐστιν ὁ Χριστὸς, ἐν πνεύματι γὰρ καὶ ἀληθείᾳ δεδιδάγμεθα προσκυνεῖν διὰ τῆς εὐαγγελικῆς παιδεύσεως. ὅτι δὲ καὶ ἐπιβέβηκεν ἐπὶ πῶλον νέον, οὕτω τε εἰσέφρησεν ἐν τοῖς Ἱεροσολύμοις, οὐ μακροῦ πρὸς πληροφορίαν δεήσει λόγου· ἀπόχρη γὰρ εἰς πίστιν ἡμῖν ὁ θεσπέσιος εὐαγγελιστὴς γεγραφὼς τὰ τοιάδε. ἐπεκά- θητο μὲν γὰρ τῷ πώλῳ Χριστὸς, εἵπετο γεμὴν ἡ τεκοῦσα· καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγματος τὸ δρώμενον ἦν. ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ, τουτέστι τῷ κεκλημένῳ πρὸς ἐπίγνωσιν ἀληθείας καὶ εἰδωλολατροῦντί ποτε. ἦν γὰρ οἷά τις πῶλος, οὔπω δεδαμασμένος, οὔτε μὴν εἰδὼς βαδίζειν ὀρθῶς· οὐ γάρ που τῷ θείῳ πεπαι- δαγώγητο νόμῳ. ἀλλ' ὁ πάντας ἄγων εἰς εὐτεχνίαν πνευ- ματικὴν, προὐπέθηκε μὲν ἑαυτῷ τὸν πῶλον. ἕψεται δὲ ὅτι κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, διὰ τῆς ἑπο- μένης ὄνου δέδωκε νοεῖν, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωυσέως καὶ προφητῶν. ἐπειδὴ δὲ προσκέκρουκε τῷ Σώ- 2.417 ζοντι βασιλεῖ· οὐ γάρ τοι προσήκατο τὴν πίστιν· ταύτῃτοι δικαίως τοῦ πώλου κατόπιν ἔρχεται μόλις, καὶ γέγονεν εἰς οὐρὰν, τουτέστι, παρακολούθημα καὶ ὀπίσω τῶν ἐξ ἐθνῶν, καὶ ἡ πρώτη γέγονεν ἐσχάτη. ἄθρει δὲ, ὅπως εἰς ἐσχάτην ἀλογίαν ἀποκομισθεῖσαν ἔδειξε τὴν ἀνθρώπου φύσιν, ὁ νεφροὺς εἰδὼς καὶ καρδίας. ὄνῳ γὰρ παρεικάζεται τῇ λίαν ἀλογωτάτῃ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ αὐτὴ δὲ τῶν ἐθνῶν ἡ πληθύς. οἱ μὲν γὰρ λελατρευκότες τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεὸν, οἱ δὲ τὸν παιδαγωγὸν ἀτιμάζοντες νόμον, ἔξω νοῦ καὶ φρενὸς γεγόνασιν ἀγαθῆς, καὶ 443 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πρὸς πᾶν εἶδος φαυλότητος ἀπονενευκότες, "παρασυνεβλήθησαν τοῖς "κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοίωνται αὐτοῖς," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ὄνος δὲ καὶ ἑτέρως ἀκαθαρσίας σύμβολον· ἀνίερον γὰρ τὸ ζῷον, καὶ τὴν ἐκ νόμου κατάῤ- ῥησιν ἔχον. τοιοῦτοι δὲ πάντες οἱ πλανώμενοι καὶ φιλα- μαρτήμονες. 9Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραΐμ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ὑδάτων ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς.9 Ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς, τοῖς τῶν ἀγαπών- τ
Zechariah Tomos 4 rem early§zechariah-t4-rem-early
zechariah-t4-rem-earlyRem early: Zechariah Tomos 4; historia and theoria toward Christ.
Greek · §zechariah-t4-rem-early
ων αὐτὸν ὑποφέρειν ἔμελλε ποσὶν ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τουτέστι τὰ βδελυρὰ τῶν δαιμονίων στίφη, πάντα τε αὐτοῖς ὑποτάξειν ἐχθρὸν ὁρατόν τε καὶ ἀόρατον, καὶ πάντα συντρίβειν πόλε- 2.418 μον, καὶ τοῖς ἐξ εἰρήνης κατευφραίνειν ἀγαθοῖς, αἰνιγματωδῶς ἡμῖν ὁ προφητικὸς ὑποφαίνει λόγος. ᾔεσαν μὲν γὰρ κατὰ καιροὺς κατὰ τῶν Ἱεροσολύμων οἱ Βαβυλώνιοι, καὶ μὴν καὶ ἕτεροί τινες τῶν ὁμόρων ἐθνῶν ἵπποις τε καὶ ἅρμασιν ἐπο- χούμενοι, "καὶ βάλλοντες τόξοις," κατὰ τὸ γεγραμμένον, κατεχειροῦντό τε οὕτω καὶ πικροῖς ἐνίεσαν πόνοις. ἀπὸ δὴ τοῦ συμβαίνειν εἰωθότος, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν λαμπρότητα δηλοῖ. ὁ γάρ τοι σώζων, φησὶν, ὁ δίκαιός τε καὶ πραότατος βασιλεὺς, ἀφίξεται μὲν, καὶ οὐκ εἰς μακράν· πλὴν οὐ πολλῷ πλήθει τῶν ὑπασπιστῶν δορυφορούμενος, οὐ μυρίους ἔχων τοὺς εἰδότας τὰ τακτικά· ἐπασκήσας δὲ οὕτως ἐν ἤθει τὸ μέτριον, ὡς πώλῳ καὶ μόλις ἐφιζῆσαι γυμνῷ. πλὴν ἔσται τοσοῦτος εἰς ἀρετὴν, ὀνήσει τε οὕτω τοὺς ἐπ' αὐτῷ πεποιθότας, ὡς περιελεῖν μὲν ἅρματα ἐξ Ἐφραῒμ, ἀποστῆσαι δὲ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, ὀλοθρεῦσαι δὲ καὶ τόξον πολεμικὸν, καὶ εἰρήνην ἁπλῶσαι βαθεῖαν, τὴν ἐκ πάντων τῶν ἐθνῶν. Ἐφραὶμ δέ φησι τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς, Ἱερουσαλὴμ δὲ τοὺς ἐν αὐτῇ κατοικήσαντας, Ἰούδας δὲ οὗτοι καὶ Βενιαμίν. οὐκοῦν ἀσφαλείας ὑπόσχεσιν καὶ εἰρήνης ἡμῖν ὁ προφητικὸς εἰσκομίζει λόγος. οὐ γὰρ ἂν γένοιτο, φησὶν, εὐκατάδρομος τοῖς ἐθέλουσι κακοῦν ἡ ἁγία πόλις, τουτέστιν ἡ νοητὴ Σιὼν, ἤγουν Ἱερουσαλὴμ, "ἥτις "ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος," κατευρύνει δὲ οὕτω τὴν ἑαυ- τοῦ βασιλείαν ὁ σώζων αὐτὴν, ὡς ὅλης κατάρξαι τῆς Ἰουδαίας, ἀπὸ θαλάσσης εἰς ποταμούς. αὗται γάρ εἰσιν αἱ διεκβολαὶ τῆς γῆς, τουτέστι τὰ πέρατα. ψάλλει δέ που καὶ ὁ θεσπέσιος 2.419 ∆αυεὶδ, ὡς περὶ ἀμπέλου λέγων τῆς Ἰουδαίων Συναγωγῆς "̓Εξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποτα- "μῶν τὰς παραφυάδας αὐτῆς." τερματίζεται γὰρ ἡ τῶν Ἰουδαίων χώρα θαλάσσῃ τε τῇ πρὸς νότον καὶ Ἰνδικῇ, καὶ τῇ καλουμένῃ Μέσῃ τῶν ποταμῶν. ἀλλ' οὐκ ἐν τούτοις τοῖς ὅροις ἡ Χριστοῦ βασιλεία· πολλοῦ γε καὶ δεῖ· ἕρπει δὲ ὁ λόγος ὡς ἐκ μερικοῦ παραδείγματος ἐπὶ τὸ καθόλου καὶ γενικώτατον. βεβασίλευκε γὰρ οὐ τῆς Ἰουδαίας μόνης, ἁπάσης δὲ μᾶλλον τῆς ὑπ' οὐρανὸν, καὶ ἀπὸ περάτων εἰς πέρατα τὰ τῆς ἐξουσίας αὐτῷ κατευρύνεται. 9Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας τοὺς δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι.9 Μέτεισιν ὁ λόγος ἐπ' αὐτὸν ἤδη τὸν δίκαιόν τε καὶ σώ- ζοντα βασιλέα, καὶ μέντοι καὶ πρᾶον, τουτέστι Χριστόν· καὶ τὰ λαμπρά τε καὶ ἀξιάγαστα τῆς ἐπιδημίας αὐτοῦ κατορθώματα καθίστησιν ἐναργῆ. κεκένωκε γὰρ ἑαυτὸν ἑκὼν, γενόμενος ἄνθρωπος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· ὑπέμεινε δὲ καὶ σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τέ- θεικε τὴν ἑαυτοῦ ψυχὴν τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα, καὶ κατεκτήσατο τῷ Θεῷ καὶ Πατρὶ τὴν ὑπ' οὐρανὸν ἐν αἵματι διαθήκης αἰωνίου, ἧς ἦν τύπος τὸ διὰ τοῦ πανσόφου Μωυσέως τοῖς ἀρχαιοτέροις ἐπιῤῥανθέν. λαβὼν γὰρ, φησὶ, Μωυσῆς τὸ αἷμα, "αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν "ἐῤῥάντισε, λέγων Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς διέθετο 2.420 "πρὸς ὑμᾶς ὁ Θεός." ἀλλ' ἐκεῖνα μὲν τύποι, καὶ τῆς ἀληθείας μόρφωσις ἦν· αὕτη δὲ λοιπὸν ἡ ἀλήθεια Χριστὸς, ὁ πάντας ἡμᾶς ἀγοράσας 444 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐν αἵματι διαθήκης. ἐκλελυτρώμεθα γὰρ ὡς ὁ αὐτοῦ φησι μαθητὴς "οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, "ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χρι- "στοῦ." σὺ τοίνυν, φησὶν, ὦ δικαιότατε καὶ πραότατε βασιλεῦ, ἐν αἵματι διαθήκης τοὺς σοὺς γεγονότας δεσμίους· τουτέστιν οὓς δεσμοῖς ἀγάπης κατέσφιγξας, καὶ ταῖς σαῖς ζεύγλαις ὑπενεγκεῖν καὶ ἐγκαταδῆσαι σαφῶς τὸν τῆς δια- νοίας πέπεικας αὐχένα· ἐξαπέστειλας, τουτέστιν ἐξεκόμισας ἤγουν ἐξήγαγες ἢ ἀνήνεγκας ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ· σημαίνειν δὲ διὰ τούτου φαμὲν αὐτὸν ἢ τὸν ᾅδην, τὸν οὐκ ἔχοντα ζωήν· ἐκδεξόμεθα γὰρ εἰς τύπον ζωῆς τὸ ὕδωρ, καὶ γάρ ἐστι ζωοποιόν· ἤγουν λάκκον καταλογιούμεθα, καὶ μάλα ὀρθῶς, τὴν ἐπί γε τοῖς ψευδωνύμοις θεοῖς ἀπάτην. βόθρος γὰρ ἀληθῶς τὸ χρῆμά ἐστιν, εἰς ὃν εἴπερ τις ὅλως κατ- ολισθήσειε, ζωῆς ἀμοιρήσει τῆς εἰς αἰῶνα τὸν μέλλοντα. ὅτι δὲ κεκένωκε τὸν ᾅδην ἀποθανὼν ὁ Χριστὸς, καὶ ἀνῆκε τοῖς ἐν φυλακῇ πνεύμασι τὰς κάτω πύλας παντί που σαφές. ἔφη δέ που καὶ ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου περὶ τῶν ἐξ Ἰσραὴλ, καταλελοιπότων μὲν αὐτὸν, τραπομένων δὲ φληνάφως εἰς ἀπάτην εἰδωλομανῆ "Ἐξέστη ὁ οὐρανὸς ἐπὶ "τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος· ὅτι "δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπον "πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συν- "τετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν." ὥσπερ γάρ ἐστι ζωοποιὸς καὶ πηγὴ ζωῆς, ἡ ὀρθή τε καὶ ἀπλανὴς 2.421 περὶ Θεοῦ γνῶσις· οὕτως ἄνυδροι καὶ οἱονεὶ λάκκοι συντε- τριμμένοι νοηθεῖεν ἂν τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, καὶ ἡ περὶ αὐτοῦ πλάνησις. εἶτα πρὸς αὐτοὺς διαλέγεται τοὺς δεσμίους, καὶ εἰς ἐλπίδας αὐτοὺς ἀγαθὰς παραθήγει, λέγων Καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς. καὶ ὀχύρωμα μὲν, καθάπερ ἐγῷμαι, τὴν Ἐκκλησίαν ἀποκαλεῖ ὡς τετει- χισμένην ἐν Χριστῷ, καὶ ἀκλονήτως ἔχουσαν· κάθισιν δέ φησι τὸ οἷον ἱδρυμένον ἐν πίστει. γέγραπται γὰρ περὶ Θεοῦ "Ὅτι σὺ καθήμενος τὸν αἰῶνα" τουτέστιν, ἱδρυμένην ἔχων καὶ ἀκατάσειστον φύσιν. ἔσεσθε δὴ οὖν ἐν ἀσφαλείᾳ, φησὶ, τὸ βεβηκὸς ἔχοντες εἰς πίστιν, ὦ δέσμιοι τῆς ἐμῆς συναγωγῆς· εἶεν δ' ἂν οὗτοι τῶν ἐν Χριστῷ δεδικαιωμένων ἡ ἁγία πληθύς. ὅτι δὲ οὐκ ἄμισθον ἕξουσι τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις ὑπομονὴν, καὶ μὴν καὶ τὸ ἐρηρεισμένον εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ, κατασημαίνει λέγων Καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι. Καί τι τοιοῦτόν ἐστιν ὃ βούλεται λέγειν. πάροικοι μὲν γὰρ ἐπὶ τῆς γῆς καὶ παρεπίδημοι πάντες εἰσὶν οἱ ἅγιοι, βραχὺς δὲ δὴ λίαν ὁ ἐν σώματι βίος ἀνθρώπου παντὸς, κἂν εἴ τις αὐτὸν καταλογίσαιτο πρὸς αἰῶνα τὸν μέλλοντα, κατα- θρήσειεν ἂν αὐτὸν ὀλίγον ὄντα παντελῶς, ὡς τάχα που καὶ ἡμέρᾳ παρεικάζεσθαι μιᾷ. οὐκοῦν ἀντὶ μιᾶς ἡμέρας τῆς παροικεσίας σου φησὶ, τουτέστιν, ἀντὶ τοῦ βραχέος τε καὶ συνεσταλμένου χρόνου τῆς ἐν σώματι ζωῆς διπλᾶς τε καὶ ἐν πλεονασμῷ τὰς ἀμοιβὰς ἀποδώσω. ἔφη δέ που καὶ ὁ Χριστὸς, ὅτι "Μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον "ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν." οὐ γάρ 2.422 τοι τὰς ἰσοστάθμους ὧν ἂν δράσαιμεν προσδοκῶμεν ἀμοι- βὰς, ἀλλ' ἐν προσθήκῃ πολλῇ· πλουσιόδωρος γὰρ ὁ διδούς. 9∆ιότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ.9 Τίνα δὴ τρόπον κληθήσεταί τε καὶ εἰσελάσει διὰ τῆς πίστεως ἡ ἐξ ἐθνῶν ἀγέλη, ταλαιπωρήσει δὲ καὶ ὁ πάλαι τρυφῶν, τουτέστιν ὁ σατανᾶς, τῶν ἐκ πλεονεξίας αὐτῷ πεπορισμένων προσκυνητῶν ἐξωθούμενος, διατρανοῖ πάλιν ἐν τούτοις. ποιεῖται γεμὴν τὸν λόγον, ὡς πρὸς τοὺς ἁγίους ἀποστόλους, ἤτοι τοὺς ἐξ Ἰσραὴλ διδασκάλους, οἳ καὶ τὴν τῶν ἐθνῶν ἐκπεριθέοντες χώραν, εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλουν τε καὶ σεσαγηνεύκασι τοὺς ἐν αὐτῇ. ὦ τοίνυν Ἰούδα, φησὶν, ἐνέτεινά σε ἐμαυτῷ τόξον, τουτέστι, διὰ σοῦ τοξεύσω τοὺς ὑπεναντίους· καί σε δὲ, ὦ Ἐφραῒμ, ἔπλησα. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν. ὅτε γὰρ τῆς τοξείας οἱ ἐπιστή- μονες νευρὴν μὲν μαζῷ, τοῦ δὲ τόξου τὸν σίδηρον ἄγουσιν ἐγγὺς, τότε πλῆσαι τὸ τόξον λέγονται, βάλλουσί τε οὕτω δεινόν τι 445 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟ
Zechariah Tomos 4 rem mid§zechariah-t4-rem-mid
zechariah-t4-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §zechariah-t4-rem-mid
ΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ ἄφυκτον καὶ οἷον ἀσχέτοις ὁρμαῖς ἀναπηδῶντά τε καὶ διιπτάμενον τὸν ἰὸν ἤτοι τὸ βέλος. ἔστι τοίνυν αὐτὸ διαφόρως πεφρασμένον. τόξον σε πεποίημαί φησιν, ὦ Ἰούδα, ἔπλησα δὲ καί σε, ὦ Ἐφραΐμ. Ἰούδας δὲ καὶ Ἐφραῒμ ἅπανἐστὶ τὸ γένος τὸ ἐξ Ἰσραήλ. οὐκοῦν τόξον ὥσπερ τι πε- ποίηται τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας τε πρὸ τῶν ἄλλων, καὶ γνώμης εἰς τοῦτο προεληλυθότας, ὡς ἔθνη παιδαγωγεῖν, καὶ τῶν πλανωμένων ἀποσοβεῖν τὰς τῶν δαιμονίων ἀγέλας, καταπαίειν τε τὸν σατανᾶν καὶ ἁπαξαπλῶς τοὺς τοῖς θείοις 2.423 δόγμασιν ἀντεξάγοντας καὶ ταῖς δι' αὐτῶν μαχομένους μυσταγωγίαις. οὕτω που φησὶ καὶ ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν "Τὰ βέλη σου ἠκονη- "μένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ "τῶν ἐχθρῶν τοῦ βασιλέως." πλήττουσι μὲν γὰρ τοὺς ἐχθροὺς τοῦ Θεοῦ καὶ Πατρὸς εἰς καρδίαν ἔσω καὶ νεφροὺς "τὰ τοῦ δυνατοῦ βέλη," τουτέστι Χριστοῦ. βέλη δὲ αὐτοῦ πάλιν οἱ μυσταγωγοὶ, τοὺς δέ γε πεπλανημένους καὶ τὸν φύσει τε καὶ ἀληθῶς Θεὸν οὐκ εἰδότας, πλήττουσιν οὐκ εἰς θάνατον, ἀλλ' εἰς ἀγάπην αὐτοὺς ἀποφέροντες τὴν ἐν Χριστῷ, ἵνα καὶ ὑποκάτω πίπτοιεν αὐτοῦ. ὁποία τις ἐστὶν ἡ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, λέγουσά τε σαφῶς " Οτι τετρωμένη ἀγάπης ἐγώ εἰμι." ὅτι δὲ γεγόνασιν ἀλ- κιμώτατοί τε καὶ εὐσθενεῖς οἱ θεσπέσιοι μαθηταὶ, πιστώσεται λέγων περὶ αὐτῶν ὁ σοφώτατος ψαλμῳδὸς ἐν Πνεύματι "Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων." ἐκτετιναγμένους μὲν γὰρ τοὺς ἐξ Ἰσραὴλ ἀποκαλεῖ, ὡς τῆς θείας χάριτος ἐκπεπτωκότας διά τοι τὸ ἐμπαροινῆσαι Χριστῷ. οἱ γεμὴν ἐξ αὐτῶν υἱοὶ, βέλη γεγόνασιν ὡς ἐκ χειρὸς δυνα- τοῦ πεμπόμενα. ἔφη δέ που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν δὴ πάλιν τὸν Ἐμμανουὴλ περὶ τῶν ἁγίων ἀποστόλων "Βολίδες σου γὰρ πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων "σου." 9Καὶ ἐπεγερῶ τὸ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ.9 Ἰδοὺ δὴ σαφῶς τοὺς ἐξ Ἰουδαίων μυσταγωγοὺς τόξον 2.424 ἴδιον ὀνομάζει. ποῖα γὰρ τὰ τέκνα τῆς Σιὼν τὰ κατὰ τῶν Ἑλληνικῶν κατεξανιστάμενα τέκνων, εἰ μὴ οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ τῶν ἐκκλησιῶν κατὰ καιροὺς ἡγούμενοι, καὶ τῆς ἀληθείας ὀρθοτομοῦντες τὸν λόγον; Σιὼν γὰρ ἡ νοητὴ, πῶς ἂν ἑτέρα νοοῖτο παρὰ τὴν Ἐκκλησίαν; καταθλοῦσι δὲ τῶν τέκνων τῶν Ἑλληνικῶν, καὶ καταστρατεύονται τῶν πεπλανημένων, Θεοῦ τεθεικότος αὐτοὺς ὡς ῥομφαίαν μαχη- τοῦ. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τὸν ἐν Χριστῷ νοού- μενον στρατιώτην κατακαλλύνων ὁρᾶται. θώρακα μὲν γὰρ τὸν τῆς ἐν Χριστῷ δικαιοσύνης περιτίθησιν αὐτῷ· καὶ μὴν καὶ τὴν τοῦ σωτηρίου περικεφαλαίαν. εἶτα δίδωσι τὴν μά- χαῖραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. ταύτῃ δὴ οὖν τῇ μαχαίρᾳ κατὰ τῶν Ἑλληνικῶν κεχρημένοι τέκνων, ἀπο- κείρουσι μὲν τὴν ἐν αὐτοῖς βλαστοῦσαν ἀπάτην, καὶ τὸν τομώτατον τοῦ Θεοῦ λόγον ἐπιφέροντες αὐτοῖς, ὅς ἐστι ζῶν τε καὶ ἐνεργὴς, τὸ πονηρὸν καὶ ἀκάθαρτον ἐκκόπτουσι πνεῦμα, ἵνα δύναιντο λοιπὸν νῷ καθαρῷ τε καὶ ἐλευθέρῳ καὶ τῆς τῶν δαιμονίων πλεονεξίας ἀπηλλαγμένῳ, τὸν τῆς ἀληθοῦς θεογνωσίας παραδέξασθαι λόγον. 9Καὶ ἔσται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς.9 Ὅτι καὶ συνέσται Κύριος ὁ Θεὸς αὐτοῖς, καὶ συνασπιεῖ, συγκαταδῃώσει τε τοὺς ἀνθεστηκότας διὰ τούτων ὑποδηλοῖ· ἔσται γάρ φησι Κύριος ἐπ' αὐτοὺς, δῆλον δὲ ὅτι τοὺς ἀν- τανίστασθαι μεμελετηκότας τοῖς ἱερουργοῦσι τὸ εὐαγγέλειον αὐτοῦ. ἑκάστη δὲ βολὶς, τουτέστιν μυσταγωγὸς ἢ ἀπόστο- λος· βέλει γὰρ ἤτοι βολίδι παρεικάζει πάλιν αὐτοὺς Θεοῦ 2.425 πέμποντος· ὡς ἀστραπὴ δραμεῖταί φησι, δῆλον δὲ ὅτι κατ- αυγάζουσα, καὶ τοῖς ἁπάντων ὀφθαλμοῖς ἀμογητὶ προσ- πίπτουσα. γεγόνασι γὰρ οὕτω λαμπροὶ καὶ οἱ θεσπέσιοι μαθηταὶ, καὶ τῶν τοῦ Σωτῆρος εὐαγγελίων οἱ κήρυκες, καὶ οἱ μετ' ἐκείνους λαῶν ἡγούμενοι καὶ προεστηκότες ἐκκλη- σιῶν, ὡς ἀγνοῆσαι μηδένα τῆς ἐνούσης αὐτοῖς ἀρετῆς τὴν φαιδρότητα. καὶ τοῦτο αὐτὸς ἔφασκεν ὁ Σωτήρ "Οὐδεὶς "λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης 446 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. "τίθησιν, ἀλλ' ἐπὶ λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι "τὸ φῶς." καὶ πάλιν ἑτέρωθι "Οὕτω λαμψάτω τὸ φῶς "ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ "καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς "οὐρανοῖς." 9Καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν· καὶ καταναλώσουσιν αὐτοὺς, καὶ καταχώσουσιν αὐτοὺς ἐν λί- θοις σφενδόνης, καὶ ἐκπίονται τὸ αἷμα αὐτῶν ὡς οἶνον, καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον. καὶ σώσει αὐτοὺς Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς πρόβατα λαὸν αὐτοῦ.9 Συνασπιστὴν, ὡς ἔφην, καὶ σύνοπλον αὐτοῖς παρίστησιν ἐναργῶς ὁ λόγος τὸν τῶν ὅλων κρατοῦντα Θεὸν, παρα- ταττόμενόν τε οὕτω καὶ συναθλεῖν ᾑρημένον, ὡς ἤδη δοκεῖν καὶ ἐξηρτύσθαι πολεμικῶς, καὶ, οἷον χωρεῖν μέλλοντα κατ' ἐχθρῶν, ὅλῃ χρήσασθαι δυνάμει καὶ ταῖς ἐνούσαις εὐσθενείαις 2.426 αὐτῷ. καταστρατεύεσθαι γεμὴν εὖ μάλα φησὶν, οὐχὶ τῶν διὰ πίστεως εἰς δικαίωσιν σαγηνευομένων, ἀλλὰ κατὰ τῶν ἀνοσίως ἀνθεστηκότων τῷ θείῳ κηρύγματι, οὓς καὶ ὁ Παῦλος ἡμῖν κατεσήμαινε λέγων "Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐν- "εργὴς, καὶ ἀντικείμενοι πολλοί." σαλπιεῖ τοίνυν, φησὶν, ὁ Κύριος ἐν σάλπιγγι. λελάληκε γὰρ ὁ Χριστὸς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, εἰς πᾶσαν διάττον τὴν ὑπ' οὐρανὸν, ἐξ- άκουστον γὰρ τοῖς ἁπανταχοῦ τὸ Χριστοῦ μυστήριον. ἦν μὲν γὰρ ἰσχνόφωνος καὶ βραδύγλωσσος ὁ Μωυσῆς· τοι- γάρτοι καὶ μόλις ἠκούετο κατὰ μόνην τὴν Ἰουδαίαν· ἥκιστα γεμὴν ἐν τούτοις ἐστὶν ὁ παρὰ Χριστοῦ λόγος. ἀναπε- φώνηκε γὰρ οἷά τις σάλπιγξ μακρὰ καὶ εὐηχεστάτη, καὶ ταῖς ἁπάντων ἀκοαῖς ἠχὴν ἐνιεῖσα τὴν διαπρύσιον. βαδιεῖται δὲ ὥσπερ ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, ὑπερασπιεῖ τε οὕτω τῶν ἑαυτοῦ δορυφόρων, ὡς οἷον ὑπὸ πυρὸς δαπανᾶσθαι τοὺς ἀνθισταμένους, μόνον δὲ οὐχὶ καὶ σφενδόναις αὐτοὺς κατα- χῶσαι καταπαίοντας γεννικῶς. ἐκπίονται δὲ καὶ τὸ αἷμα αὐτῶν, τουτέστιν, οἷά τινες θῆρες ἐπιθρώσκοντες περιέσονται ῥᾳδίως, καὶ νεκροὺς ἀποφανοῦσι. προσκομιοῦσι δὲ τῷ τῶν πεπτωκότων αἵματι φιάλας πεπληρωμένας, καθάπερ τινὰ σπονδὴν ἐπὶ τὸ θυσιαστήριον. εὐωδία γὰρ τῷ Θεῷ καὶ θυσία δεκτὴ τῶν οὐκ ἐώντων σώζεσθαι τοὺς πεπλανημένους ὁ θά- νατος· εἰ γὰρ τῶν σωμάτων τοὺς φονευτὰς οὐκ ἄξιον ἐλεεῖν· ὑποφέρεσθαι δὲ μᾶλλον ταῖς δίκαις, τὰ ἴσα παθόντας, τί ἄν τις λέγοι περὶ τῶν οἳ ψυχῶν ὀλετῆρες γεγόνασι καὶ φθόροι; 2.427 Εἶεν δ' ἂν οὗτοι πάλιν οἱ Ἑλλήνων λογάδες, καὶ τῆς ἐν κόσμῳ σοφίας ἡμμένοι τὴν δόξαν, οἱ ἄνω τε καὶ κάτω θεοὺς καὶ θεὰς ὀνομάζοντες, καὶ τῇ κτίσει παρὰ τὸν ποιητὴν ἀνα- πείθοντες προσκυνεῖν, καὶ ἑκάστῳ τῶν στοιχείων τὴν Θεῷ πρέπουσαν ἀνατιθέντες δόξαν. οὗτοι πεπλανήκασι τὴν ὑπ' οὐρανὸν, καὶ οὐχὶ δὴ μόνον κατά γε τὸν χρόνον τῆς ἐν σώ- ματι ζωῆς· ἀλλὰ γὰρ καὶ εἰς χρόνους τοὺς ἐφεξῆς. μύριοι γὰρ ὅσοι κατὰ καιροὺς διολώλασι τῆς ἐκείνων ψευδοεπείας ἡττώμενοι, καὶ ψυχροῖς καὶ γραώδεσι μυθαρίοις προσεσχή- κότες. ἀνῄρηνται δὴ οὖν οἱ τοιοίδε λοιπόν. οἴχεται γὰρ τῆς ἐκείνων συγγραφῆς ἡ βεβήλωσις, ἀπρακτοῦσιν οἱ μῦθοι, καὶ οἷον ἐκπέποται τὸ αἷμα αὐτῶν, καὶ τοῖς τῆς ἀληθείας δόγμασι καθάπερ τισὶ λίθοις τοῖς ἐκ σφενδόνης καταπαιό- μενοι καταχώννυνταί τε καὶ γέγονεν, ὡς ἔφην, εὐωδία Θεῷ τῆς ἐκείνων
Zechariah Tomos 4 rem close CLOSEOUT§zechariah-t4-rem-close
zechariah-t4-rem-closeRem CLOSEOUT: Zechariah Tomos 4 CLOSEOUT.
Greek · §zechariah-t4-rem-close
ἀθυροστομίας ἡ ἀπώλεια. καὶ σέσωκε Κύριος ὡς πρόβατα τὸν λαὸν αὐτοῦ. ἐπειδὴ γάρ ἐστι τῶν ὅλων αὐτὸς ποιητὴς, λαὸς αὐτοῦ λέγοιντο ἂν εἰκότως καὶ οἱ πάλαι πλανώμενοι· πλὴν ὡς ἀγέλην ἀπεληλαμένην ὑπὸ λῃστῶν σέσωκεν ὁ Χριστὸς, τοὺς ψευδοποιμένας ἐκβαλὼν, καὶ ὑπὸ χεῖρα τιθεὶς ἰδίαν τὸ ἀνθρώπινον γένος. ἔστι γὰρ αὐτὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προ- βάτων. 9∆ιότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ' αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.9 Λίθους μὲν γὰρ ἁγίους τοὺς ἐν τῇ γῇ τοῦ Θεοῦ κυλιο- μένους τοὺς ἐν ταῖς ἐκκλησίαις κατὰ καιροὺς ἁγίους, οἵπερ 2.428 ἂν γένοιντο μυσταγωγοὶ καὶ διδάσκαλοι κατωνομάσθαι φα- μέν. 447 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. σύμμορφοι γὰρ γεγόνασι τῷ λίθῳ τῷ ἐκλεκτῷ καὶ ἀκρογωνιαίῳ καὶ ἐντίμῳ, τῷ τεθειμένῳ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὰ θεμέλια Σιών· εἰ δὲ λίθος ὁ θεμέλιος, οἱ συναρμολογούμενοί τε καὶ συμβιβαζόμενοι καὶ εἰς ναὸν ἅγιον ἀνιστάμενοι τῷ Θεῷ, λίθοι κατ' αὐτὸν πιθανῶς ὀνο- μάζονται. κυλίεσθαι γεμὴν αὐτοὺς εὖ μάλα φησὶ, τὸ ὡς οἶμαι πρὸς πᾶν ὁτιοῦν τῶν ἁγίων οἱονείπως εὔστροφον καὶ γοργὸν, διὰ τούτου σημαίνων. οἱ γάρ τοι περιφερεῖς, ἤγουν σφαιροειδεῖς τῶν λίθων, ὄκνου πως εἰσὶν ἀμείνους, καὶ τῶν ἄλλων εἰς κίνησιν ἑτοιμότεροι, εἴ τις ἕλοιτο κινεῖν· εὐάγω- γος δὲ λίαν εἰς τὸ Θεῷ δοκοῦν τῶν ἁγίων ὁ νοῦς. οὕτως ἡμῖν ἐχόντων τῶν λίθων, πρέποι ἂν ἡμᾶς διακεῖσθαι καὶ ἀραρότως. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ' αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ τὰ πάντα ἡμῖν τὰ πρὸς εὐσέβειαν καὶ ζωὴν διανέμοντος Θεοῦ. ποῖα δὲ ταῦτά ἐστι; σῖτος νεανίσκοις, καὶ οἶνος εὐωδιάζων εἰς παρθένους. τοῖς μὲν γὰρ ἀνδριζο- μένοις καὶ νεανικῷ φρονήματι πρὸς τὸ αὐτῷ δοκοῦν ἀπο- νενευκόσι, καὶ πληροῦν ἑλομένοις τὸ ἀγαθὸν, δοθήσεται παρ' αὐτοῦ καὶ ἔτι μείζων ἰσχὺς, ὡς ἐν σίτῳ νοουμένη. στηρίζει γὰρ ἄρτος καρδίαν ἀνθρώπου. τοῖς γεμὴν ἤδη διηγνισμένοις, καὶ ἀμόλυντον ἔχουσι τὸν νοῦν, οἳ καὶ σεμναῖς καὶ ἁγίαις παρθένοις παρεικάζοιντο ἂν εἰκότως, οἶνος δοθήσεται νοητὸς, ἡ περὶ Θεοῦ δηλονότι σαφής τε καὶ ἀκιβδήλευτος γνῶσις, ἡ κατευφραίνουσα καρδίαν ἀνθρώπου. οὐκοῦν νεανίσκοι τε καὶ παρθένοι, οἱ κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας λόγους, εἰς εὐρεῖάν τε καὶ ἀμφιλαφῆ μέθεξιν τῶν ἄνωθεν ἀγαθῶν κεκλήσονταί τε εἰκότως, καὶ δὴ ἀκούσονται Θεοῦ 2.429 λέγοντος "Φάγετε καὶ πίετε, καὶ μεθύσθητε οἱ πλησίον." πλησίον γὰρ οἱ τοιοίδε Θεοῦ· καὶ οὐ σχέσεσι τοπικαῖς· ληρία γὰρ τοῦτο νοεῖν ἢ φράσαι· παραστήματι δὲ δια- νοίας τῷ λίαν ἀλκιμωτάτῳ, καὶ τῇ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἐφέσει καὶ ἀγάπῃ τῇ εἰς αὐτόν. ὥσπερ γὰρ ἐξίστησιν ἡμᾶς καὶ οἷον ἀποφέρει μακρὰν ἡ φαυλότης· οὕτω Θεῷ παρίστησιν ἡ ἀρετὴ, τὸ διιστᾶν ἡμᾶς καὶ μεσολαβοῦν ἐκ μέσου γενέσθαι παρασκευάζουσα, φημὶ δὴ τὴν ἁμαρτίαν. 9Αἰτεῖσθε ὑετὸν παρὰ Κυρίου καθ' ὥραν, πρώϊμον καὶ ὄψιμον.9 Ὥσπερ γὰρ οὔτ' ἂν σῖτος ἐν ἀγροῖς γένοιτ' ἂν πόνου δίχα, οὔτ' ἂν εὔβοτρύς τε καὶ εὔοινος ἀμπελών· οὕτω καὶ ἐν ἡμῖν οὐκ ἂν γένοιτό τις εὐκαρπία πνευματικὴ, μὴ οὐχὶ Θεοῦ καθιέντος ὑετοῦ δίκην εἰς νοῦν καὶ καρδίαν τῶν ἑαυτοῦ λο- γίων. τὴν ἀποκάλυψιν, καὶ γνῶσιν ἡμῖν οἱονείπως ἐνστά- ζοντος τοῦ τε ἀρχαίου καὶ νέου γράμματος, τουτέστι τοῦ νομικοῦ καὶ εὐαγγελικοῦ· ὑετοὶ γὰρ οἱ τοιοίδε πρώϊμός τε καὶ ὄψιμος εἶεν ἄν. ὅτι δὲ οὐκ ἀσυντελὴς εἰς ὄνησιν ἡ τοῦ νόμου γνῶσις καὶ θεωρία πνευματικὴ, παιδαγωγεῖ δὲ μᾶλ- λον ἡμᾶς διὰ τύπου καὶ σκιᾶς ἐπὶ τὸ Χριστοῦ μυστήριον, πιστώσεται λέγων αὐτὸς ὁ Σωτὴρ τοῖς Ἰουδαίων δήμοις "Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· "ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. "εἰ γὰρ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ "ἐμοῦ ἐκεῖνος ἔγραψεν." ἔφη δέ που καὶ περὶ τῶν γραμ- 2.430 ματέων καὶ Φαρισαίων, ὡς ἐκ νομικῆς παιδεύσεως καλου- μένων ἐπὶ τὸ ἄμεινον, τουτέστι τὴν εὐαγγελικήν "∆ιὰ "τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν "οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκ- "βάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά." οὐκοῦν αἰτοῦντες παρὰ Θεοῦ τήν τε νομικὴν καὶ εὐαγγελικὴν ἐπι- στήμην, ἀξίους τε τοῦ λαβεῖν ἑαυτοὺς παραστήσαντες, ληψόμεθα πάντως, καὶ τοὺς εἰς νοῦν ἔσω πληρώσομεν θησαυροὺς, τὰ παλαιά τε καὶ νέα συλλέγοντες, πλείστης τε ὅσης πνευματικῆς εὐκαρπίας ἀναμεστοῦντες τὸν νοῦν. 9Κύριος ἐποίησε φαντασίας, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διὰ τοῦτο ἐξηράνθησαν ὡς οὐκ ἔχοντες ὑετὸν, καὶ ἐκακώθησαν ὡς πρόβατα; διότι οὐκ ἦν ἴασις.9 Ὠδίνει τινὰ κεκρυμμένην ἔννοιαν τὸ προκείμενον, ἣν ἀναγκαῖον οἶμαί που προδιατρανοῦσθαι σαφῶς, συνεῖεν γὰρ ἂν 448 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. οὕτω τῶν τοῦ Προφήτου ῥημάτων τὸν σκοπὸν οἱ φιλ- επιστήμονες. ἦν μὲν γὰρ ὁ λόγος αὐτῷ περὶ τῶν ἁγίων, οὓς καὶ λίθους ἁγίους ὠνόμαζε, σῖτόν τε αὐτοῖς ὅτι μάλιστα πρέπειν ἔφασκεν, ὡς ἀνδριζομένοις, ἤγουν νεανίσκοις, καὶ μὴν καὶ οἶνον εὐωδιάζοντα, διά τοι τὸ εἶναι παρθένους, τουτ- έστιν ἁγνούς τε καὶ ἀβεβήλους. "Οἱ γὰρ τοῦ Χριστοῦ "̓Ιησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ "ταῖς ἐπιθυμίαις," καθά φησιν ὁ θεσπέσιος Παῦλος. αἰτεῖν 2.431 δὲ αὐτοῖς προστέταχε καὶ ὑετὸν πρώϊμόν τε καὶ ὄψιμον· εἶτα μεταξὺ τῆς περὶ τῶν πλανωμένων παρεισβαλούσης μνήμης, τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ μήτε σῖτον μήτε μὴν οἶνον ἔχειν αὐτοὺς, ἀλλ' οὐδὲ ὑετοῖς κατ- αρδεύεσθαι τοῖς νοητοῖς, ὡς ἐντεῦθεν αὐτοὺς μὴ ἔχειν ἐν ἀγρῷ βοτάνην. καὶ ὁ μὲν λόγος ὡς ἐπὶ πραγμάτων ἐκπεποίηται τῶν αἰσθητῶν· ἡ γεμὴν ἐν αὐτοῖς θεωρία λεπτή τε ἄγαν ἐστὶ καὶ πολὺ λίαν ἔχουσα τὸ εἰλικρινές. Θεοῦ γάρ φησι ποιοῦντος φαντασίας, τουτέστιν ἀστραπὰς, καὶ ὑετὸν τῇ γῇ τὸν χειμέριον καταχέοντος, ὅς ἐστι καὶ χρήσιμος, καὶ μὴν καὶ ἑκάστῳ, τῶν ἐν ἀγροῖς κτηνῶν δηλονότι, διδόντος βοτάνην, πεπλανήκασιν ἐκείνους οἱ ἀποφθεγγόμενοι, τουτέστιν, οἱ ψευ- δοεπεῖς τε καὶ ψευδηγόροι καὶ μαντείας λέγοντες τὰς ἀπό γε τῆς σφῶν καρδίας· οὗτοι λελαλήκασι κόπους, τουτέστιν οὐ τὰ εἰς ἀνάπαυσιν τοῖς πιστεύουσιν αὐτοῖς, ἀλλὰ δι' ὧν ἦν ἀνάγκη καμεῖν, Θεῷ προσκρούοντας καὶ παρορωμένους· οἱ δέ γε μάντεις καὶ τὰ ἐνύπνια ψευδῆ παρεκάλουν, ἐνηχοῦντες αὐ- τοῖς δηλονότι τὰ καταθύμια, καὶ χρησταῖς μὲν ἐλπίσι κατα- πιαίνοντες, φάσκοντες δὲ ἀληθὲς οὐδέν· ἀλλ' εἰς ἀπάτην καὶ πλάνησιν ἀποφέροντες, καὶ ἥκιστα μὲν καταδεικνύντες σφίσι τὸν τῶν πνευματικῶν δοτῆρα καὶ χορηγόν· ἀναπείθοντες δὲ μᾶλλον αἰτεῖν τὴν εὐημερίαν παρὰ τῶν ψευδωνύμων θεῶν. ταύτῃτοί φησιν Ἐξηράνθησαν ὡς οὐκ ἔχοντες ὑετὸν καὶ ἐκακώ- θησαν ὡς πρόβατα. οὐ γὰρ ἦν βοτάνη, οὐκ ἦν ἴασις. οὐ γὰρ ἦν ἐν αὐτοῖς ὁ καταδεσμῶν τὸ συντετριμμένον, ὁ ἀνιστὰς τὸ κατεῤῥαγμένον, ὁ ἀνακτώμενος τὸ κεκακωμένον. Προσεκτέον δὴ οὖν, οὐχὶ τοῖς ἀποφθεγγομένοις τὰ μάταια, 2.432 ψευδοεπέσι τε καὶ βωμολόχοις καὶ ἐνυπνιασταῖς· Θεῷ δὲ δὴ μᾶλλον τῷ
Twelve Prophets Zechariah Tomos 5 opening§zechariah-t5-open
zechariah-t5-openZechariah Tomos 5.
Zechariah Tomos 5: shepherd vessels; thirty pieces toward Christ.
Greek · §zechariah-t5-open
ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ. Καὶ εἶπε Κύριος πρὸς μέ Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου, διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν, τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται, καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ, καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται, καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθυνεῖ, καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει.9 Τοῦ ἀγαθοῦ ποιμένος, σοφοῦ τε καὶ ἐπιστήμονος, τουτέστι Χριστοῦ, τὰς δύο ῥάβδους ἀποῤῥίψαντός τε καὶ διασκεδά- σαντος ταῖς τῶν Χαναναίων χώραις, κατὰ τοὺς ἤδη προ- αποδεδομένους τρόπους· οἱ μὲν ἐγνώκασιν ὅτι Λόγος Κυρίου ἐστί. πεπιστεύκασι γὰρ, ὡς ἔφην, ὅτι καίτοι παρὰ Θεοῦ καὶ Πατρὸς ἀποῤῥήτως γεγεννημένος ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Λόγος, ἐπειδὴ γέγονε καθ' ἡμᾶς, κεχρημάτικέ τε τῶν ὅλων ἀρχιποίμην, προὔθηκεν 463 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. αὐτοῖς εἰς μυσταγωγίαν καὶ εἰς εἴδησιν ἀκριβῆ τοῦ καθ' ἑαυτὸν μυστηρίου τήν τε εὐαγγε- λικὴν παίδευσιν καὶ φωταγωγίαν, καὶ μέντοι καὶ τὴν νομικήν. 2.470 ταύτας γὰρ εἶναι τὰς δύο ῥάβδους ἐλέγομεν, δι' ὧν ἡμᾶς καταποιμαίνει Χριστὸς "ἐν νομῇ ἀγαθῇ καὶ ἐν τόπῳ πίονι" καθὰ γέγραπται. ἀλλ' οὐ συνέντες Ἰουδαῖοι τὸ μυστήριον, ἠγνοηκότες δὲ καὶ τὴν ῥάβδον τὴν καλὴν, τουτέστι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, καὶ προσέτι τούτοις τὴν ἑτέραν ἀτιμάσαντες ῥάβδον, ᾗ ὄνομα Σχοίνισμα, τουτέστι τὸν διὰ Μωυσέως νόμον, οὐ προσήκαντο μὲν τὴν πίστιν, ἠγνοήκασι δὲ τὸν διὰ νόμου καὶ προφητῶν προηγορευμένον· καὶ τοῦτο αὐτοῖς ἐναργῶς αὐτὸς ἔφασκεν ὁ Σωτήρ "Μὴ δοκεῖτε ὅτι "ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατη- "γορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. εἰ γὰρ "ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ "ἐκεῖνος ἔγραψεν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύ- "ετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;" ἔστι τοίνυν οὐδαμόθεν ἀμφίλογον, ὡς οὔτε τοῖς Μωυσέως πεπιστεύκασι γράμμασιν, οὔτε μὴν τοῖς τοῦ Σωτῆρος ῥήμασιν. Ἐπειδὴ δὲ τῆς ἀληθείας τὴν γνῶσιν οὐ παρεδέξαντο, ταύτῃτοι, καθά φησιν ὁ σοφώτατος Παῦλος "πέμψει αὐτοῖς "ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ "ψεύδει·" ἐνέργειαν δὲ πλάνης τὸν ἀντίχριστον εἶναί φησιν, ᾧ προστεθέντες Ἰουδαῖοι κατακριθήσονται. καὶ πιστώσεται λέγων αὐτοῖς ὁ Σωτὴρ ἀπειθεῖν ᾑρημένοις "Ἐγὼ ἐλήλυθα "ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· "ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε." ὅτι τοίνυν Ἰουδαῖοι ἔμελλον κατὰ καιροὺς πεφηνότα τὸν τῆς ἀνομίας υἱὸν ἀμελλητὶ παραδέχεσθαι, "τὸν ἀντικείμενον καὶ "ὑπεραιρόμενον ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε "αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν "ὅτι ἔστι Θεὸς," τὸν οὐκ εἰδότα ποιμαίνειν ὀρθῶς καὶ ἐπιστημόνως προανατυποῦσθαι κελεύει τῷ Προφήτῃ Θεὸς 2.471 οὕτω λέγων Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου. οἱ μὲν γὰρ τῶν ποιμένων ἐπιεικέστατοι, καὶ τῶν ἐν χερσὶ σπουδασμάτων ἐπιστήμονες, ἰσχνὰς ἔχουσι τὰς ῥάβδους, ἵν' εἰ γένοιτο τοῦ καταπαίειν καιρὸς, μὴ συνθραύ- ηται τὸ τυπτόμενον. εἰ δὲ δή τις εἴη τῶν οὐκ εἰδότων τὸ χρῆμα, καὶ ποιμενικῆς ἐπιστήμης ὡς ἀπωτάτω κείμενος, ἁδροτάτοις αὐτὰ συντρίβει ῥοπάλοις. καὶ ταῦτα οἶμαί ἐστι τὰ σκεύη τὰ ποιμενικὰ τοῦ ἀπείρου ποιμένος. ἐπειδὴ δὲ κατὰ καιροὺς ἔμελλεν ὁ τῆς ἀνομίας υἱὸς τὴν βασιλίδα τιμὴν περικείμενος, δοκεῖν ἐν τάξει ποιμένος ἀναδειχθήσεσθαι τοῖς ἐπὶ γῆς· φειδοῦς γεμὴν οὐδεμιᾶς ἀξιοῦν τοὺς ὑπὸ χεῖρα λαοὺς, ἢ καὶ τοὺς ἔξω χειρὸς, ταύτῃτοί φησιν Ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν, τὸ ἐκλιμπάνον οὐ μὴ ἐπι- σκέψηται. ὅμοιον ὡς εἰ λέγοι Τὸ ὀλισθῆσαν εἰς ὀλιγοπι- στίαν, οὐκ ἂν ἐπιῤῥώσειε ταῖς μυσταγωγίαις· τὸ διεσκορ- πισμένον οὐ μὴ ζητήσῃ, τὸ ἐκπεφοιτηκός φησι τῆς εὐθείας ὁδοῦ, καὶ τῆς ἀγέλης ἀποσκιρτᾶν εἰωθὸς, οὐ μὴ ζητήσῃ, τουτέστιν οὐκ ἂν μεταθείη πρὸς τὸ
Zechariah Tomos 5 rem early§zechariah-t5-rem-early
zechariah-t5-rem-earlyRem early: Zechariah Tomos 5; historia and theoria toward Christ.
Greek · §zechariah-t5-rem-early
ἄμεινόν τε καὶ ἔχον ὀρθῶς. τὸ συντετριμμένον οὐ μὴ ἰάσηται. συντρίβεται δέ τις, ἢ πονηρᾶς ἡδονῆς ἡττώμενος, καὶ οἷον οὐ φέρων τῆς φιλοσαρκίας τὸ βάρος· ἤγουν ταῖς τῶν ἀνοσίων αἱρετικῶν ἀπάταις συνηρπασμένος, καὶ ὑγιᾶ τὸν νοῦν οὐκ ἔχων εἴς γε τὸ χρῆναι πιστεύειν ὀρθῶς. τοῦτο πάλιν ὁ ἀγαθὸς ἰᾶται ποιμὴν, ὁ γεμὴν ἄπειρος οὐκέτι. τὸ ὁλόκληρον οὐ μὴ κατευθυνῇ, ἀλλὰ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει. πολεμήσει γὰρ τοῖς ἁγίοις ὁ τῆς ἀνομίας υἱὸς, καὶ ἀχάλινον αὐτοῖς ἐπαφεὶς τὴν 2.472 ὀργὴν, μονονουχὶ καὶ κρεανομήσει καὶ καταφάγεται θηρὸς ἀγρίου δίκην. ἐκστρέψει δὲ καὶ τοὺς ἀστραγάλους, ἵνα μή τις ἔχῃ τὸ ὀρθοποδεῖν δύνασθαι· καταβιάσεται γὰρ προσ- κυνεῖν αὐτῷ, καταπλήττων τοῖς θαύμασιν. ἔχει γὰρ "τὴν "παρουσίαν κατ' ἐνέργειαν τοῦ σατανᾶ," καὶ ἐν Βεελζεβοὺλ ποιήσει "τέρατα, ὥστε πλανᾶσθαι εἰ δυνατὸν καὶ τοὺς "ἐκλεκτοὺς," καὶ ᾗ φησὶν ὁ Σωτήρ "Οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ," μαινομένης κατὰ πάντων τῆς ἐκείνου πλεονεξίας· "διὰ δὲ τοὺς 464 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι." "ἀνελεῖ γὰρ αὐτὸν ὁ Κύριος τῷ πνεύματι, καὶ καταργήσει "τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ." 9Ὦ οἱ ποιμαίνοντες τὰ μάταια, καὶ οἱ καταλελοιπότες τὰ πρόβατα, μάχαιρα ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλω- θήσεται.9 Γεγονότος ἅπαξ τοῦ λόγου περὶ ποιμένος ἀπείρου, μονον- ουχὶ καὶ ἐπιστυγνάζει λοιπὸν τοῖς μὴ ἀγαθοῖς ποιμέσι, καὶ γενικωτάτῳ τρόπον τινὰ χρῆται λόγῳ, τὰ τοῖς ὧδε γνώμης ἔχουσι συμβησόμενα προαναφωνῶν. ἄθρει γὰρ ὅπως ὡς ἤδη τὰς τῆς ῥᾳθυμίας ἀποτιννύουσι δίκας τάχα που καὶ συναλγεῖ δι' ἔμφυτον ἡμερότητα, καὶ καταιτιᾶται μὲν, ὅτι ποιμένες γεγόνασι τῶν ματαίων, τουτέστι τῶν προσκαίρων ἐπιμεληταὶ, ῥᾴθυμοι δὲ οὕτως, ὡς ἐπιγάνυσθαι τοῖς προβά- τοις ἀθλίως διολωλόσιν. οἱ μὲν γὰρ πωλοῦντες ἔλεγον 2.473 "Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν·" οἱ δὲ κατέσφα- ζόν τε καὶ οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς· τοῦ γὰρ χρῆναι ποιμαίνειν ὀρθῶς οὐδεὶς ἦν ὅλως παρ' αὐτοῖς ὁ λόγος. τοι- οῦτοι δὲ ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, κλείοντες τὴν βασιλείαν τῶν οὐρανῶν, καθά φησιν ὁ Χριστὸς, καὶ μήτε αὐτοὶ εἰσερχόμενοι, μήτε μὴν ἑτέρους ἀφιέντες εἰσελθεῖν· ἀλλὰ περιάγοντες μὲν "τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ἵνα "ποιήσωσιν ἕνα προσήλυτον, εἰ δὲ δὴ γένοιτο, ποιοῦντες "αὐτὸν υἱὸν γεέννης διπλότερον ἑαυτῶν." Τί δὴ οὖν ἄρα τοῖς οὕτω πονηροῖς ποιμέσι συμβήσεται; μάχαιρά φησιν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ. λαμβάνεται δὲ ὁ βραχίων εἰς δύναμίν τε καὶ τύπον τῆς πνευματικῆς ἐνεργείας. καὶ γοῦν καὶ τῶν σφαζο- μένων ζῴων ἐν τῇ ἁγίᾳ σκηνῇ ἀπόλεκτον τῷ θείῳ θυσια- στηρίῳ μέρος ὁ βραχίων ἦν καὶ ἱερὸν ἀνάθημα τῷ Θεῷ· ὑποφαίνοντος οἶμαι τοῦ νόμου δι' αἰνίγματος, ὅτι Θεῷ τὴν ἰδίαν ἀναθετέον ἰσχὺν τὴν σωματικήν τε καὶ πνευματικήν. ὅτι δὲ ὁ βραχίων κατασημαίνει τὴν δύναμιν, πιστώσεταί τις τῶν ἁγίων, τῷ τῶν ὅλων Θεῷ προσπεφωνηκώς "Μεγέθει "βραχίονός σου ἀπολιθωθήτωσαν." ὁ δέ γε ὀφθαλμὸς εἰς νοῦ τύπον λαμβάνεται. πείσεται δὴ οὖν ὁ μὴ ποιμαίνων ὀρθῶς βραχίονός τε καὶ ὀφθαλμοῦ τὴν πήρωσιν, τουτέστιν, ἔρημος ἔσται καὶ πνευματικῆς ἰσχύος. οὐ γὰρ δυνήσεταί τι κατορ- θῶσαι τῶν ἀγαθῶν μὴ ἐνισχύοντος Θεοῦ· κατασκοτισθή- σεται δὲ καὶ τὸν νοῦν, ἀμέτοχος τοῦ θείου φωτὸς ὑπάρχων τε καὶ νοούμενος. οὐ γὰρ δυνήσεται λέγειν ἐκ παῤῥησίας " Οτι σὺ φωτιεῖς λύχνον μου Κύριε, ὁ Θεός μου φωτιεῖς "τὸ σκότος μου." δεξιός τε βραχίων ὁ τῇ μαχαίρᾳ τεμνό- 2.474 μενος, καὶ μὴν καὶ ὀφθαλμὸς ὁ τυφλούμενος. δεξιὸν γὰρ οὐδὲν παρὰ τοῖς Ἰουδαίων δήμοις, οὐ πρᾶξις ἀγαθὴ, οὐκ ἰσχὺς ἡ ἐν τούτοις, οὐ τὰ ἐκ θείου φωτὸς εἰς νοῦν καὶ καρδίαν. ὡς γὰρ ὁ Παῦλός φησιν "Ἄχρι σήμερον ἡνίκα "ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται." ψάλλει δέ που καὶ ὁ ∆αυεὶδ περὶ αὐτῶν "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν." σκαιὰ δὴ οὖν ἅπαντα τὰ παρ' αὐτοῖς, κἂν τρόπον εἴπῃς, κἂν νόημα, κἂν ἕτερόν τι τῶν προσεῖναι πεπιστευμένων. τῶν μὲν γὰρ ἀριστερῶν ἡ ἀφαίρεσις ὀνήσῃ ἂν οἶδ' ὅτι τοὺς ὑπομένοντας· ἀποβολὴ γὰρ σκαιότητος, αἰτίας τε καὶ μώμου παντὸς ἀπαλλάξειεν ἂν αὐτούς. ἀδικήσειε δ' ἂν οὐ μετρίως ἡ τῶν δεξιῶν ἀπόθεσις· ἀποφέρει γὰρ πάντως εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα. ἀλλ' Ἰουδαίοις μὲν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ ἐν στερήσει γενέσθαι τῶν δεξιῶν· ἡμῖν δὲ τοῖς ἐν Χριστῷ τὸ ἐν ἀποβολῇ γενέσθαι σκαιότητος, καὶ τοῖς δεξιοῖς ἐναβρύνεσθαι. 9Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ, λέγει Κύριος, ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ.9 Ἀποχρῶσαν εὖ μάλα ποιησάμενος τὴν ἀφήγησιν τὴν ἐπί γε φημὶ τῷ ἀγαθῷ ποιμένι, τουτέστι Χριστῷ, καὶ μέντοι τὴν ἐπί γε τῷ ἀπείρῳ τε καὶ ὠμοτάτῳ καὶ κρεανο- μοῦντι τὰ πρόβατα· τοῦτον δὲ εἶναί φαμεν τὸν ἀντίχριστον· 2.475 διαμέμνηται χρησίμως καὶ τῶν ἐσομένων κατὰ καιροὺς διωγμῶν κατά τε τοῦ Ἰσραήλ· καὶ οὐχὶ 465 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. δήπου πάντως τοῦ κατὰ σάρκα, μᾶλλον δὲ τοῦ νοητοῦ· καὶ τῆς ἁγίας ὄντως Ἱερουσαλὴμ, "ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος." ὥσπερ γὰρ εἶναί φαμεν νοητὸν Ἰουδαῖον, τὸν ἔχοντα περι- τομὴν ἐν καρδίᾳ, τὴν διὰ τοῦ πνεύματος, καὶ οὐχὶ δὴ πάντως τὴν ἐν σαρκὶ διὰ γράμματος· οὕτω καὶ Ἰσραὴλ νοεῖσθαι φαίη τις ἂν, οὐχὶ πάντως τὸν ἐξ αἵματος Ἰσραὴλ, ἐκεῖνον δὲ μᾶλλον, ὃς ἔχει τὸν νοῦν ὁρῶντα Θεόν. τοιοῦτοι δὲ μᾶλλον πάντες οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν κεκλημένοι πρὸς ἁγιασμὸν, ἐπεγνωκότες τε δι' αὐτοῦ καὶ ἐν αὐτῷ τὸν Θεὸν καὶ Πατέρα. θεοπτίας γὰρ οὗτος εἷς τρόπος ὁ ἀτρεκὴς καὶ ἐξαίρετος. Λαμβάνεται τοίνυν ὁ λόγος ἐπὶ τὸν ἀρτίως ἡμῖν εἰρημένον Ἰσραήλ. ὅτι δέ ἐστι παναλκὴς ὁ τῶν ὅλων ∆ημιουργὸς, ὁ τὴν ἐπὶ τούτοις ἡμῖν ποιούμενος προανάῤῥησιν, ἀποφαίνει λέγων Ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. δέχεται γὰρ, φησὶν, ἐπὶ τὸν Ἰσραὴλ τὸ λῆμμα τοῦ λόγου Θεὸς ὁ πάντα ἰσχύων, καὶ "ἐκτείνων μὲν ὡσεὶ δέῤῥιν τὸν οὐρανὸν," κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἑδραιοτάτην τε οὕτως ἀποφήνας τὴν γῆν, ὡς ἀεί τε καὶ διὰ παντὸς ἀκλονήτως ἔχειν, καίτοι τεθεμελιωμένην ἐπὶ θαλασσῶν· ἔφη γὰρ οὕτως ἡ θεόπνευ- στος γραφή. αὐτὸς ὁ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. ὁ δὲ δὴ τῶν οὕτω μεγάλων δημιουργὸς καὶ τεχνίτης, πῶς οὐκ ἂν ἀνιδρωτὶ καὶ μάλα εὐκόλως τὸ αὐτῷ δοκοῦν ἀπο- περαίνῃ; πλάσσεται δὲ παρὰ Θεοῦ πνεῦμα ἀνθρώπου ἐν αὐτῷ, οὐκ εἰς ἀρχὰς τοῦ εἶναι καλούμενον, εἰ καὶ γέγονε δι' αὐτοῦ, 2.476 ἀλλ' οἷον μεταμορφούμενον, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐξ ἀνανδρίας εἰς ὑπομονὴν, καὶ ἁπαξαπλῶς ἐκ τῶν αἰσχιόνων εἰς τὰ ἀμείνω μεταστοιχειούμενον νοητῶς. ψάλλει δέ που καὶ ὁ θεσπέσιος ∆αυείδ "Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ "ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου." καὶ οὐ δήπου φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, καρδίαν ἢ πνεῦμα βούλεσθαι λαβεῖν, ὡς οὐκ ἔχοντα τὴν ἀρχήν· οἰηθείη δ' ἂν μᾶλλον ἐν αὐτῷ κτίζεσθαι παρ
Zechariah Tomos 5 rem mid§zechariah-t5-rem-mid
zechariah-t5-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §zechariah-t5-rem-mid
ακαλεῖν καρδίαν καθαρὰν καὶ πνεῦμα εὐθές. καὶ τοῦτό ἐστιν ὁ μεταπλασμός. ἔθος δὲ τοῖς ἁγίοις προφήταις, εἰ δὴ μέλλοιεν οὐκ εὐκαταφρονή- των πραγμάτων ποιεῖσθαι προαφήγησιν, πανσθενῆ τε καὶ ἀλκιμώτατον προαναφαίνειν πειρᾶσθαι τὸν τῶν ὅλων Θεὸν, ἵνα πανταχόθεν ὁ λόγος αὐτοῖς ἔχοι τὸ βέβαιον εἰς πίστιν, κἂν εἴ τι λέγοιεν τῶν ἐλπίδος ἐπέκεινα, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἔννοιας τὰς ἐν ἡμῖν ἔξω τε τοῦ λόγου καὶ ἀπιστούμενον. 9Ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλήμ. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθή- σονται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.9 Ἐν τοῖς ἤδη προαπηγγελμένοις ὁ κατὰ τῆς Ἰουδαίας πόλεμος διὰ τῆς Ῥωμαίων ἐσόμενος στρατιᾶς εἴρηται σαφῶς. καὶ γοῦν ἔφασκε "Φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαι- 2.477 "πώρηκεν ἡ μεγαλωσύνη αὐτῶν·" καὶ μεθ' ἕτερα πάλιν "∆ιὰ τοῦτο οὐ φείσομαι οὐκ ἔτι ἐπὶ τοὺς κατοικοῦντας "τὴν γῆν, λέγει Κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς "ἀνθρώπους, ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ "εἰς χεῖρας βασιλέως αὐτοῦ. καὶ κατακόψουσι τὴν γῆν, "καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν." ἐν δέ γε τοῖς προκειμένοις, τοὺς κατὰ τῆς Ἐκκλησίας γεγονότας διωγμοὺς προαφηγεῖται σαφῶς. πεπολεμήκασι γὰρ τοῖς πιστεύσασιν εἰς Χριστόν· πρὸ μὲν γὰρ τῶν ἄλλων ἁπάντων οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, παραγγέλλοντες μὲν τοῖς ἁγίοις ἀποστόλοις μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ, μαστίζοντες δὲ καὶ ἐν συνεδρίοις αὐτοὺς, λιθοβολεῖσθαι δὲ αὐτοὺς παρασκευάζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀνοσιωτάτων δρῶντες καὶ λέγοντες; ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῶν ἐθνῶν χώραις ἐκπεφοίτηκεν ὁ λόγος ὁ περὶ Χριστοῦ, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων κατήκοοι γεγόνασιν οἱ ἐν αὐταῖς, ἕτεροι πάλιν γεγόνασι διωγμοὶ διὰ τῶν κατὰ καιροὺς καὶ κατὰ χώρας κεκρατηκότων οἳ, τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρείας 466 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. μεταποιεῖσθαι σπουδάζοντες καὶ διαβολικῆς ἀνοσιότητος ὑπουργοὶ γεγονότες, ἀπεκτόνασι τοὺς ἁγίους εἰς τοὺς ἐπὶ τοῖς μαρτυρίοις καλοῦντες ἀγῶνας. ἔδοξε δέ πως ἡ Ἐκκλησία καὶ πάσχειν εὐκόλως, ἐπαμύνοντος οὐδενὸς, ἐοικέναι τε προθύροις σεσαλευμένοις καὶ πίπτουσιν, ἢ καὶ λίθῳ καταπατουμένῳ. καίτοι γὰρ ἰσχύων ὁ τῶν ὅλων Σωτὴρ καὶ πάντα πόλεμον κατευνάσαι ῥᾳδίως, μᾶλλον δὲ καὶ ἀποστῆσαι παντελῶς τῶν σεβομένων αὐτὸν, καὶ ἀμείνους ἀποφῆναι παντὸς πειρασμοῦ καὶ τῆς τῶν ἐχθρῶν κατευ- μεγεθοῦντας χειρὸς, ἐφῆκεν οἰκονομικῶς καταλαμπρύνεσθαι 2.478 διὰ παθημάτων, ἵνα σύμμορφοι γεγονότες αὐτῷ, συνδοξα- σθεῖέν τε καὶ συμβασιλεύσειαν. εἰ γὰρ συμπάσχομεν, "καὶ "συμβασιλεύσομεν" αὐτῷ, κατὰ τὸ γεγραμμένον, καὶ εἰ "κοινωνοὶ τῶν παθημάτων" ἐσμὲν, ἀλλὰ καὶ τῆς δόξης ἐσό- μεθα. ἰδοὺ τοίνυν φησὶ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα. εἰ δὲ δήπου τοῦτο γένοιτο, καὶ ταχθείη περὶ αὐτὴν ἡ περιοχὴ, τουτέστιν ἡ παρὰ πάντων πολιορκία, καὶ ὅταν εἶναι δόξειεν ὡς λίθος καταπατούμενος, τότε πᾶς ὁ ἐμπαίζων ἐμπαίζεται. πέπρακται δὲ τοῦτο, καθάπερ ἔφην ἀρτίως, ἐν τοῖς κατὰ καιροὺς διωγμοῖς. ἐπεφύοντο γὰρ τοῖς ἁγίοις, κατὰ πολλοὺς αἰκίζοντες τρόπους, καὶ τάχα που καὶ ἀποθνήσκουσιν ἐπιμειδιῶντες οἱ τάλανες. οὐ γὰρ ᾔδεσαν, κατὰ τὸ εἰκὸς, τὸ ἐκ τοῦ παθεῖν εὐκλεὲς, καὶ ὅτι πρὸς εὐθυμίας αὐτοῖς τῆς διηνεκοῦς ἔσται δὴ πάντως ὁ πόνος. ἄθρει δὴ ὅπως οὐ τῆς τῶν ἐθνῶν ἰσχύος ἔργον εἶναί φησι, τὸ καταπατηθήσεσθαι τὴν Ἐκκλησίαν· ἀλλὰ τῆς αὐτοῦ βουλῆς ἐφιέντος, ὡς ἔφην, διὰ παθημάτων τελειοῦσθαι τοὺς ἰδίους προσκυνητάς. ἰδοὺ γάρ φησιν ἐγὼ τίθημι τὴν Ἱερου- σαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ. τούτῳ παραπλήσιον ἐκεῖνο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς εὖ μάλα σαφῶς εἰρημένον πρὸς Πιλάτον "Οὐκ εἶχες "οὐδεμίαν ἐξουσίαν κατ' ἐμοῦ, εἰ μὴ ἦν δεδομένον σοι "ἄνωθεν·" φαίη δ' ἂν εἰκότως ἡ νοητὴ πάλιν Ἱερουσαλὴμ, τουτέστιν ἡ Ἐκκλησία, τῷ διώκοντι κόσμῳ Οὐκ εἶχες κατ' ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν. 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει· 2.479 ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει.9 Ὅτι καὶ πάντα κατευνάσει πόλεμον, καὶ ἀπράκτους ἀπο- φανεῖ τὰς τῶν διωκτῶν ἐφόδους, δίδωσι νοεῖν, ἵππον τε καὶ ἀναβάτην πατάξειν εἰπὼ ἐν ἐκστάσει τε καὶ παραφρονήσει καὶ μὴν καὶ ἀποτυφλώσει. ἔστι δὲ οἶμαι ταυτὸν τὸ παθεῖν τὴν ἔκστασιν τῷ ὑπομεῖναι τὴν παραφρόνησιν. τὸ γὰρ ἔξω γενέσθαι φρενὸς, ἔκστασις ἂν νοοῖτο, καὶ μάλα εἰκότως. οὗ δὴ γεγονότος καὶ τοῖς φονῶσι συμβεβηκότος, περιέσται που πάντως τοῖς ἁγίοις εἰπεῖν περὶ τῶν σφισι μεμαχημένων "Οἱ "ἐχθροὶ ἡμῶν ἀνόητοι," καὶ μὴν καί "Οὗτοι ἐν ἅρμασι καὶ "οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν "μεγαλυνθησόμεθα. αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, "ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνορθώθημεν." παραφρονήσειε δ' ἂν καὶ ἑτέρως ὁ ταῖς τῶν ἁγίων ἀνεξικακίαις ἀνοσίως ἐπιπηδῶν, καὶ ἀδόκητον ὑπομενεῖ τὴν ἔκστασιν, ἤτοι τὸ θαῦμα, τεθεαμένος ὅτι νικῶσιν ἐν συμφοραῖς, καὶ στεφα- νοῦνται πεσόντες, κἂν ἡττῆσθαι δοκοῖεν, τότε δὴ μάλιστα κρατοῦσι μειζόνως· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔν γε δὴ μάλιστα τῷ παθεῖν αὐτοὺς ὁρῶνται εὐκλεεῖς, καὶ τῷ μεγέθει τῶν πόνων συμπαρομαρτοῦσαν ἔχουσι τὴν ἄνωθεν χάριν. εἶτα πῶς οὐκ ἂν καταπλήξειαν τοὺς μεμαχημένους οἱ μακάριοι μάρτυρες, καὶ αὐτὸν νικῶντες τὸν σατανᾶν, καὶ πονηροῖς μὲν καὶ ἀκαθάρτοις ἐπιτιμῶντες πνεύμασι· πολὺ δὲ τὸ θαῦμα τῆς ἐνούσης εὐκλείας αὐτοῖς ἐνιέντες ἔσθ' ὅτε καὶ αὐτοῖς τοῖς ἀνῃρηκόσιν; οὐκοῦν ἱππότην τε ἅμα καὶ ἵππον πατάξειν ἐπαγγέλλεται· ἵνα νοῶμεν τὰς τῶν πολεμίων φάλαγγας, τὰς ταῖς τῶν ἁγίων ἐπιεικείαις ἀντιτεταγμένας. 2.480 Ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξειν ἔφη τοὺς ὀφθαλμούς. καὶ Ἰούδαν μὲν ἐν τούτοις τὸν ἐκ ῥίζης Ἰεσσαὶ καὶ 467 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐκ τῆς Ἰούδα φυλῆς πεφηνότα Χριστὸν ὀνομάζει· οἶκον δὲ αὐτοῦ τὴν Ἐκκλησίαν, ἤτοι τῶν ἐν πίστει δεδικαιωμένων τὴν ἁγίαν πληθύν. τὴν δέ γε τῶν ὀφθαλμῶν διάνοιξιν ἐκεῖνο οἶμαι δηλοῦν, ὅτι πολὺ λίαν ἀμφιλαφεῖ καὶ οἷον ὅλῳ βλέμματι κατασκέψεται· σημεῖον δ' ἂν γένοιτο τοῦτο σαφὲς τῆς ἐπ' αὐτοῖς εὐμενείας καὶ μέντοι φειδοῦς καὶ ἀγάπης. γέγραπται γὰρ ὅτι "Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους." καὶ οὓς ἂν ἐπι- βλέψειε, τούτους δὴ πάντως τρισμακαρίους ἀποφαίνει, εἴπερ ἐστὶν εἰπεῖν οὐ διεψευσμένως, ὡς κολάζει μὲν ταῖς ἀποστρο- φαῖς τὸν ὑβριστήν τε καὶ ἁλιτήριον, κατευφραίνει γεμὴν ταῖς ἐπισκέψεσι τὸν εὐσεβῆ καὶ φιλάρετον. καὶ γοῦν ὁ θεσπέ- σιος ∆αυεὶδ, καὶ τὴν ἐκ τῆς ἀποστροφῆς ζημίαν καὶ τὸ ἐκ τῆς ἐπισκέψεως κέρδος ἐμφανὲς καθιστὰς, ποτὲ μὲν ἔφασκε "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ μὴ "ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου·" ποτὲ δὲ δὴ αὖ "̓Επίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με." ἕψεται γὰρ πάντως ταῖς ἀποστροφαῖς ὁ θυμὸς καὶ τὰ
Zechariah Tomos 5 rem close CLOSEOUT§zechariah-t5-rem-close
zechariah-t5-rem-closeRem CLOSEOUT: Zechariah Tomos 5 CLOSEOUT.
Greek · §zechariah-t5-rem-close
ἐξ αὐτοῦ συμβαίνοντα· τῷ γεμὴν ἐπιβλέψαι τὸ χρῆναι λαβεῖν τὸν ἔλεον. 9Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα πάντες ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν.9 Χιλιάρχους μὲν Ἰούδα τοὺς ἁγίους ἀποστόλους κατωνο- μάσθαι φαμὲν, τοὺς οἷον ἐν τάξει στρατηγῶν κεχειροτονη- 2.481 μένους παρὰ Χριστοῦ, καὶ καθηγεῖσθαι λαχόντας τοῦ Ἰούδα, τουτέστι τῶν κεκλημένων εἰς ἐξομολόγησίν τε καὶ αἶνον. αἶνος γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. εἶεν δ' ἂν οὗτοι πάντες οἱ ἐξ ἐθνῶν, οἷς καὶ τὸ χρῆναι δοξολογεῖν τὸν Ἐμμανουὴλ ὁ θεσπέσιος μελῳδὸς ἐπιτάττει λέγων ἐν πνεύματι "Εὐλο- "γεῖτε ἔθνη τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσασθε τὴν φωνὴν "τῆς αἰνέσεως αὐτοῦ." Ἰούδας τοίνυν ἐν τούτοις οἱ διὰ πίστεως κεκλημένοι πρὸς αἶνόν τε καὶ ἐξομολόγησιν· χιλί- αρχοι γεμὴν οἱ ἐπ' αὐτοῖς τεταγμένοι, ταξίαρχοί τε καὶ ἡγεμόνες, οἱ θεσπέσιοι μαθηταί. ἔστι γοῦν ἰδεῖν, οἷά τισι στρατιώταις, τοῖς τοῦ Σωτῆρος προσκυνηταῖς διακεκραγότας τε καὶ λέγοντας "Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν "ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, "καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου "τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, "ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρω- "μένα σβέσαι. καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, "καὶ τὴν μάχαιραν τοῦ Πνεύματος ὅ ἐστι ῥῆμα Θεοῦ." χρῆναι δὲ ἡμᾶς ὁρᾶσθαι λαμπροὺς καὶ τὴν εὐδόκιμον κατορ- θοῦντας ζωὴν καὶ ὁ θεσπέσιος ἔφη Παῦλος "∆ιὰ τῶν "ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν," καὶ πρός γε δὴ τούτοις, τὰς τῶν ἐναντίων φάλαγγας μο- νονουχὶ κατεδείκνυ λέγων "Τοῦ λοιποῦ, ἐνδυναμοῦσθε ἐν "Χριστῷ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. οὐ γάρ "ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς "ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ "σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς "ἐπουρανίοις." Χιλίαρχοι δὴ οὖν, καὶ μάλα εἰκότως, οἱ θεσπέσιοι μαθηταὶ, 2.482 οἳ καὶ ἐροῦσί φησιν ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν. ἐπεθύμουν μὲν γὰρ οἱ θεσπέσιοι μαθηταὶ τὴν ἁγίαν ὄντως Ἱερουσαλὴμ, τουτέστι τὴν Ἐκκλησίαν, μεμεστωμένην ὁρᾶσθαι προσκυνητῶν, καὶ οἷά τινα πόλιν περιφανῆ καὶ ἀοίδιμον πολυάνδρῳ πληθύϊ τῶν ἐνοικούντων εὖ μάλα κατα- σεμνύνεσθαι. καὶ γοῦν διεκήρυττον τὴν πίστιν, εὐηγγελί- ζοντο τὸν Ἰησοῦν, σημείοις τε καὶ τέρασιν ἐπισφραγιζόμενοι τοὺς παρ' ἑαυτῶν λόγους. πλὴν οὐκ ἔπιθον τὸν Ἰσραήλ· ἀπομεμένηκε δὴ σκληρός τε καὶ ἀκαμπὴς καὶ οἷον ἵππος ἐξήνιος. ταύτῃτοι λοιπὸν ἐζήτουν ἑαυτοῖς τοὺς κατοικοῦντας τὴν ἁγίαν πόλιν ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν, τουτέστιν ἐν Χριστῷ, καὶ δὴ καὶ ἐτράποντο πρὸς τὰ ἔθνη, τοῖς Ἰουδαίων δήμοις ἐπιφωνήσαντες "Ὑμῖν ἦν ἀναγκαῖον "πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπω- "θεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου "ζωῆς, ἰδοὺ στρεφόμεθα 468 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. εἰς τὰ ἔθνη, οὕτω γὰρ ἡμῖν "ἐντέταλται ὁ Θεός." ἐκεῖθεν ἐζήτησαν τοὺς τῆς Ἐκκλησίας πολίτας, ἧς καὶ ὁ θεσπέσιος ∆αυεὶδ διαμέμνηται λέγων "∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ." ζητήσαντες δὲ πεπλουτήκασι, συνεκόμισάν τε πληθὺν τὴν ἀριθμοῦ κρείττονα, καὶ δὴ καί φασι τῇ ἁγίᾳ πόλει "Πλά- "τυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, "πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ "τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ "εἰς τὰ ἀριστερὰ ἐκπέτασον." ἡ δὲ τῷ πλήθει τῶν κατοι- κούντων αὐτὴν ἐπιγάνυται, μόνον δὲ οὐχὶ καταθαυμάζουσα 2.483 τῶν ἰδίων τέκνων τὴν ὁμήγυριν, φησίν "Ἐγὼ δὲ ἄτεκνος "καὶ χήρα, τούτους δὲ τίς ἐγέννησέ μοι, οὗτοι δέ μοι ποῦ "ἦσαν;" 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν.9 Χιλιάρχους μὲν Ἰούδα, καθάπερ ἤδη προεῖπον, τοὺς ἁγίους ἀποστόλους, ἢ καὶ ἅπαντας ἁπλῶς τοὺς τῶν ἁγίων ἐκκλησιῶν ἡγουμένους ἀποκαλεῖ· κατευμεγεθήσειν τε οὕτω τῆς τῶν ἐθνῶν καρδίας τὸν παρ' αὐτῶν ἔφη λόγον, ἤγουν τὴν μυσταγωγίαν, ὡς δοκεῖν δαλὸν μὲν ξύλοις ἐμπεπτωκέναι, λαμπάδα γεμὴν εἰς καλάμην τὴν εὐκατάπρηστον. κατα- φάγονται γάρ φησι πάντας τοὺς λαοὺς ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων κυκλόθεν, τουτέστιν, οὗπερ ἂν ἰέναι βούλοιντο, πάντη τε καὶ πάντως ἐκεῖ δυνήσονται, καλοῦντες εἰς αἴσθη- σιν καὶ, οἷον πυρὶ τῷ θείῳ καὶ νοητῷ, καταθάλποντες τοὺς ἀπεψυγμένους. ἔφη τι τοιοῦτον ὁ τῶν ὅλων Θεὸς καὶ πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν "Ἰδοὺ δέδωκα τοὺς λόγους "μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ "καταφάγεται αὐτοὺς," ἀντὶ τοῦ Καλέσει πρὸς αἴσθησιν καὶ ἀπεψυγμένους εἰς ἁμαρτίαν, θερμοὺς δὴ πάλιν ἀποτε- λέσει τῷ πνεύματι. ἀπέψυκται μὲν γὰρ ἡ τῶν πλανωμένων καρδία, καὶ νεκρὸν ἔχουσι τὸν νοῦν, προσκυνοῦντες "τῇ "κτίσει παρὰ τὸν κτίσαντα" Θεὸν, ξύλοις τε καὶ λίθοις ἀνατιθέντες τὸ σέβας. Ἐπειδὰν δὲ τὸν θεῖον εἰσδέξονται λόγον, ζέοντες, ὡς 2.484 ἔφην, ἀποτελοῦνται τῷ πνεύματι, θερμοὶ πρὸς δικαιοσύ- νην· βεβαπτίσμεθα γὰρ καθά φησιν ὁ θεσπέσιος Ἰωάννης "Πνεύματι Ἁγίῳ καὶ πυρὶ" τῷ νοητῷ, καθάπερ τινὰ συρφετὸν, δαπανᾶν εἰωθότι τὴν ταῖς ἡμετέραις ψυχαῖς ἐνι- ζήσασαν ἁμαρτίαν καὶ τοὺς τῆς φιλοσαρκίας ἐκτήκοντι ῥύπους. εἴρηται γοῦν πρός τινα καὶ διὰ φωνῆς Ἡσαΐου " Οτι ἔχεις ἄνθρακας πυρὸς, κάθησαι ἐπ' αὐτοὺς, οὗτοι "ἔσονταί σοι βοήθεια·" καὶ μὴν καὶ αὐτὸς περὶ ἑαυτοῦ φησι "Καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν Σεραφὶμ, καὶ "ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα πυρὸς, ὃν τῇ λαβίδι ἔλαβεν "ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου καὶ "εἶπεν Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ "τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ." ἄνθρακά που, κατά γε τὸ εἰκὸς, τὸν θεῖόν τε καὶ ἱερώτατον καὶ ἁμαρτίας ἐκτήκοντα Χριστὸν εἶναι λέγων. οὐκοῦν γεγό- νασι μὲν ὡς δαλὸς πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδες πυρὸς εἰς καλάμην οἱ θεσπέσιοι μαθηταὶ καὶ κατέφαγον μὲν τὰ ἔθνη κυκλόθεν· πλὴν οὐ δαπανῶντες εἰς ὄλεθρον, καταφλέ- γοντες δὲ μᾶλλον τῆς ἐν αὐτοῖς ψευδωνύμου γνώσεως τὰ μιαρά τε καὶ βέβηλα δόγματα, καὶ τῆς ἀρχαίας ἀπάτης τὸν ῥύπον ἐκτήκοντες, ἀποψύγεσθαι δὲ οὐκ ἐῶντες ἔτι τῶν ἅπαξ πεπιστευκότων τὸν νοῦν πρὸς ἀνονήτους εἰκαιοβουλίας, ὡς ἐπί γε σφίσιν αὐτοῖς ἀνασκιρτῶντας λέγειν πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν "Πεπυρωμένον τὸ λόγιόν σου "σφόδρα καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό." ὅτι γάρ ἐστι θερμὸς καὶ τομώτατος ὁ τοῦ Θεοῦ λόγος, σαφὲς ἂν γένοιτο, πρὸς Ἱερεμίαν λέγοντος αὐτοῦ "Οὐχ οἱ λόγοι μου ὥσπερ "πῦρ φλέγον λέγει Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν." 2.485 ἔχει γὰρ, καὶ μάλα ἐπιτηδείως, ὁ παναλκὴς τοῦ Θεοῦ Λόγος εἴς γε τὸ δύνασθαι καὶ ἀπεψυγμένον εἰς ἁμαρτίαν ἀναζω- πυρῆσαι τὸν νοῦν, καὶ οἱονεί πως ἀπεσκληκότα καὶ πεπιλη- μένον διαπτύξαι ῥᾳδίως· καὶ γάρ ἐστι "Ζῶν τε καὶ ἐνεργὴς, "καὶ τομώτατος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διϊκνού- "μενός τε μέχρι μερισμοῦ 469 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πη
Twelve Prophets Zechariah Tomos 6 opening§zechariah-t6-open
zechariah-t6-openZechariah Tomos 6.
Zechariah Tomos 6: day of the Lord; living waters from Jerusalem CLOSEOUT.
Greek · §zechariah-t6-open
ΤΟΜΟΣ Εʹ. ΤΟΜΟΣ ΕΚΤΟΣ. 9Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμεριοῦνται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη εἰς πόλεμον ἐπὶ Ἱερουσαλὴμ, καὶ ἁλώσεται ἡ πόλις 479 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ.9 Τὸ ἐπὶ τῷ σταυρῷ σεπτὸν καὶ σωτήριον πάθος κατα- μηνύων, ἔφασκεν ἐν τοῖς ὀπίσω βραχύ "Ῥομφαία ἐξεγέρθητι "ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ' ἄνδρα πολίτην αὐτοῦ, λέγει "Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα καὶ δια- "σκορπισθήτωσαν τὰ πρόβατα." ὅτι δὲ ποιναῖς ταῖς ἐσχά- ταις ἡ τῶν Ἰουδαίων πληθὺς ὑπενεχθήσεται, καὶ μάλα εἰκότως· κεκυριοκτόνηκε γὰρ ἡ πάντολμος· ἐδίδασκε προσ- τιθείς "Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας, καὶ "ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, τὰ δύο μέρη "ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον διάξω διὰ 2.512 "πυρὸς, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, "καὶ δοκιμῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυσίον." τίνα δ' ἂν τρόπον τὰ τοιάδε νοοῖντο, καὶ οὐκ ἔξω τοῦ εἰκότος κατά γε τὸ ἐφικτὸν εἰρήκαμεν. τέτραπται δὲ καὶ νῦν ὁ τῶν προκειμένων σκοπὸς ὡς πρός γε τὴν Ἱερουσαλὴμ ἀνοσι- ουργήσασαν ἀχαλίνως, καὶ τὸν τῆς ἁλώσεως ἡμῖν καταση- μαίνει τρόπον. ἰδοὺ γὰρ φησιν ἥξουσιν ἡμέραι τοῦ Κυρίου, τουτέστιν, ἃς αὐτὸς ἐπάγει ψήφῳ δικαίᾳ καὶ ὁσίῳ κρίματι. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ δι' ἑτέρου προφήτου φησίν "Μὴ ἔσται κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησεν." οὐ γὰρ ἂν γένοιτό τι τῶν ὅλην κακοῦν ἰσχυόντων πόλιν, ὃ μὴ πράτ- τεσθαί φαμεν ἐφιέντος αὐτοῦ, καὶ πλημμελημάτων δίκας ἐξαιτεῖν ἐθέλοντος τοὺς ἀσχέτοις ὁρμαῖς ἐπὶ τὰ φαῦλα διάτ- τοντας. οὐκοῦν αὐτοῦ φησιν εἶναι τὰς ἡμέρας, διὰ τὸ ἐπάγε- σθαι κατ' ὀργὴν αὐτοῦ. πεπαρῳνήκασι γὰρ φορητῶς οὐκέτι, ἀπεκτονότες μὲν τοὺς προφήτας, προσθέντες δὲ τούτοις καὶ τὸν Υἱόν. Τί δὲ τὸ ἐσόμενον ἐν ταῖς ἡμέραις ἐκείναις, σαφηνίζει λέγων Καὶ διαμεριοῦνται τὰ σκῦλά σου ἐν σοὶ, συναγηγερμένα δηλονότι πάντα τὰ ἔθνη καὶ διαρπάζοντα μὲν τὰς οἰκίας, γύναια δὲ περιέλκοντα νηπίοις ὁμοῦ. τότε γὰρ δὴ φησὶ καὶ τὸ ἥμισυ τῆς πόλεως ἐξελεύσεται ἐν αἰχμαλωσίᾳ. φασὶ γὰρ, ὅτι Ῥωμαῖοι τὴν πόλιν ἑλόντες, καὶ πρὸς τὰς τῶν μαχο- μένων αὐτοῖς ἀναισχυντίας ὀλιγωρήσαντες, αὐτόν τε κατέ- πρησαν τὸν νεὼν καὶ τὰς τοῦ ἄστεος οἰκίας. ἐφείσαντο δὲ προσπιπτόντων αὐτοῖς τῶν κατῳκηκότων τὴν ἄνω πόλιν καὶ τὸ ἱερόν. θέα δὲ, ὅπως εἰς τοῦτο θράσους ἀφίξεσθαί φησι τοὺς νενικηκότας, ὡς διαρπάσαντας τὰς οἰκίας, μὴ 2.513 εὐθὺς ἀποφοιτῆσαι ταῖς λείαις ὁμοῦ, καὶ σχολαῖον ποιήσα- σθαι τὸν διαμερισμὸν εἰς τὰς ἑαυτῶν σκηνὰς ἀφιγμένους· ἀλλ' ἐν αὐτῇ τοῦτο δράσαι τῇ ἁλούσῃ πόλει, ὅπερ οὐκ ἂν γέγονεν, εἴπερ τις ἦν ὅλως ὁ τοῖς ἀθλίως πεπραχόσιν ἐπι- κουρῶν καὶ τοῖς καταδῃοῦσι μαχόμενος. μολυνθήσεσθαι δὲ τὰς γυναῖκάς φησιν, ἀβουλήτως ἑτέροις ἐφελκομένας καὶ τῶν τῆς σεμνότητος ἐκπιπτούσας ἐθῶν, καὶ ἐν ὄψει πολλάκις τῶν κατὰ νόμους συνῳκηκότων. πολέμου δὲ τὰ τοιαῦτα πάθη, καὶ τοῖς ἅπαξ ἑαλωκόσι καὶ ἀνεπικουρήτοις παντελῶς πρέπουσαι συμφοραί. 9Οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως.9 Τοῦτο οἶμαί ἐστιν ἕτερον οὐδὲν, ἢ ὅπερ ἔφην ἀρτίως, ὡς γέγονέ τις φειδὼ τῶν κατῳκηκότων τὴν ἄνω πόλιν, καὶ σέσωσται μέρος τῶν Ἱεροσολύμων. ἀνέκοπτον γὰρ οἱ Ῥωμαίων στρατηγοὶ τοὺς τῶν μαχομένων θυμοὺς, εἰ δήπου τινὰς τεθέαντο κλαίοντάς τε καὶ ὑποπίπτοντας καὶ ἀμαχεὶ προσθέοντας. ἢ τοίνυν καταλοίπους τοῦ λαοῦ αὐτοῦ τοὺς ἐν τῷ σεσωσμένῳ τῆς πόλεως μέρει φησίν· ἢ τάχα που τοὺς πεπιστευκότας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, περὶ ὧν καί φησιν, ὡς οὐκ ἂν ἐξολοθρευθεῖεν ἐκ τῆς πόλεως. ἔσονται γὰρ ἀεὶ τῆς Ἐκκλησίας πολῖται, κἂν εἰ τῆς ἐπιγείου καὶ ὠλοθρευμένης Ἱερουσαλὴμ ἐκπίπτοιεν, ἀλλ' οὖν ἔχουσι τὴν ἄνω πόλιν, περὶ ἧς καὶ ὁ θεσπέσιος γράφει Π
Zechariah Tomos 6 rem early§zechariah-t6-rem-early
zechariah-t6-rem-earlyRem early: Zechariah Tomos 6; historia and theoria toward Christ.
Greek · §zechariah-t6-rem-early
αῦλος "̔Η δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ 2.514 "ἡμῶν." ἔοικε δέ τι καὶ ὁ μακάριος ∆αυεὶδ ὑπαινίττεσθαι τοιοῦτον, ὧδέ πη λέγων "Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα "ὁ κατοικῶν Ἱερουσαλήμ." εἰ γάρ ἐστιν ἀκράδαντος ἡ Ἐκκλησία, "καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς," κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· αὐτὸν γὰρ ἔχει θεμέλιον· πᾶσά πως ἀνάγκη καὶ ὀλέθρου κρείττονας ὁρᾶσθαι λοιπὸν τοὺς 480 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. κατοικοῦντας αὐτὴν, καὶ λελογισμένους εἰς λαὸν Θεοῦ, τοῖς γνησίοις συντεταγμένους. 9Καὶ ἐξελεύσεται Κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχι- σθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βοῤῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον· καὶ ἐμφραχθήσεται φάραγξ ὀρέων μου, καὶ ἐγ- κολληθήσεται φάραγξ ὀρέων ἕως Ἀσαὴλ, καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ, ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.9 Πεποίηται μὲν ὁ λόγος ὡς ἐπί τινος τῶν γενναιοτάτων στρατηγῶν, παραθήγοντος εἰς μάχην τοὺς συνασπίζοντας, καὶ ταῖς τῶν πολεμίων φάλαγξι κατεξανιστάντος τὸ μάχι- μον· νοεῖται γεμὴν ὡς ἐπὶ Θεοῦ, μονονουχὶ συμπαρόντος τε καὶ συμπαραταττομένου τοῖς ἔθνεσι τοῖς καταδῃοῦσι τὴν Ἰουδαίαν, πεπορθηκόσι δὲ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα. 2.515 Μεμνήμεθα δὲ, ὅτι καὶ ἐν παραβολαῖς εὐαγγελικαῖς τοι- οῦτόν τι φησίν. ὁ μὲν γὰρ βασιλεὺς ὁ τοὺς γάμους ἐπι- τελῶν τῷ υἱῷ αὐτοῦ, πέπομφε τοὺς οἰκέτας συναγείρειν τοὺς κεκλημένους. οἱ δὲ τοὺς καλοῦντας ἐπὶ πανήγυριν ἀνοσίως περιυβρίσαντες καὶ ἀπεκτονότες, τελευταῖον ἐπ' αὐτοῖς διε- χειρίσαντο τὸν υἱόν. εἶτα τί φησι τῆς παραβολῆς ὁ λόγος; "̔Ο δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα "αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν "ἐνέπρησεν." ἔσται δὴ οὖν ἐν ἴσῳ φησὶ τοῖς ἐν ἡμέρᾳ παρα- τάξεως ἀντανισταμένοις γεννικῶς, καὶ δαπανῶσιν ἐχθρούς. ἀπόδειξις δὲ τοῦτο τῆς εἰς λῆξιν ὀργῆς καὶ κινημάτων τῶν ἀνωτάτω, καὶ ἰσοπαλῆ τὴν δίκην ἐπάγοντος τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσιν. ἀπεκτόνασι γὰρ, ὡς ἔφην, τὸν ἀρχηγὸν τῆς ζωῆς. ἐπειδὴ δὲ τὰ πέρα λόγου καὶ θαύματος πρέποι ἂν αὐτῇ καὶ μόνῃ δύνασθαι κατορθοῦν τῇ τῶν ὅλων βασιλίδι φύσει, ταύτῃτοί φησιν ὡς στήσονται μὲν οἱ πόδες αὐτοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν· τὸ δὲ ῥήξεις ὑπομενεῖ τέσσαρας, δύο μὲν, εἰς ἕω τε καὶ εἰς ἑσπέραν, ἤγουν εἰς θάλασσαν· οὕτω γὰρ τὸν τῆς ἑσπέρας τόπον ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ γραφῇ· τὰ γεμὴν ἕτερα δύο κατανεύοντά πως, τὸ μὲν εἰς ἄρκτον καὶ βοῤῥᾶν, τὸ δὲ εἰς κλίμα τὸ νότιον. καταῤῥαγήσεσθαι δὲ καὶ αὐτὰς ἔφη τὰς κορυφὰς, ὡς τὰς μεταξὺ πληρῶσαι φάραγγας, ἀδοκήτως κατασεσεισμένας ἕως Ἀσαήλ· κώμη δὲ αὕτη πρὸς ἐσχατιαῖς, ὡς λόγος, τοῦ ὄρους κειμένη. Παρεικάζει γεμὴν τὸν ὧδε διαβριθῆ σεισμὸν τῷ γεγενη- μένῳ κατὰ καιροὺς ἐπὶ Ὀζίου, τοῦ καὶ Ἀζαρίου. ἐπειδὴ γὰρ τοὺς τῆς βασιλείας διέπων θώκους ἐν τοῖς Ἱεροσολύμοις, ἅτε δὴ καὶ ὑπάρχων ἐκ τῆς Ἰούδα φυλῆς, τετόλμηκε παρανόμως 2.516 τῶν τῆς ἱερωσύνης ἅψασθαι λειτουργιῶν, λελέπρωται μὲν εὐθὺς, Θεοῦ δὲ δὴ τότε τὴν ἐπὶ τούτοις ὀργὴν ἐμφαίνοντος, κατεδονήθη δεινῶς τῶν Ἰουδαίων ἡ χώρα καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, καὶ δὴ καί φασι τὸ ὄρος τὸ Σιὼν τοσοῦτον ὑπομεῖναι κλόνον, ὡς ῥαγῆναι μὲν εἰς δύο τμήματα, ἐγκα- θεῖναι δὲ ταῖς παρακειμέναις φάραγξι τὰς κορυφάς. Ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ Προφήτης τὸν σεισμὸν ὑπο- δηλοῦν, ὃν ἐπὶ τῷ τιμίῳ σταυρῷ γεγενῆσθαί φασιν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοί. πλατύτερον μὲν γὰρ ὁ Προφήτης ἐν τούτοις διαμέμνηται τοῦ συμβεβηκότος· ὁ δέ γε σοφώτατος ἡμῖν Ματθαῖος ἐπιτεμνόμενος τὴν ἀφήγησιν οὕτω φησίν "Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ "ἀφῆκε τὸ πνεῦμα. καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ "ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, "καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἠνεῴχθησαν, "καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν." ἐπειδὴ δὲ χρὴ τοῖς γεγονόσι πιθανὸν ἐφαρμόσαι λόγον, ἔοικεν ὑποδηλοῦν τὸ καταῤῥήγνυσθαι μὲν τὰς πέτρας, ἐμφράττε- σθαι δὲ τὰς φάραγγας τήν τε τῶν Ἰουδαίων πώρωσιν, καὶ τὴν τῶν τοῖς εἰδώλοις λελατρευκότων εἰς τὸ ἄμεινον μετα- 481 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. δρομήν. οἱ μὲν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα προσ- κυνήσαντες, λιθίνην ὥσπερ ἐσχήκασι τὴν καρδίαν, σκληράν τε καὶ ἄτεγκτον, καὶ πέτραις ἐν ἴσῳ ταῖς καρπὸν ἐχούσαις οὐδένα. ἀλλὰ τί περὶ αὐτῶν ἔφη Θεὸς διὰ φωνῆς Ἰεζεκιήλ; "Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς "σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ "εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι Κύριος." οὐκοῦν ἐσχί- σθησαν αἱ τῶν πλανωμένων καρδίαι, Θεοῦ διαπτύσσοντος, ἵνα τὸν τοῦ σωτηρίου κηρύγματος παραδέξοιντο λόγον. καί 2.517 τι τοιοῦτον ὑποδηλοῖ διὰ φωνῆς Ἱερεμίου λέγων "Οὐχ οἱ "λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει Κύριος καὶ ὡς πέλυξ "κόπτων πέτραν;" "Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ "ἐνεργὴς καὶ τομώτατος καὶ διικνούμενος μέχρι μερισμοῦ "ψυχῆς καὶ πνεύματος." οὐκοῦν, ὡς ἔφην, τῆς εἰς τὸ ἄμεινον μεταδρομῆς τῶν πεπλανημένων σημεῖον ἂν γένοιτο, καὶ μάλα σαφὲς, τὸ διεῤῥῆχθαι τὰς πέτρας. τὸ γεμὴν ἐμπε- φράχθαι τὰς φάραγγας, τὴν τῶν Ἰουδαίων πώρωσιν, ὡς ἔφην, ὑποδηλοῖ. ἔφη γάρ τι τοιοῦτον καὶ ὁ θεσπέσιος Ἡσαΐας "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει Κύριος "ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ ἕως ῥινοκουρούρων," τουτ- έστιν, ἐμφραχθήσεται τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν ὁ νοῦς, "ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, "μηδὲ συνιῶσι." "κάλυμμα γὰρ ἐπὶ τὴν καρδίαν αὐτῶν "κεῖται, καθὰ γέγραπται, ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς "διαθήκης." τὸ δέ γε σεισθῆναι τὴν γῆν, ὑπεμφήνειεν ἂν, οἶμαί που, τὴν ἐξ ἑτέρου τινὸς πράγματος εἰς ἕτερόν τι μετάστασιν. καὶ γοῦν ὁ θεσπέσιος ∆αυεὶδ ἀνακεκράγει λέγων "Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ." καὶ οὔτι που φαμὲν ὡς καταδονεῖσθαι σωματικῶς τε καὶ αἰ- σθητῶς παρακαλεῖ τὴν ὑπ' οὐρανόν· εὐηθὲς γὰρ τὸ χρῆμα, καὶ οὐδεμίαν ἡμῖν ἐμποιοῦν τὴν ὄνησιν· ἐκεῖνο δὲ μᾶλλον ἠξίου ὁ πνευματοφόρος, οἷον μεθίστασθαι τὴν γῆν ἐκ τοῦ λατρεύειν εἰδώλοις ἐπὶ τὸ εἰδέναι λοιπὸν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ἐκ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ζῆν ἐθέλειν πνευματικῶς, καὶ ἁπαξαπλῶς ἐκ τῶν ἐπιγείων εἰς τὰ ἐπουράνια. εἰ δὲ δὴ καὶ αὐτὰ τὰ τῶν κεκοιμημένων ἀνεῷχθαι 2.518 μνήματα λέγοι, φαμὲν ὅτι καὶ τὸν θάνατον αὐτὸν ἔδει ὁρᾶ- σθαι νενικημένον, ἀποθανόντος Χριστοῦ σαρκὶ δι' ἡμᾶς οἰκο- νομικῶς, "ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ." 9Καὶ ἥξει Κύριος ὁ Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.9 Ἐπιτροχάδην εἰπὼν τὰ ἐπί γε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ τῶν Ἰουδαίων ἀνοσιουργήματα, καὶ τ
Zechariah Tomos 6 rem mid§zechariah-t6-rem-mid
zechariah-t6-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §zechariah-t6-rem-mid
ῆς Ἰουδαίαςτὴν ἅλωσιν καὶ αὐτῶν δὲ τῶν Ἱεροσολύμων, ἐπ' αὐτὸ λοιπὸν ἔρχεται τοῦ παρόντος αἰῶνος τὸ τέλος, καὶ ἀφηγεῖται χρησίμως τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ Ἐμμανουήλ. καταβήσεται γὰρ μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα "κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ·" ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "Τοὺς πάντας ἡμᾶς δεῖ "φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα "κομίσηται ἕκαστος τὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε "ἀγαθὸν εἴτε φαῦλον." ἥξει δὴ οὖν ἥξει, φησὶ, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ, τουτέστιν ἡ τῶν ἰδίων ἀγγέλων καθαρω- τάτη πληθὺς, δορυφοροῦσά που πάντως καὶ ὑπουργικὴν εἰσ- φέρουσα τὴν παράστασιν. Κύριος γάρ ἐστι τῶν ὅλων ὁ Ἐμμανουὴλ, καὶ δοξολογεῖται παρὰ πάντων ὡς Θεὸς καὶ συγκατάρχων τῷ γεγεννηκότι. εἰ δὲ δή τις λέγοι καὶ αὐτοὺς αὐτῷ συμπαραστήσεσθαι τοὺς ἁγίους ἁρπαγέντας "ἐν νεφέ- "λαις εἰς ἀπάντησιν αὐτοῦ εἰς ἀέρα," μετά γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καθὰ καὶ τῷ σοφωτάτῳ Παύλῳ δοκεῖ, τῆς τοῦ 2.519 πρέποντος θήρας ἀμοιρήσειεν ἂν οὐδαμῶς. ἔφη γάρ τι τοιοῦ- τον καὶ ὁ θεσπέσιος Ἡσαΐας περὶ αὐτῶν "Ἐκεῖ ἔλαφοι "συνήντησαν καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρ- "ῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ "ἐζήτησαν, ὅτι Κύριος ἐνετείλατο αὐταῖς καὶ τὸ Πνεῦμα "αὐτοῦ συνήγαγεν αὐτάς." ψάλλει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν ∆αυεὶδ, τὴν 482 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προαναφωνῶν "Ὅτι οὐκ ἀπώσεται Κύριος "τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκατα- "λείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχό- "μενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ." δικαιοσύνην μὲν γὰρ ὀνομάζει Χριστὸν, ἐπιστρέψειν δέ φησιν εἰς κρίσιν αὐτόν. ἀνελήφθη μὲν γὰρ πατήσας τὸν θάνατον, καὶ ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἀλλ' ἐπιστρέψει κατὰ καιροὺς εἰς κρίσιν, καὶ σὺν αὐτῷ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ ἅγιοι, καθάπερ ἔφην ἀρτίως. Ὅτι δὲ κατὰ τὸν τῆς συντελείας καιρὸν ἑτέρα τις ἔσται τῆς ὁρωμένης κτίσεως ἡ κατάστασις, καὶ μετοιχήσεται καὶ αὐτὴ πρὸς τὸ ἄμεινον ἀνανεουμένη διὰ Χριστοῦ, πιστώσεται λέγων ὁ Προφήτης Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. νυνὶ μὲν γὰρ ἡμέρα τε καὶ νὺξ διακέκριται, καὶ διέλαχον τοὺς καιροὺς τοῖς τοῦ πεποιηκότος νεύμασι, καὶ ἀνίσχει μὲν τῆς ἡμέρας τὸ φῶς, εἶτα διαδέχεται νύξ. ἐπειδὰν δὲ παραγένηται ὁ Κριτὴς, ὁ πάντα μετασκευάζων κατὰ τὸ αὐτῷ δοκοῦν, ἑτέραν, ὡς ἔφην, ἡ κτίσις τὴν διακόσμησιν δέξεται· οὐ γὰρ ἔτι φῶς ἔσται καὶ ψύχος καὶ πάγος εἰς μίαν ἡμέραν. καὶ διὰ μὲν τοῦ φωτὸς τὴν ἡμέραν σημαίνει, διὰ δέ γε τοῦ πάγους τε 2.520 καὶ ψύχους τὴν νύκτα, λελόγισται γὰρ εἰς μίαν ἡμέραν τὸ νυχθήμερον. Ὅμοιον ὡς εἰ λέγοι τυχόν Κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἂν ἐξ οὐρανῶν ἀφιγμένος, μεταπλάττῃ τὰ πάντα καὶ μετα- σκευάζῃ πρὸς τὸ ἄμεινον, ὡς ∆ημιουργὸς, οὐκ ἔσται φῶς οὐδὲ νὺξ, εἰς μίαν ἡμέραν. τοιοῦτόν τι φησὶ καὶ ὁ μακάριος προφήτης Ἡσαΐας "Καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς "τῆς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα· "ἀλλ' ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου." ὅτι δὲ ἀπρακτήσει κατὰ καιροὺς καὶ αὐτὴ τῶν στοιχείων ἡ χρεία, πιστώσεται λέγων αὐτὸς ὁ Χριστός "Εὐθέως δὲ μετὰ "τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ "ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς." ἀρκέσει γὰρ ὁ Χριστὸς εἰς φῶς ἡμῖν αἰώνιον, καὶ αὐτὸς ἔσται μακρὰ καὶ διηνεκὴς ἡμέρα. τὴν δέ γε ἡμέραν ἐκείνην γνωστὴν εἶναί φησι τῷ Κυρίῳ. μόνος γὰρ οἶδεν ὁ Θεὸς καὶ Πατὴρ τὴν τῆς συντελείας ἡμέραν. ἐμπεδοῖ δὲ πρὸς τοῦτο ἡμᾶς καὶ αὐτὸς ὁ Υἱὸς οὕτω λέγων "Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας "οὐδεὶς οἶδεν, οὔτε ἄγγελοι ἐν οὐρανῷ, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ "Πατὴρ μόνος." ᾗ μὲν γὰρ νοεῖται καθ' ἡμᾶς ἄνθρωπος, οὐκ ἂν εἰδείη τὰ ἐν τῷ Πατρί· ᾗ δέ ἐστι φύσει Θεὸς, καὶ ἐξ αὐτοῦ πεφηνὼς, οἶδέ που πάντως καὶ τὴν ἐσχάτην ἡμέραν, κἂν εἰ λέγοι μὴ εἰδέναι διὰ τὸ ἀνθρώπινον. διερμηνεύων δὲ ἡμῖν ὁ Προφήτης καὶ σαφέστερον καθιστὰς ὅπερ ἔφη, προσ- επάγει τούτοις Καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ ἔσται, ἀλλὰ πρὸς ἑσπέραν ἔσται φῶς, τουτέστιν, ἐν καιρῷ νυκτὸς φῶς ἔσται 2.521 πάλιν τὸ διὰ Χριστοῦ καὶ καταστράψει τὴν ὑπ' οὐρανὸν, ἀνῃρημένου παντελῶς τοῦ σκότους, καὶ τοῖς τῶν ἁγίων ὀφθαλμοῖς οὐκ ἐπιπολάζοντος ἔτι. ἔχει δὲ δὴ τὸν εἰκότα λόγον τὸ καὶ αὐτὴν οἴεσθαι τὴν κτίσιν ἐπὶ τὰ ἀμείνω μεταῤῥυθμί- ζεσθαι καὶ ἀξιόχρεως μὲν τοῦ Σωτῆρος ὁ μαθητὴς, ἥξειν τὴν ἡμέραν Κυρίου ὡς κλέπτην λέγων, ἐν ᾗ οὐρανοὺς μὲν ῥοιζηδὸν παρελεύσεσθαι, στοιχεῖα δὲ καυσούμενα λυθήσεσθαι, γῆν δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεσθαι πάντα, καινοὺς δὲ ἡμᾶς οὐρανοὺς καὶ καινὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσ- δοκᾶν. πλὴν καὶ ἐξ ἀναγκαίων εἰς τοῦτο βαδιούμεθα λο- γισμῶν. εἰ γὰρ ἔσται πάντως ἐν καινότητι ζωῆς τὰ καθ' ἡμᾶς, καινῆς ἡμῖν ἔδει καὶ κτίσεως. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, "ἐλευθερωθήσεται καὶ αὐτὴ κατὰ καιροὺς ἡ "κτίσις ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς "δόξης τῶν τέκνων τοῦ Θεοῦ." 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλὴμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν.9 Ἐξηγεῖται πάλιν ἡμῖν αἰνιγματωδῶς, ὅτι δὴ πλείστη τε ὅση καὶ ἀμφιλαφὴς ἡ τοῦ Ἁγίου 483 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Πνεύματος χύσις τοῖς ἁγίοις ἐκνεμηθήσεται, κατ' ἐκεῖνο μάλιστα τοῦ καιροῦ, καθ' ὃν ἂν εἰς ἁγίαν τε καὶ ἀμήρυτον ἀνακομισθεῖεν ζωὴν, τὴν ὡς 2.522 ἐν αἰῶνί φημι τῷ μέλλοντι. νυνὶ μὲν γὰρ διὰ πίστεως τῆς εἰς Χριστὸν ὡς ἐν ἀῤῥαβῶνος τάξει τὴν ἀπαρχὴν τοῦ Ἁγίου Πνεύματος πεπλουτήκαμεν· μετὰ δέ γε τὴν ἐκ νεκρῶν ἀνα- βίωσιν, ἀνῃρημένης εἰς ἅπαν τῆς ἁμαρτίας, οὐκ ἐν ἀῤῥαβῶνος ἔτι τάξει τε καὶ μέτρῳ τὸ θεῖον ἐν ἡμῖν ἔσται Πνεῦμα· πλουσίως δὲ καὶ ἀμφιλαφῶς, ὡς ἔφην, καὶ ἤδη τελείως τοῖς διὰ Χριστοῦ χαρίσμασιν ἐντρυφήσομεν. ὕδωρ δὴ οὖν ζῶν ὀνομάζει τὸ Πνεῦμα, ὃ καὶ ἐκ τῆς ἄνωθεν Ἱερουσαλὴμ ἐξελεύσεσθαί φησιν. ἐπειδὴ γὰρ κατοικεῖν ἐν οὐρανοῖς τὸν τῶν ὅλων Θεὸν ἡ θεόπνευστος ἔφη γραφὴ, εἰ καί ἐστι πανταχοῦ καὶ πεπλήρωκε τὰ πάντα, ταύτῃτοί φησι καὶ ἐξ οὐρανοῦ τὸ ζωοποιὸν ἐξελεύσεσθαι Πνεῦμα. Ὅτι δὲ ὕδασι παρεικάζειν ἔθος τοῖς ἱεροῖς γράμμασι τὸ Πνεῦμα τὸ θεῖον, αὐτὸς πιστώσεται λέγων ὁ τούτου ∆οτὴρ, τουτέστιν ὁ Υἱός "Ὁ πιστέυων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ "γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος "ζῶντος." καὶ τοῦτο διερμηνεύων ὁ θεσπέσιος εὐαγγελι- στὴς καὶ καθιστὰς ἐναργές "Τοῦτο δὲ εἶπε, φησὶ, περὶ τοῦ "Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς "αὐτόν." ἐπειδὴ γὰρ τὸ Πνεῦμά ἐστι ζωοποιὸν, ὕδατι ταύτῃτοι τῶν σωμάτων ζωοποιῷ παρεικάζεται, καὶ μάλα ὀρθῶς. Ὅτι δὲ τοῖς τῆς ἁγίας ἠξιωμένοις ζωῆς παρακείσεται πλουσίως τὸ χρῆναι μεταλαχεῖν τῆς τοῦ Ἁγίου Πνεύματος χορηγίας, καὶ οἷάπερ ὑδάτων ἐμφορεῖσθαι ζωοποιῶν, ὑπεμ- φαίνει λέγων, ὅτι τοῦ ὕδατος τ
Zechariah Tomos 6 rem close CLOSEOUT§zechariah-t6-rem-close
zechariah-t6-rem-closeRem CLOSEOUT: Zechariah Tomos 6 CLOSEOUT.
Greek · §zechariah-t6-rem-close
οῦ προσδοκωμένου κατὰ και- ροὺς ἐξ Ἱερουσαλὴμ ἐξελεύσεσθαι, τὸ μὲν ἥμισυ βαδιεῖται πρὸς τὴν θάλασσαν τὴν πρώτην, τὸ δὲ ἥμισυ πρὸς τὴν θάλασσαν τὴν 2.523 ἐσχάτην. καὶ τί δὴ τοῦτό ἐστι; θαλάσσαις τε καὶ ὕδασιν ἐξομοιοῖ πολλάκις ἡ θεία γραφὴ τὰ πολλὰ τῶν ἀνθρώπων ἔθνη καὶ τὴν ἀριθμοῦ κρείττονα πληθύν. οὕτω πού φησι δι' ἑνὸς τῶν ἁγίων προφητῶν "Ὅτι ἐνεπλήσθη ἡ σύμπασα "τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι "θαλάσσας." ἔφη δέ που καὶ ὁ θεσπέσιος ∆ανιὴλ, τὰ ἐν ἐσχάτοις καιροῖς συμβησόμενα τοῖς ἀνὰ πᾶσαν τὴν οἰκου- μένην προαναθρῶν "Ἐγὼ ∆ανιὴλ ἐθεώρουν, καὶ ἰδοὺ οἱ "τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασ- "σαν τὴν μεγάλην, καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον "ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων." σαφέστερον δὲ τοῦτο αὐτὸ καθιστὰς ὁ μακάριος ∆αυεὶδ ἀναμέλπει λέγων "Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ, "ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῷα μικρὰ μετὰ μεγάλων· ἐκεῖ "πλοῖα διαπορεύονται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν "αὐτῷ." ποῖον γὰρ εἶναί φαμεν ἐν τῇ αἰσθητῇ θαλάσσῃ τὸν δράκοντα τὸν πεπλασμένον εἰς τὸ ἐμπαίζεσθαι παρὰ τοῦ πάντων κρατοῦντος Θεοῦ; ἔθος δὴ οὖν τοῖς ἱεροῖς γράμ- μασι, καὶ πάντα τὸν κόσμον θαλάσσαις ἐξομοιοῦν καὶ πολ- λὴν ἀνθρώπων ἔσθ' ὅτε πληθύν. Ὅτι τοίνυν ἐν ἴσῳ μέτρῳ διανεμηθήσεται παρὰ Θεοῦ ἡ τοῦ Πνεύματος χάρις τοῖς τε ἐξ Ἰσραὴλ πιστεύσασι καὶ τοῖς ἐξ ἐθνῶν, ὑπεμφαίνει λέγων περὶ τοῦ ὕδατος τοῦ ζωοποιοῦ, ὡς ἐξελεύσεται τὸ ἥμισυ μὲν εἰς τὴν θάλασσαν τὴν πρώτην, τὸ δὲ ἕτερον ἥμισυ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. θάλασσαν δὲ τὴν πρώτην ὀνομάζει τὸν Ἰσραήλ· ἐσχάτην δὲ τὴν τῶν μετ' ἐκείνους πεπιστευκότων πληθὺν, τουτέστι τὰ ἔθνη. καὶ οὔτι που φαμὲν, ὡς μεμέρισται τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ ἀτελὲς ἐν ἑκατέροις ἔσται διάτοι τὸ ἥμισυ νοεῖσθαι· 2.524 πολλοῦ γε καὶ δεῖ· οἰησόμεθα δὲ μᾶλλον, ἐκεῖνο βού- λεσθαι τὸν Προφήτην ὑποδηλοῦν, ὡς ἐν ἰσότητι τῆς χάριτος ἡ διανομὴ τούτοις τε κἀκείνοις ἐκνεμηθήσεται. τὸ γὰρ ἥμισυ καὶ ἥμισυ, τῆς ἰσοστάθμου φιλοτιμίας καὶ τῆς ἰσότητος ἔσται σημαντικόν. ὅτι δὲ διηνεκὴς ἡ χάρις, καὶ κατὰ πάντα καιρὸν ἡ μέθεξις, ἀταλαίπωρον ἰδεῖν, ἀπό γε τοῦ φάναι πάλιν, ὅτι καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. Ἰστέον δὲ, ὅτι ἀντὶ τοῦ Ἐν ἔαρι, τό Ἐν χειμῶνί φησι τῶν Ἑβραίων ἡ ἔκδοσις. ἔσται δὴ οὖν, φησὶ, κατὰ ταῦτα, καὶ ὡσαύτως ἡ τῶν νοητῶν ὑδάτων χύσις, 484 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐν χειμῶνί τε καὶ ἐν θέρει, τουτέστι κατὰ πάντα καιρόν. λυπεῖ δὲ οὐδὲν καὶ ἀντὶ τοῦ Χειμῶνος τὸ ἔαρ εἰπεῖν, κατὰ τὴν τῶν ἑβδομήκοντα γραφήν· κεῖται γὰρ ὡς ἐν μετοχῇ χειμῶνός τε καὶ θέρους, ὥστε κἂν εἴ τις αὐτὸ τοῖς τοῦ χειμῶνος ἀπονέμοι καιροῖς, τὸν τοῦ εἰκότος, ἢ καὶ ὀρθῶς ἔχοντος, οὐκ ἀδικήσει λόγον. Εἰ δὲ δή τις βούλοιτο καὶ καθ' ἕτερόν τινα συνιέναι τρόπον τὸ περὶ τοῦ νοητοῦ λεγόμενον ὕδατος, ὡς ἐξελεύσεται τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτω, τοιαύτην τινὰ τοῦ προκειμένου περίνοιαν εἰσ- δέξεται. θάλασσαν μὲν γὰρ ὀνομάζει πρώτην, τὴν πρὸς ἠὼ τάχα που κειμένην, τὴν ἐπέκεινά φημι τερμάτων τῆς ὅλης γῆς· ἐσχάτην γεμὴν, τὴν πρὸς αὐταῖς ταῖς τῆς ἑσπέρας ἐσχατιαῖς· πρόσωπον γὰρ οἱονεί πως καὶ ἀρχὴν ὁρίζεται τῆς οἰκουμένης τὴν ἀνατολήν. θέρος δὲ οἶμαί που τὰ θερμὰ καὶ νότια τῆς οἰκουμένης ἀποκαλεῖ μέρη, ἔαρ δὲ αὖ πάλιν τὰ βόρειά τε καὶ ψυχρά. οὕτω γὰρ καὶ ὁ θεσπέσιος ∆αυεὶδ τὰ 2.525 τέσσαρα τῆς ὑπ' οὐρανὸν κλίματα σημάναι θέλων, ἀνεφώνει πρὸς Θεόν "Θέρος καὶ ἔαρ σὺ ἐποίησας αὐτά" καὶ πάλιν "Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας." ἐξελεύσεται δὴ οὖν, φησὶ, τὸ ὕδωρ τὸ ζῶν ἐν ἰσότητι καὶ ἰσομοιρούσῃ χάριτι εἴς τε τὴν θάλασσαν τὴν πρώτην, καὶ μέντοι καὶ εἰς τὴν ἐσχάτην, τουτέστιν εἰς ἕω τε καὶ δύσιν, καὶ ἐν θέρει καὶ ἐν ἔαρι, τουτέστι πάλιν, εἰς τὸν νότον τε καὶ εἰς βοῤῥᾶν. ἐμπλη- σθήσεται γὰρ ἡ ὑπ' οὐρανὸν τῶν διὰ Χριστοῦ χαρισμάτων, ἐναπομενεῖ δὲ πάντως τοῖς λαβοῦσιν ἡ δωρεά. τότε δὴ τότε Καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν. ὑπ' αὐτῷ γὰρ ἐσόμεθα μόνῳ, καὶ αὐτὸς κατάρξει τῶν ὅλων κατηργη- μένων εἰς ἅπαν τῶν κοσμοκρατόρων τοῦ αἰῶνος τούτου, καὶ ἁπάσης ἀρχῆς πονηρᾶς τεθριαμβευμένης, καὶ τῆς καθ' ἡμῶν πλεονεξίας ἐκβεβλημένων αὐτοῦ τε τοῦ σατανᾶ καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν. 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον ἀπὸ Γαβὲλ ἕως Ῥεμμὼν κατὰ νότον Ἱερουσαλήμ. Ῥαμὰ δὲ ἐπὶ τόπου μενεῖ, ἀπὸ τῆς πύλης Βενιαμὶν ἕως τῆς πύλης τῆς πρώτης, καὶ ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου Ἀναμεὴλ, ἕως τῶν ὑποληνίων τοῦ βασιλέως· κατοικήσουσιν ἐν αὐτῇ, καὶ οὐκ ἔσται ἀνάθεμα ἔτι, καὶ κατοικήσει Ἱερουσαλὴμ πε- ποιθότως.9 Ἀσαφὴς ἀεί πως ἐστὶ τῶν ἁγίων προφητῶν ὁ λόγος, καὶ 2.526 τοῦτο, οἶμαι, σοφῶς διοικουμένου Θεοῦ, ἵνα μὴ προκέοιτο τὰ ἅγια τοῖς κυσί· μήτε μὴν παρὰ τοῖς ὑῶν ποσὶν ἀτημελῶς ἐῤῥιμμένος, ὁ πολυτίμητος ἀληθῶς περιυβρίζοιτο μαργαρίτης. πλὴν ἀποκαλύπτει Χριστὸς ἐν Πνεύματι τοῖς ἀξίοις τὴν γνῶσιν, καὶ τὰς τοῦ μέλλοντος αἰῶνος δυνάμεις καθίστησιν ἐναργεῖς. ἀνατυποῦται δὲ ὡς ἐπίπαν ὡς ἔν γε τοῖς αἰσθητοῖς τὰ κεκρυμμένα καὶ νοητὰ, καὶ οἱονεὶ σῶμα τῶν ἀφανεστέρων τὰ ἐμφανῆ γίνεται. ἔφη τοίνυν, ὅτι κατ' ἐκείνην τὴν ἡμέραν, ἤγουν τὸν καιρὸν, μετατεθειμένων τῶν καθ' ἡμᾶς εἰς καινό- τητα ζωῆς, ἀνεστοιχειωμένης δὲ καὶ αὐτῆς τῆς κτίσεως εἰς τὸ ἄμεινον ἢ πρὶν, ἔσται Κύριος εἷς καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν. ἦν μὲν γὰρ ἀεὶ καὶ ἔστι καὶ ἔσται Κύριος εἷς, ὁ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων Θεὸς, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ. ἐπειδὴ δὲ πεπλά- νηκε τὴν ὑπ' οὐρανὸν ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν ὁ σατανᾶς, εἰς ψευδῆ καὶ βέβηλον λατρείαν οἱ δείλαιοι παρα- κεκομίσμεθα, καὶ διετελοῦμεν ἐν κόσμῳ τυφλοὶ καὶ μωροὶ, κυρίους ὀνομάζοντες τοὺς πεπλανηκότας, καὶ τὸ τῆς θεότητος ὄνομα τοῖς ἀκαθάρτοις δαίμοσιν ἐπιφημίζοντες ἀμαθῶς. καὶ κεκλήμεθα μὲν εἰς ἐπίγνωσιν ἀληθείας καὶ ἐν τῷδε τῷ κόσμῳ διὰ Χριστοῦ, πλὴν παρῳχηκότος καὶ εἰς πέρας ἤδη κατά- ραντος τοῦ παρόντος αἰῶνος, τότε δὴ τότε καὶ φρενοβλαβείας ἁπάσης ἐξ ἡμῶν ἀνῃρημένης, τεθειμένων τε ἤδη τῶν ἐχθρῶν ὑπὸ πόδας Χριστοῦ, Κύριος εἷς ἔσται λοιπὸν ἐπὶ πᾶσαν τὴν γῆν, οὐδενὸς ἐπ' αὐτῷ τὴν τῆς κυριότητος ἁρπάζοντος δόξαν. Κύριος δὲ καὶ ἑτέρως εἷς ἔσται Χριστὸς, ἀπρακτούσης ἁπάσης 2.527 ἐπιγείου βασιλείας, καὶ αὐτῷ δὴ καὶ μόνῳ τὸ κατὰ 485 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πάντων κράτος ἀνατιθείσης τῆς ὑπ' οὐρανόν. ἔφη δέ τι τοιοῦτον καὶ ὁ σοφώτατος ∆ανιήλ. ἀφηγούμενος γὰρ τοὺς τῶν ὁράσεων τρόπους, φησίν "Ὃν τρόπον ἴδες ὅτι ἀπὸ ὄρους ἐτμήθη "λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸν ὄστρακον, τὸν σίδηρον, "τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσόν· ὁ Θεὸς ὁ μέγας "ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα, καὶ ἀλη- "θινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ." Οὐκοῦν εἷς ἔσται καὶ μόνος, καὶ πληρώσει τῆς ἑαυτοῦ δόξης τὴν ἁγίαν πόλιν, τουτέστι τὴν νοητὴν Ἱερου
Twelve Prophets Zephaniah Tomos 1 opening§zephaniah-t1-open
zephaniah-t1-openZephaniah Tomos 1.
Zephaniah Tomos 1: Day of the Lord; seek humility.
Greek · §zephaniah-t1-open
ΣΟΦΟΝΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ. Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσὶ υἱὸν Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἐζεκίου ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα. ΠΡΟΦΗΤΕΥΕΙ μὲν ἐν τοῖς Ἱεροσολύμοις ὁ μακάριος Σοφονίας, οὐκ ἄσημος ὢν τὸ κατὰ σάρκα γένος, οὔτε μὴν κατ' ἐκείνους ὑπάρχων, οἷς ἦν ἔθος τὸ ψευδοεπεῖν, καὶ τοὺς θείους τοῖς ἀκροωμένοις ὑποπλάττεσθαι λόγους, περὶ ὧν ἔφη καὶ ὁ θεσπέσιος Ἰεζεκιήλ "Οὐαὶ οἱ προφητεύοντες ἀπὸ καρ- "δίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέποντες," καὶ μὴν καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς "Οὐκ ἀπέ- 2.168 "στελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα "πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον." ἀλλ' ἦν ἀλη- θῶς προφήτης, τοὺς ἐκ στόματος Κυρίου διαπορθμεύων λόγους, καὶ Ἁγίου μὲν ἀναπιμπλάμενος Πνεύματος, ἀνα- βρύων δὲ ὥσπερ ἐκ πηγῆς ἀγαθῆς τῆς καρδίας αὐτοῦ τὰ ἀγαθά· ψευδηγορεῖν γὰρ οὐκ οἶδε τῶν ἁγίων ἡ γλῶττα. Ὁ δέ γε τῆς προφητείας σκοπὸς ἐπίπληξιν ἔχει τῶν οὐ- σῶν ἐν τοῖς Ἱεροσολύμοις δύο φυλῶν· τοῦ τε Ἰούδα φημὶ καὶ τοῦ Βενιαμίν. γράφεται γὰρ ὡς ἠσεβηκότας, καὶ ταῖς τῶν εἰδώλων ἀπάταις ἀνοσίως προσνενευκότας, καὶ πρὸς πᾶν ὁτιοῦν ἑτοίμως διάττοντας τῶν ἀπᾳδόντων Θεῷ· προσεπ- ενήνεκται δὲ χρησίμως καὶ τῆς βασιλείας ὁ χρόνος, καθ' ὃν τὰ τοιάδε προσλελάληκε τοῖς προσκεκρουκόσιν, ἵνα τὴν τῶν τὸ τηνικάδε πραγμάτων πολυπραγμονοῦντες κατάστασιν, λοιπὸν ἐννοῶμεν ἐφ' ὅτῳ τε καὶ ὅση γέγονεν ἐπ' αὐτοὺς τῆς θείας ὀργῆς ἡ κίνησις. Οὐκοῦν· ἀφηγήσομαι γὰρ ἀνὰ μέρος ἃ δὴ καὶ ὀνίνησι τοὺς ἐντευξομένους· βεβασίλευκε κατὰ καιροὺς ἐν τοῖς Ἱερο- σολύμοις ὁ Ἑζεκίας, ἀνὴρ τῶν ὅτι μάλιστα φιλοθεωτάτων, εὐσεβείας ἐραστὴς, δικαιοσύνης πρύτανις, ἀπάτης ἐχθρὸς, καὶ τὰ ἐκ τῆς εἰδωλολατρείας περικόπτων βλάβη· προσμε- μαρτύρηκε γὰρ αὐτῷ τὰ τοιάδε σαφῶς τὸ γράμμα τὸ ἱερόν. τούτου διέποντος τὴν ἐν 348 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῖς Ἱεροσολύμοις βασιλίδα τι- μὴν, ἀνέβη Σεναχηρεὶμ, ὁ Ἀσσυρίων τύραννος, εἷλέ τε τὴν Σαμάρειαν, καὶ ἀπῴκισε τὸν Ἰσραήλ· τουτέστι, τὰς δέκα φυλάς· εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων, προσεμπρήσας δὲ 2.169 καὶ τῆς Ἰούδα βασιλείας οὐκ εὐαριθμήτους πόλεις, οὐ κεκρά- τηκε τῶν Ἱεροσολύμων, Θεοῦ προασπίζοντος. ἐναργῆ δὲ ὄντα τῆς ἱστορίας τὸν λόγον παραδραμεῖν ἀναγκαῖον. Εἶτα τεθνεῶτος Ἐζεκίου διαδέχεται τὴν βασιλείαν ὁ Μα- νασσῆς, γεγονὼς ἐξ αὐτοῦ, ὃς ἦν οὕτω δυσσεβὴς, ὡς μηδένα τρόπον φαυλότητος ἀνεπιτήδευτον ἐᾶν. γέγραπται δὲ οὕτως περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν "Καὶ ἐποίησε τὸ "πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ τὰ βδελύγματα τῶν "ἐθνῶν ὧν ἐξῆρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. "καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ ἃ κατέσπασεν "̓Εζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ "Βάαλ, καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ βασι- "λεὺς Ἰσραὴλ, καὶ προσεκύνησε πάσῃ τῇ δυνάμει τοῦ οὐ- "ρανοῦ, καὶ ἐδούλευσεν αὐτοῖς· καὶ ᾠκοδόμησε θυσιαστήριον "ἐν οἴκῳ Κυρίου, ᾧ εἶπεν Ἐν Ἱερουσαλὴμ θήσω τὸ ὄνομά "μου, καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ "οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου, καὶ διήγαγε "τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ, καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο, "καὶ ἐποίησε θελητὴν, καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ "πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν. καὶ "ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπε Κύριος "πρὸς ∆αυεὶδ καὶ πρὸς Σολομῶνα τὸν υἱὸν αὐτοῦ Ἐν τῷ "οἴκῳ τούτῳ καὶ ἐν Ἱερουσαλὴμ ᾗ ἐξελεξάμην ἐκ πασῶν "φυλῶν Ἰσραὴλ καὶ θήσω τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν "αἰῶνα." ταῦτα δρῶντος ἀνοσίως τοῦ Μανασσῆ λοιπὸν ἠγανάκτει, καὶ μάλα εἰκότως, ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς Ἰερο- σολύμοις ἐποίσειν ἤδη τὰ ἐξ ὀργῆς ἠπείλει σαφῶς. γέγραπται δὲ οὕτω πάλιν "Καὶ ἐλάλησε Κύριος ἐν χειρὶ δούλων αὐτοῦ 2.170 "τῶν προφητῶν λέγων Ἀνθ' ὧν ὅσα ἐποίησε Μανασσῆς
Zephaniah Tomos 1 rem early§zephaniah-t1-rem-early
zephaniah-t1-rem-earlyRem early: Zephaniah Tomos 1; historia and theoria toward Christ.
Greek · §zephaniah-t1-rem-early
ὁ "βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ "πάντων ὧν ἐποίησεν ὁ Ἀμοῤῥαῖος ὁ ἔμπροσθεν, καὶ ἐξή- "μαρτε καί γε Ἰούδας ἐν τοῖς εἰδώλοις αὐτῶν, οὐχ οὕτω "τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ φέρω κακὰ "ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν ὥστε παντὸς ἀκούοντος αὐτὰ, "ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, καὶ ἐκτενῶ ἐπὶ Ἱερου- "σαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου "̓Αχαὰβ, καὶ ἀπαλείψω τὴν Ἱερουσαλὴμ, καθὼς ἀπαλεί- "φεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται "ἐνώπιον αὐτῶν, καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρο- "νομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐ- "τῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσι "τοῖς ἐχθροῖς αὐτῶν, ἀνθ' ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν "ὀφθαλμοῖς μου." καὶ ταυτὶ μὲν, ὡς ἔφην, ἐποίσειν οὐκ εἰς μακρὰν τοῖς κατοικοῦσι τὴν Ἱερουσαλὴμ, ἐπηπείλει Θεός. Κατοιχομένου δὲ τοῦ Μανασσῆ ἤδη, βεβασίλευκεν Ἀμὼς υἱὸς αὐτοῦ, κατ' οὐδὲν ἀποδέων τοῦ φύσαντος εἰς ἀνοσιότητα τρόπων, ἁμιλλώμενος δὲ οὕτω ταῖς ἐκείνου δυσσεβείαις, ὡς τάχα που καὶ ὑπερκεῖσθαι λοιπόν. ἐπειδὴ δὲ καὶ αὐτὸς ἀπεβίω, βεβασίλευκεν Ἰωσίας, υἱὸς μὲν αὐτοῦ, πλὴν τὴν Ἐζεκίου ζηλώσας φιλοθεΐαν, καὶ τῶν ἐκείνου τρόπων ἄριστος ἐραστής. καθεῖλε μὲν γὰρ βωμοὺς καὶ τεμένη, τὸν δὲ δὴ θεῖον ναὸν καθαρὸν ἀποφήνας τῶν Μανασσῆ βδελυγμάτων, τὰ συνήθη δρᾶν εἰς δόξαν Θεοῦ τοὺς κατὰ νόμον ἱερουργοὺς ἐκέλευεν· ἐνέπρησε πρὸς τούτῳ τοῦ ἡλίου τὸ ἅρμα, ἐξήλασε τῶν Ἱεροσολύμων ψευδομάντεις, οἰωνοσκόπους, καὶ τερατο- 2.171 λόγους, καὶ μέντοι καὶ γνώστας· οὐκ εὐαρίθμητόν τε τῶν τεμενιτῶν ἀποσφάξας πληθὺν, ἐν τοῖς τῶν εἰδώλων κατέ- καυσε βωμοῖς· ἀνέτρεψέ τε τὸ θυσιαστήριον τῶν δαμάλεων τὸ ἐν Βαιθὴλ, ὃ πεποίηκεν Ἱεροβοάμ. ἐπειδὴ δὲ ἦν φιλόθεος οὕτω καὶ ἀγαθὸς, ἀνεβάλετο τὴν ὀργὴν, καὶ οὐδὲν ἐπήγαγε τῶν προεπηγγελμένων ὁ Θεός. ἐπειδὴ δὲ ἀπεβίω καὶ Ἰωσίας, βεβασίλευκεν Ἰωάχαζ, ὃν ἐχειρώσατο Φαραὼ Νεχαὼ καὶ δέσμιον ἐποιήσατο, τῇ τῆς βασιλείας στεφανώσας τιμῇ τὸν Ἰεχονίαν, Ἰωσίου πάλιν υἱὸν δεύτερον, οὗ δὴ βασιλεύοντος κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς 349 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πᾶσαν καταδῃώσας τὴν χώραν εἷλέ τε τὰ Ἱεροσόλυμα, καὶ τὸν θεῖον ἐμπρήσας ναὸν, ὁμοῦ τοῖς ἱεροῖς σκεύεσι δορίληπτον τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ἀπεκόμισεν εἰς τὴν ἑαυτοῦ. εἰδέναι δὲ ἀναγκαῖον, ὅτι καὶ τὰς τῶν ἀλλοφύλων πόλεις, τὰς πρὸς τῇ θαλάττῃ κειμένας, Γάζαν τέ φημι καὶ Ἀσκάλωνα καὶ ἑτέρας σὺν αὐταῖς, Ἰδουμαίους τε καὶ Ἀμμανίτας, ἡ τοῦ Βαβυλωνίου σκαιότης συντέτριφέ τε καὶ διέθηκε κακῶς. διαμέμνηται γὰρ καὶ τούτου τῆς προφητείας ὁ λόγος. 9Ἐκλείψει ἐκλιπέτω πάντα ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος· ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης, καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος.9 Ὡς ἐρήμου παντελῶς ἐσομένης αὐτοῖς τῆς χώρας, καὶ 2.172 ὅσον οὐδέπω σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτὴν ἀπολουμένης, ὑπερβολικὸν ἐν τούτοις τὸν τῆς προαγορεύσεως ποιεῖται λόγον. οὐ γάρ που φαμὲν, εἴπερ ἐσμὲν ἐν καλῷ τοῦ φρονεῖν ὀρθῶς, ὅτι καὶ ζῴοις ἀλόγοις καὶ νηκτοῖς καὶ πετεινοῖς ἐφίησι τὴν ὀργὴν ὁ τῶν ὅλων Θεός· ἐκεῖνο δὲ μᾶλλον ἐν- νοεῖν ἀναπείθει τοὺς ἀκροωμένους, ὡς οὐδενὸς τὸ παράπαν ἔσται φειδώ· ἀλλ' ὥσπερ νεὼς ὁμοῦ τοῖς πλωτῆρσι βεβα- πτισμένης, οὐδὲν ἀπομένει λείψανον· οὕτω, φησὶν, ἁλούσης τῆς Ἰουδαίας, οὐδὲν ἔσται τὸ σωζόμενον, οὐκ ἄνθρωπος, οὐ κτήνη, οὐ πτηνὸν, οὐ νηκτόν. ἐπειδὴ δὲ ἦν καὶ σφόδρα εἰκὸς εἶναί τινας ἐν αὐτῇ καὶ ζῶντας ἐννόμως, εὐφυᾶ τε καὶ ἀξιάγαστον ἐπησκηκότας τὴν πολιτείαν, ἵνα μὴ φαίνοιτο κατὰ πάντων ἁπλῶς καὶ ἀδιακρίτως ἱεὶς τὴν ὀργὴν, καὶ συναπολλύων μὲν τῷ ἀδίκῳ τὸν δίκαιον, τοῖς δὲ βεβήλοις καὶ ἀσεβέσι συγκαταφθείρων τὸν εὐσεβῆ, ταύτῃτοι καθίστη- σιν ἐναργεῖς, καθ' ὧν ἂν ἴοι τὰ ἐξ ὀργῆς. ἔφη γὰρ ὅτι Καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς. καὶ ἀσθενήσουσι μὲν ὑπὸ χεῖρα πίπτοντες ἐχθρῶν, ἐξαίρονται δὲ αὖ ἢ τεθνεῶτες καὶ ῥομφαίας ἔργον γεγενη- μένοι, ἤγουν ἀποκομισθέντες αἰχμάλωτοι καὶ τοῖς ᾑρηκόσι δουλεύοντες. Εἰ δὲ δή τις ἕλοιτο μεταπλάττειν ἀστείως εἰς ἤθη καὶ τρόπους, ἄνθρωπόν τε καὶ κτήνη καὶ τὰ λοιπὰ, νοήσει μὲν ἀνθρώπους τοὺς κατὰ σάρκα ζῶντας, καὶ γήϊνον ἔχοντας φρόνημα, καὶ τοῖς προσκαίροις ἐντετηγμένους, οἷς καὶ ὁ 2.173 θεῖος προσπεφώνηκε λόγος "Ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ "̔Υψίστου πάντες, ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε." τῶν γὰρ ἁγίων ἀνθρώπινος μὲν οὐκ ἔτι, θειότερος δὲ μᾶλλον καὶ πνευματικὸς ὁ βίος· εἴπερ ἐστὶν ἀληθὲς, ὡς περιπατοῦσι μὲν ἐν σαρκὶ, ζῶσι δὲ οὐ κατὰ σάρκα, κατὰ τὸ γεγραμμένον· ἔχουσι δὲ μᾶλλον ἐν οὐρανοῖς τὸ πολίτευμα· κτήνη δὲ αὖ τοὺς ἀμαθίᾳ πολλῇ συζῆν εἰωθότας, καὶ νωθεῖς τὴν φρένα, περὶ ὧν φησι διὰ φωνῆς τοῦ ∆αυείδ "Ἄνθρωπος ἐν τιμῇ "ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις "καὶ ὡμοιώθη αὐτοῖς·" προσεπιτάττει δὲ λέγων "Μὴ γί- "νεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις." πτηνὰ δὲ δὴ λογιούμεθα τοὺς ἐπηρμένην τε καὶ οἱονεὶ μετέωρον ἔχοντας φρένα, καὶ ὑψοῦ μὲν φέρεσθαι μεμελετηκότα τὸν νοῦν, καὶ τοῖς ταπεινοῖς συναπάγεσθαι παραιτούμενον. τοι- ουτοσὶ δέ πως ὁ ἀλαζὼν, καὶ τοῖς τῆς θεομισοῦς ὑπεροψίας ἐγκλήμασιν ὁλοτρόπως ἐνισχημένος. ἐκδέξῃ δὲ καὶ ἰχθῦς τὴν ἀλογωτάτην πληθύν· ἀφωνότατα δὲ τῶν ἰχθύων τὰ γένη· τοιοῦτοι δὲ καὶ οἱ πολλοὶ, οἳ καθάπερ θαλάττῃ τινὶ τῇ τοῦ βίου τύρβῃ περιχεόμενοι, καὶ τὴν ἁλμυράν τε καὶ πικρὰν τῶν ἐν αὐτῇ πραγμάτων ἡδονὴν τρεφόμενοι, τοῖς τοῦ θανά- του τετήρηνται λίνοις, ὄλεθρον ἔχοντες τοῦ βίου τὸ πέρας. οὗτοι δὴ οὖν ἐκλείψουσι, ποινὴν ἐπ' αὐτοὺς ἱέντος Θεοῦ, καὶ κολάζειν ᾑρημένου λοιπὸν ὡς ἀσελγῆ καὶ ἀκόλαστον τρί- βοντας βίον, καὶ παροτρύνειν αὐτὸν οὐ παραιτουμένους. 9Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ἰούδαν καὶ ἐπὶ πάντας τοὺς 2.174 κατοικοῦντας ἐν Ἱερουσαλὴμ, καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῶν Βααλεὶμ, καὶ τὰ ὀνόματα τῶν ἱερέων, καὶ μετὰ τῶν ἱερῶν τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασι- λέως αὐτῶν, καὶ τοὺς 350 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου καὶ τοὺς μὴ ζητοῦντας τὸν Κύριον, καὶ τοὺς μὴ ἀντεχομένους τοῦ Κυρίου.9 Καταλευκαίνει λοιπὸν τὸ ἀμυδρῶς εἰρημένον, καὶ ὅτι κατὰ τῆς Ἰούδα φυλῆς, κατά τε τῶν Ἱεροσολύμων τὰ ἐξ ὀργῆς συμβήσεται, διαγορεύει σαφῶς. ἐκταθήσεσθαι γὰρ κατ' αὐ- τῆς τὴν ἑαυτοῦ χεῖρά φησιν, οἱονεὶ καταδραττομένην καὶ πλήττουσαν, καὶ ὑποτιθεῖσαν αὐτοὺς τοῖς ὅσον οὐδέπω προσ- δοκωμένοις, μέλλουσί τε καταδῃοῦν καὶ τῆς ἐνεγκούσης ἀποκομίζειν αὐτοὺς τοῖς τῆς δουλείας βρόχοις ἐνειλημμένους. ἀπογυμνοῖ δὲ δὴ τὰ ἐγκλήματα, καὶ ἐκ μέσου μὲν ἔσεσθαί φησι τὰ ὀνόματα τῶν Βάαλ, οἰχήσεσθαι δὲ σὺν αὐτοῖς τὰ τῶν ἱερέων. καὶ ὅτι μὲν πολλὴ παρ' αὐτοῖς ἡ τῶν σεβασμά- των πληθὺς, καὶ διάφορος ὁ τῆς πλανήσεως τρόπος, διὰ τούτου σημαίνει. ὅτι δὲ τῷ πολέμῳ δαπανηθήσονται, καὶ ὀλιγανδρίας εἰς τοῦτο τὰ τῶν Ἰουδαίων
Zephaniah Tomos 1 rem mid§zephaniah-t1-rem-mid
zephaniah-t1-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §zephaniah-t1-rem-mid
ἔθνη περιστήσεται, ὡς μὴ εἶναι τάχα που τοὺς ὀνομάζοντας τὴν Βάαλ, ἤγουν τοῖς τῶν εἰδώλων τεμένεσι προσιζῆσαι δυναμένους, ὑπεσή- μηνεν εὐφυῶς, ἐξαρθήσεσθαι λέγων τὰ ὀνόματα τῶν εἰδώλων αὐτῶν, καὶ μέντοι τῶν ἱερέων. τὰ δὲ ὀνόματά φησιν ἀντὶ τοῦ 2.175 τὰς μνήμας, ἤγουν τὰς δόξας. οὕτω γὰρ αὐτὸ καὶ ὁ σοφώ- τατος Σολομὼν διερμηνεύει λέγων "Αἱρετὸν ὄνομα καλὸν, ἢ πλοῦτος πολύς." ὁμοῦ δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ὀνόμασι τῶν Βααλεὶμ ὁλοθρευθήσεσθαι λέγει τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα· εἶεν δ' ἂν οὗτοι πάλιν οἱ σελήνῃ καὶ ἄρκτῳ καὶ τῇ λοιπῇ στρατιᾷ τοῦ οὐρανοῦ προσκυνεῖν εἰωθότες. ἐξαρῶ δέ φησιν ὁμοίως καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου. ἔθος γὰρ ἦν τῶν πεπλανημένων τισὶν ὅρκιον ποιεῖσθαι τὸν οὐρανὸν, καὶ κατ- ευρύνειν ἐπ' αὐτῷ τὴν γλῶτταν· φιλοτιμότατα δὲ ὥσπερ ἀναφωνεῖν Νὴ τὸν βασιλέα καὶ δεσπότην ἥλιον. οἷς ἀνάγκη τοῦτο δρᾶν ᾑρημένοις καὶ ἀποφοιτᾶν ἀγρίως τῆς εἰς Θεὸν ἀγάπης, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος "Κύριον τὸν "Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ "ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ." καὶ γοῦν ὁ προφήτης Ἱερε- μίας προσμαρτυρεῖ ποτε τοῖς ἐξ Ἰσραὴλ τῆς διὰ Μωυσέως ἐντολῆς τὴν τήρησιν, ἔφασκέ τε πρὸς Θεὸν, τῆς ἐπ' αὐτοῖς ἀποφέρων ὀργῆς "Ζῇ Κύριος λέγουσιν." οἱ δέ γε μὴ ζητοῦντες τὸν Κύριον, μήτε μὴν ἀντέχεσθαι μελετῶντες αὐ- τοῦ, νοοῖντ' ἂν εἰκότως οἱ φαύλην τε καὶ ἀσχήμονα δια- βιοῦντες ζωὴν, καὶ τὴν ἔξω νόμου πολιτείαν ἐκτετιμηκότες. ζητεῖται γὰρ παρ' ἡμῶν ὁ τῶν ὅλων Θεὸς οὐχὶ μᾶλλον τοπικῶς, ἀλλ' οἶμαι πραγματικῶς, διὰ γνώσεως ἀληθοῦς, καὶ τὸ ἀνεπίπληκτον ἐχούσης ἐφ' ἑαυτῇ, διὰ πίστεως καὶ 2.176 ἐπιεικείας, καὶ τῆς εἰς πᾶν ὁτιοῦν τῶν ὁσίως τεθαυμασμένων καὶ ἁνδανόντων αὐτῷ σπουδῆς τε καὶ προθυμίας. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι ταῦτα μὲν τετέλεσται καὶ παρ' αὐτοῦ τοῦ βασιλεύοντος ἐν τοῖς Ἱεροσολύμοις, Ἰωσίου φημὶ, καθ' ὃν καὶ ὁ τῆς προφητείας γέγονε λόγος. καθεῖλε γὰρ καὶ αὐτὸς βωμοὺς καὶ τεμένη καὶ τὰ χειρόκμητα· κατέσφαξε τοὺς ἱερουργοὺς, ψευδομάντεις, οἰωνοσκόπους. ἔοικε δὲ ὁ Προφήτης οὐχὶ δὴ πάντως τὰ ἐνεστηκότα δηλοῦν, καὶ περὶ τῶν ἤδη πεπραγμένων ποιεῖσθαι τοὺς λόγους, προαγγέλλειν δὲ μᾶλλον, ὡς ἔσται ταῦτα κατὰ καιροὺς, ἃ δὴ καὶ τετέλεσται διὰ τοῦ Ναβουχοδονόσορ, οὐκ εἰς δόξαν δρῶντος Θεοῦ· πῶς γὰρ ἢ πόθεν, ὅς γε καὶ τὸν θεῖον ἐνέπρησε ναόν; ἀνελόντος δὲ μᾶλλον καὶ κατεμπρήσαντος ὁμοῦ τοῖς εἰδώλοις τοὺς προσκυνοῦντας αὐτά. 9Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου, ὅτι ἡτοίμασε Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίασε τοὺς κλητοὺς αὐτοῦ.9 Ἀναπλέκει χρησίμως ταῖς ἀπειλαῖς τὴν παραίνεσιν, καὶ καταπτοήσας τοῖς δείμασι, μετασοβεῖ πρὸς τὸ ἄμεινον, ὑποβλέπεσθαι κελεύων· τοῦτο γὰρ οἶμαι τὸ εὐλαβεῖσθαί ἐστι· τὸν τῶν ὅλων Θεὸν, καὶ τὰς τοῦ βίου τροχιὰς ἐπ- ανορθοῦν ἐπείγεσθαι, καὶ ἀμελλητὶ μετατρέπειν πρὸς τὸ αὐτῷ φίλον καὶ δοκοῦν. δεῖν δέ φησιν ὁρᾶσθαι τοιούτους ἀπὸ προσώπου Κυρίου, κατά γε τὸ εἰρημένον διὰ φωνῆς Ἡσαΐου "Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ "τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε 2.177 351 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. "ἀπὸ τῶν πονηριῶν ὑμῶν." ταυτὸν γὰρ οὔτι που τὸ πονη- ρίαν ἀφελεῖν ἐξ ὀφθαλμῶν ἀνθρωπίνων καὶ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, πλείστη δὲ ὅση τῶν πραγμάτων ἐστὶν ἡ διαφορά. πονηρὸς γὰρ ἔσθ' ὅτε καὶ οὐκ ἀγαθὸς τοὺς τρόπους ἀνὴρ, εὐλαβείας δόκησιν ὑποτρέχει καὶ χρηστότητος ὄνομα περιπλάττεται, καίτοι τοῦτο κατ' ἀλήθειαν οὐκ ὤν· καὶ γοῦν ὁ Χριστός "Προσέχετε, φησὶν, ἀπὸ τῶν ἐρχομένων "πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι "ἅρπαγες." ὁ τοιοῦτος εὐλαβὴς ἐν ὀφθαλμοῖς ἀνθρώπων, καὶ οὐχὶ δὴ πάντως ἐν ὄψει Θεοῦ· ὁ δὲ ἀκάκουργος ἀληθῶς ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, καὶ οὐχὶ μόνον τὴν ἐξωφανῆ χρηστότητα καὶ τὸ ἀγαθὸς εἶναι δοκεῖν ἀμφιέννυται, καρδίαν δὲ μᾶλλον ἀβέβηλον ἔχει, καὶ δὴ καὶ ὁρᾶται τοιοῦτος. ἔφη γάρ που ὁ Σολομών "Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ "ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ "σκοπεύει." ἡμέραν δὲ ὀνομάζει Κυρίου τῆς ἁλώσεως τὸν καιρὸν, ὃν καὶ ἐγγὺς εἶναί φησιν, οὐκ ἐφιεὶς τοῖς ἀμελεστέ- ροις ἐκεῖνό που τάχα διενθυμεῖσθαι καὶ φρονεῖν παρά γε σφίσιν αὐτοῖς, ὡς μακρά τις ἔσται τῶν ἔσεσθαι προεπηγ- γελμένων ἡ ἀνάβλησις, καὶ ὑπερτρέχουσι τὸ παθεῖν εἰς τὸ τῆς οἰκείας ζωῆς καταντήσαντες τέλος. ἔθος γὰρ ἦν Ἰουδαίοις ἐν ταῖς προῤῥήσεσι τῶν ὅτι μάλιστα σκυθρωπῶν τοιάδε τινὰ φρονεῖν τε καὶ λέγειν. καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεχιήλ "Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος "̓Ισραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν Ἡ ὅρασις "ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς "οὗτος προφητεύει. διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς Τάδε "λέγει Ἀδωναῒ Κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ 2.178 "λόγοι μου, οὓς ἂν λαλήσω· ὅτι λαλήσω λόγον καὶ "ποιήσω, λέγει Ἀδωναῒ Κύριος." τοῦτο καὶ νῦν, ὥς γε οἶμαι, φησὶν, ἠγγικέναι διαβεβαιούμενος τὴν ἡμέραν Κυρίου καὶ ἡτοιμᾶσθαι μὲν τὴν θυσίαν αὐτοῦ, ἡγιᾶσθαι δὲ τοὺς κλη- τούς. καὶ θυσίαν μὲν ὀνομάζει τὴν κατὰ βούλησιν αὐτοῦ πραχθησομένην σφαγὴν τῶν ἠσεβηκότων· κλητοὺς γεμὴν τοὺς Χαλδαίους, οὓς καὶ ἡγιᾶσθαί φησιν, οὐχ ὡς ἁγίους γεγενημένους, ὡς ὁρισθέντας δὲ μᾶλλον καὶ κεκλημένους παρὰ Θεοῦ πρὸς τὸ ἐμπρῆσαι τὴν Ἰουδαίαν, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης ὀλοθρεῦσαι τοὺς ἐν αὐτῇ. τοιοῦτόν τι φησὶ καὶ ἑτέρωθι τὸ γράμμα τὸ ἱερόν. κέκληντο μὲν γὰρ κατὰ τῆς Νινευὶ Πέρσαι τε καὶ Μῆδοι καὶ οἱ Κύρῳ συνησπικότες. ἔφη δὲ καὶ περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός "̔Ηγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται "πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες." οὐκοῦν ὁ ἁγιασμὸς ἐν τούτοις οὐ φαυλότητος ἀπόθεσιν, οὔτε μὴν Πνεύματος Ἁγίου μέθεξιν κατασημήνειεν ἄν, ἀλλ' οἱονεὶ τὸ πρὸς ἐκπλήρωσιν τοιοῦδέ τινος πράγματος προωρίσθαι τε καὶ ἐκνενεμῆσθαί τινας. 9Καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρ- χοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια· καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοὺς πληροῦντας τὸν οἶκον Κυρίου τοῦ Θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου.9 Τρία ταῦτά ἐστι τὰ δι' ὧν ἂν εὖ ἔχοιεν πόλεις τε καὶ χῶραι, βασίλεια τε καὶ τὰ ὑπ' αὐτὴν τῶν ἐξουσιῶν τάγματα, 2.179 καὶ ἡ διαβόητος ἱερωσύνη. ταῦτα δὲ εἰ μὲν ἔχοι καλῶς, κατά γε τὸ ἑκάστῳ πρέπον, εὖ ἂν ἔχοι καὶ τὰ ὑπ' αὐτὰς πράγματα, καὶ σώζεται τὸ ὑπήκοον. εἰ δὲ δὴ τὴν διεστραμ- μένην ἕλοιντο τιμᾶν, καὶ μὴν καὶ διάττοιεν τρίβον, ἅπαντα εὐθὺς πρὸς τὸ ἀκαλλὲς οἰχήσεται, καὶ μονονουχὶ καταμεθύει πρὸς ὄλεθρον. ὥσπερ γὰρ εἰς τὴν τοῦ σώματος κεφαλὴν ἀλγήματος γεγονότος, συναισθάνεσθαί τε αὐτῇ καὶ συναῤ- ῥωστεῖν ἀναγκαῖον τὰ λοιπὰ τῶν μελῶν· οὕτω καὶ τῶν ἡγουμένων ἐκτετραμμένων ἐπὶ τὸ φαῦλον καὶ μέντοι ῥοπὴν τὴν εἰς τὰ χείρω νενοσηκότων συγκαταφθείρεσθαί πως ἀνάγκη τοὺς ὑπεζευγμένους. φιλεῖ γάρ πως τὸ ὑπήκοον ταῖς τῶν λαχόντων κρατεῖν ἕπεσθαί τε καὶ ὑποφέρεσθαι γνώμαις. ἐν ἡμέρᾳ τοίνυν, φησὶ, τῆς ἁνδανούσης Θεῷ θυσίας, τουτέστιν ἐν καιρῷ καθ' ὃν ἂν γένοιτο τῶν τὰ πάνδεινα 352 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, ©
Zephaniah Tomos 1 rem close CLOSEOUT§zephaniah-t1-rem-close
zephaniah-t1-rem-closeRem CLOSEOUT: Zephaniah Tomos 1 CLOSEOUT.
Greek · §zephaniah-t1-rem-close
2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πεπλημμεληκότων ἡ σφαγὴ, ἐπ' αὐτὰ δὴ καὶ πρῶτα τὰ τῶν ἄλλων ἐξῃρημένα κατὰ τὴν δόξαν καὶ προεκκείμενα πράγματα, βαδιεῖται τὰ ἐξ ὀργῆς. ταῦτα δέ ἐστιν, ὁ τοῦ βασιλεύοντος οἶκος· καὶ ὁ γείτων εὐθὺς τῶν ἐν δόξῃ καὶ περιφανείᾳ κειμένων· καὶ τρίτος ἐπ' αὐτοῖς ὁ καὶ τῶν ἄλλων παρὰ Θεῷ προτιμότερος ὁ τῶν θείων ἱερουργῶν· ἄρχοντες δὲ καὶ αὐτοὶ, καὶ λαῶν ἡγούμενοι, κατά γε τῆς ἱερωσύνης τὴν τάξιν. αἰτιᾶται δὲ λίαν αὐτοὺς, ὡς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια, τουτέστιν, εἰς τοῦτο λοιπὸν ἀφιλοθεΐας ἱγμένους, καὶ τῶν πάλαι διὰ Μωυσέως τεθεσπισμένων καταφρονεῖν ᾑρημένους, ὡς μηδὲ αὐτὸ τῆς ἱερωσύνης τὸ σχῆμα τηρεῖν, καιροῦ καλοῦντος αὐτοὺς ἐπί γε τὸ δεῖν ἀποπεραίνειν τὰ ἱερά. 2.180 ὥσπερ οὖν οἱ ἐξ Ἀαρὼν γεγονότες δεδαπάνηνται πυρὶ, καὶ ἦν αὐτοῖς ἐπίκλημα καὶ γραφὴ, τὸ ἀλλότριον ἐπιθεῖναι τῷ θυσιαστηρίῳ πῦρ· τὸν αὐτὸν οἶμαι τρόπον καὶ οὗτοι, περὶ ὧν ἦν ὁ λόγος, ἐξαιτοῦνται δίκας, ὅτι τῆς πρεπούσης αὐτοῖς εὐκοσμίας ἠφειδηκότες, ἱεροπρεπῶς μὲν οὐκ ἐστέλλοντο κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν, ἐνδύμασι δὲ ἀλλοτρίοις ἠμφιεσμένοι, δρᾶν ἀπετόλμων τὰ ἱερά. ἀπόδειξις δὲ καὶ τοῦτό ἐστι καταφρονήσεως τῆς ἐσχάτης καὶ τοῦ μηδενὸς ἀξιοῦσθαι λόγου παρ' αὐτοῖς τὸν νόμον. εἶτα πῶς ἦν ἐν- νοεῖν ἐν φροντίδι γενέσθαι τοῖς ἄλλοις τοῦ νόμου τὴν τήρη- σιν, εἰ μηδεὶς αὐτοῦ τοῖς ἡγουμένοις ὁ λόγος; ταύτῃτοί φησιν Ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα· καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον. πλημμελοῦντα πλειστάκις τὸν Ἰσ- ραὴλ, καὶ τοῖς διὰ τῶν προφητῶν οὐκ εἴκοντα λόγοις, ἐκάλει πρὸς μετάγνωσιν, ταῖς ἔξωθεν λύπαις ἐπανορθῶν ὡς πατὴρ, ἁπτόμενος δὲ καὶ τῶν σωμάτων αὐτῶν ἔσθ' ὅτε· οἷόν τι φημὶ, ἐπάταξεν ἐν ἀνεμοφθορίᾳ τοὺς ἐν ἀγρῷ καρποὺς, ἢ βροῦχον ἔσθ' ὅτε καὶ ἀκρίδα καθιεὶς, ἢ κάμπην ἐπισωρεύσας, ἢ τὴν καλουμένην ἐρυσίβην· λελύπηκε δὲ καὶ "ἐν πυρώσει "καὶ ἐν ἰκτέρῳ," κατὰ τὴν τοῦ προφήτου φωνήν. ταῦτα κατὰ καιροὺς ἐπιφέρων, οἷον ἔπληττε λεληθότως· νυνὶ δὲ, φησὶν, ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα, τουτέστιν, οὐ λεληθότως ἐποίσω τὰ ἐξ ὀργῆς, οὐ βροῦχος ἔσται καὶ ἐρυσίβη τὰ καθ' ὑμῶν, οὐκ ἀῤῥωστία σωματική· ἀλλὰ γυμνῶς ἀποστίλβον τῶν πολεμίων τὸ ξίφος, καὶ τοῖς εἰς ἐμὲ δεδυσσεβηκόσιν ἀπειλοῦν τὸν ὄλεθρον, καὶ εἰς αὐτὰ τοῦ ναοῦ τὰ πρόπυλα καταφθεῖρον ὠμῶς τοὺς πληροῦντας τὸν οἶκον τοῦ Θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου. τίς οὖν ἡ ἀσέβεια; τίς δὲ καὶ ὁ δόλος; ἕτερος ἡμῖν προφήτης σαφηνιεῖ λέγων περὶ τῆς Ἱερουσαλήμ "Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον καὶ οἱ προφῆται 2.181 "αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο·" καὶ μὴν καὶ ὁ σοφὸς Ἡσαΐας ἀποτείνεταί που πρὸς αὐτὴν καί φησιν "Οἱ ἄρ- "χοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, "διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει "χήρας οὐ προσέχοντες." Προσεκτέα δὴ οὖν τοῖς τῶν θείων θυσιαστηρίων ἱερουργοῖς, μὴ ἄρα πως ταῖς τοιαῖσδε περιπίπτοιεν γραφαῖς. τυπικῶς μὲν γὰρ οἱ πάλαι τὴν ταῖς ἱερουργίαις πρέπουσαν ἐδέχοντο στολήν. ἐπειδὴ δὲ τῆς ἐν πνεύματι λατρείας ἐνέστηκεν ὁ καιρὸς, ἄμφιον ἔστω λαμπρὸν καὶ στολή τις ὥσπερ ἱερο- πρεπὴς ἑκάστῳ τῶν κεκλημένων εἰς λειτουργίαν, πίστις ὀρθὴ καὶ ἀμώμητος, βίος εὐαγγελικὸς, πολιτεία σεμνὴ καὶ ἐννο- μωτάτη, καὶ τρόπος ὀρθὸς, λημμάτων αἰσχρῶν οὐχ ἡττώ- μενος, φροντὶς ὁρῶσα πρὸς ἀρετὴν, καὶ τοῦ παντὸς ἀξιοῦσα λόγου τὸ ἁνδάνον Θεῷ. 9Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν.9 Καταγράφει σαφῶς τοῦ πολέμου τὰς συμφορὰς, καὶ οἷον πίπτοντάς τε καὶ ὀλλυμένους καί σφισιν αὐτοῖς ἐποιμώ- ζοντας ἐπιδεικνύει τινὰς, ἵνα τῷ μεγέθει τῶν ἐσομένων κακῶν ἡττώμενοι, μεταφοιτᾶν ἕλοιντο πρὸς τὸ ἐπείγεσθαι δρᾶν τὰ ἀμείνω καὶ πρεπωδέστερα, οὕτω τε λοιπὸν ἔξω φέροιντο τῆς ὀργῆς. ἀγαθὸς γὰρ ὁ ∆ημιουργὸς, καὶ οὐ θέλει "τὸν θάνατον "τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ "αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῆν αὐτὸν," κατὰ 353 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τὴν τοῦ προφήτου 2.182 φωνὴν Ἰεζεκιήλ. κατ' ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ φησιν ἀπὸ μιᾶς μὲν πύλης τῶν ἀποκεντούντων, τουτέστι, τῶν ἀποσφατ- τόντων τοὺς παρεμπίπτοντας, δεινή τις ἔσται καὶ ἀμειδὴς ἀναφώνησις. ἀεὶ γάρ πως ἐν ταῖς ἁλισκομέναις τῶν πόλεων εἰσελαύνοντες οἱ πολέμιοι φρικτόν τι καταλαλάζουσι, προ- κατακλῶντες εἰς φόβον τοὺς ἐν αὐταῖς, προτροπάδην τε ὥσπερ ἀλλήλους καταθήγοντες εἰς ὠμότητα. ἀπὸ δέ γε τῆς ἑτέρας πύλης ἔσται, φησὶν, ὀλολυγὴ καὶ δάκρυον, συνωθου- μένων ἀλλήλοις τῶν ἑαλωκότων, καὶ ἑκάστου διασπεύδοντος τῆς πόλεως ἀποπηδᾶν ὡς νεὼς βεβαπτισμένης. ἔσεσθαι δὲ καὶ συντριμμὸν μέγαν φησὶν ἀπὸ τῶν βουνῶν, τάχα που βουνοὺς τὴν καλουμένην ἄνω πόλιν ἐν τοῖς Ἱεροσολύμοις, ἤτοι τὴν Σιὼν ὀνομάζων, ἤγουν ἕτερόν τι δηλῶν. ἀεὶ γάρ πως ἐν ταῖς τῶν πολέμων καταδρομαῖς εἰς τὰς τῶν ὀρῶν καταφεύγουσι κορυφὰς οἱ ἔνοικοι, τὴν τῶν τόπων δυσχωρίαν πρὸς ἐμποδὼν ἔσεσθαι τοῖς ἐχθροῖς ἡγούμενοι, καὶ τὰς τῶν διωκόντων αὐτοὺς ἀνακόψειν ὁρμάς. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς προσπεφώνηκέ ποτε τοῖς Ἰουδαίων δήμοις "Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν "̔Ιερουσαλὴμ, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ "ὄρη." Οὐκοῦν Θεοῦ πλήττοντος, καὶ δίκας αἰτοῦντος τῶν ἡμαρ- τημένων τοὺς καταφρονεῖν ᾑρημένους, οὐδὲν ὀνήσει τοὺς πάσχοντας, οὐ πόλις εὐπυργοτάτη, οὐ τειχῶν ἀκατάσειστοι περιβολαὶ, οὐκ ὀρῶν ἀναστήματα καὶ πετρῶν ἀγριότητες, οὐκ ἀστιβὴς δυσχωρία· σώζει δὲ μόνη μετάγνωσις, ἐκδυ- σωποῦσα τὸν Κριτὴν, καὶ κατευνάζουσα τὸν θυμὸν, καὶ εἰς 2.183 τὴν αὐτῷ πρέπουσαν ἡμερότητα καλοῦσα προχείρως ἀγαθὸν ὄντα φύσει τὸν ∆ημιουργόν. καὶ ἄμεινον μὲν τὸ παντὶ παραιτεῖσθαι σθένει τὸ προσκρούειν αὐτῷ· ἐπειδὴ δὲ δια- νένευκεν ἡ ἀνθρώπου φύσις ἐπὶ τὸ φαῦλον ἀεὶ, καὶ "πολλὰ "πταίομεν ἅπαντες," τὸ βεβηκὸς εἰσάπαν πρὸς ἀρετὴν οὐκ ἔχοντες, κἂν γοῦν ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐπανορθοῦν σπουδάζωμεν τὰς ἑαυτῶν γνώμας, καὶ ταῖς μεταγνώσεσι καλῶμεν εἰς ἡμερότητα χρηστὸν ὄντα κατὰ φύσιν, καθάπερ ἔφην ἀρτίως, τὸν τῶν ὅλων ∆εσπότην. 9Θρηνήσατε οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χαναὰν, ἐξωλοθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ.9 Ὅτι φείσεται μὲν οὐδενὸς τῶν Βαβυλωνίων ὁ σίδηρος, ἀπολεῖ δὲ ἄρδην τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, σημαίνει μὲν διὰ τούτων. κατολοφύρεσθαι δὲ προστέταχε τοὺς ἐν τοῖς Ἱεροσολύμοις περιλελειμμένους, καὶ διαφυγεῖν ἰσχύσαν- τας, ὡς ὠλοθρευμένην τὴν Ἰουδαίαν, καὶ τὴν διαβόητον παρ' αὐτοῖς κατακεκομμένην πόλιν· διάτοι τὸ πάντα τὸν ἐν αὐτῇ λαὸν τοῖς τῶν Χαναναίων ἁμιλλᾶσθαι τρόποις, καὶ τὰ ἐκεί- νων ἑλέσθαι ζηλοῦν, παρισοῦσθαι δὲ οὕτως εἰς πάντα αὐτοῖς, ὡς τάχα που καὶ ὑπερφέρεσθαι καὶ κατόπιν ἐᾶν. ἀλλογενεῖς δὲ οἱ Χαναναῖοι, θεομισεῖς τε καὶ ἀλιτήριοι καὶ εἰδωλολάτραι, καὶ τῶν ὅτι μάλιστα διαβεβλημένων ἐφ' ἅπασι τοῖς ἐκτοπω- τάτοις. καὶ γοῦν παρά γε τοῖς ἱεροῖς γράμμασιν ὀνειδίζεταί τις, ἀκούων "Σπέρμα Χαναὰν, καὶ οὐχὶ Ἰούδα." ὅτι δὲ ἀνόνητος ὁ πλοῦτος αὐτοῖς, ἔρεισμά τε σαθρὸν καὶ εὐδιά- κλαστον, διερμηνεύει πάλιν, ἀπολέσθαι διαβεβαιούμενος τοὺς ἐπηρμένους τῷ ἀργυρίῳ, τουτέστι, τοὺς μέγα φρονεῖν εἰω- 2.184 θότας ἐπὶ πλούτῳ καὶ χρήμασιν, καὶ ὑψηλὴν ἀνασπῶντας ἐπ' αὐτῷ δὴ τούτῳ τὴν ὀφρύν. ἐπειδὴ γὰρ λημμάτων αἰσχρῶν ἡττώμενοι, καὶ κεχηνότες εἰς τοῦτο, "τὸν οἶκον τοῦ "Θεοῦ αὐτῶν, καθά φησιν αὐτὸς, ἀσεβείας ἐπλήρουν καὶ "δόλου," ταύτῃτοι δικαίως ὡς ἀδρανὲς καὶ ἀνόνητον, καὶ οὐδένα σώζειν εἰδὸς τὸ πλουτεῖν ἐξελέγχεται.
Twelve Prophets Zephaniah Tomos 2 opening§zephaniah-t2-open
zephaniah-t2-openZephaniah Tomos 2.
Zephaniah Tomos 2: nations judged; Zion rejoices in the King CLOSEOUT.
Greek · §zephaniah-t2-open
ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ. Καὶ ὑμεῖς Αἰθίοπες τραυματίαι ῥομφαίας μού ἐστε. Παντὸς διαμέμνηται γένους, ἤγουν ἔθνους, πεπολεμηκότος τῷ Ἰσραὴλ καὶ κατὰ τῆς θείας δόξης πεφλυαρηκότος. μέτ- εισι τοίνυν ἐξ Ἰδουμαίων καὶ Ἀμμανιτῶν ἐπὶ τοὺς Αἰθίοπας, ἢ τοὺς πρὸς ἠοῖ καὶ νότῳ κειμένους, καὶ τῆς Περσῶν γῆς τὴν ἀγχιτέρμονα κατοικοῦντας χώραν· ἤγουν Αἰγυπτίους ὡς ὁμόρους ὄντας καὶ γείτονας τοῖς ἐξ Ἰσραήλ· Αἰθιοπίας δὲ μοῖρα καὶ τῶν Αἰγυπτίων ἡ γῆ· καὶ γοῦν ποταμοὺς Αἰθιο- πίας ὀνομάζειν ἔθος τοῖς ἱεροῖς γράμμασι τοὺς τῆς Αἰγυπτίων. πίνουσι γὰρ καὶ αὐτοὶ τὸν Γηὼν, περὶ οὗ φησιν ἡ γραφή "Οὗτός ἐστιν ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας." ἔσεσθε τοίνυν καὶ ὑμεῖς Αἰθίοπες τῆς ἐμῆς τραυματίαι ῥομφαίας. ἑαυτοῦ δέ φησι ῥομφαίαν τὴν τῶν Ἰουδαίων, ὡς αὐτὸς ἐπάγων αὐτὴν τοῖς ἀνοσίως πεπραχόσιν εἴς τε τὴν αὐτοῦ δόξαν, ὡς ἔφην, καὶ μέντοι τὸν Ἰσραήλ. Ἐπειδὴ δὲ οἶδεν ἡ θεόπνευστος γραφὴ καὶ νοητοὺς Αἰθίο- πας, φέρε τι καὶ ἐπ' αὐτοῖς λέγωμεν, οὐκ ἔξω βαίνοντες τῆς 2.206 τῶν προκειμένων ἐννοίας. ἔφη που ψάλλων ὁ μακάριος ∆αυεὶδ, ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν "Σὺ "συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. "σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν "βρῶμα λαοῖς τοῖς Αἰθίοψιν." ἀλλὰ καὶ ἑτέρωθί που "Ἐνώ- "πιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ "χοῦν λείξουσιν." ὁμολογεῖ δέ που καὶ ἡ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ἀνατυπουμένη νύμφη μέλαινά τε εἶναι καὶ καλή. οὐκοῦν Αἰθίοπας νοητέον τοὺς οἱονεὶ σκοτεινήν τε καὶ ἀλαμπῆ τὴν διάνοιαν ἔχοντας, τοὺς οὔπω κατηυγασ- μένους, καὶ τὸ θεῖον οὐκ ἔχοντας φῶς. ἀλλ' οἱ μὲν προσ- πίπτοντες τῷ Χριστῷ, καθάπερ ἀμέλει καὶ ἡ νύμφη, καταλαμπρύνονται παρ' αὐτοῦ, διακεκράγασι γὰρ εὐχόμενοι "Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς·" οἱ δὲ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ ἐν τῷ μελαίνεσθαι μεμενηκότες, καταθοινήσονται μὲν τὰς τοῦ δρά- κοντος κεφαλάς· τροφὴ γὰρ αὐτοῖς ὁ δράκων ὁ ἀποστάτης· ὑποκείσονται δὲ τῇ ῥομφαίᾳ. πρέπειν δὲ οἶμαι μάλιστα τοῦ λόγου τὴν δύναμιν τοῖς ἀκαθάρτοις πνεύμασιν, ἃ τετραυμά- τικεν ὁ Χριστὸς, τῆς καθ' ἡμῶν τυραννίδος ἐκβεβληκὼς, συνανελὼν δὲ αὐτοῖς τὸν τοῦ σκότους πατέρα, τὸν ἁπάσης ἁμαρτίας εὑρετὴν, τὸν κατασκοτίζοντα "τὰ νοήματα τῶν "ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγ- "γελίου τῆς δόξης τοῦ Χριστοῦ." καὶ τοῦτο οἶμαί ἐστιν ὃ καὶ αὐτὸς ὁ σοφὸς ἡμῖν εἴρηκεν Ἡσαΐας "Καὶ ἔσται ἐν "τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, "τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὄφιν "τὸν σκολιὸν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν φεύγοντα, καὶ "ἀνελεῖ τὸν δράκοντα. 2.207 9Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ βοῤῥᾶν καὶ ἀπολῶ τὸν Ἀσσύριον, καὶ θήσω τὴν Νινευὶ εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον. καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς καὶ κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς.9 Ἅψομαι, φησὶ, καὶ τῶν εἰς ἠῶ καὶ βοῤῥᾶν χωρῶν τε καὶ πόλεων, καὶ συνδιολῶ τοῖς ἄλλοις τοὺς Ἀσσυρίους καὶ ταῖς ἠρημωμέναις τῶν πόλεων, καὶ αὐτὴν προσθήσω τὴν διαβόητον Νινευὶ, τὴν τῶν Χαλδαίων μητρόπολιν. ἔσται δὲ ἄνυδρος, ταῖς ἀβάτοις καὶ ἀοικήτοις ἐν ἴσῳ γαῖς. εἰκὸς δὲ δὴ πάλιν ὕδασιν ἐξομοιοῦν τὸν λόγον τὴν τῶν ἐνοικούντων πληθύν· ἔθος γὰρ τοῦτο τοῖς ἱεροῖς γράμμασιν. καὶ γοῦν τῶν Ἀσσυ- ρίων τὴν ἔφοδον, ἣν πεποίηνται κατὰ τῆς Ἱερουσαλὴμ, ἕτερος τῶν ἁγίων προφητῶν προανακηρύττων ἔφασκεν "Ἰδοὺ "δὴ ὕδατα ἔρχεται ἀπὸ βοῤῥᾶ, καὶ ἔσται εἰς χειμάῤῥουν "κατακλύζοντα." ὅταν τοίνυν ἄνυδρον ἔσεσθαι τὴν Νινευὶ λέγῃ, φαίην ἂν ὅτι κενὴν ἔσεσθαι τῶν ἐνοικούντων φησί· κατανεμηθήσεσθαι γεμὴν ἐν μέσῳ αὐτῆς ποίμνια 363 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. διϊσχυρί- ζεται, σημ
Zephaniah Tomos 2 rem early§zephaniah-t2-rem-early
zephaniah-t2-rem-earlyRem early: Zephaniah Tomos 2; historia and theoria toward Christ.
Greek · §zephaniah-t2-rem-early
εῖον οἶμαί που τὸ χρῆμα τιθεὶς τῆς ὁλοτελοῦς ἐρημίας καὶ τοῦ μηδένα κατοικεῖν ἐν αὐτῇ· φύεται μὲν γὰρ οὐκ ἐν ἄστει τὰ ἐν ἀγροῖς. εἰ δὲ δήπου γένοιντο πόαι καὶ ἐν πόλει τυχὸν, ὁμολογία τις ὥσπερ ἐστὶν ἐναργὴς τὸ πρατ- τόμενον τοῦ κένανδρον εἶναι παντελῶς. προστίθησι δὲ καὶ ἑτέρων σημείων οὐ μετρίαν πληθύν. καταλύσειν γὰρ ἐν αὐτῇ φησὶ πάντα τὰ θηρία τῆς γῆς, χαμαιλέοντάς τε καὶ ἐχίνους ἐν τοῖς φατνώμασι κοιτασθήσεσθαι· καὶ μὴν καὶ ἐν τοῖς διορύγμασι, τουτέστιν, ἢ ἐν βόθροις, ἤγουν καὶ σπηλαίοις τοὺς ἀγρίους ἀναφωνήσειν θῆρας, ἐναυλισθήσεσθαι δὲ καὶ 2.208 κόρακας τοῖς πυλῶσιν αὐτῆς. ἔστι δὲ οὐδενὶ τῶν εὖ φρονούν- των ἀμφίβολον, ὡς οὔτ' ἂν ἐν οἴκοις καταλύσειαν ἐχῖνοι, οὔτε μὴν ἐν μέσῃ πόλει καταυλισθήσονται θῆρες, ἀλλ' οὐδ' ἂν ἐμφιλοχωρήσειαν τοῖς πυλῶσιν οἱ νυκτικόρακες, εἰ μὴ πλείστη τις ὅση καὶ ἁνδάνουσα λίαν τοῖς ὧδε φύσεως ἔχουσιν ὑπάρ- χοι σχολή. φιλοῦσι γάρ πως οἱ θῆρες, καὶ μέντοι τὰ ἕτερα περὶ ὧν ὁ λόγος, οὐκ ἀνθρώποις συναυλίζεσθαι· πόθεν; ἀλλ' ᾗπερ ἂν εἴη πολλή τις ἐρημία, σχολαία τε παντελῶς ἡ δίαιτα, καὶ τῆς ἐρημίας τὸ πλάτος μονονουχὶ πρυτανεύῃ τὴν ἀσφάλειαν, ἔξω τε παντὸς ἀποκομίζει δέους. Εἰ δὲ χρή τι τούτοις ἐπειπεῖν ἀναγκαῖον, ἀσφαλιζώμεθα τὰς ἑαυτῶν καρδίας, καὶ τὸ προσκρούειν Θεῷ κατά τι γοῦν ὅλως παντὶ παραιτώμεθα σθένει, ἵνα μὴ γενώμεθα πονηρῶν τε καὶ ἀνημέρων ἐνδιαίτημα θηρίων, φημὶ δὴ τῶν ἀκαθάρτων πνευμάτων, ἐξῃρημένης ἡμῶν ἁπάσης ἀρετῆς. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν Ἱερουσαλὴμ εὖ μάλα καὶ σοφῶς εἰρημένον "Πόνῳ καὶ μάστιγι παιδευθήσῃ "̔Ιερουσαλὴμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω "σε ἄβατον γῆν, ἥτις οὐκ ἀποικηθήσεται." Θεοῦ γὰρ ἡμῶν ἐξέλοντος τὴν ἀρετὴν, εἰσελάσει πάντως εἰς νοῦν καὶ καρδίαν τὰ βδελυρά τε καὶ ἀνόσια πάθη, καὶ οἷά τινες θῆρες ἐνδιαιτήσονται, συνεισφρήσει δὲ καὶ αὐτὴ τῶν ἀκα- θάρτων πνευμάτων ἡ ἀγρία πληθύς. 9∆ιότι κέδρος τὸ ἀνάστημα αὐτῆς. αὕτη ἡ πόλις ἡ φαυλίστρια, ἡ κατοικοῦσα ἐπ' ἐλπίδι, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς Ἐγώ εἰμι καὶ οὐκ ἔσται μετ' ἐμὲ ἔτι. πῶς ἐγενήθη εἰς ἀφανισμὸν, 2.209 νομὴ θηρίων· πᾶς ὁ διαπορευόμενος δι' αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.9 Ὡς ἀεὶ μέγα φρονεῖν ᾑρημένη, καὶ ὑπέρφρων καὶ ἀλάζων ἡ Νινευὶ διαβέβληται. καὶ ἦν τοῦτο κατὰ ἀλήθειαν, ὀφρὺν ἀνασπῶσα τὴν ὑπερτάτην κατὰ παντὸς ἔθνους καὶ πάσης ἀρχῆς, καὶ ὀλίγου παντελῶς ἀξιοῦσα λόγου τὴν ἑτέρων ἰσχύν. μεμαρτύρηκε δὲ τοῦτο καὶ ὁ προφήτης Ἀμβακοὺμ περὶ τοῦ βασιλέως Ἀσσυρίων λέγων, ὅτι "Καὶ αὐτὸς ἐν "βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ "αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται." ὅτι τοίνυν ὑπερόφρυς ἄγαν, ὑψοῦ τε ἠρμένη, καὶ ἀναφοιτῶσα λίαν εἰς τὸ ἐξήνιον ἡ τῶν Χαλδαίων μητρόπολις, διατρανοῖ πάλιν, ἀναστήματι κέδρου παρεικάζων αὐτὴν, καὶ φαυλίστριαν ὀνομάζων. τοῦτο δ' ἂν μάθοις ὀρθῶς τε καὶ ἀτρεκῶς εἰρημένον ἐκ τῶν τοῦ Ῥαψάκου λόγων· ὃς, ἐπείπερ ἧκεν εἰς τὴν Ἰουδαίαν, εἶτα τοῖς ἐν τῷ τείχει προσέβαλε, τῆς ἀνωτάτω κατεφλυάρει δόξης. ἔφασκε γάρ "Τάδε λέγει ὁ βασιλεύς Μὴ ἀπατάτω "ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς, "καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι ῥύσεται ὑμᾶς ὁ Θεός." καὶ μετ' ὀλίγα "Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος "τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;" αὕτη τοίνυν ἡ φαυλίστρια πόλις, ἡ κατοιομένη τε καὶ λέγουσα Ἐγώ εἰμι καὶ οὐκ ἔσται μετ' ἐμὲ ἔτι. ἐπειδὴ τοίνυν τὴν οὕτως αἰσχρὰν καὶ ἐπάρατον ἀλαζονείαν ἐν καυχήματος τάξει λαμ- προῦ ποιεῖσθαι φιλεῖ, ταύτῃτοι λοιπὸν πρὸς τοῦτο ἀθλιότητος κατοιχήσεται, ὡς καὶ ἐπ' αὐτῇ χρῆναι λέγειν Πῶς ἐγενήθης εἰς ἀφανισμὸν, νομὴ θηρίων· τὸ δὲ πῶς εἴη ἂν οὐκ ἐρωτῶντος καὶ ἀναμαθεῖν ἐθέλοντος, τεθαυμακότος δὲ μᾶλλον τὴν ἐλ- 2.210 πίδος ἐπέκεινα μεταβολήν. τὰ γάρ τοι μεγάλα καὶ ἀδόκητα τῶν κακῶν οὐκ ἔξω θαύματος, φιλεῖ δέ πως καταπλήττειν τοὺς θεωμένους, ἤτοι τοὺς μεμαθηκότας. οὕτω καὶ συριεῖ πᾶς ἐπ' 364 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. αὐτῇ καὶ κινήσει τὰς χεῖρας, συμπλήττων ἀλλήλαις, καθάπερ ἐγᾦμαι, καὶ ἀνακροτῶν ἀπὸ τοῦ θαυμάσαι, καὶ ἠχὴν ἐκ στόματος ἱεὶς, τὴν ἐν συριγμῷ καὶ ἀσημοτέραν. γράφει δὲ ὥσπερ ἡμῖν καὶ διὰ τούτων εὖ μάλα τὸν ἐπ' ἀδοκήτοις συμφοραῖς οἱονεὶ καταπεπληγμένον. "Ὑπερηφάνοις οὖν ἄρα Θεὸς ἀντιτάσσεται·" καὶ σοφὸν εἶναί φημι καὶ ἀξιόληπτον τὸ παράγγελμα "Μὴ ἐξύψου "σεαυτὸν, ἵνα μὴ πέσῃς," καὶ πάλιν "Ὃς ὑψηλὸν ποιεῖ τὸν "ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν." ὅνπερ γὰρ τρόπον τὰ εἰς ὕψος πολὺ καὶ πέρα μέτρου διανιστάμενα τῶν οἰκοδομη- μάτων ἑτοιμότερά πως εἰς κλόνον εἰσὶ, πλείστην τε ὅσην τὴν ὑποψίαν τοῦ σφισιν αὐτοῖς περιθραυσθήσεσθαι νοσεῖ· οὕτω καὶ ἀνθρώπου ψυχὴ τῇ τῶν λογισμῶν ματαιότητι πρὸς ὑπεροψίαν ἐξογκουμένη, σαθρά τε καὶ εὐανάτρεπτος καὶ ῥᾳδία πεσεῖν. εἰ δὲ δὴ πράττοιτο τὸ χρῆμα κατὰ Θεοῦ, τὸ τηνικάδε λοιπὸν τὸ ἀντερεῖδον οὐδέν. 9Ὢ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη ἡ πόλις ἡ περιστερά.9 Μέτεισιν εὐθὺς εἰς ἀνάμνησιν τῆς Ἰουδαίων, φημὶ δὴ τῆς Ἱερουσαλὴμ, ἢν ἐπείπερ εἷλον Ἀσσύριοι, τετίκασι δίκας. τετιμώρηνται δὲ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν ὡς τὴν τοῦ Θεοῦ δόξαν κατακερτομοῦντα, ἐπιστυγνάζει δὲ ὥσπερ αὐτῇ πα- θούσῃ τὰ παρ' ἐλπίδα, καὶ τῆς ἀνηκέστου συμφορᾶς οὐχ ἑτέρῳ τινὶ μᾶλλον ἀναγράφει τὰς αἰτίας, αὐτὴν δὲ μᾶλλον γεγενῆσθαί φησιν ἑαυτῇ προμνήστριαν. σχετλιάζει οὖν καί φησιν Ὢ ἡ ἐπιφανὴς καὶ λελυτρωμένη ἡ πόλις ἡ περιστερά. 2.211 ἵνα τί γὰρ ὅλη, φησὶν, ἀτιμοτάτη γέγονας, οἰκτρά τε καὶ αἰχμάλωτος, ἡ οὕτω λαμπρὰ καὶ διαφανὴς, ἡ παντὸς ἔθνους κρατήσασα, καὶ νικῶσα μὲν ἀμογητὶ τοὺς ἀνθισταμένους, σκληρά τε ἀεὶ καὶ δυσάντητος τοῖς ἀντεξάγειν ἐθέλουσι, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένοις· ἡ πολλοῖς σημείοις καὶ τέρασι τῆς Αἰγυπτίων θητείας λελυτρωμένη καὶ τῆς ἀφορή- του πλεονεξίας ἐκλύσασα τὸν αὐχένα· δι' ἣν ποταμοὶ μὲν εἰς αἷμα μετακεχωρήκασι, χάλαζα δὲ καὶ σκότος τὴν τῶν Αἰγυπτίων κατεσίνοντο γῆν, ᾗ καὶ θάλασσα συνωπλίζετο, καταπνίγουσα τοὺς διώκοντας, μυρία τε ὅσα πρὸς τούτοις γέγονεν ἀξιάκουστα; ὢ ἡ πόλις ἡ περιστερὰ, τουτέστιν ἡ περικαλλεστάτη. δέχεται γὰρ ἀεί πως ἡ θεόπνευστος γραφὴ τὸ στρουθίον εἰς εὐειδίαν· καθάπερ ἀμέλει καὶ τὴν ἐν τῷ ᾄσματι πλαττομένην νύμφην τῷ τῆς περιστερᾶς ὀνόματι κατασεμνύνειν ἤθελεν ὁ νυμφίος "Ἀνάστα, λέγων, ἐλθὲ ἡ "πλησίον μου, καλή μου, περιστερά μου." περικαλλεστάτη δὲ λίαν ἡ Ἱερουσαλὴμ, διάτοι τὸ τῷ θείῳ λελαμπρύνθαι νόμῳ, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὁρᾶσθαι διαπρεπὴς, ἐπασκεῖν δὲ καὶ δικαιοσύνην, καὶ Θεῷ τῷ κατὰ φύσιν προσ- κυνεῖν, καὶ αὐτῷ τελεῖν τὰς λατρείας. κάλλος δὲ τοῦτο πνευματικόν. δύναιο δ' ἂν καὶ ἑτέρως περιστερὰν εἰρῆσθαι νοεῖν τὴν Ἱερουσαλήμ. ἔθος γὰρ ἀεὶ τῷ πτηνῷ, κἂν εἴ τις αὐτὸ τῆς φιλτάτης αὐτῷ καλιᾶς ἀποκομίσειεν ἀπωτάτω, εἶτα δοίη τῇ πτήσει καιρὸν, ἀναθεῖν οἴκαδε πάλιν καὶ ἀνακο- μίζεσθαι πρὸς τὰ οἰκεῖα. ὃ δὴ γεγονὸς καὶ ἐπ' αὐτῆς εὑρή- 2.212 σομεν τῆς Ἱερουσαλήμ. ἔχουσα γὰρ ἐκ προγόνων τὸ εὐσεβὲς, καταπεφοίτηκε μὲν εἰς Αἴγυπτον· ἐκβαίνουσα δὲ ὥσπερ τὴν ἐκ πατέρων λατρείαν, ἐκεῖ προσκεκύνηκεν εἰδώ- λοις· ἀλλὰ κέκληται διὰ Μωυσέως, καὶ ἀπέπτη τρόπον τινὰ τῆς ἐν Αἰγύπτῳ πλάνης, παλινδρομήσασα πρὸς Θεόν. ἀλλὰ γὰρ τίς ἡ αἰτία, φησὶ, τοῦ καὶ ὅλως ἁλῶναι τυχὸν, καὶ ὑφ' ἑτέροις γενέσθαι πάλιν τὴν λελυτρωμένην; 9Οὐκ εἰσήκουσε φωνῆς.9 Ἤκουσε γὰρ ἐν τῷ ὄρει Σινᾷ τοῦ Θεοῦ λέγοντος "Ἄκουε "̓Ισραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. οὐ ποιήσεις "σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ "ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν "ὑποκάτω τῆς γῆς." παρατρέχουσα δὲ τὸ διηγγελμένον, κατώλισθεν ἀμαθῶς εἰς πολύθεον πλάνησιν. οὐκοῦν οὐκ εἰσήκουσ
Zephaniah Tomos 2 rem mid§zephaniah-t2-rem-mid
zephaniah-t2-rem-midRem mid: lemma continues; spiritual reading held with the letter.
Greek · §zephaniah-t2-rem-mid
ε φωνῆς, ἢ τῆς ἐν τῷ ὄρει Σινᾷ πρὸς αὐτὴν γεγενη- μένης· ἤγουν τὴν φωνὴν ἀντὶ τῆς νουθεσίας παραδεξόμεθα. 9Οὐκ ἐδέξατο παιδείαν.9 Περιυβρίζουσα γὰρ τὸν παιδαγωγοῦντα νόμον καὶ ἀπο- κομίζοντα πρὸς δικαιοσύνην, ἐτράπετο πρὸς "διδασκαλίας, "ἐντάλματα ἀνθρώπων," καὶ ταῖς ἰδίαις ἀκολουθοῦσα γνώ- μαις, ἔξω 365 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. γέγονε τῆς εὐθείας ὁδοῦ, καὶ ἀπομεμένηκεν ἀμαθὴς καὶ τῶν θείων ἄμοιρος παιδευμάτων. 9Ἐπὶ τῷ Κυρίῳ οὐκ ἐπεποίθησε.9 Πολέμου γὰρ καταθλίβοντος, καὶ ἀγῶνος ἐγκειμένου, καὶ 2.213 κινδύνων ἐπηρτημένων, δέον αὐτὴν τὴν τῶν προγόνων εὐσέ- βειαν ἀπομιμεῖσθαι φιλεῖν, καὶ ἐπὶ μόνῳ πεποιθέναι τῷ διασώζοντι Θεῷ, "Αἴγυπτον ἐπεκαλεῖτο," κατὰ τὸ γεγραμ- μένον, "καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν," καὶ κατεμισθοῦτο Σύρους ἤγουν Ἄραβας, μονονουχὶ τὴν θείαν ἀτιμάζουσα δύναμιν. 9Καὶ πρὸς τὸν Θεὸν αὐτῆς οὐκ ἤγγικεν.9 Ἐγγίζομεν δὲ τῷ Θεῷ διὰ πάσης ἐπιεικείας, καὶ τὰ αὐτῷ δοκοῦντα κατορθοῦν ᾑρημένοι. ἐγγίζομεν δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτὸν εἶναι μόνον φύσει τε καὶ ἀληθῶς Θεὸν καὶ βασιλέα τῶν ὅλων καὶ δημιουργὸν πιστεύοντες, καὶ ἐπ' αὐτῷ τὸ σύμπαν ἕτερον οὐδένα παραδεχόμενοι. 9Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι.9 Ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ παράγει τὰς αἰτίας, ἐφ' αἷς εἰκότως κεκίνηται καὶ κέκλιται πρὸς ὀργὰς, ἵνα δὴ φαίνοιτο λοιπὸν κολάζων ἐν δίκῃ τοὺς ἠσεβηκότας καὶ καθιγμένους εἰς τοῦτο φαυλότητος, ὡς ἀφόρητον ἤδη πως τὸ χρῆμα καὶ αὐτῷ γενέσθαι Θεῷ. ἦσαν οὖν, φησὶν, οἱ ἄρχοντες αὐτῆς ὡς λέοντες. τί δὲ δὴ δρῶσιν ἐκεῖνοι; λιμοῦ καταθή- γοντος, καὶ εἰς ἔφεσιν αὐτοὺς καλοῦντος τροφῆς, ὄρη τε καὶ νάπας περιθέουσιν εὐσθενῶς, δεινόν τι καὶ ἀπηχὲς καταβρυ- χώμενοι· κἂν εἴ τι που θεάσαιντο τῶν ἐπιτηδείων εἰς βρῶσιν, οἷον βροντὴν κατηχήσαντες, εἰς δέος ἄγουσι τοσοῦτον, ὡς ἀποπεπῆχθαι δοκεῖν, καὶ οἷόν τι σικάλοις ἐνεσφιγμένον, περιμένειν τὸν δαιτυμόνα. τοῦτο δέ τινες ἔδρων καὶ τῶν ἡγουμένων ἐν Ἰσραὴλ, τὸν ἐκ νόμου θάνατον τοῖς παρα- βαίνουσιν ὡρισμένον, ἐπιφέρειν ἔσθ' ὅτε καὶ τοῖς πλημ- 2.214 μελοῦσιν οὐδὲν ἀπειλοῦντες, εἰ μὴ δρᾶν ἕλοιντο τὰ αὐτοῖς θυμήρη τε καὶ φίλα, καὶ παραχωροῦντες ἐγκαλοῦσιν ἑτέροις, ἤγουν αὐτοῖς τοῖς δικάζουσι κτήσεων ἰδίων ἐξιστάμενοι. καταγράφει γὰρ αὐτῶν τὰ τοιάδε τῶν κακῶν καὶ δι' ἑτέρου προφήτου, λέγων· Μιχαίας δὲ οὗτος· "Ἐγένοντο "λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις "αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ "ἦραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν. καὶ ἐπεθύμουν ἀγροὺς, "καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ "διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κλη- "ρονομίαν αὐτοῦ." Καταβρυχῶνται δὲ ὥσπερ τῶν ἐν ἁπλῇ πίστει βιοῦν ᾑρημένων καὶ οἱ τῶν αἱρέσεων εὑρεταὶ, καὶ θεοστυγὲς ἀνοί- γοντες στόμα, τοὺς οὐδὲν εἰδότας μονονουχὶ κατεσθίουσιν ἀμαθεστέρους ἀποτελοῦντες, καὶ ψυχρὰς αὐτοῖς καὶ διε- στραμμένας ἐνιέντες ἐννοίας, καταμυθολογοῦντες δὲ οὕτως, καὶ τό γε σφίσιν αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον φρονεῖν ἀναπείθοντες, ὡς ἤδη δοκεῖν τοὺς τοῖς παρ' αὐτῶν ἐναλόντας βρόχοις, τάχα που καὶ ἐκτεθνάναι, καὶ λίθοις ὀλίγα τοῖς ἀναισθήτοις παραχωρεῖν, οἷς ἄν τις ἐπιφωνήσειε, καὶ μάλα εἰκότως "Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, "καὶ ἐπιφαύσει σοι ὁ Χριστός." πλὴν, ὥς φησιν ὁ μακά- ριος ∆αυείδ "Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ "στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ "Κύριος." 9Οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωΐ.9 Φασὶ τοὺς ἐν Ἀραβίᾳ λύκους παντὸς ἐπέκεινα θηρὸς ἰέναι πρὸς ἀγριότητα, κατηῤῥωστηκέναι τε λίαν τὸ ἀκόρεστον εἰς 2.215 τροφὰς, ὀξεῖς δὲ οὕτως εἰς δρόμον, ὡς ἀποφοιτᾶν εὐκόλως παντὸς τοῦ διώκοντος. ἔφη γάρ που καὶ δι' ἑτέρου προ- φήτου περὶ τῶν ἐκ Βαβυλῶνος ἵππων "ὀξύτεροι ὑπὲρ τοὺς "λύκους τῆς Ἀραβίας." δέχεται τοίνυν εἰς τὸ παρὸν τὴν τῶν λύκων ἀπληστίαν εἰς ὑποτύπωσιν τῶν κριτῶν, οἷον ὅλῳ στόματι καὶ ἀκορέστοις ὀδοῦσι δαπανώντων τοὺς κρινο- μένους, διὰ τοῦ πλεῖστά τε ὅσα καὶ τὰ ὑπὲρ δύναμιν ἐξαιτεῖν ἐπὶ τῇ τοῦ δικαίου παρατροπῇ, καὶ ἵνα τὸ τῷ θείῳ νόμῳ δοκοῦν εἰς τὸ ἑτέροις τισὶν ἁνδάνον ἀνοσίως παρευθύνοιτο. ἀλλ' ἦν ἄμεινον ἐννοεῖν αὐτοὺς, ὅτι καθά φησιν ὁ παροιμια- στής "Λαμβάνοντος δῶρα ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοί." "Τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται "ῥήματα δίκαια," κατὰ τὸ 366 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. γεγραμμένον. τί γὰρ ὅλως τὸ περιττὸν ἐκ δωροδοκίας; τί δὲ τὸ αἰσχρὸν ὀνήσει λημμάτιον τοὺς ἀγαπῶντας αὐτό; μᾶλλον δὲ ποίαν ἂν αὐτοῖς ζημίαν οὐκ ἐνεργάσαιτο; καὶ γάρ ἐστιν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων "Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πει- "ρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ "βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον "καὶ ἀπώλειαν." "Αἱρετὸν οὖν ὄνομα καλὸν ἢ πλοῦτος "πολὺς," καὶ ἔστιν ἀληθῶς σοφὸς δὴ λίαν καὶ ἀτρεκὴς ὁ λόγος. 9Οἱ προφῆται αὐτῆς πνευματοφόροι ἄνδρες καταφρονηταί.9 Εὖ γε τὸ αὐτῆς ἐπὶ προφητῶν ἐνθάδε, ὅτι μὴ γεγόνασι Θεοῦ, λαλοῦντες ἐπισφαλῶς τὰ "ἀπὸ καρδίας αὐτῶν καὶ οὐκ ἀπὸ στόματος Κυρίου," κατὰ τὸ γεγραμμένον. κατει- ρωνεύεται δὲ ὁ λόγος, πνευματοφόρους ἀποκαλῶν· οὐχ ὡς ἐν μεθέξει γεγονότων ἐκείνων τοῦ Ἁγίου Πνεύματος ἀληθῶς, ἀλλ' ὡς πλάττεσθαι τολμώντων τὸ τῆς προφητείας χρῆμα, 2.216 καὶ ὅτι μεμέστωνται τοῦ Ἁγίου Πνεύματος οὐ κατοκνούντων εἰπεῖν. θέλοντες τοίνυν εἶναι, φησὶ, καὶ προφῆται καὶ πνευ- ματοφόροι, καὶ τὸ σεμνὸν οὕτως ὄνομα ταῖς σφῶν αὐτῶν περιπλάττοντες κεφαλαῖς, τοσοῦτον γεγόνασι καταφρονηταὶ, ὡς μηδὲ ὅτι ποτ' ἐστὶ τὸ ἐπιεικὲς εἰδέναι, προσαπολλύναι δὲ καὶ ἑτέρους, οἷς ἐλάλουν τὰ ἀπὸ καρδίας, καὶ τοῦτο ἐπὶ σμικροῖς καὶ εὐτελεστάτοις τισὶ λημματίοις οἱ τάλανες, καὶ ὡς ὁ προφήτης φησὶν Ἰεζεκιήλ "ἕνεκεν δρακὸς κριθῆς καὶ "κλάσματος ἄρτου." καὶ ἀποπληξίας δὲ πρὸς τοῦτο κατώ- λισθον, ὡς τῆς ἀποῤῥήτου δόξης βουλὰς εἶναι λέγειν τὰς ἑαυτῶν, καὶ τὰ ἀπὸ γνώμης ἰδίας ἀποβρασσόμενα ῥήματα, θείους εἶναι λόγους διϊσχυρίζεσθαι. καὶ γοῦν ἔφασκε περὶ αὐτῶν διὰ τῆς Ἱερεμίου φωνῆς "Οὐκ ἀπέστελλον τοὺς "προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, "καὶ αὐτοὶ προεφήτευον·" αὐτοῦ δὲ τοῦ προφήτου διακεκρα- γότος ἐναργῶς καὶ λέγοντος "Ὁ ὢν ∆έσποτα Κύριε, ἰδοὺ "οἱ προφῆται αὐτῶν προφητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε "μάχαιραν καὶ λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ "εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ·" μονον- ουχὶ καὶ ἀντεκεκράγει λέγων ὁ τῶν ὅλων Θεός "Ψευδῆ οἱ "προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα "αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς "αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα "καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν. "εἰ προφῆταί εἰσι, καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, "ἀπαντησάτωσάν μοι. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕ- "τως οἱ λόγοι μου, λέγει Κύριος. οὐχ οἱ λόγοι μου ὡς "πῦρ φλέγον, λέγει Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;" καθικνεῖται γὰρ εἰς νοῦ βάθος ὁ παρὰ Θεοῦ λόγος, καὶ μο-
Zephaniah Tomos 2 rem close CLOSEOUT§zephaniah-t2-rem-close
zephaniah-t2-rem-closeRem CLOSEOUT: Zephaniah Tomos 2 CLOSEOUT.
Greek · §zephaniah-t2-rem-close
νονουχὶ διαῤῥήγνυσι τὴν τῶν ἀκροωμένων καρδίαν· ψυχρὸς 2.217 δὲ καὶ ἄναλκις ὁ ἐξ ἀνθρώπου βουλῆς, ὁποῖός τις ἦν ὁ τῶν ἀνοσίων ψευδοπροφητῶν. 9Οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια καὶ ἀσεβοῦσιν εἰς τὸν νόμον.9 Οὐκ ἔξω μομφῆς οὐδὲ αὐτὸ πεφώραται τὸ ἀπόλεκτον γένος, τουτέστι, τὸ ἐκ φυλῆς Λευί· βεβηλοῦν δὲ καὶ αὐτοὺς τὰ ἅγιά φησι, καὶ ἀσεβεῖν εἰς νόμον. γέγραπται μὲν γάρ " Οτι χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητή- "σουσιν ἐκ στόματος αὐτοῦ." ἀλλ' ὡς αὐτός που πάλιν φησὶν ὁ τῶν ὅλων ∆εσπότης "Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστι "Κύριος." τὸ γάρ τοι μὴ βούλεσθαι διατρανοῦν τὸν νόμον τοῖς οὐκ εἰδόσιν αὐτὸν, μήτε μὴν ἀποκομίζειν ἐπείγεσθαι τοὺς ὑπὸ χεῖρα λαοὺς εἰς τὸ ἁνδάνον Θεῷ, τοῦτο οἶμαί ἐστι τὸ ἀσεβεῖν εἰς νόμον. καὶ οὐ μέχρι τούτου τὰ ἐκείνων ἐγκλήματα· ἀλλὰ γὰρ καὶ βεβηλοῦσι δὲ τὰ ἅγιά φησιν. ὁ μὲν γὰρ διὰ Μωυσέως νόμος πλείστην ἔχει τὴν ἐπιτήρησιν περὶ θυσιῶν καὶ προσαγωγῆς, ἡνίκα τε ἑκάστην καὶ τίνα χρὴ τρόπον ἀποπεραίνεσθαι· οἱ δὲ κατὰ τὸ εἰκὸς προσεκό- μιζον μὲν τὰς θυσίας, πλὴν ἀφυλάκτως καὶ ἀτημελῶς, οὐ καιρὸν, οὐ τύπους ἀξιοῦντες ἐπιτηρεῖν, ἀλλ' οὐδὲ ἡγνισμένοι τάχα, οὔτε μὴν ἐν ἐσθήμασι τοῖς σφῶν ἱεροπρεπῶς ἐσταλ- μένοι καὶ ἐν κόσμῳ δρῶντες τὰ ἱερὰ, ἀτιμάζοντες δὲ ὥς τι τῶν ἀχρείων τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον λειτουργίαν. Παραφυλακτέον δὴ οὖν τοῖς τῆς 367 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Ἐκκλησίας ἱερουργοῖς, μὴ βεβηλοῦν τὰ ἅγια· τρόπος δὲ τῆς βεβηλώσεως οὐχ εἷς, διάφορος δὲ καὶ πολύς. δεῖ γὰρ εἶναι κεκαθαρμένους καὶ ψυχὴν καὶ σῶμα, καὶ πᾶν εἶδος ἀποσειομένους βδελυρᾶς 2.218 ἡδονῆς, ἠγλαϊσμένους δὲ μᾶλλον τοῖς εἰς ἀγαθουργίαν σπου- δάσμασι, μεμνημένους λέγοντος τοῦ θεσπεσίου Παύλου "Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τε- "λέσητε." 9Ὁ δὲ Κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωῒ πρωῒ δώσει τὸ κρῖμα αὐτοῦ, καὶ οὐκ εἰς νῖκος ἀδικίαν.9 Ἀσύμβατόν ἐστί πως ἀεὶ τῷ ἀδίκῳ τὸ δίκαιον, καὶ οὐκ ἂν ἴοι κατὰ ταυτὸν τῷ βεβήλῳ τὸ καθαρόν. "Τίς γὰρ ἂν "γένοιτο κοινωνία φωτὶ πρὸς σκότος;" μάχεται γὰρ τὰ τοιάδε τῶν πραγμάτων, καὶ πολὺ τῆς ἀλλήλων φιλίας διῳ- κισμένα κατίδοι τις ἂν αὐτά. ἠγαπηκότος δὴ οὖν τὴν δικαιοσύνην καὶ οὐκ εἰδότος ἀδικίαν τοῦ πάντων κρατοῦντος Θεοῦ, πῶς ἀεὶ κρατήσειν ἔμελλον, ἤγουν διεξάγεσθαι πρὸς πέρας, οὐκ ἀνακοπτόμενα παντελῶς τὰ παμμόχθηρα τῶν Ἰουδαίων ἐγκλήματα; δοκεῖ δέ πως ἀδικίας εἶναί τις τρόπος, τὸ μὴ ποιναῖς ὑποφέρειν τὸν ἀλιτήριον, καὶ τὸ μὴ δίκας αἰτεῖν τὸν ἀσελγῶς τε καὶ ἀνοσίως διαβιοῦν ᾑρημένον, καὶ πεφροντικότα μὲν τῶν νόμων οὐδὲν, διανενευκότα δὲ οὕτω πρὸς ἀδικίαν, ὡς οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, αὔχημά τε ποιεῖσθαι λαμπρὸν τὰ ἐφ' οἷς ἦν εἰκὸς ἐρυθριῶντα ὁρᾶσθαι. ἐπειδὴ τοίνυν δίκαιος ὁ Κύριος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· οὐ γὰρ ἀνάσχοιτο τῶν ἀδικεῖν εἰωθότων· πρωῒ πρωῒ ποιήσει τὸ κρῖμα αὐτοῦ, τουτέστιν, ὄρθρου τε καὶ ἐμφανῶς καὶ ὡς ἐν ἡμέρᾳ λοιπὸν, οὐκέτι συστέλλων τὰ ἐξ ὀργῆς, ἀλλ' εἰς μέσον ἄγων, καὶ ἐμφανῆ καθιστὰς, καὶ οἷον ἐν ὄψει τιθεὶς τὰ προεπηγγελμένα. οὐ γὰρ ἐάσει δραμεῖν εἰς νῖκος 2.219 ἀδικίαν. τὸ δὲ εἰς νῖκος, τὸ εἰς ἐκνίκησιν, ἤγουν εἰς ἅπαν ὑπο- δηλοῖ. κεκολασμένων γὰρ τῶν ἠσεβηκότων, πεπαύσεται πάν- τως καὶ τῆς ἀδικίας ὁ τρόπος· οὐ γὰρ ἔχει τοὺς δρῶντας ἔτι. ∆εῖ τοίνυν τούς γε ἀληθῶς ἀρτίφρονας περινοεῖν, ὅτι φιλοδίκαιος ὁ ∆εσπότης, καὶ οὐκ ἂν ἀνάσχοιτο τῶν πλημ- μελούντων ἀσχέτως. ἀλλ' εἰ μέν τις ἴοι πρὸς μετάγνωσιν, καὶ τὸ ἐπὶ τοῖς ἰδίοις πλημμελήμασι καταστάζοι δάκρυον, ἡμερωτάτῳ περιτεύξεται, καὶ ἐξαιτήσει τὴν ἀμνηστίαν, καὶ ἔξω δραμεῖται βρόχων καὶ τοῦ κολάζεσθαι δεῖν. εἰ δὲ ἄτεγκτός τις εἴη, καὶ δυσμετακόμιστον ἔχων τὴν γνώμην εἴς γε τὸ δεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, τοῖς οἰκείοις ἐνιζήσει πταίσμασιν, μᾶλλον δὲ καὶ ἐναπολεῖται λοιπὸν, καὶ ὑπὸ κίνησιν ἔσται τὴν δεσποτικὴν, ὅτι μὴ μέχρι παντὸς τῶν πλημμελούντων ἀνέχεται. 9Ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐ- τῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν, διὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν.9 Ἐπειδὴ γὰρ, ὡς ἔφην, οἱ μὲν ἱερεῖς ἐβεβήλουν τὰ ἅγια, ἠσέβουν δέ τινες καὶ εἰς αὐτὸν τὸν νόμον, "ὁ δὲ Κύριος "δίκαιος ἐν μέσῳ αὐτῆς πρωῒ πρωῒ ποιήσει τὸ κρῖμα αὐτοῦ." καὶ ποῖον δὴ τοῦτό ἐστι; κατέσπασεν ὑπερηφάνους ἐν δια- φθορᾷ, τουτέστι, παρέδωκεν εἰς φθορὰν τοὺς ἀλαζόνας καὶ ὑβριστάς. ἢ γὰρ οὐκ ἀλαζόνες, οἱ θεομαχεῖν εἰωθότες, καὶ 2.220 τοῖς διὰ Μωυσέως θεσπίσμασι τὸ οἰκεῖον ὥσπερ ἀντεξά- γοντες θέλημα· καὶ ὀλίγα μὲν κομιδῇ τῶν θείων πεφρον- τικότες νόμων, ἀποκλίνοντες δὲ πρὸς τὸ ἄγαν ἐξήνιον καὶ λέγοντες τῷ Κυρίῳ "Ἀπόστα ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι "οὐ βούλομαι;" εἶτα πῶς ἂν ἐνδοιάσειέ τις εἴπερ ἐστὶ πτωχὸς τῷ πνεύματι καὶ ταπεινὸς τῇ καρδίᾳ, κατὰ τὸ γεγραμμένον, ὁ εὐφαὴς καὶ εὐήνιος καὶ πολὺ βλέπων εἰς εὐπείθειαν, ὃν καὶ ἐποπτείας ἀξιοῖ; καὶ γοῦν ἔφη δι' ἑνὸς τῶν ἁγίων προφητῶν ὁ τῶν ὅλων Θεός "Καὶ ἐπὶ τίνα "ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ "τρέμοντά μου τοὺς λόγους;" οὐκοῦν κατεσπάσθη μὲν εἰς φθορὰν τὸ ὑπέροφρυ γένος, ἠφανίσθησαν δὲ καὶ αἱ γωνίαι αὐτῶν. καὶ γωνίας οἶμαί που τὰ τείχη λέγεσθαι νυνὶ, καὶ τὰς τῶν πόλεων περιβολάς. ὑψηλαὶ γὰρ ἀείπως αἱ γωνίαι, πύργους ἔχουσαι διαφανεστάτους. ὅμοιον οὖν ἄρα τυχὸν ὡς εἰ καὶ λέγοι πάλιν Ἔρημοι τειχῶν αἱ παρ' αὐτοῖς ἔσονται πόλεις. 368 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐπηπείλησε δὲ πρὸς τούτοις καὶ ἐξερημοῦν τὰς ὁδοὺς αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰσραὴλ, τοῦ μὴ διοδεύειν τὸ παράπαν. καί μοι δοκεῖ βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν· ὁ διὰ Μωυ- σέως προστέταχε νόμος εἰ τελοῖτο κατὰ καιροὺς ἡ ἑορτὴ τῆς σκηνοπηγίας, ἐκ πάσης τῆς Ἰουδαίων χώρας ἀναθεῖν εἰς Ἱεροσόλυμα, καὶ πληροῦν ἐκεῖσε τὰ νενομισμένα. ὅτε τοί- νυν κατεσείσθησαν αἱ πόλεις, ἀπολώλασιν οἱ ἐν αὐταῖς, τότε καὶ ἠρημῶσθαί φαμεν τὰς ὁδοὺς, ὡς οὐδενὸς ἔτι δι' αὐτῶν ἐρχομένου, καὶ πρός γε τὸ χρῆναι πληροῦν τὴν τεταγμένην αὐτοῖς ἑορτὴν, καθὰ καὶ πρώην, διάττοντος. πέπτωκε γὰρ εἰς τοῦτο ταλαιπωρίας τὰ τῶν Ἰουδαίων τάγματα, ὡς μὴ εἶναι τοὺς ἑορτάζοντας, μήτε μὴν ἐν εὐπαθείαις εἶναι δύνασθαι 2.221 τοὺς ἀνασωθέντας μόλις καὶ ἐκ τοῦ πολέμου περιλελειμ- μένους. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας μοῖραν ἐποιεῖτο τῶν θρήνων τὸ χρῆμα λέγων "Ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ "μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ." ὅτι δὲ ἀτρεκὴς ὁ λόγος αὐτὸ πάλιν ἡμῖν σαφηνιεῖ τὸ προκείμενον· ἐπιφέρει γὰρ εὐθύς Ἐξέλιπον αἱ πόλεις διὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν. "Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶν- "τος." παροτρύνοντες γὰρ αὐτὸν διά γε τοῦ πλημμελεῖν ἑλέσθαι, καὶ τοῦτο ἀσχέτως, τότε δὴ τότε, καὶ μάλα δι- καίως, τοῖς τῆς ὑπεροψίας ἐγκλήμασιν οἱονείπως ἐνειλημ- μένοι κατασπώμεθα πρὸς διαφθορὰν, καὶ γυμνοὶ μὲν τῆς ἄνωθεν ἐσόμεθα περιβολῆς, εὐάλωτον δὲ ὥσπερ καὶ ἀτεί- χιστον ἐν ἑαυτοῖς τὴν καρδίαν εὑρήσομεν, καὶ πρός γε δὴ τούτοις τὰς τῆς δικαιοσύνης οὐχ εὑρήσομεν ὁδούς· ἀπονεύσειε δ' ἂν εὐκόλως τ